Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 94 b36 Ἡ μὲν γὰρ ἕνεκά του ποιεῖ φύσις, ἡ δ' ἐξ ἀνάγκης.

Ὅτι δύο αἱ φύσεις, ἡ μὲν ἕνεκά του ποιοῦσα, ἡ κατὰ τὸ εἶδος, ἡ δὲ ἐξ ἀνάγκης, ἡ ὑλική.

[*](1 τῶ (ante τὸν) R γίνεται U 3 δὲ R: om. Ua 4 οὕτως Ua: οὖ R τὸ RU: τί a 5 τὸ pr. I. R οὗ prius om. U 6 οὖτος scripsi: οὕτως RUa 10 μὲν om. R γίνονται Ua 12 τὸ om. a 16 αἴτιον R: κατὰ τὴν ὕλην. τὸ γὰρ ἐξ ἀνάγκης Ua του R: οm. Ua τὸ tert. addidi 17 εἶναι R: ναί Ua 18 τὴν βροντήν scripsi: τῆς βροντῆς RUa καὶ τὴν τελικήν R: om. Ua 20 εἶναι ἅμα Ua 21 γενομένοις R 23 post μάλιστα add. ἄλλα Ua 29 ποιεῖ R κατ' ειδος Ua)
572

p. 94 b37 Ἡ δὲ ἀνάγκη διττή.

[*](108r)

Ὅτι καὶ ἡ ανάγκη διττή, ἡ μὲν κατὰ φύσιν, ἡ δὲ βίᾳ.

p. 94 b37 Η μὲν γὰρ κατὰ φύσιν καὶ τὴν ὁρμήν, ἡ δὲ βίᾳ ἡ παρα την ορμην.

Τὸ μὲν κατὰ φύσιν ἀναγκαῖον πᾶν ἔχει καὶ τὴν ἕνεκά <του> ἠ γὰρ κατὰ τὸ εἶδος αἰτία τοιαύτη, ἐκτὸς εἰ μὴ πήρωμά τι γεγονὸς εἴη ἢ ἄλλο ἐπακολούθημα ὑλικοῦ περιττώματος. ἡ δὲ βίαιος ἀνάγκη δύναται καὶ τὸ ἕνεκά του ἔχειν· ῥίψοι γὰρ ἄν τις τὸν λίθον καὶ τινὸς χάριν· οὐ μὴν ἀλλὰ καὶ δύναται καὶ εἰκῇ καὶ μάτην γίνεσθαι.

p. 95 a3 Εν δὲ τοῖς ἀπὸ διανοίας τὰ μὲν οὐδέποτε ἀπὸ ταὐτομάτου ὑπάρχει.

Καὶ τῶν μὲν φύσει γινομένων καὶ ἐξ ἀνάγκης καὶ αὐτομάτως τινὰ γίνεται· τὸ γὰρ αὐτόματον ἐν τοῖς Ι γινομένοις φύσει. τῶν δ' ἀπὸ διανοίας [*](108v) ἐξ ἀνάγκης μὲν οὐδὲν γίνεται· τὸ δ' αὐτόματον, ἤτοι τὸ ἀπὸ τύχης, ἔνια μὲν αὐτῶν ἐπιδέχεται, ἔνια δ' οὔ. καὶ διὰ τούτων δείκνυσιν ὅτι τὸ ἕνεκά του ποιεῖν ἔν τε τῇ φύσει ἐστὶ καὶ ἐν τῇ διανοίᾳ.

p. 95 a5 Τὰ δὲ καὶ ἀπὸ τυχης, οἷον ὑγίεια καὶ σωτηρία.

