Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909
p. 99 b17 Περὶ δὲ τῶν ἀρχῶν, πῶς τε γίνονται γνώριμοι.
Ζητεῖ περὶ τῶν ἀρχῶν τῶν ἀποδεικτικῶν αὗται δ' εἰσὶν αἱ ἄμεσοι 20 καὶ πρῶται προτάσεις), πῶς τε γίνονται γνώριμοι, ἐπεὶ μὴ διὰ ἀποδείξεως καὶ συλλογισμοῦ, καὶ τίς ἕξις ἢ δύναμις τῆς ψυχῆς ἐστιν ἡ γνωρίζουσα αὐτάς.
p. 99 b32 Ἀνάγκη ἄρα ἔχειν υέν τινα δύναμιν.
Λύων τὴν ἀπορίαν τῷ μὲν ἐκ γενέσεως ἡμᾶς ἔχειν τὴν γνῶσιν τῶν ἀρχῶν ὡς ἀτόπῳ <οὐ> συγχωρεῖ, πῶς >δ᾿> ὕστερον αὐτὴν ἀναλαμβάνομεν, πειρᾶται λέγειν. καὶ ἐπεὶ ἀδύνατον μὴ προὑπαρχούσης τινὸς γνώσεως μάθησίν τινα γενέσθαι, ἄτοπ[ον δὲ καὶ τὸ τῶν ἀρχῶν ἀεί τινας ἀρχὰς εἶναι μᾶλλον γνωρίμους τῶν μετ' αὐτάς, πῶς καὶ ἐνυπαρχούσης τινὸς ἡμῖν γνώσεως ἡ τῶν ἀρχῶν ὕστερον ἐγγίνεται γνῶσις καὶ οὐκ ἐπ' ἄπειρον τοῦτο πρόεισι, λέγει. ἀνάγκη γὰρ ἔχειν μέν τινα δύναμιν ἡμᾶς προϋπάρχουσαν τῆς τῶν ἀρχῶν γνώσεως, ἀφ' ἧς ἡ γνῶσις ἡ τούτων γίνεται ἀδύνατον γὰρ ἄλλως), μὴ τοιαύτην δ' εἶναι ταύτην ἡ ἔσται τούτων τιμιωτέρα τῷ ἀκριβεστέρα εἶναι, ὥσπερ ἐστὶν τῶν ἀρχῶν [*](1 αݲ scripsi: δ libri 4 δι' Ua: δ' R 5 τὸ om Arist. αὐτῷ om. 8 post ἐπεὶ add. δὲ R 10 αὐτὸς Ρ τῶ λόγω R καὶ alt. om. Ua 11 αὕτη libri 12 τῆς om. B ἐν τῷ ζ' τῆς Μ. τ. φ.] c. 10 — 12 13 an δὲ? τοῦ prius Ua: Μ R διὰ alt. RUa: om. 11 16 ante ζητεῖ add. ἑξῆς Ua 17 και om. a γίνεται U 21 μὲν ἐκ scripsi: μὴ ἐκ Ua: ἐκ μὴ R: μὴ ἐκ μὴ B 22 ἀτόπω BUa: ἀτόμω R οὐ et δ' addidi post ἀναλαμβάνομεν add. ὡς ἀτόπω R 25 μετὰ ταὐτας Ua 26 ὕστερον ἐγγίνεται Ua: ὑπεγγίνεται R: ὑπεγγίγνεται B ἐπ[' om. Ua 27 λέγει scripsi: λέγων libri 28 ἡ alt. om. R 29 ἄλλως BUa: ὅλως R)
p. 99 b39 Εν οἷς δ' ἔνεστιν αἰσθανομένοις ἔχειν ἔτι ἐν τῇ ψυχῇ.
