Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 97 a5 Ἄλλως δὲ καὶ παραλιπεῖν ἀνγκαῖον καὶ μὴ εἰδέναι.

Εἴτε παραλέλειπται εἴτε μὴ. ἢ ‘οὐδ' ὁρίζεσθαι δύναται οὐδ' ἔχειν τὴν κατὰ τὸν ὁρισμὸν γνῶσιν'.

p. 97 a6 Οὐδὲν δὲ δεῖ τὸν ὁριζόμενον καὶ διαιρούμενον.

Σπευσίππου ταύτην τὴν δόξαν Εὔδημος εἶναι λέγει τὴν ὅτι ὁρίσασθαι ἀδύνατόν ἐστέ τι τῶν ὄντων μὴ πάντα τὰ ὄντα εἰδότα. ἐπεὶ δὲ δοκεῖ πιθανότητά τινα εἰσφέρειν, τίθησιν αὐτήν. ἔστι γὰρ ὁ λόγος ὁ τοῦτο οἰόμενος δεικνύναι τοιοῦτος· δεῖ τὸν ὁριζόμενόν τι εἰδέναι τὴν πρὸς τὰ διαφέροντα αὐτοῦ πάντα διαφοράν· οὗ μὲν γὰρ μὴ διαφέρει τι, τούτῳ ταὐτόν ἐστιν, οὗ δὲ διαφέρει, ἕτερον. τὸν δὴ ὁριζόμενόν τι ὡς διαφέρον τῶν ἄλλων δεῖ εἰδέναι αὐτοῦ τὰς διαφορὰς αἷς τῶν ἄλλων διαφέρει· μὴ γὰρ εἰδώς τις τοῦτο καὶ τὸ ταὐτὸν ἕτερον καὶ τὸ ετερον ταὐτὸν ἡγήσεται. οὕτως δ' οὐδ' ἀποδώσει τὴν οἰκείαν τινὸς οὐσίαν· ἂν γὰρ οὕτω τύχῃ, οὐδὲν κωλύει τὸν ἀποδιδόμενον λόγον κοινὸν εἶναι καὶ ἄλλων τινῶν. ἀλλὰ μὴν ἀδύνατον τὴν πρός τινα διαφοράν τινος εἰδέναι μὴ εἰδότα κἀκεῖνα ὧν τὸ προκείμενον διαφέρει. δεῖ ἄρα πάντα εἰδέναι τὸν ὁριζόμενόν τι, καὶ γὰρ καὶ τοῦτο >ὁ> ὁρίζεται ὁ ὁριζόμενος πῶς γὰρ ἂν αὐτὸ ὁρίσαιτο;) [*](1 αἱ L: om. RUa post λαμβάνοιντο add. καὶ L 2 παραλίποιντο R 5 ὑφ' αὑτό Ua (D) 5. 6 πᾶς— πᾶς R (D): πας — ἅπας Ua: ἅπας—ἅπας Arist. 7 παραλέλειπται B Arist.: παραλείπεται RUa 8 οὖ om. R 10 an ὑπ' αὐτά? καὶ — αὑτά om. L 11 τῶν L: καὶ RUa post κεχωρισμένων add. καὶ μὴ ὑπαλλήλων Ua δὲ Ua 14 fort. Εἴ τι ἢ om. R οὐδ' ὁρίζεσθαι R: οὐ διορίζεσθαι Ua μηδὲ δύνασθαι ὁρίζεσθαι L 15 τὸν ὁρισμὸν LR: τῶν ὁρισμῶν Ua 16 δὲ ομ. U (B Rice, pr. u) 17 σπεύσιππος R: ω supra ος scr. U ἄδηλον R 17. 18 ἀδύνατόν ἐστιν ὁρίσασθαί Ua 19 εἰσφερειν om. Ua 21 μὲν Ua: μοι R 22 δὲ ὁριζόμενόν a: διοριζόμενόν U 23 τὰς αὐτοῦ R 25 οὖτος (ante δ') R 28 ὡς Ua 29 καὶ alt. om. Ua τοῦτο ὃ scripsi: τούτω RUa)

585
καὶ τἆλλα πάντα ὦν ὡς ἕτερον ὄν αὐτὸ ὁρίζεται. ὅτι δὲ μὴ ὑγιὴς ὁ λόγος

[*](111v)

p. 97 a11 Πρῶτον μὲν οὖν τοῦτο ψεῦδος.