Εἰπὼν τὰ μὲν ἀπὸ διανοίας γινόμενα μὴ γίνεσθαι ἀπὸ τύχης τὰ δὲ γίνεσθαι, τίνα ἐστὶ καθόλου, ἐν οἷς τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι, λέγει. τῶν γὰρ κατὰ τέχνην γινομένων ὅσα ἐνδέχεται καὶ οὕτως καὶ οὕτως γίνεσθαι, τουτέστι καὶ κατὰ τὴν βούλησιν τοῦ τεχνίτου καὶ παρὰ ταύτην, ἐν τούτοις τὸ αὐτὸ οἷόν τε καὶ ἀπὸ διανοίας καὶ ἀπὸ τύχης γίνεσθαι. εἰσὶ τοιαῦται τῶν τεχνῶν αἱ στοχαστικαί· αὗται γὰρ περὶ τοιαῦτα καταγίνονται ὡς ἐνδέχεσθαί ποτε καὶ τὸ ἀντικείμενον ἀποβῆναι, διὰ τὸ μὴ εἶναι ὡρισμέωα καὶ πρόδηλα οἷς τε χρῶνται καὶ μὴ. περὶ δὲ τὰ οὕτως ἐνδεχόμενα καὶ μὴ οὕτως καὶ ἡ τύχη ἐστίν, ὅταν μὴ κατὰ βούλησιν τοῦ τεχνίτου γένηται, καὶ] ὅτι τὸ ἕνεκά του ἢ φυσει η τεχνῃ, ού μὴν από τυχης.

p. 95 a6 Μάλιστα δὲ ἐν ὅσοις ἐνδέχεται καὶ ὧδε καὶ ἄλλως.

’Ev γὰρ τοῖς ἐνδεχομένοις καὶ οὕτως καὶ μὴ οὕτως, οὐ τοῖς ἀπὸ τύχης [*](1 lemma om Ua 2 καὶ ὅτι Ua 3 ἡ tert. Ua Arist: καὶ R 5 του addidi 8 ῥίψαι conicio 9 καὶ primum R: om. Ua 14 δ' R: γὰρ Ua τὸ alt. om. R 16 ἐν om R 17 ὑγεία R 18 γινομένων U μὴ BU: μὲν Ra 19 γινόμενα R 24 γὰρ scripsi: δὲ RUa καταγίνεται U ἐνδέχεσθαι scripsi: ἐνδέχεται RUa 26 μή R: om. in lac. τὸ — ἐνδεχόμενον R μὴ οὕτως scripsi cf. vs. 30: inv. ord. R: οὕτω καὶ μὴ BUa καὶ tert. om, R 27 post κατὰ add. τὴν Ua καὶ delevi)

573
γινομένοις ἀλλ᾿ ὅσα ἐνδεχόμενά ἐστι γινόμενα κατὰ τέχνην, ἐν τούτοις [*](108v) ἐνδέχεται ταὐτὰ καὶ ἀπὸ διανοίας καὶ κατὰ τέχνην καὶ ἀπὸ τύχης γίνεσθαι, σθαι, ὅταν γὰρ τῷ γινομένῳ κατὰ τέχνην ἄλλο τι ἀπαντήσῃ παρὰ τὸ οὗ χάριν ἐγίνετο. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὴ ἀπὸ τὐ χης γένηται τὸ γενόμενον, τότε ἕνεκά του καὶ ἀπὸ διανοίας γίνεται.

p. 95a10 Τὸ δὲ αὐτὸ αἴτιόν ἐστι τοῖς γινομένοις καὶ τοῖς γςεγε- νημένοις.