Ὀτι <ἔστιν> ἐν οἷς δύναμίς ἐστι τοῦ φυλάσσειν τε τὸ αἴσθημα καὶ καὶ ἔχειν τι ἐν τῇ ψυχῇ αἰσθομένοις μετὰ μετὰ τὴν αἴσθησιν, ἔστι δ' ἃ καὶ ὡς ἕν τι ἐν τῇ ψυχῇ φυλάσσειν οἷά τ’ ἐστὶ τὰ ἐκ τῶν πολλῶν καὶ ὁμοίως κατ’ αἴσθησιν ἐνεργὰ καὶ λογικά ἐστιν. ἐν οἷς γὰρ πλείων γνῶσις τοῦ κατὰ τὴν αἴσθησιν πάθους, τὰ μὲν ἐκ τῆς τῶν ελειόνων αἰσθητῶν μνήμης τε καὶ μονῆς λόγον κτᾶται, τὰ δ' οὔ. κατὰ διαφορὰν γὰρ τῆς δεχομένης ψυχῆς τὸ αἴσθημα οἰκεία τις κατασκευὴ γίνεται ἐκ τῶν ἀπὸ τῶν αἰσθητῶν μνημῶν. ἐκ μὲν γάρ τοῦ αἰσθήματος καὶ τῆς μονῆς τοῦ κατ’ ἐνέργειαν αἰσθητοῦ μνήμη τε καὶ φαντασία. ἔστι γὰρ ἡ φαντασία κίνησίς τις τῆς ψυχῆς ὑπὸ τοῦ ἀπὸ τῆς αἰσθήσεως μείναντος οἷον γὰρ αἰσθητῷ ἐντὸς ὄντι τῷ ἐγκαταλείμματι τούτῳ, ὃ καὶ φανταστὸν καλεῖται, ἐπιβάλλουσα ἡ ψυχὴ ἡ φανταστικὴ ἀλλοιοῦταί πως, ὡς ἡ αἴσθησις τῷ αἰσθητῷ ὄντι ἐκτός. ᾧ ὅταν μὲν ὡς πρότερον ὁραθέντι καὶ ὡς ὁμοίως ἐπιβάλλει ὁμοίως, μένωηται· ἡ δ' ἕξις καὶ ἡ ἀντίληψις ἡ ὡς εἰκόνος αὐτοῦ καὶ ὁμοιώματος γινομένη μνήμη. εἰ δὲ μὴ ὡς τοιούτου μηδὲ συναναφερει τὸ εἶναι αὐτὸ εἰκόνα καὶ ὁμοίωμα οὗ πρότερον ᾔ σθετο, φαντασία τὸ τοιοῦτον, οὐκέτι δὲ καὶ μνήμη.
p. 100 a6 Ἔκ δὲ ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου.
Ἠρεμήσαντος τοῦ καθόλου ἀντὶ τοῦ ‘κατὰ ταὐτὸ καὶ ὑσαύτως αὐτοῦ μείναντός τε καὶ νοηθέντος καὶ μὴ ὡς ἐπὶ πολλὰ τὴν μετάβασιν ἔχοντος ἀλλ' ὡς ἑνὸς μείναντος ἐν τῇ ψυχῇ'. τί δ' ἐστὶ τὸ καθόλου, ἐξηγησόμεθα· τὸ γὰρ ἓν ἐπὶ πᾶσι τοῖς καθ' ἕκαστα καὶ πολλοῖς κατὰ τὴν ὁμοιότητα κα]τ ταυτότητα τὰν ἐν αὐτοῖς ληφθεῖσαν ἐν τῇ ψυχῇ, τοῦτό ἔστι [*](1 ὦν addidi 3 γινομένου γνωρίμου Ua 4 οὕτως Fa: ὅτι R ὕλης Ua: ὅλως R 6 αὐτῆς R 8 post ἔνεστιν add. ἢ Ua ἐτι R Arist.: τί Ua (d, corr. A) cf. vs. 10 9 ἔστιν addidi 12 ἔνγερα sic Ua πλείω Ua γνῶσιν a 14 καὶ μονῆς B: μόνης RUa κτᾶται] κτ corr. B 15 ἀπὸ τῶν R: ἀτόπων Ua 19 φανταστὸν BUa: φανταστικὸν R 21 ὡς alt. om. a ἐπιβάλλῃ conicio 22 ἡ alt om. Ua ἡ tert. superscr. B 23 εἰ scripsi: ἡ libri τοιοῦτον Ua 24 οὐ libri 26 post ἐμπειρίας add. ἢ ἐκ παντὸς Arist. (om. pr. n) cf. p. 602,2 27 κατὰ ταυτὸ scripsi: κατ' αὐτὸ R: κατὰ ταῦτα Ua 30 ἐξηγησάμεθα Ua ἓν scripsi: ὂν libri post καὶ del. καθόλου B 31 αὐτοῖς scripsi: αὐτῶ R: αὐτῆ Ua)
Περὶ γένεσιν μὲν οὖσα, τουτέστι περὶ γενητόν τε τε καὶ ποιητὸν οὖσα. ποιητὸν δ' οὐχ ἁπλῶς ἀλλ' ἡμῖν ποιητόν ἐστι τέχνης ἀρχή.
