Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909
p. 98a35 Περὶ δ᾿ αἰτίου καὶ οὗ αἴτιον ἀπορήσειεν ἄν τις.
Ἤδη μὲν περὶ τοῦ συνυπάρχειν τὰ αἴτια τοῖς αἰτιατοῖς εἶπεν· ἔδειξε γὰρ τῶν μὲν ὄντων ὄντα, τῶν δὲ γεγονότων γεγονότα, τῶν δ᾿ ἐσομένων ἐσόμενα καὶ τῶν γινομένων γινόμενα τὰ αἴτια. νῦν δὲ ἀπορίαν τινὰ κινεῖ τοιαύτην περὶ αὐτοῦ τούτου· κεῖται καὶ δέδεικται ὅτι τὸ αἴτιον μέσος ὅρος ἐστὶν ἐν ἀποδείξει· ἀλλὰ μὴν καὶ τοῦτο ὡμολόγηται, ὅτι ὄντος τοῦ μέσου πᾶσα ἀνάγκη καὶ τὸ συμπέρασμα εἶναι, ὥστ᾿ ὄντος τοῦ αἰτίου καὶ τὸ αἰτιατόν, ὅπερ ἐστὶ τὸ συμπέρασμα, ἀναγκαῖον εἶναι. τούτου κειμένου ζητεῖ εἰ ἀντιστρέφει, ὡς καὶ τοῦ αἰτιατοῦ ὄντος, ὅπερ ἦν τὸ συμπέρασμα, ἐξ ἀνάγκης καὶ τὸ αἴτιον εἶανι, ὃ ἦν μέσον. ἔστι δὲ ἡ λύσεις [*]( 3 τὸ om. R 4 τούτων Ua: ὧς R δὲ om. Ua 5 γὴ om. R δοκ Ua 7 ἐκείνην καὶ conicio λέγειν Ua: ἔχειν R καὶ, quod post δὲ colloc. Ua, transposui: om. R 8 τῆς συναγωγῆς a: τὴν R ἀλλ᾿ —9 προβλημάτων om. Ua μὲν B: om. R 10 τὸ ταυτὸν R 11 δὲ R post εἶναι add. προβλήματα Ua: post αλλήλοις B τῶ R Arist.: τὸ Ua 12 παντὶ R ἀντιπαράστασις itemque vs. 13. 16 R εἰ delevit Waitz 1. c: ἡ R 17 τῶν αὐτῶν Ua: καὶ τούτων R 18 πρὸς τοῦτο νῦν εἰπεῖν Ua αὐτὸν τὰ scripsi: αὐτὸς τὰ Ua: om. R 20 et 21 τὰ αὐτά Ua 20 οὐ μὴν R: οὐκέτι δὲ καὶ Ua 23 τὰ αἰτιατὰ τοῖς αἰτίοις L εἶπεν] c. 12 p. 95a10 sq. 24 τῶν δὲ LUa: τὰ δὲ τῶν om. L post τοιαύτην add. ἥ a τούτου BLU: om. Ra 27 post ἐν add. τ L δείξει R 29 ἀνάγκη L 31 λύσισ L: ἀπορία RUa)
p. 98 b16 Εἰ δὲ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων.
Ὅτι εἰ μὴ ἐνδέχεται αἴτια εἶναι ἀλλήλων τὸ (τὸ πρότερόν ἐστιν οὗ ἐστιν αἴτιον, εἰ καὶ μὴ τῷ χρόνῳ, ἀλλὰ τῇ καὶ τοῦ μὲν ἐκλείπειν τὴν σελήνην αἴτιον ὁμολογεῖται τὸ ἐν μέσῳ εἶναι Ι τὴν γῆν, τοῦ δ' ἐν μέσῳ εἶναι τὴν γῆν οὐκ αἴτιον [*](113v) τὸ ἐκλείπειν, καὶ εἰ ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦδιὰ τί, ἡ δὲ μὴ διὰ τοῦ αἰτίου τοῦ ὅτι, δῆλον ὅτι ἡ ἑτέρα δεῖξις ἡ τὸ αἴτιον συνάγουσα οὐ δι' αἰτίου γίνεται· ὅτι γὰρ ἐν μέσῳ ἐστὶν ἡ γῆ, οἶδε διὰ τῆς ἐκλείψεως, διότι δέ, οὔ. ὥστε οὐ δι' ἀλλήλων ἀποδείκνυνται· ἡ γὰρ ἀπόδειξις δι' αἰτίου.