Τὸ αὐτό, φησίν, αἴτιον εἶναι δεῖ τῷ εἴδει (τοῦτο γὰρ ἐνδεῖ τῇ λέξει) τοῖς γινομένοις τοῦ γίνεσθαι καὶ τοῖς γεγονόσι τοῦ γεγονέναι καὶ τοῖς ἐσομένοις τοῦ ἔσεσθαι καὶ τοῖς οὗσι τοῦ εἶναι, ἀλλὰ τοῖς μὲν γινομένοις γινόμενον τὸ αὐτό, τοῖς δὲ γεγονόσι γεγονός, τοῖς δὲ ἐσομένοις ἐσόμενον, ὥσπερ τοῖς οὖσιν ὄν. τὸ δ᾿ ὥσπερ καὶ τοῖς οὖσιν οὐκ ἀργῶς πρόσκειται· ὃ γὰρ τοῖς οὖσι, τοῦτο κἀκείνοις ὁμοίως κατὰ τὸν χρόνον ἀκολουθεῖ. εἰπὼν δὲ τὸ αὐτὸ αἴτιον εἶναι, πῶς τὸ αὐτό, ὅτι οὐ τῷ ἀριθμῷ ἀλλὰ τῷ εἴδει, ἐδήλωσεν εἰπὼν πλὴν τοῖς μὲν οὖσιν ὄν, τοῖς δὲ γινομένοις γινόμενον, τοῖς δ᾿ ἐσομένοις ἐσόμενον· ἰσοχρονεῖ γὰρ τὸ αἴτιον τῷ αἰτιατῷ· οὐ γὰρ οἷόν τε τὸ αὐτὸ κατ᾿ ἀριθμὸν ἅμα τε εἶναι καὶ ἔσεσθαι. εἰκότως δὲ συνδιαιρεῖται κατὰ τοὺς χρόνους τὰ κυρίως αἴτια τοῖς αἰτιατοῖς· ἄμα γὰρ τῇ φύσει ὡς πρός τι, ὥστ᾿ ἀδύνατον ὄντος τοῦ αἰτίου μὴ καὶ τὸ αἰτιατὸν εἶναι. ἢ εἰ αἴτιον λαμβάνοιτο καὶ [μὴ] οὗ ἐστιν αἴτιον ἐπὶ τῶν μὴ ἅμα, σώξοιτ᾿ ἄν τό τε μηδὲν ἀναιτίως γίνεσθαι καὶ τὸ μὴ πάντα ἐξ ἀνάγκης, ὃ ἔθεντό τινες ὡς ἑπόμενον τῷ μηδὲν ἀναιτίως γίνεσθαι, κάτωθεν καὶ ἀπὸ τῶν ὑστέρων τὴν ἀνάγκης ἀκολουθίαν ἡμῶν λαμβανόντων. ἣν καὶ ἐν τοῖς φυσικοῖς μὲν ἔδειξεν εἰπὼν ἐν τῷ γίνεσθαι ἐξ ὑποθέσεως τὸ ἀναγκαῖον εἶναι· εἰ γὰρ τὸ ὕστερον, ἐξ ἀνόγκης τὸ πρότερον. καὶ νῦν δὲ τὸ αὐτὸ λέγει, ὅτι ἐκ τῶν ὑστέρων ἀρχόμενον σώζεἐσόμενον· τὸ τῶν μὲν γεγονότων γεγονὸς καὶ τὸ αἴτιον εἶτιον εἶναι, τῶν δ᾿ ἐσομένων ἐσόμενον· οὐκέτι μέντοι, εἰ τὸ πρῶτον, καὶ τὸ δεύτερον, ὅτι μὴ πάντως ὄντι τῷ πρώτῳ ἕπεται τὸ καὶ αἰτίῳ εἷναι.

[*]( I post κατὰ add. τὴν R 2 τύχην sic U 2.3 γενέσθαι Ua 3 post κατὰ add. τὴν Ua 4 ἐγένετο R an δὴ? 5 τότε R: τοῦθ᾿ Ua 6 γενομένοις R 8 φησιν Ra: φύσει U 10 οὖσι RUa: ἐσομένοις L τὸ ( ante εἶναι) R post εἶναι add. ἐστιν αἴτιον RUa: om. L 10. 11 γινομένοις γινόμενον—γεγονόσι γεγονός scripsi: inv. ord. libri, sed γεγονόσι γενόμενον alt. l. R, ante γινόμενον add. τὸ L 11 τοῦ δὲ pr. l. U δὲ alt. om. U: καὶ ante τοῖς L 11.12 ante ἐσόμενον add. τὸ L 12 ante ὄν add. τὸ L ante οὐκ add. τὸ ὄν L οὐκ ἀργῶς LR: οὐ γὰρ (γ᾿ add. U) ὤσπερ Ua 13 πρόσκειται BL: πρόκειται BL: πρόκειται RUa ἐκείνοις L: κἀκείνους U 14 ἀκολουθεῖ om. LR 17 ἅμα τε εἶναι R: καὶ εἶναι L: ἀλλὰ εἶναί τε Ua 18 ἔσται R συδιαιρεῖται LRU: συναιρεῖται a 20 τὸ αἰτιατὸν μὴ εἶναι, om. καὶ L ἢ εἰ scripsi: inv. ord. LR: εἴη U: εἰ a μὴ delevi οὗ scripsi: ὃ RUa: καθ᾿ ὃ L 21 αἴτιον RUa: ἁπλῶς L 22 ὃν R 24 ἐν τοῖς φυσ.] II 9 p. 199b34 sq. γίνεσθαι B: γίνεται RUa 25 τὸν (post γὰρ) U 28 αݲ—βݲ libri 29 τῶ πρώτω scripsi: τὸ αݲ libri)
574

p. 95 a22 Τὸ μὲν οὖν οὕτως αἴτιον καὶ οὗ αἴτιον ἅμα γίνεται.