Ἂν δὲ περὶ τὸ ὄν. ἤτοι λέγει περὶ ἀγένητον καὶ ἀίδιον καὶ οὐκ ἐν γενέσει τὴν ἐπιστήμην· ἐδείχθη γὰρ ὅτι αἱ ἐπιστῆμαι καὶ ἀποδείξεις περὶ ἀίδια. ἢ μᾶλλον ὂν ἂν λέγοι οὗ ὡς ὄντος ἡ ἀντίληψις ἐγένετο, οὐχ ὡς ὑφ' ἡμῶν γινομένου· ἡ γὰρ ἀπὸ τοῦ τοιούτου ἐκ τῆς μνήμης τε καὶ ἐμπειρίας τοῦ καθόλου μονὴ ἐπιστήμης ἀρχή. καὶ γὰρ φυσικὴ ἐπιστήμη καίτοι περὶ τὰ κινούμενα οὖσα καὶ περὶ γένεσιν· ἁπλῶς γὰρ ἡ μὲν τέχνη περὶ τὸ ὑφ' ἡμῶν γινόμενον, διὸ καὶ ἡ ἀρχὴ τοῦ εἶναι αὐτῇ ἐν ἡμῖν, ἡ δ' ἐπιστήμη περὶ τὰ μὴ ὑφ' ἡμῶν γινόμενα ἀλλ' ὄντα.
p. 100 a13 13 Η δὲ ψυχὴ ὑπάρχει τοιαύτη οὖσα οἵα δύνασθαι πάσχειν τοῦτο.
Οὕτως καὶ ἐν τῇ ψυχῇ συμβαίνει τῇ λογικὴν τὴν δύναμιν ἐχούσῃ τῆς τοιαύτης ἐν αὐτῇ στάσεως. ἐκ γὰρ τῶν αἰσθητῳν παραρρεόντων καὶ ἄλλοτε ἄλλων γινομένων μνήμης γινομένης καὶ ἐμπειρίας ἐκ τῆς μνήμης, ἐπὶ ταύτῃ στάσις τοῦ ἐπὶ ταύτῃ τῇ ἐμπειράᾳ καθόλου, ἔπειτα ἄλλου ὁμοίου, καὶ οὕτως ἐπὶ τὸ καθόλου καὶ τὴν ἀρχὴν ἡ ἀπὸ τῶν τοιούτων στάσεών τε καὶ περιλήψεων πρόοδος. τὸ δ' ἕως ἐπ' ἀρχὴν ἦλθεν ἤτοι ἐπὶ τῶν ἐν τῇ ψυχῇ νοουμένων τε καὶ ἀθροιζομένων εἶπεν· ἡ γὰρ ἐπὶ τοῖς αἰσθητοῖς <τοῦ> καθόλου συναίσθησίς τε καὶ σύστασις καὶ ἡ ἐπὶ πρώτοις καθόλου λῆψις τῆς ἀρχῆς καὶ τοῦ πρώτου κοινοῦ λῆψις. ἢ ἀρχὴν καὶ ἐν τῷ στρατοπέδῳ εἶπε τὸν ἀθροισμὸν καὶ τὴν τάξιν τε καὶ τὴν ἄθροισιν καὶ τὴν παράταξιν τοῦ παντὸς στρατοπέδου. λέγει δ' ἐπιτηδειότητα καὶ δύναμιν τὴν ψυχὴν ἔχειν τοῦ δύνασθαι φυλάσσειν τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη.