Οὐκ εἴ τί τινος διαφέρει, ἕτερον τοῦτο εὐθὺς ἐκείνου· τὸ γὰρ ἕτερόν τινος οὐ κατὰ πᾶσαν διαφορὰν ἕτερον (πολλὰ γὰρ ὁμοειδῆ ὄντα ἀλλήλοις διαφέρει ἀλλήλων) καὶ οὐχ ὑγιὲς ἁπλῶς τὸ τὰ διαφέροντα ἀλλήλων ἕτερα εἶναι, ἀλλὰ δεῖ προσκεῖσθαι τὸ κατ᾿ οὐσίαν. τὰ γὰρ κατ᾿ οὐσίαν καὶ διαφορὰν εἰδοποιὸν διαφέροντα ἕτερα, οὐ τὰ καθ’ ἡντιναοῦν· ἐπεὶ καὶ κατὰ τὰ συμβεβηκότα μυρίαι διαφοραὶ ἐν τοῖς ὁμοειδέσιν, ἀλλ᾿ οὐ διὰ τοῦτο ἕτερα ἀλλήλων <·εἰ γὰρ ἕτερα ἀλλήλων>, καὶ οἱ λόγοι αὐτῶν καὶ ἡ οὐσία ἕτερα.

p. 97 a 14 Εἶτα ὅταν λάβη τὰ ἀντικείμενα καὶ τὰ ἑξῆς.

Ὀτι μὴ πάντα ἀναγκαῖον εἰδέναι τὸν ὁριζόμενόν τι καὶ διαιρούμενον προσχρώμενον τῇ διαιρετικῇ. ὅταν γὰρ λάβῃ ἐν τῇ διαιρέσει τὰ ἀντικείμενα κατὰ τὰς διαφοράς, λάβῃ δ᾿ οὕτως τὰ ἀντικείμενα ὡς πᾶν ἐμπίπτειν τὸ ὑπὸ τὸ γένος τὸ διῃρημένον ἐν τῷ ἑτέρῳ τῶν ἀντιδιῃρημένων, γνώριμον δ᾿ ᾖ καὶ τὸ ζητούμενον ἐν ποτέρῳ, τοῦτο λήψεται, κἂν μὴ γνωρίζῃ πόσα καὶ τίνα ἐστὶ τὰ ὑπὸ τὰς ἀντιδιῃρημένας διαφοράς· οὐ γὰρ ἐκ τοῦ εἰδεναι, πόσα καὶ τίνα τὰ <λογικὰ καὶ τὰ> ἄλογά ἐστι, γνώριμον ὅτι ὁ ἄνθρωπος λογικός, ἀλλ᾿ ἐκ τοῦ εἰδέναι ἐν τίνι ἐστὶ τὸ εἶναι λογικόν. τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἄλλων διαφορῶν· ἂν γὰρ οὕτω προϊὼν κατὰ τὴν διαίρεσιν τὴν εἰς τὰ ἀντικείμενα γινομένην ἔλθῃ εἰς ταῦτα ὧν μηκέτι ἐστὶ διαφορά (τοιαῦτα δέ ἐστι τὰ ἄτομα εἴδη), δῆλον ὡς ὁρισμὸν ἐκ τῆς συνθέσεως τῶν διαφορῶν, ἐν αἷς ἔλαβεν εἶναι τὸ ζητούμενον, ἕξει οὐκ εἰδὼς τίνα καὶ πόσα ἐστὶ τὰ ὑπὸ τἀς ἀντικειμένας διαφοράς.

p. 97 a19 Τὸ δ᾿ ἅπαν ἐμπίπτειν εἰς τὴν διαίρεσιν, ἂν ᾖ ἀντικείμενα.