Ταῦτα εἰπὼν καὶ λύσας τὴν δοκοῦσαν ἐπιφέρεσθαι ἀπορίαν κειμένου τοῦ συνυπάρχειν τῷ αἰτιατῷ τὸ αἴτιον, ἔδειξεν ἐξ ἕτοίμου εἰληφέναι τὸ λαβεῖν ἕπεσθαι μὲν τῷ αἰτίῳ τὸ αἰτιατόν, εἰ εἰ μὴ καὶ τῷ αἰτιατῷ ἕποιτο καὶ συνυπάρχοι τὸ αἴτιον, ἄλλο ἔσεσθαι αὐτοῦ αἴτιον καὶ μὴ τὸ κείμενον <τῷ> τό τε αἰτιατὸν καὶ τὸ συμπέρασμα ἐπὶ μέσῳ τινὶ καὶ πάντως εἶναι. ὃ οὖν ἐδύνατο ἐπενεχθῆναι τῇ δείξει ἐκείνῃ, τοῦτο ὑποφέρει καὶ πειρᾶται λέγειν ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἶναι; ἂν γὰρ ἐνδέχηται τοῦτο, ἐξ ἀνάγκης ἀντιστρέφει τῷ αἰτιατῷ τὸ αἴτιον ᾧ τεθέντι εἵπετο. πάντως μὲν γὰρ αἰτίῳ τινὶ ἀντιστρέφει τὸ αἰτιατόν, οὐ μὴν πάντως τῷδε δι' οὗ ἐδείχθη, εἰ οἷόν τε τοῦ αὐτοῦ πλείω αἴτια εἶναι. ἑκάστῳ μὲν γὰρ τῶν αἰτίων μέσῳ ληφθέντι ἐξ ἀνάγκης ἀκολουθήσει τὸ συμπέρασμά τε καὶ τὸ αἰτιατόν, οὐ μήν, εἰ τὸ συμπέρασμα καὶ τὸ αἰτιατόν ἐστιν, ἐξ ἀνάγκης ηδη καὶ τόδε τὸ αἴτιον ἔσται, τῷ δύνασθαι καὶ ἄλλο αἴτιον εἶναι αὐτοῆ, εἴ γε πλείω τοῦ αὐτοῦ αἴτια. [ἀπορήσας δὲ μήποτ' [*](1 an συνυπάρχος? cf. vs. 3 τῶ LRU: τὸ a 2 ταὐτοῦ LR ἐκεῖνο L: ἐκείνου R: ἐκείνω Ua post αἴτιον alt. add. ἂν L δεῖ — 3 ἐστιν om. L 2.3 αἰτιατοῦ BLUa: αἰτίου R 3 διὸ LUa: διὰ R συνυπάρχει L 5 δὴ, om. μὴ U 6 ἀλλήλων LR Arist.: ἀλλήλοις Ua 7 ἐστιν αἴτιον LR: inv. ord. Ua καὶ εἰ LR 9 τὴν γῆν εἶναι pr. l. L Arist. τὸ δ' L εῖναι τὴν γῆν alt. Ι. LR: τὴν γῆν εἶναι Ua Arist. 