[*](1 ὃ Ua: καὶ R ἐπιστήμη B 2 ἔτι H : ἐστιν Ua πρότασις R : τροὴ Ua τε om. R 3 τῶν om. R 5 post μὲν add. ἐν R τῶ, ut videtur, R: verba gravius depravata videntur 9 ποιητὸν scripsi: ποιητοῦ libri 11 ἐδείχθη] I 8 p. 75 b 21 sq. post καὶ add. at αἱ 12 λέγη Ua 13 γινομένου scripsi: γινομένη libri τοῦ om. R 14 ἐπιστήμη om. R 15 γὰρ ἡ με) R: γίνεται. ἡ μὲν γὰρ Ua 17 μὴ om. Ua ὄντα R: αὐτά Ua 18 τῆ αὐτῆ U 20 λογικῆ Ua 23 στάσης R 25 τε B: om. RUa περίοδος R 26 ἐπὶ om. R 27 τοῦ addidi σύνθεσίς — στάσι; Ua 28 κοινοῦ scripsi : κοινὴ libri ὑπάρχει, om. ἢ R 29 fort, ὡς ἐν εἶπας τὀν ἀριθμόν Ua τἀξιν R, corr. Β: στάσιν Ua, pr. B 29,30 τὴν ἄθροισιν καὶ τὴν om. Ua 31 τῆς ψυχῆς R φυλάττειν Ua)p. 100 a14 Ὃ δ' ἐλέχθη μὲν πάλαι.
[*](115 v)Ὅτε ἔλεγεν “ἐκ δ' ἐμπειρίας ἠρεμήσαντος τοῦ καθόλου ἐν τῇ ψυχῇ”.
p. 100 a16 Καὶ γὰρ αἰσθάνεται μὲν τὸ καθ’ ἕκαστον.
Λέγει τὴν αἴσθησιν μὲν αἰσθάνεσθαι ὧν ἂν αἰσθάνηται καὶ] ἐπὶ τῶν καθ' ἕκαστα· τῶν γὰρ ἐν τοῖς καθ' ἕκαστα καὶ ἀτόμοις ἡ αἴσθησις αἰσθητική· ἡ δ' ἀντίληψις αὐτὴ τοῦ καθόλου γίνεται. ὃ βουλόμενος δεῖξαι, πῶς γίνεται, παραδείγματι ἐχρήσατο τῷ ἀνθρώπῳ καὶ τῷ Καλλίᾳ, οὐχ ὡς τοῦ ἀνθρώπου καθὸ ἄνθρωπος ἢ τοῦ Καλλίου καθὸ Καλλίας ὄντος αἰσθητοῦ, ἀλλ' ὃ λέγει διὰ τούτων ποιεῖ γνώριμον. ὡς γὰρ ὁ ἀνθρώποτ ἐννοιαν ἔχων οὐχ ὡς Καλλίου τοῦ ἀνθρώπου ἤ τινος τῶν καθ' ἕκαστα τὴν ἔννοιαν ἔχει ἀλλὰ τούτου ὃς κατὰ πάντων τῶν καθ' ἕκαστα ἀνθρώπων κατηγορεῖται κοινῶς, ὢν ἐν πᾶσιν αὐτοῖς, οὕτως ἡ ὄψις ἡ τοῦ ἐν τῇ χιόνι λευκοῦ αἰσθανομένη οὐχ ὡς χιόνος λευκῆς αἰσθάνεται ἀλλ' ὡς λευκοῦ· ὃ λευκὸν κοινόν ἐστι τῇ χιόνι πρὸς τὰ λευκὰ πάντα· καὶ γὰρ ὁρᾷ τὸ ἐν αὐτῇ λευκόν, ἀλλ' οὐχ ᾗ χιών.
p. 100 b2 Οἷον τοιονδὲ ζῷον.
Τὸ μετὰ προσθήκης τινὸς λεγόμενον μεμερισμένον, οἷον ζῷον τοιονδί, τὸ δὲ χωρὶς προσθήκης ἀμερές, τουτέστιν οὐ διῃρημένον.
p. 100 b 5 Ἐπεὶ δὲ τῶν περὶ τὴν διάνοιαν ἕξεων.
