Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum

Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909

p. 97 b7 Ζητεῖν δὲ δεῖ ἐπιβλέποντα.

Εἰπὼν διὰ μέσου περὶ τῆς διαιρετικῆς μεθόδου καὶ δείξας τὸ ἀπ' αυτῆς πρὸς τοὺς ὁρισμοὺς χρήσιμον ἐπάνεισι πρὸς τὰ πρότερον εἰρημένα· ἦν δὲ ὅτι ἐκ τοῦ ὁρισμοῦ τῶν ὑπὸ τὸ γένος ἀτόμων εἰ δῶν δεῖ τὸν τοῦ [*](112v) γένους ὁρισμὸν λαμβάνειν· εἶπε γὰρ " τοῖς γὰρ συντιθεμένοις ἐκ τῶν ἀτόμων τὰ συμβαίνοντα ἐκ τῶν ὁρισμῶν ἔσται δῆλα”. ἐκείνοις γὰρ συνάπτει ταυτα καὶ δείκνυσι πῶς τῷ προειρημένῳ τρόπῳ χρώμενοι πρὸς τοὺς τῶν κοινῶν ὁρισμοὺς καὶ τὰ γενῶν μὲν φαντασίαν ἔχοντα οὐκ ὄντα δὲ γένη γνωρίζειν οἷοί τ’ ἐσόμεθα. ἔστι γάρ τινα, ἃ διὰ τὸ κοινοῦ τινος ὀνόματος τετυχηκέναι δοκεῖ εἶναι ὁμογενῆ ὄντα ὁμώνυμα, ὥσπερ τὸ ὂν κοινὸν μὲν ὄνομα, οὐκέτι δὲ καὶ πρᾶγμα· ὁμοίως καὶ τὸ ἀγαθόν. οὐ δεῖ δὴ ὡς γενος τι τούτων τὸν ὁριζόμενον λαμβάνειν. ὅπως οὖν τοῦτο δυνησόμεθα φυλάσσεσθαι, διὰ τούτων διδάσκει, καὶ πῶς εὑρήσομεν τὸν τῶν γενῶν ὁρισμὸν απὸ τῶν εἰδῶν. ὃ καὶ ἐν τοῖς ἐπάνω φθάνει εἰρηκέναι· κάτωθεν γὰρ ἀρχομένη ἡ εὕρεσις τῶν ὁρισμῶν, καθὰ ὑπογράφει.

p. 97 b 24 Εἰ δὲ μηδέν, εἴδη δύο ἂν εἴη τῆς μεγαλοψυχίας.

Τοῦτο εἶπεν οὐζ ὡς εἴδη γένους λαμβάνων οὕτως γὰρ ἂν καὶ ἡ μεγαλοψυχία γενος ἧν εἴδη ἔχουσα δύο), ἀλλ' ὅτι ὁμώνυμος ἡ μεγαλοψυχία.

[*](2 τῶ R: τὸ Ua 4 ἐποίει Ua: καὶ ποιεῖ R: ποιεῖ B γένει a 5 ὡς γένος διαιρεῖσθαι Ua 6 post κατὰ add. τὴν Ua 8 παρείαται Ua ἂν om. R τό om. Ua 9 ἀποδεδομένος scripsi cf. vs. 12: ἀποδιδόμενος RUa post εἰ add. ἔτι Ua ἔλιπέ B γένη R 12 αποδιδόμενος Ua 16 ἐπάνεισιν ἐπὶ Ua 18 εἶπε] p. 96 b21 20 χρώμενοι scripsi : χρώμενος Ua: χρώμεθα R 21 τὰ] γὰρ B φαντασίας ἔχοντες R 22 τὸ om. Ua 24 οὐ Ua: οὐδὲ R δὴ om. Β 25 τοῦτο Ua: τούτω R δυνησώμεθα Ua 26 τὀν om. R 27 ἐν τοῖς ἐπάνω] p. 96 b15 15 sq. 28 fort, <ἦν> ἡ 29 δύο ἂν εἴδη Ua: δύο εἴδη ἅν Arist. 31 ἦν om. R ἀλλ')
588

p. 97 b26 Αἰεὶ δ' ἐστὶ πᾶς ὅρος καθόλου.

[*](112v)

Ἀφορίσας, ὅσα παρακολουθεῖ τοῖς ὁρισμοῖς, καὶ ὧν δεῖ στοχάζεσθαι τοὺς ὁριζομένους λέγει.

p. 97 b28 Διὸ δεῖ ἀπὸ τῶν καθ’ ἕκαστα ἐπὶ τὰ καθόλου μεταβαίνειν.

