Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 99 a23 Οἷον τὸ φυλλορροεῖν ἅμα ἀκολουθεῖ τῇ ἀμπέλῳ.

Διδάσκει πῶς τὸ πρῶτον μέσον τοῦ πρώτου ἄκρου ὁρισμός ἐστι καὶ διὰ τί προσέθηκε τῷ μέσῳ τὸ πρῶτον. τοῖς γὰρ φυλλορροοῦσι πᾶσι τὸ φυλλορροεῖν διὰ δύο μέσων ὑπάρχον δείκνυται, διά τε τοῦ πλατυφύλλου καὶ διὰ τοῦ πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔστι προσεχὲς τῷ μὲν ὑποκειμένῳ μέσον τὸ πλατύφυλλον, ὃ ἐπὶ θάτερον πρὼτον μέσον εἶπε, τῷ δὲ κατηγορουμένῳ, τῷ φυλλορροεῖν, ἡ πῆξις τοῦ ὑγροῦ, ὅπερ καὶ ὁρισμός ἐστι τοῦ κατηγορουμένου καὶ πρῶτον μέσον ὡς ἐγγύτερον τῆς κατηγορίας καὶ αἰτία καὶ ὁρισμὸς αὐτοῦ ὄν. κάτωθεν δ' ἀρχομένῳ ἀπὸ τοῦ ὑποκειμένου πρῶτον μέσον τὸ κοινὸν ἐπὶ πάντων τῶν τοιούτων· τοῦτο δ' ἐστὶ τὸ πλατύφυλλον· τοῦτο γὰρ δηλοῖ τὸ ὁποῖά ἐστι τὰ φυλλορροοῦντα. τούτου δὲ πάλιν τοῦ κοινοῦ καὶ τοῦ φθλλορροεῖν μέσον τὸ πήγνυσθαι τὸ ὑγρόν, ὃ αἰτία ἐστὶ καὶ ὁρισμὸς τοῦ φυλλορροεῖν.

[*](2 τὸ prius LR: om. Ua 3 ὁ κατηγορούμενος L : τὸ κατηγορούμενον RUa ληφθείη L: ληφθῆ RUa 5 καὶ tert. om. a 10 τὸ πρῶτον U (n) cf. vs. 7 et 17: om. Ra 11 διὰ— γίνονται om. L δείκνυνται R 12 post Τὰρ add. αἱ ἐπιστῆμαι L καθ' αὑτά L 14 τῶν alt. om. L 20 μὲν τῷ L 21 θάτερον L: θατέρου RUa: θάτερα Arist. πρῶτον Ua: om. LR 21.22 τὸ δὲ κατηγορούμενον Ua 22 ante τῷ add. καὶ L τῷ L τὸ RUa 23 μέσον RUa: μὲν L 24 αἵτιον L, at cf. vs. 28 καὶ om. R: δὲ ὡς L 26 τούτου L: τοῦτο RUa 27 post κοινοῦ add. δηλαδὴ τοῦ πλατυφύλλου L τοῦ alt. LR: τὸ Ua μέσον om. L ὃ L: ὅτι RUa 28 αἰτία ἐστὶ LR: inv. ord. Ua τὸ R)
596

p. 99 a30 Ἐπὶ δὲ τῶν σχημάτων ὧδε ἀποδώσει.|

Εἶπε μὲν περὶ τῆς τῶν ὅρων ἀκολουθήσεως τῆς ἐν ταῖς ἀποδείξεσι [*](114v) καὶ τῶν ὅρων καθόλου, ἐν οἷς τὸ πρὸ τοῦ πράγματος αἴτιον λαμβάνεται, ὃ καὶ ὁρισμὸς ἦν τοῦ ἐν τῷ προβλήματι κατηγορουμένου. καὶ τίνες μὲν ἀντιστρεφουσι τῶν ὑποκειμένων τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ δείξας, τίνες δ' οὔ, τὸ αὐτὸ τοῦτο δείκνυσιν ἐπὶ ὅρων τε καὶ συλλογισμῶν τῇ ἐκθέσει τῶν ὅρων γνωριμώτερον καὶ πιστότερον ποιῶν τὸ δεδειγμένον.

p. 99a35 Ἅπαντα δὲ ἀντιστρέφει καὶ παρεκτείνει.