Ὅτι οὐ τῇ διὰ ἀποδείξεως γνώσει ἡ αὐτή ἐστιν ἡ τῶν ἀρχῶν γνῶσις, καὶ ὅτι ὁ νοῦς ἐστιν ὁ τὰς ἀρχὰς γινώσκων τῆς ἐπιστήμης, καὶ ὅτι ὄντος τοῦ ἐν ἡμῖν νοῦ διττοῦ, τοῦ μὲν θεωρητικοῦ τοῦ δὲ πρακτικοῦ, καὶ ὄντος τοῦ μὲν πρακτικοῦ περὶ τὰ ἐνδεχόμενα καὶ ἄλλως ἔχειν τοῦ δὲ θεωρητικοῦ περὶ τὰ ἀίδια καὶ ἀεὶ ὁμοίως ἔχοντα, τοῦ μὲν πρακτικοῦ νοῦ δύναμις ἥ τε δοξαστικὴ καὶ ἡ λογιστική, τοῦ δὲ θεωρητικοῦ ἥ τε νοητικἠ καὶ ἡ ἐπιστημονική· ὧν αἱ μὲν τοῦ πρακτικοῦ οὐκ ἀεὶ ἀληθεύουσιν, αἱ δὲ τοῦ θεωρητικοῦ ἀεί. καὶ ὅτι δόξα ἐστὶν ὑπόληψις ἄνευ ἀποδείξεως, διὸ καὶ ἀβέβαιος, καὶ λογισμὸς δὲ ἀπατᾶται πολλάκις τῷ μηδὲ τὴν ὕλην, [*](2 ὅτε BUa: ὅτι R ἔλεγεν] p. 100 a 6 ἠρεμίσαντος a 4 καθέκαστα 11 5 αἰσθάνεσθαι μὲν Ua αἴσθηται R καὶ delevi 6 καθέκαστον pr. l. Ua 7 τὸ Ua 8 γίνεται R: εἴρηται Ua 9 καθ' οὖ pr. l., Ua 10 ἀνθρώπου scripsi: ἄνݲοݲςݲ libri 11 καθέκαστον Ua 12 ἔχει scripsi: ἔχων libri καθέκαστον ante ἀνθp. add. τῶν B 13 κοινὸς R τοῦ om. R τῇ om Ua 14 ἀλλὰ, om. ὡς Ua 15 ὁρῶ Ua αὐτῶ R 18.19 τὸ — διῃημένον om. a 18 ζῶον U: om. R 19 οὐ U: om. R 22 καὶ alt. om. Ua 25 25 ἀεὶ om. R 28 καὶ — p. 603,2 βούλεσθαι hue transposui: post p. 603,10 θεωρητική colloc. RUa καὶ ὅτι R: ὅτι ἡ Ua 29 ante λογ. add. ὁ Ua μὴ R)
p. 100 b15 Καὶ ἡ μὲν ἀρχὴ τῆς ἀρχῆς εἴη ἄν.
[*](115v)Εἰπὼν ἀρχὴν ἐπιστήμης εἶναι τὸν νοῦν, ἔχειν δὲ καὶ ἀρχὰς τῶν ἐπιστητῶν τὰς ἀμέσους προτάσεις, νῦν λέγει ὅτι ἡ μὲν ἀρχὴ τῆς ἐπιστήμης εἴη ἂν τῆς ἀρχῆς τῶν ἐπιστητῶν γνῶσις, ἡ δὲ πᾶσα ἐπιστήμη παντὸς τοῦ ἐπιστητοῦ· ὡς γὰρ ἡ ἀρχὴ πρὸς τὴν ἀρχήν, οὕτως τὸ πᾶν, οὗ ἡ ἀρχή, πρὸς τὸ πᾶν πρᾶγμα, οὗ τῆς ἀρχῆς ἦν ἡ τῆς ἐπιστήμης ἀρχὴ γνωστική τε καὶ θεωρητική.
[*](1 καὶ delevi 4 ἀρχῆς (post μὲν) U post av add. ἀρχή U 5 ἐπιστήμην U τὸν νοῦν εἶναι Ua ἔχων Ua τῶν om. R 6 ἐπιστημῶν R 7 τῶν ἐπιστητῶν om. a 10 τέλος subscr. B: ἀριστοτέλους ἀναλυτικῶν ὑστέρων δεύτερον U : Ανωνύμου ἐξηγήσεως, τῶν εἰς τὸ δεύτερον τῶν ὑστέρων ἀναλυτικῶν ἀριστοτελους, τέλος a)