Οὐ γὰρ ἐκ τοῦ εἰδέναι πάντα τὰ τῶν ζῴων γένη γνώριμον γίνεται τὸ ῾πᾶν ζῷον ἢ λογικὸν ἢ ἄλογον᾿, ἀλλ᾿ ἐκ τοῦ εἰδέναι ὅτι μηδέν ἐστι τούτων μεταξύ.

p. 97 a21 Ἀνάγκη γὰρ ἅπαν ἐν θατέρῳ.

Τοῦτο οὐκ ἀργῶς προσέθηκε· δύναται γὰρ ἄμεσος μὲν ἡ διαίρεσις [*](8 οὐ τὰ Ua: ὄντα R 9 καὶ om. Ua κατὰ om. R τἀ om. U 10 εἰ— ἀλλήλων addidi 15 πάντα a 16 τὸ primum R: τὰ Ua 19 λογικά καὶ τὰ addidi 19. 20 λογικὸν Ua 20 τὸ εἶναι λογικόν deleverim 23 ὁρισμὸς a 24 ἔλαβε τὸ R 25 εἰσὶ R 26 τὰ δ᾿ ἄπερ πίπτειν U 29 ἢ prius om. B 32 μὲν post δύναται colloc. R)

586
γεγονέναι μὴ οἰκεία δὲ τῷ προ(??) ειμένῳ γένει· τὸ γὰρ ὁλόπτερον καὶ σχιζόπτερον εἰ ἰαὶ ἄμεσα ἐπὶ ζῴου πτηνοῦ, ἀλλ' οὐκέτι τῷ ζῴῳ | συντεθέντα [*](112r) πάντα τὰ ζῷα περιλήψεται τῷ μὴ ζῴου οἰκεῖα εἶναι.

p. 97 a 23 Εἰς δὲ τὸ κατασκευάζειν ὅρον διὰ τῶν διαιρεσεων καὶ τα εςης.

Εἰπὼν ὅτι χρήσιμος ἡ διαιρετικὴ μέθοδος πρὸς τὴν τῶν ὁρισμῶν ἀπόδοσιν, εἰ καὶ μὴ πρὸς συλλογισμόν, νῦν λέγει τίνα χρὴ παραλαμβάνειν τε καὶ φυλάττειν τὸν βουλόμενον διὰ τῶν διαιρέσεων κατασκευάζειν ὁρισμόν. κατασκευάζειν δὲ ὅρον εἶπεν οὐ τὸ ἀποδεικνύναι· οὐδὲ γὰρ ἔστιν ἀποδεῖξαι ὅρον· οὐδὲ γὰρ πᾶν, εἴ τι κατασκευάζεται, τοῦτο καὶ ἀποδείκνθται. κατασκευάσαι οὖν τὸ εὑρεῖν τε καὶ συνθεῖναι καὶ ἀποδοῦναι εἶπε. τὸ δὲ διὰ τῶν διαιρέσεων προσέθηκεν· εἰσὶ γάρ τινες ἀποδεδομένοι μένοι ὅροι οὐκ ἐκ διαιρεσεως, ὡς οἱ τῶν πρώτων γενῶν· οὐ γὰρ οἷόν τε τοὺς τούτων λόγους ἐκ διαιρέσεως ἀποδοῦναι, εἴ γε καὶ αὐτοὶ ὅροι. τριῶν δέ. φησί, δεῖ στοχάζεσθαι τοὺς διὰ τῆς διαιρέσεως κατασκευάζοντάς τε καὶ ἀποδιδόντας τοὺς ὅρους, πρῶτον μὲν τοῦ λαβεῖν τὰ κατηγορούμενα ἐν τῷ τί ἐστι· ταῦτα δέ ἐστι τό τε γένος καὶ αἱ διαφοραί· δεύτερον τῆς τούτων τάξεως, τί πρῶτον καὶ τί δεύτερον, τρίτον ὅτι πάντα ταῦτα συντεθέντα ὁρισμός ἐστι τοῦ προκειμένου καὶ οὔτε ἔΜ τι οὔτε περιττεύει.

p. 97 a35 Ὅτι δὲ πάντα ταῦτα, φανερόν.