Τουτέστι τοῦτο γὰρ νῦν λέγω καθόλου. τοῦ γὰρ καθόλου κατηγορουμένου τὸ μὲν ἐπ' ἴσης ἐστίν, ὃ καὶ ἀντιστρέφει· καὶ εἷπε πρῶτον δὲ καθόλου ᾧ ἕκαστον μὲν οὐκ ἀντιστρέφει, ἅπαντα δ' ἀντιστρέφει· τοῦτο δ' ἐστὶν ὃ μὴ διὰ μέσου τινὸς ἀλλὰ πρῶτον κατηγορεῖται· τὸ δὲ μὴ ἐπ' ἴσης καθ' αὑτὸ μέν, οὐ μὴν πρώτως ἀλλὰ διὰ μέσου.

p. 99 a36 Δεῖ ἄρα τὸ A ἐπὶ πλέον τοῦ Β παρεκτείνειν.

Τουτέστιν εἰ δὲ ἐπὶ πλέον τὸ A τοῦ Β κατηγορεῖται, οὐκέτι ἂν εἴη τοῦτο αἴτιον αὐτοῦ· τί γὰρ μᾶλλον τοῦτο ἢ ἄλλο τι δι' οὗ καὶ αὐτοῦ τοῦ Δ κατηγορεῖται καὶ ἄλλων τινῶν παρὰ τὸ ὧν τὸ Β κατηγορεῖται; καὶ πῶς τοῦτο ἔχει, ἑξῆς δείκνυσιν.

p. 99a37 Εἰ δὴ πᾶσιν ὑπάρχει τοῖς Ε τὸ Α.

Ὀ λέγει τοιοῦτόν ἐστιν· εἰ τὸ A μὴ μόνον τοῖς Δ πᾶσιν ὑπάρχει, οἷς ὑπάρχον ἐδείχθη διὰ τοῦ B, ἀλλὰ καὶ τοῖς E, ἔσται πάντα τὰ E ἄλλα τοῦ B, δηλονότι οὐχ ὑπὸ τὸ Β· τὸ γὰρ B κατὰ μόνων ὦρ Δ κατηγορεῖται. εἰ γὰρ μὴ ἔξω πίπτει τοῦ B τὰ E, οὐκέτ' ἂν ἐπὶ πλέον εἴη τὸ A εἰλημμένον τῶν τε E καὶ τῶν Δ, εἰ εἴη ταὐτὰ τὰ E τοῖς Δ ὄντα πάντα ὑπὸ τὸ Β. ὃ ἔδειξεν εἰπὼν εἰ γὰρ μὴ, πῶς ἔσται εἰπεῖν ὅτι ᾧ τὸ E, τὸ A παντί, ᾧ δὲ τὸ Α, οὐ παντὶ τὸ E; [*](1 ὡδὶ Ua 2 εἶπε μὲν scripsi: ε/'ιπομεν libri ἀκολουθήσεως LR: ἀκολουθίας Ua 3 καὶ περὶ τῶν καθόλου ὅρων L 4 καὶ ὃ R: ὃ 0111. L 5 τῶ ὑποκειμένω L δείξας LR: om. Ua 6 post ἐκθέσει add. τε LR 7 πιστώτερον L 8 post παρεκτείνει add. τοῖς δὴ ݲ αἴτιον τοῦ a τὸ p R 9 λέγων νῦν Ua 10 καὶ alt. R: ὃ Ua, corr. B 11 ὡς Ua 11. 12 ἅπαντα δ' ἀντιστρέφει om. R 15 παρεκτείνει Ua post παρεκτείνειν add. ἤτοι τοῦ ὑποκειμένου R 18 περὶ R 20 δὴ Arist.; δὲ μὴ RUa 23 ἀλλὰ Ua: ἀλλήλ . . . διὰ R post δηλονότι add. τουτέστιν B οὐχ superset. B ݲ tert. R: ݲ Ua 24 πίπτειν Ua 25 εἰλημμένων R τὰ αὐτὰ Ua τὰ ݲ om. R 26 παντὶ (?) ὑπάρχει R 27 ᾧ τὸ Arist.: τὸ R: τῶ Ua)