[*](108v)

Ἀνάγκη πάντα τὰ αἴτια καὶ τὰ αἰτιατὰ συνυπάρχειν ἀλλήλοις, ἐὰν τὰ κατ’ ἐνέργειαν ὄντα αἴτια λαμβάνηται· ταῦτα γὰρ καὶ κυρίως αιτια καὶ συνυπάρχοντα ἐξ ἀνάγκης τοῖς ὁμοίως λαμβανομένοις αἰτιατοῖς. αἴτια γὰρ τὰ μὲν δυνάμει ἐστὶ τὰ δ' ἐνεργείᾳ τὰ δὲ τῷ πεποιηκέναι· ὡς δ' ἔχει τὰ αἴτια, οὕτως ἔχει καὶ τὰ αἰτιατά.

p. 95 a24 Ἐπὶ δὲ τῶν μὴ ἅμα ἆρ' ἔστιν ἐν τῷ συνεχεῖ χρόνῳ.

Πῶς ἡ κατὰ τοὺς χρόνους ἀκολουθία σώζεται ἐφ' ὧν μὴ συνυπάρχειν δοκεῖ μηδὲ σύγχρονον τὸ αἴτιον τῷ αἰτιατῷ, ἀλλὰ τὸ μὲν αὐτῶν πρῶτον εἶναι τὸ δὲ δεύτερον; δοκεῖ γὰρ εἶναί τινα καὶ οὕτως αἴταια· τοῦτο δ' ἐν οἷς τὸ πρῶτον γεγονὸς δοκεῖ τοῦ μετ' αὐτὸ <αἴτιον> εἶναι. δ' ὅτι μή ἐστι πάντως τὸ πρῶτον γεγονὸς αἴτιόν τινι τῶν μετ' αὐτό. λαμβάνει δὲ πάντας τοὺς χρόνους, καθ' ἃς δύναται | τὸ πρῶτον τῶν μετ' [*](109r) αὐτὸ αἴτιον λαμβάνεσθαι συμπλοκάς, ζητῶν πῶς τῆς ἀκολουθίας λαμβανομένης δύναται ἀληθὲς εἶναι τὸ πρῶτον τῶν μετ' αὐτὸ αἴτιον εἶναι, ἐπεὶ δεῖ πάντως ἀκολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ τὸ αἰτιατόν.

p. 95 a26 Τοῦ τόδε γενέσθαι ἕτερον γενόμενον.

Ἀντὶ τοῦ ‘τοῦ ὕστερον γεγονότος πρὸ αὐτοῦ γεγονός', ὡς ἄμφω ἐπὶ τῶν γεγονότων εἶναι, οὐ μὴν καὶ ἅμα, ὥσπερ τὸ δεύτερον ἄμφω ἐπὶ τῶν ἐσομένων καὶ τὸ τρίτον ἄμφω ἐπὶ τῶν γινομένων· τοιοῦτον γὰρ λαὶ τοῦ γίνεσθαι δ', εἴ τι ἔμπροσθεν ἐγένετο· γράφεται δὲ καὶ τοῦ γίνεσθαι τὸ τοῦτο γεγονέναι. διὰ γὰρ τούτων εἴληφε ποτὲ μὲν ἐπὶ τοῦ παρεληλυθότος χρόνου ἀμφότερα, τό τε αἴτιον καὶ τὸ αἰτιατόν, ποτὲ δ' ἐπὶ τοῦ μέλλοντος. σώζεται δ' ἐπὶ τούτων ἡ ἀκολουθία, ἐὰν ἀπὸ τῶν ὑστέρων γένηται καὶ τῶν αἰτιατῶν.