10 τὸ Ua Arist: τοῦ LR καὶ εἰ — 11 τοῦ ὅτι om. L ἡ post αἰτίου colloc. a 11 ἡ priraum Arist.: δεἰ RUa (d Rice, pr. AB) αἴτιον LUa: ἕτερον II 12 διὰ τοῦ αἰτίου a 13 διὰ τί LR ἀποδείκνυνται LR: ἀπεδείκνυντο Ua 16 τοῦ om. LR ἑτοίμου om. in lac. L 17 λαβεῖν deleverim μὲν om. L αιτίω Ua: αἰτιατῶ LR τὸ αἴτιον L μὴν (post δὲ) B καὶ RUa: μηδὲ L 18 συνυπάρχοι LR: συνυπάρχει Ua αὐτῶ LR 19 τῷ addidi ἐπὶ LR: ἐπὰν Ua 20 οὖν L: om. RUa 24 τᾦδε scripsi: τόδε LRUa: τότε B 25 μέσον Ua 26 τὸ primum om. R 26. 27 οὐ — αἰτιατόν R: om. Ua 27 post τόδε add. καὶ Ua τῶ Ua: τὸ R 28 post εἶναι add. τοῦ R ἀπορήσας — p. 592, 3 εἶναι seclufii cf. p. 592, 10 — 13 δὲ om. R)
p. 98 b19 Εἰ οὖν ἡ μὲν διὰ τοῦ αἰτίου ἀπόδειξις τοῦ διὰ τί.
Εἰ τὸ μέν, δι' οὗτινος τὸ εἶναι καὶ ἡ οὐσία γνωρίζεται, αἴτιον, τὸ δὲ μὴ οὕτως ἔχον οὐκ αἴτιον, τούτων δὲ τὸ μὲν ἕτερον διὰ τοῦ ἑτέρου γνωρίζεται, οὐκέτι δὲ καὶ ἀνάπαλιν, οὐκ ἂν ὡς αἴτια ἀλλήλων εἶεν ἀντιστρέφοντα.
p. 98 b23 Ἢ ἐνδέχεται ἑνὸς πλείω αἴτια εἰναι;
Ἀπορήσας μήποτε ἐνδέχεται τοῦ αὐτοῦ πλείω αἴτια εἷναι, δηλονότι κατὰ τὸν αὐτὸν τρόπον τοῦ αἰτίου, τίθησι πῶς δύναται τὸ αὐτὸ κατὰ πλείους αἰτίας ὑπάρχειν πλείοσι, διὰ τούτου δεικνὺς καὶ συνιστὰς ὅτι τοῦ αὐτοῦ πλείω αἴτια οἷόν τε λέγειν εἶναι· εἰ γὰρ τοῦ τὸ αὐτὸ πλείοσιν ὑπάρχειν πλείους αἰτίαι εἰσί, καὶ τοῦ αὐτῦ πλείω αἴτια οἷόν τε εἶναι. καὶ ὅτι μὴ τῷ αὐτῷ τὸ αὐτὸ διὰ πλειόνων αἴτιον ὑπάρχειν οἷόν τε, δείκνυσι. λαμβάνει δὲ εἰς τὴν ἀναίρεσιν αὐτοῦ ὅτι ἀεὶ τὸ πρόβλημα καθόλου ἐστίν· οὐ γὰρ τοῦ τῷδε ὑπάρχειν τι ἡ αἰτία ἐν τοῖς προβλήμασι ζητεῖται ἀλλὰ τοῦ τοῖσδε καθόλου ὑπάρχειν καὶ οἷόν τε ὑπάρχειν. ὁ γὰρ τὴν αἰτίαν ζητῶν τοῦ τὸ ζῷον, καθὸ ζῷόν ἐστιν, ὑπάρχειν τισὶ κοινήν τινα αἰτίαν ζητεῖ, καθ' ἣν πᾶσιν, οἷς