597
οὕτως γὰρ γίνεται ἐπὶ πλέον τὸ Α τοῦ E, ἐὰν τῷ μὲν Ε τὸ A παντίν, [*](114v) μηκέτι δὲ καὶ ἀντιστρέφει· τοῦτο δὲ ἔσται, ἂν πλείοσιν αὐτὸ ὑπάρχον <ᾖ> ἢ τὸ Β. ἂν γὰρ μόνων ὧν τὸ E κατηγορεῖται, ἐπ' ἴσης ἔσται τὸ τοῖς ὧν κατηγορεῖται ὄντων ὑπὸ τὸ Β ὥστε καὶ τῷ A τὸ E παντί. ὁμοίως καὶ ἐπὶ τοῦ Δ. εἰπὼν δὲ τοῦτο καὶ δείξας ὅτι μὴ ὑπὸ τὸ Β τὸ E ἔσται, ἐπιφέρει· διὰ τί γὰρ οὐκ ἔσται τι αἴτιον, οἷον τὸ A τᾷ Δ; ὃ ἴσον ἐστὶ τῷ ‘διὰ τί γὰρ οὐκ ἔστι τι τοῦ καὶ τὸ A τοῖς Ε ὑπάρχειν αἴτιον, ὥσπερ καὶ τοῦ τοῖς Δ ὑπάρχειν αὐτὸ αἴτιον ἦν, τὸ γὰρ B; τοῦτο δὲ λέγει ἐξηγούμενος ὃ εἶπε καὶ τὴν αἰτίαν ἀποδιδοὺς τοῦ εἰ δὲ μὴ, τί μᾶλλον αἴτιον ἔσται τοῦτο ἐκείνου; εἰ γὰρ καὶ τοῖς E τὸ A ὑπάρχει ἄλλοις οὖσι τῶν Δ, καὶ τούτοις δι' αἰτίου τινὸς ὑπάρξει. τὸ γὰρ οἷον τὸ A τῷ Δ εἶπεν ἀντὶ τοῦ ‘ὁποῖον καὶ ὅτε τὸ A τοῖς Δ ὑπάρχειν ἐδείκνυτο'· ὑπάρχειν γὰρ ἐδείκνυτο διὰ μέσου τοῦ Β. ᾧ ἐπήνεγκεν ἅμα ἄρα καὶ τὰ E ἔσται τι ἕν. ὁμοίως ἄρα καὶ τὰ E ἔσται τι ἕν, τουτέστιν ὑφ' ἕν τι καὶ ἓν κατὰ παντὸς αὐτῶν κατηγορούμενον ἔσται, ὡς ἦν τὰ Δ ὑπὸ τὸ B. εἰ δή ἐστι τὰ E ὑπό τι ἔη τοῦτο αὖ ἐπισκεψώμεθα. κἂν εὕρωμεν ὅ τι ποτέ ἐστιν ἐκεῖνο <ὃ> πάλιν αἴτιον τὸ A τοῖς E ὑπάρχειν, ἔστω τὸ Γ τοῦτο, ὃ πᾶσι τοῖς E ὑπάρχει, αὐτῷ δὲ παντὶ τὸ A.

p. 99 b4 Ἐνδέχεται δὴ τοῦ αὐτοῦ πλείω αἴτια εἶναι.

Δείξας, ὅτι ἐπὶ πλέον λεγομένου τοῦ κατηγορουμένου οὐκ ἀδύνατον ἐν συλλογισμῷ διὰ πλειόνων αἰτίων τε καὶ μέσων συνάγεσθαι τὸ αὐτὸ τοῖς διαφόροις κατ' εἶδος ὑπάρχον, ἐπιφέρει ὅτι ἐνδέχεται τοῦ αὐτοῦ αἴτια πλείω εἶναι, ἀλλ' οὐ τοῖς αὐτοῖς τᾷ εἴδει· δι' ἄλλου γὰρ αἰτίου ἡ οὐσία ζῴῳ καὶ δι' ἄλλου λίθῳ. τοῦτο δ' ἐπὶ μὲν τῶν ἐν συλλογισμῷ αιτίων τοῦ συμπεράσματος, ἐφ' ὧν νῦν ποιεῖται τὸν λόγον, οἷόν τε· εἶπε γὰρ ‘ἂν διὰ συμβεβηκότων καὶ σημείων ὁ συλλογισμὸς γένηται'. ἐπὶ δὲ τῶν ἀποδείξεων καὶ τὼν δι' αἰτίου συλλογισμῶν οὐχ οἷόν τε ὂν ἐδείχθη· ἦν γὰρ τὸ τοιοῦτον αἴτιον ὁρισμὸς τοῦ κατηγορουμένου, ὃς καὶ τοῖς κατ' [*](1 εݲ — τῷ om. R (aon om, B) τῷ scripsi: τοῦ B: τὸ Ua τῶ αݲ (ante 2 ἀντιστρέφῃ conicio ἂν Ua: ἓν ἐν R ὑπάρχειν R 3 ᾖ aiiciidi aut μόνοις ant κατηγορῆται scribciiduin censeo τῶ α Ua 4 ὄντων Ua: οἷον τοῖς R τὸ α τῶ R 5 post ὁμοίως add. ὡς Ua ὑπὸ RUa: ὑπάρχει B 6 τῶ ݲ om. ἔσται It 7 δ R: εݲ a: om. in lac. U εἰς ὃν ἐστὶ τὸ U 8 εݲ om. R ὑπάρχει pr. post αἵτιον prius add. τι Ua ὑπάρχειν alt. scripsi: ὑπαρχον libri 9 τὸ γὰρ scripsi: iav. ord. libri ὃ om. R 10 τοῦ om. R 11 ἀλλήλοις R τουτὶ R αἰτίαν B 13 ὑπάρχει pr. Ι. Ua τοῦ om. Ua ὃ R ἅμα RUa: ἀλλ' Arist. ἄρα Ua (M): ὅτι R: apot Arist. καὶ priiis RUa Arist.: om. R τὰ alt. scripsi: τῶ R: τὸ Ua εݲ alt. om. Ua 16 τι scrupsi: τὸ libri αὖ scripsi: libri 17 κἂν B: καὶ RUa post ἐστὶν add. ἔσται Ua ἐκεῖνο <ὃ> scripsi: libri 20 ἐνδέχεται κτλ. lemma posui: ἀλλ' ἄρα καὶ τὰ τὸ Ua) ݲ ἔσται τι ἕν RUa 21 κατηγορουμένου τοῦ λεγομένου R ante οὐκ add. ὃ Ua ἐν corr. B 22 συνά γεται Ua τὸ om. a 23 ὑπάρχουσιν R: fort. ὑπάρχειην 24 τοῖς αὐτοῖς Arist: τοῦ αὐτοῦ RUa 25 μὲν ἐν τῶ R 20 εἶπε] p. 90 a 4 27 γίνεται R)