Ὀτι πάντα ταῦτα, τὰ εἰλημμένα τε οὕτως ὡς ἐν τῷ τί ἐστι κατηγορεῖσθαι καὶ τεταγμένα οὕτως ὡς τὰ πρῶτα τοῖς μετὰ ταῦτα ἕπεσθαι, ὁρισμός ἐστι τοῦ προκειμένου.

p. 97 a37 Τοῦ δὲ τελευταίου μηκέτι εἶναι διαφοράν.

25 Τὸ μὲν πρῶτον ῥηθὲν ἁρμόζει ἐπὶ μόνων τῶν ἀτόμων εἰδῶν· ταῦτα γὰρ οὐκέτι διαφοραῖς διαιρεῖται· ἀδιάφορα γὰρ κατ' εἶδος. τὸ δὲ δεύτερον ῥηθὲν κοινότερόν ἐστιν· οὐ γὰρ μόνον ἐπὶ τῶν ἀτόμων εἰδῶν ἁρμόζει ἀλλὰ καὶ ἐπὶ τῶν ὁριστῶν γενῶν. εἰ γὰρ καὶ ὅτι μάλιστα εἴη τις τῶν εἰλημμένων καὶ συντεθειμένων τῷ πρώτῳ γένει διαφορὰ διαιρετική, ἀλλ' οὖν, ἂν ᾖ ὃ βουλόμεθα ὁρίσασθαι καὶ ὁ ἀποδεδομένος λόγος ταὐτὸν τῷ εἴδει, οὐκέτι διελοῦμεν.

[*](1 οὐκ R 2 ἐπὶ om. R 3 εἶναι om. Ua 7 προσυλλογισμὸν B νῦν om. R 7. 8 παραφυλάττειν — λαμβάνειν Ua 9 οὐ τὸ ἀποδεικνύναι εἶπε(??) Ua 10 πάντως sive ὅ τι conicio 11 δοῦναι R 16 πρῶτον μὲν R: ἃ μὲν U: ἅμα a 17 δύο Ua 18 συντεθέντα B: συντιθέντα RUa 19 τι om. R 20 δὲ πάντα R (D n), πάντα post ταῦτα colloc. U: δ' ἅπαντα a Arist. 21 ὡς om. a 21.22 κατηγορούμενα Ua 22 immo μετ' αὐτὰ 29 συντεθειμένων scripsi: συντιθεμένων libri 30 ἦν Ua)
587

p. 97 b2 Ἢ γὰρ γένος ἢ διαφορὰ ἂν εἴη.

[*](112r)

Ὅτι οὐδέτερον τούτων λείπει τῷ πάντα κατὰ τὴν συνέχειαν τῆς τῶν γενῶν διαιρέσεως εἰλῆφθαι. τί τε γὰρ πρῶτον γένος ἦν, καὶ τοῦτο μετὰ τῶν διαφορῶν συλλαμβανόμενον μέχρι τῆς τελευταίας ἐποίει γένη· δεῖ γὰρ τὸ διαιρούμενον διαιρεῖσθαι ὡς γένος· διὸ γένος μὲν οὐ λείπει. ἀλλὰ μὴν αὐδὲ διαφορά τις· πᾶσαι γὰρ κατὰ τάξιν εἰσὶν εἰλημμέναι ὡς μηδεμίαν ἡμᾶς ὑπερβεβηκέναι. ἀλλὰ μὴν οὐδὲ ὑστέρα τις ὀφείλουσα προστεθῆναι παρεῖται· οὐ γὰρ ἂν ἔτι ἦν ταὐτὸν κατ' εἶδος τό τε ὁριστὸν καὶ ὁ ὅρος, εἰ ἔλειπέ τις διαφορά, ἀλλ' ἦν ἂν ὁ ἀποδεδομένος λόγος γένους τινὸς τοῦ ὀριστοῦ, οὐκ αὐτοῦ τούτου ὃ ὁριζόμεθα. τὸ γένος δὲ τοῦ οἰκείου εἴδους ἕτερον καὶ διαφέρον τῷ εἴδει· ὧν γὰρ διαφέροντες οἱ ὁρισμοί, ταῦτα τῷ εἴδει ἕτερα· ἔκειτο δ' ἡμῖν μηδὲν κατ' εἶδος ὁ ἀποδεδομένος λόγος διαφέρειν τοῦ ὃ ὁριζόμεθα.