ὑπάρχει, ὑπάρχει· δεῖ γὰρ τὸ αἴτιον καὶ οὐ αἴτιον, τοῦτο δ' ἐστὶ τὸ αἰτιατόν, καθόλου ἄμφω ὑπάρχειν τινί, ᾧ ὑπάρχει τε καὶ ᾧ ἐστιν οἷά τε ὐπάρχειν. καὶ διὰ τοῦτο τρῶτον μὲν καὶ καθ' αὑτὸ ὑπάρχει τῷ κοινῷ τε καὶ τῷ γένει, εἰ γένος τι εἴη ὁμοίως ἑκατέρου αὐτῶν, ἔπειτα διὰ τὴν αὐτὴν αἰτίαν καὶ τοῖς εἴδεσι πᾶσιν αὐτοῦ, <εἰ εἴη> εἴδη ἐφ' ὧν τὸ αἰτιατὸν καὶ τὸ αἴτιόν τε καὶ μέσον ἀντιστρέφει. δείξας δ' ἐφ' ὧν τὸ αἰτιατόν, ἐπὶ τούτων πάντων καὶ τὸ αἴτιον, ἀνεῖλε τὸ δύνασθαι τοῦ αὐτοῦ πλείω αἴτια εἶναι κατὰ τὸν εἰρημένον τρόπον. εἰ γὰρ ἄλλο μὲν εἴη αἴτιον τοῦ τὸ A τῷ Δ ὑπάρχειν, οἷον τὸ B, ὡς ἔλαβεν, ἄλλο δὲ πάλιν τοῦ τῷ E τὸ A ὑπάρχειν, οἷον τὸ Γ, οὐκ ἐφ' ὧν τὸ A κατηγορεῖται, ὅπερ ἐστὶ τὸ αἰτιατόν, ἐπὶ τούτων καθόλου καὶ τὸ αἴτιον κατηγορηθήσεται. οὕτως [*](1 ἄρα om. R 2 πλείοσι scripsi cf. vs. 12 : πλεῖον R: πλείω Ua 2. 3 δεικνὺς— συνιστὰς scripsi cf. vs. 12: δείκνυσι— συνίστησι libri 3 εἶναι om. B 4 ὅτι μὲν— φανερόν U: ὅτι μὲν— δι' ἐκείνου (b 20–24) a 5 δεῖ U 7 γνωρίζεται a; ὁρίζεται RU εἷεν scripsi: εἰσὶν R: om. Ua 13 τοῦτο Ua: τὸ LR ὑπάρχει La 14 πλείω αιτια —αἵτια πλείω L εἶναι La: om. RU καὶ alt. R: om. Ua 17 τούτω δὲ Ua: τοῦτο R ὑπάρχει R 18 fort, <οἷς ὑπάρχει> καὶ cf. vs. 21.22 19 ὑπάρχει Ua 20 δεῖ om. Ua γὰρ scripsi: oe RUa 22 τε R: τὸ Ua 23 ἑκάτερος R 24 <εἰ εἵη> εἴδη scripsi: εἰ δ' RU: om. a 25 καὶ τὸ— ἀντιστρέφει om. R δ' om. R 26 ἄν εἷλε libri τοῦ (ante δύν.) R 27 post εἴη add, τὸ R 28 τῷ (aate a) a τὸ (ante δݲ) Ua 30 καθ' ὧν R)
p. 99 a1 Πότερον δ᾿ ἐνδέχεται μὴ τὸ αὐτὸ αἴτιον εἶναι.