Καθ' ἕκαστα λέγει οὐ τὸ τὶ καὶ τὸ ὄντως ἄτομον (μαχόμενα ἂν λέγοι τοῖς προειρημένοις) ἀλλὰ τὸ ἄτομον εἶδος· τοῦτο γὰρ ἐν τοῖς ὁριστοῖς τὸ καθ’ ἕκαστον· ὡς γὰρ ὁριστὸν καὶ καθ' ἕκαστον, οὐχ ἁπλῶς. ὃ καὶ αὐτὸς ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ ἐν τοῖς ἀδιαφόροις· τὰ γὰρ μηκέτι εἰς εἴδη διαιρούμενα ἀδιάφορα κατὰ τὰς κυρίως διαφοράς. ῥᾷον δ' ὁρίσασθαι τὸ ἄτομον εἶδος, ὁτι τὰ καθ' ὧν τοῦτο κατηγορεῖται φανερώτερά εἰσι τῶν εἰδῶν ὧν τὸ γένος κατηγορεῖται. ἀπὸ δὲ τῆς τῶν ὑποκειμένων κοινότητος καὶ ταυτότητος ἐδείχθη ἀθροιζόμενος ὁ ὁρισμὸς τῶν κατηγορουμένων. εἰ δὴ γνωριμέτεροι οἱ τῶν εἰδῶν ὁρισμοὶ ἢ οἱ τῶν γενῶν, ἀπὸ τῶν εἰδῶν χρὴ μεταβαίνειν ἐπὶ τὸν τῶν γενῶν ὁρισμὸν καθ' ὃν εἴρηται τρόπον, οὐκ ἄνωθεν διαιρουμένους ἀλλὰ κάτωθεν συντιθέντας.

p 97 b29 Καὶ γὰρ αἱ ὁμωνυμίαι λανθάνουσι μᾶλλον.

Τῷ γὰρ φανερώτερα εἶναι τὰ τοῖς ἀτόμοις εἴδεσιν ὑποκείμενα ῥᾳδία γνωσθῆναι ἡ κατὰ ταῦτα ὁμωνυμία. εἰ τοίνυν δεῖ μὲν ὁριζομένους φυλάττεσθαι τὰς ὁμωνυμέας, εὐφυλακτότεραι δ' ἐν τοῖς εἴδεσι, καὶ διὰ τοῦτο ἄρα ἀπὸ τῶν εἰδῶν χρὴ τὴν ἀρχὴν τῶν ὁρισμῶν ποιεῖσθαι.

p, 97b31 Ὥσπερ δὲ ἐν ταῖς ἀποδείξεσι.

Ὅτι ὥσπερ ἐν ταῖς ἀποδείξεσι πάντως προηγεῖται τὸ συλλογίσασθαι (οὐ γὰρ οἷόν τε ἀπόδειξιν ἀσυλλόγιστον εἶναι), οὕτω καὶ ἐν τοῖς δεῖ εἶναι τὸ σαφές· οὐ γάρ ἐστιν ὁρισμὸς ὁ μὴ σαφὴς λόγος, εἴ γε ἐπαγγέλλεται ὁ ὁρισμὸς γνώριμον ποιῆσαι τὸ ζητουμενον.

[*](1 ἀεὶ B (n) 4 τὰ] τῶν U 6 καθέκαστον U τὸ alt. om. R ὄντως scripsi: οὕτως Ua: οὖτος R ἄτονον U μαχόμεθα R 7 λέγη Ua 8 καθέκαστα utroque loco 11 post καὶ add. τὸ R 9 ἀδιαφόροις Arist.: διαφόροις RUa (u, pr. B) 10 post κυρίως add. λεγομένας Ua post δὲ add. φησὲν L 11 ὃ U εἰσι L: ταῦτα RUa 12 ante ὧν add. δι' LR 13 καὶ ταυτότητος om. a ὁ BL: om. RUa 14 εἰ δὴ LR: ἤδη Ua οἱ prius post εἰδῶν colloc. L οἱ alt. om. LR 16 διαιρούμενος Ua 19 κατ' αὐτὰ R 22 δὲ R Arist.: τε Ua (d) 26 ὁ om. R τῶ ζητουμένω, post quod. add. τί ἐστι Ua)
589

p. 97 b35 Καὶ οὕτως ἐπὶ τὸ κοινὸν βαδίζειν.

[*](112v)

Ὄτι οὐ δεῖ πειρᾶσθαι ὁμωνύμου τινὸς ὁρισμὸν ἀποδιδόναι. ἐπὶ τούτοις λέγει πρὸς σαφήνειαν συντελεῖν καὶ τὸ διὰ κυρίων ὀνομάτων τοὺς ὁρισμοὺς ἀποδιδόναι καὶ μὴ χρῆσθαι μεταφοραῖς μηδὲ τροπικοῖς ὀνόμασιν· ἀσαφείας γὰρ αἴτια τὰ τοιαῦτα ἐπὶ πλείονα ἐφαρμόζεσθαι δυνάμενα. διαλέγεσθαι δέ φησι τὸ διαλεκτικῶς ὁμιλεῖν.

p. 98 a1 Πρὸς δὲ τὸ ἔχειν τὸ προβλήματα.