598
εἴδος διαφέρουσιν ὁ αὐτιος τοῦ τὸ γένος αὐτοῖς ὑπάρχειν· καὶ [*](114v) γὰρ ἵππῳ καὶ ἀνθρώπῳ τὸ ζῷον διὰ τοῦ αἰσθητικοῦ ἀποδεικτικῶς.

p. 99 b5 Τὰ μὲν τετράποδα τῷ μὴ ἔχειν χολήν.

Ἔσται οὖν τὸ μακρόβιον πλεοναχῶς λεγόμενον. ὧν γὰρ τῆς ὑπάρξεως αἴτια πλείω, ταῦτα πλεοναχῶς λέγεται, εἴ γε τὸ αἴτιον ὁρισμός ἐστι τοῦ αἰτιατοῦ· οὗ γὰρ πλείω αἴτια, τούτου καὶ λόγοι πλείους, οὐχ ὡς ταὐτοῦ δηλωτικοί· οὗ δὲ λόγοι πλείους οὕτως, τοῦτο τῶν πλεοναχῶς λεγομένων.

p. 99 b7 Εἰ δὲ εἰς τὸ ἄτομον μὴ εὐθὺς ἔρχονται.

Τὰ γὰρ μέσα αἴτια ὡς ἐν συλλογισμῷ. οὕτως δὲ καὶ πλείους ἔσονται συλλογισμοί, καὶ ἕξει ταύτην τὴν τάξιν τὰ μέσα πρὸς ἄλληλα, ἣν εἶχεν, ὅτε δι' ἑνὸς ἐδείκνυτο μέσου τὸ συμπέρασμα, τὸ μέσον πρὸς τὸ κατηγορούμενον· τὰ γὰρ ἐπάνω τῶν μέσων τε καὶ αἰτίων κατηγορουμένων τάξιν ἔχει καὶ ἐπὶ πλέον δυνάμενα λέγεσθαι, οἷον οὐσία, ἔμψυχον, αἰσυητικόν, πεζόν, λογικόν, ἄνθρωπος.

p. 99 b9 Πότερον δ' αἴτιον τῶν μέσων τὸ πρὸς τὸ καθόλου πρῶτον.