Δείξας ὅτι τὸ αὐτὸ τῷ αὐτῷ οὐχ οἷόν τε διὰ πλειόνων ὑπάρχειν αἰτίων (τὸ γὰρ καθόλου ᾧ πρώτῳ ὑπάρχει, δι᾿ ἑνὸς αἰτίου ὑπάρχει· δι᾿ οὗ δὲ τούτῳ, διὰ τούτου καὶ ἑκάστῳ τῶν ὑπὸ τοῦτο) νῦν ὃ παρέθετο παράδειγμα, πρὸς τὸ δύνασθαι τὸ αὐτὸ πλείοσί τισιν ὑπάρχειν διὰ διαφόρων αἰτίων ζητεῖ πῶς ἔχει καὶ εἰ οἷόν τε τοῦτο. οἷον εἰ τὸ ζῷον δι᾿ ἄλλου μὲν μέσου ἀνθρώπῳ, δι᾿ ἄλλου δ᾿ ἀετῷ δείκνυται ὑπάρχον· τοῦ γὰρ τὸ ζῷον ὑπάρχειν οἷς ὑπάρχει δόξει πλείω εἶναι τὰ αἴτια· τοῖς μὲν γὰρ τὸ πτηνόν, τοῖς δὲ τὸ πεζόν, τοῖς δὲ τὸ ἔνυδρον. λύων δὴ τοῦτο καὶ τὸ διττὸν τοῦ αἰτίου ἐνδεικνύμενος (οὐ γὰρ πάντως τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τοῦ πράγματός ἐστιν αἴτιον) τοῦτο δὴ δεικνὺς λέγει ὅτι, εἰ μὲν καθ᾿ αὑτὸ ἀποδέδεικται, τουτέστιν εἰ διὰ τοῦ αἰτίου, ὃ τοῦ πράγματός ἐστιν αἴτιον, ἡ δεῖξις εἴη γινομένη, τὸ αὐτὸ αἴτιον ἀνάγκη ἐπὶ πάντων λαμβάνεσθαι οἷς δείκνυται τὸ αὐτὸ ὑπάρχον. οὗ τὴν αἰτίαν παρέθετο, ἣν ἔδειξεν ἤδη, εἰπὼν ‘ὁρισμὸς γὰρ τοῦ ἄκρου ἐστὶ τοῦ κατηγορουμένου καὶ τοῖς πλείοσιν ὑπάρχοντος ἡ αἰτία | δι᾿ ἧς δείκνυται, καὶ οὗτος ὁ μέσος ὅρος᾿· [*](114r) ἡ γὰρ τοιαύτη αἰτία ἰατὰ κοινόν τι καὶ ταὐτὸν τοῖς πλείοσιν ὑπάρχει. εἰ δὲ μὴ εἴη ἀποδεικνύμενον διὰ τοῦ αἰτίου ἀλλὰ διὰ σημείου ἢ διὰ συμβεβηκότος μέσου λαμβανομένου, ἐνδέχεται ἄλλῳ δι᾿ ἄλλου τὸ αὐτὸ ὑπάρχον δείκνυσθαι.
p.99 a2 Ἢ εἰ μὲν καθ᾿ αὑτὸ ἀποδέδεικται καὶ μὴ κατὰ σημειον.
Τὸ μὲν σημεῖον ἀεὶ τῷ πράγματι παρακολουθεῖ· τὸ δὲ συμβεβηκὸς δύναται καὶ ἔξωθεν >εἶναι>.
[*](I οὐδ' R: om. Ua ἔσεται R 4 ὅτι bis L τὸ αὐτὸ τῶ (τῶ om. R) αὐτῶ LR: inv. ord. Ua ὑπάρχειν post 5 αἰτίων colloc. R: εἶναι L 5 αἰτίων scr psi: αἴτιον libri τῶ (ante γὰρ) R ὦ πρώτω Ua: ὡς πρώτω R: πρωτως L ὑπάρχον l. pr. 1. L δι' ἑνὸς— ὑπάρχει BL: om. RUa δι᾿ alt. om. a 6 τούτῳ e τοῦτο corr. L: τούτου R νῦν RL: om. RUa 7 ὑπάρχειν LU: ὑπάρχει Ra διὰ L: om. RUa 8 αἴτιον R τοῦτο om. LR 9 ante ἀνθp. add. τῷ L αὐτῷ L δείκνυται L: δεικνύει δείκνυσι B) τὸ R, om. τὸ Ua ὑπάρχον LR: ὑπάρχειν, post quod add. τὸ U, τί a, Ua τοῦ γὰρ RUa: διὰ τούτων γὰρ τῶν μέσων L 10 ὑπάρχει (ante οἶς) L 11 δὲ (post λύων) L τούτω U 13 ἐνδεικνύμενος φησὶν L 14 εἰ LR: ἡ Ua 16 τὸ αὐτὸ scripsi: τοῦτο Ua: om. LR ὑπάρχειν R 17 εἰπὼν L: om. RUa post ἐστὶν add. ἤτοι L post κατηγορουμένου add. τοῦ L 18 οὕτως R 20 διὰ tert. om. L 21 ἄλλῳ scripsi: ἄλλο libri τῷ αὐτῷ R ὑπάρχειν LR 25 ante τὸ prius add. ἐστέον δὲ ὅτι L μὲν L: om. RUa 26 εἶναι addidi Comment. Arist. XIII 3. Anon. in Aual. Post. II. 38)p. 99 a6 Εἰ δὲ μὴ, ὁμοίως ἕξει τὸ μέσον· εἰ μὲν ὁμώνυμα.
[*](114r)Εἰ δὲ μὴ καθ' αὑτὸ εἴη ἀποδεικνύμενον μηδὲ διὰ τῶν καθ' αὑτὸ ὑπαρχόντων, ὁμοίως ἕξει τὸ μέσον, ὡς ἂν ἔχῃ καὶ τὸ οὗ ἡ αἰτία ζητεῖται. τοῦτο δὲ προσέθηκεν, ἐπειδὴ ἔδειξεν ὅτι καὶ τὸ αἴτιον δύναται μὴ καθ' αὑτὸ ἀλλὰ κατὰ συμβεβηκὸς ἢ σημεῖον λαμβάνεσθαι καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ εἰπὼν σ', ὅτι μὴ δοκεῖ τὰ τοιαῦτα προβλήματα, προσεθηκε τὸ εἰ δὲ μὴ, ἀντὶ τοῦ ‘εἰ δὲ καὶ ταῦτα ζητοῖτο ὡς προβλήματα', ὁμοίως ἕξει τὸ μέσον, αἂν μὲν ὁμώνυμον ᾖ τὸ αἰτιατόν, τοιοῦτον ἔσται καὶ τὸ αἴτιον, ἂν δὲ ὡς ἐν τῷ γένει, καὶ τὸ αἴτιον τοιοῦτον· ὁμοίως καὶ εἰ κατὰ ἀναλογίαν.
p. 99 a 16 Ἔχει δ' οὕτω τὸ παρακολουθεῖν τὸ αἴτιον ἀλλήλοις.
Τὸ μὲν ἔχει δ' οὕτω τὸ παρακολουθεῖν εἶπεν ἀντὶ τοῦ ‘ἔχει δὲ οὕτω περὶ τὸ παρακολουθεῖν'. τῷ δὲ παρακολουθεῖν ἀντὶ τοῦ ἀντιστρέφειν κέχρηται. τὸ δὲ κατάλληλον τῆς λέξεως τοιοῦτον· ἔχει δὲ οὕτω τὸ παρακολουθεῖν ἀλλήλοις τὸ αἴτιον καὶ οὗ αἴτιον καὶ ᾧ αἴτιον. ἔστι δὲ τὸ μὲν ᾧ αἴτιον τὸ ὑποκείμενον, τὸ δὲ οὗ αἴτιον τὸ τούτῳ ὑπάρχον. λέγει δὲ ταῦτα περὶ τῶν ἐν ταῖς ἀποδείξεσιν αἰτίων. εἰπὼν δ' τοῖς πρὸ τούτου ὅτι τὸ τοῦ πράγματος ἀλλὰ μὴ τὸ τοῦ συμπεράσματος αἴτιον καὶ τὸ οὗ αἴτιον ἀντακολουθεῖ ἀλλήλοις τῷ εἶναι τὸ αἴτιον ὁρισμὸν τοῦ αἰτιατοῦ φθάνει τε γὰρ ἐν τοῖς ἔμπροσθεν εἰρηκὼς τοῦτο, καὶ νῦν δ' ἐρεῖ· τούτῳ γὰρ κέχρηται πρὸς τὴν δεῖξιν τοῦ μὴ δύνασθαι τὸ αὐτὸ πλείοσι δι' αἰτίας διαφόρους ὑπάρχον δείκνυσθαι ἀποδεικτικῶς) χρησάμενος δὲ καὶ τῷ καθόλου τινὸς τό τε αἴτιον καὶ τὸ αἰτιατὸν κατηγορεῖσθαι, νῦν λέγει πότε καὶ τὸ οὗ τό τε αἰτιατὸν καὶ τὸ αἴτιον καθ' αὑτὸ κατηγορεῖται ἀντιστρέφει ἐκείνοις, τῷ τε αἰτίῳ καὶ τῷ αἰτιατῷ· τοὺς γὰρ ὅρους ἀντιστρέφειν, ἐφ' ὧν καὶ ἡ κύκλῳ δεῖξις γίνεται.