Ὅτι ὦν συμπερασμάτων πλείω ἐστὶ τὰ τὰ μέσα, τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν. εἰπὼν γὰρ ἐφ' ὧν πλείω τὰ μέσα, ὅτι καὶ τὰ αἴτια πλείω, ὅσα γὰρ τὰ μέ|σα, ζητεῖ ἑξῆς, ὧν συμπερασμάτων [*](115r) πλείω ἐστὶ τὰ μέσα, πότερον αὐτῶν ἐστι μᾶλλον αἴτιον τὸ πρὸς τὸ καθόλου πρῶτον, τουτέστι τὸν πρῶτον κατηγορούμενον ὅρον, καθ' οὗ ληφθὲν τὸ πρῶτον κατηγορούμενον τὴν πρώτην καθόλου πρότασιν ποιεῖ, ἢ τὸ πρὸς τὸ ἔσχατον καὶ ὑποκείμενον, ὃ ἄτομον εἶπεν, ἤτοι ὡς ἀληθῶς ἂν ἄτομον ἢ εἶδος ἄτομον. τὸ δὲ τοῖς καθ' ἕκαστα λέγοι ἂν ἀντὶ τοῦ ‘τοῦ τὸ πρῶτον καθόλου ὑπάρχειν τοῖς καθ' ἕκαστα'. φησὶ δ' ὅτι τὸ ἐγγύτατον ἑκάστῳ αἴτιον τοῦ τὸ καθόλου αὐτῷ ὑπάρχειν, καὶ προστίθησι τὴν αἰτίαν· τοῦ γὰρ τὸ πρωτον λέγων πρῶτον ὃ εἶπεν ἄτομον καὶ ἔσχατον ὑποκείμενον) τοῦ δὴ τοῦτο ὑπὸ τὸν πρῶτον ὅρον καὶ καθόλου εἶναι τὸ προσεχὲς αὐτῷ μέσον αἴτιον. τῷ γὰρ Δ τὸ Γ αἴτιον τοῦ τὸ [*](1 διαφέρει R αἴτιον Ua ὑπάρχει R 3 τῷ RUa (B): τὸ Arist.: om. B 5 ἐστι om. R 6 οὐ libri ταυτοῦ scripsi: τούτου libri 7 πλείους λόγοι Ua τούτου B 11 τὸ alt. om. R 13 ἔχει om. R 15. 16 εἰ δὲ—τὰ αἴτια πλείω (b 7.8) lemma Ua 17 ὅτι om Ua 18 τοῦ τὸ scripsi: τοῦ τε R: τοῦτο Ua ὑπάρχειν scripsi cf. vs. 25,26: υπάρχει libri 19 τὸ (post καὶ) U 23 ἢ libri πρὸς τὸ RU: πρῶτον a καὶ deleverim cf. vs. 28 24 ἢ ἄτομον εἶδος Ua καθέκαστον Ua Arist. 25 τὸ om. Ua ὑπάρχειν scripsi: ὑπάρχει libri καθέκαστον Ua 26 ἐγγύτατα ἐν ἑκάστω R τοῦ τὸ — ὑπάρχειν scripsi: τοῦτο — ὑπάρχει libri 27 λέγειν B 28 τοῦ scripsi: τοῦτο libri τὀν ἄορον Ua 29 τῶ (post τοῦ) Ua)

599
B αὐτῷ ὑπάρχειν, δι' ὃ καὶ A αὐτῷ ὑπάρχει. διὸ τοῦ μὲν τῷ Δ [*](115r) τὸ Α ὑπάρχειν τὸ Γ αἴτιον· τοῦτο γὰρ αὐτῷ προσεχές· τοῦ δὲ πάλιν τῷ Γ τὸ A ὑπάρχειν τὸ Β· πάλιν γὰρ τῷ Γ τὸ Β προσεχές. τῷ δέ γε Β τὸ A οὐκέτι δι' ἄλλου μέσου, εἰ μεσον εἴη. τοῦτο γὰρ εἶπε διὰ τοῦ τούτῳ δὲ τὸ] αὐτό· εἰ γάρ ἐστιν ὁρισμὸς αὐτοῦ, οὐκέτι ἂν αὐτῷ δι' ἄλλου μέσου ὑπάρχοι.

p. 99 b15 Περὶ μὲν οὖν συλλογισμοῦ καὶ ἀποδείξεως.

Τὸ ἀποδεικτικὸν τῇ ἐπιστήμῃ προσέθηκεν, ἐπεὶ κοινότερον ἐπιστήμη καὶ κατ' ἄλλων κατηγορεῖται. οὐκέτι δὲ τῆς ὁριστικῆς πραγματείας, περὶ ἧς καὶ αὐτῆς ἐν τούτῳ τὸν λόγον πεποίηται, καὶ ἐμνημόνευσεν ἰδίᾳ, ἐπεὶ καὶ αὐτὴ πρὸς τὴν τῶν ἀποδείξεων γένεσίν τε καὶ σύστασιν συντελεῖ. περὶ γὰρ ὁρισμῶν προηγουμένως ἐν τῷ Ζ τῆς Μετὰ τὰ φυσικὰ λέγει· ἡ γὰρ κυριωτάτη ἀπόδειξις ἡ διὰ τοῦ διὰ τί δέδεικται διὰ τοῦ ὁρισμοῦ του κατηγορουμενου ακρου γινομενη.