p. 99a18 Καθ' ἕκαστον μὲν λαμβάνοντι τὸ οὗ αἴτιον.
Ὅτι ἀντακολουθεῖ καὶ ἀντιστρέφει τὸ αἴτιον καὶ τὸ οὗ αἴτιον καὶ τὸ ᾧ αἴτιον, ὅ ἐστιν ὁ ὑποκείμενος ὅρος, οὐκ ἀεί, ἀλλ' εἰ μὲν καθ’ ἕκαστον [*](2 ante εἰ add. τουτέστιν L μηδὲ L: ἢ μηδὲ RUa 3 ὡς ἔχει L 4 ὅτι RUa: ἐπεὶ L 5 ἢ L: om. RUa 6 ὧτινι L: ὧν Ua ὅτι οὐ μὴν L 7 ἀντὶ RUa: τουτέστι L ζητεῖται L 8 μὲν L: μὴ ὡς RUa ᾖ scripsi: εἴη L: ἓν RUa 11 post οὕτω add. διὰ Ua 12 εἶπεν om. L 13 παρὰ LR τὸ L: τοῦ RUa ἀντὶ τοῦ om. L: iterat U 14 ἐχρήσατο L 15 post παρακολουθεῖν add. ἤγουν ἀντιστρέφειν L 17 τὸ (superscr. L 1) τοῦτο L 18 ἐν τοῖς πρὸ τούτου] p. 98 a 2 19 post συμπεράσματος add. ἀλλ' ὡς RUa: om. L ἀντακολουθεῖ scripsi: ἀντακολουθεῖν RUa: άντακολουθεῖν δύνανται L 20 ἐν τοῖς ἔμπp.] p. 99 a3.4 21 ἐρεὶ] p. 99 a21.22 κέχρηται LR: χρῆται Ua 22 ὑπάρχον post πλείοσιν colloc. L 23 τὸ (ante καθ.) a 24 κατηγορῆσθαι pr. L : κατηγορεῖται Ua 25 αὑτὸ LR : αὑτὰ Ua κατηγορεῖται scripsi: κατηγορεῖσθαι libri 27 καθέκαστον Ua Arist.: καθέκαστα LR λαμβάνοντι LR Arist.: λαβοντι Ua 28,29 καὶ τὸ ᾦ αἵτιον om. L 29 ὅ LR: ὅπερ Ua)
p. 99 a21 Ἔστι δὲ τὸ μέσον τὸ πρῶτον λόγος τοῦ πρώτου ἄκρου.
Διὰ τοῦτο καὶ πᾶσαι αἱ επιστῆμαι δι' ὁρισμοῦ γίνονται· πᾶσαι γὰρ ἀποδεικνύουσι τὰ κατ' αὐτάς· αἱ δ' ἀποδείξεις διὰ τοῦ αἰτίου· τὸ δ' αἴτιον λόγος καὶ ὁρισμὸς τοῦ πρώτου ἄκρου· τοῖς γὰρ τῶν πρώτων ὁρισμοῖς χρῶνται πρὸς τὰς τῶν μετὰ ταῦτα ἀποδείξεις.