Παραδίδωσιν ἡμῖν διὰ τούτων μέθοδον δι' ἧς εὐπορεῖν δυνησόμεθα εἰς τὸ λέγειν τὰ προβλήματα. λέγειν δὲ προβλήματά ἐστι τό τε αὐτὰ δύνασθαι καὶ προβάλλειν καὶ τὸ τὰς αἰτίας αὐτῶν ἀποδιδόναι, ἐφ' οὗ καὶ νῦν τῷ λέγειν αὐτὸς κέχρηται, ἐπὶ γὰρ τοῦ λέγειν τὰς αἰτίας τῶν ζητουμένων, ὡς καὶ προϊὼν δηλώσει· λέγει γὰρ προβλήματα ἐν οἷς ζητεῖται τὸ διὰ τί [ἢ] δι' οὗ παραδίδωσι τρόπου. † ἢ ὀ ἅμα ἀμφότερα δεικνύμενα, καὶ ἡ εὕρεσις τῶν προβλημάτων καὶ ἡ εὕρεσις ἦς αἰτίας. ἔστι δ' αὐτῷ πολλὰ βιβλία τοιούτων προβλημάτων. πῶς οὖν εὐπορήσομεν τοῦ τὴν αἰτίαν ἐν τοῖς προβαλλομένοις ἀποδιδόναι, ὑπογράφει· οὐ γὰρ περὶ ὁρισμῶν ἐστιν ἃ λέγει νῦν, ὡς ᾠήθησάν τινας.

p, 98 a13 Νῦν μὲν οὖν κατὰ τὰ παραδεδομένα κοινὰ ὀνόματα.|

Φησὶ μὴ μόνον ἐπὶ τῶν κοινὸν καὶ ἕν τι ἐχόντων ὄνομα κατηγορούμενον [*](113r) χρήσιμον εἶναι τὴν προειρημένην ἐκλογὴν πρὸς τὴν τῆς ἐν Τοῖς προβλήμασιν αἰτίας ἀπόδοσιν, ἀλλὰ καὶ ἐφ' ὧν οὐκ ἔστι μὲν ἓν καὶ ταὐτὸν τὸ κοινόν, κατ' ἀναλογίαν δὲ τὴν ταυτότητα ἔχει. τὰ γὰρ διαφέροντα καὶ ἐν διαφερουσιν ὄντα ὅταν τὴν αὐτὴν ἀναλογίαν ἔχῃ, πάντα τὰ ἐν οἷς ἐστι κοινά πως καὶ αὐτὰ γίνεται, οὐχ ἁπλῶς ἀλλὰ κατὰ ἀναλογίαν. οὐδὲ γὰρ κοινὸν ἓν ἐπὶ τῶν ἐχόντων σήπιον καὶ ὀστοῦν καὶ ἄκανθαν, ὥσπερ ἐπὶ τῶν κέρατα ἐχόντων ἓν ἦν τὸ κερασφόρον, ἀλλ' ἀναλογίᾳ τὸ ἓν ἐπ' αὐτῶν λαμβάνεται· ὃν γὰρ λόγον ἔχει τὸ ὀστοῦν ἐν τοῖς τῶν ζῴων ὑπόποσι, τοῦτον ἐν μὲν ἰχθύσιν ἄκανθα, ἐν δὲ σηπίαις τὸ σήπιον· ἕκαστον γὰρ αὐτῶν ἐν ἑκάστῳ τῶν ἐν οἷς ἐστιν ἔρεισμά τί ἐστι.

p. 98 a24 Τὰ δ' αὐτὰ προβλήματά ἐστι τὰ μὲν τῷ τὸ αὐτὸ μέσον εχειν.

Ποῖα τὰ αὐτὰ προβλήματα, ὅτι ἢ ὧν τὸ αὐτὸ αἴτιον καὶ μέσον ἐστί, [*](4.5 ἀποδιδόναι — τοιαῦτα om. R 6 διαλεκτικῶς BUa: διαλεκτικῶν R 9. 10 αὐτὰ συντιθέναι Ua 11 αὐτὸς τὸ λέγειν Ua 13 ἢ prius delevi ἢ ὁ κτλ. depravata esse intellexit Waitz Organ. II p. Χ 15 εὐπορήσομεν BUa: ἀπορήσομεν R 19 κοινὀν scripsi: κοινῶν libri 23 ἔχει B 24 οὐδὲ scripsi: οὐδὲν libri 25 ἓν ἐπὶ R: ἐπὶ U: ἐστι a σήπιον ex Arist. scripsi itemque vs. 28: σηπίειον R: σηπηίων U: σηπήιον a ἄκανθα RU 26 ἐνῆν libri 28 σηπία Ua σηπίειον R: σηπήιον Ua 29 τῶν Ua: τοῖς R ἔρισμα ἔρισμα 30 προβλήματί U τῷ om. a (d M) τὰ αὐτὰ Ua 32 ἢ ὅτι R καὶ BUa: om R)

590
καὶ τοῦτο ἢ τῷ γένει μόνῳ ταὐτόν ἐστιν ἢ καὶ τῷ γένει καὶ τῷ εἴδει [*](113r) ταὐτόν ἐστιν, ἢ ὧν τὸ αἴτιον ὑπὸ τὸ ἔτερον αἴτιόν ἐστι, τουτέστι τὸ τοῦ ἑτέρου αἴτιον ὑπὸ τὸ τοῦ ἑτέρου αἴτιόν ἐστι. τίθησι δ᾿ ἑξῆς καὶ τὸ κατὰ ἀναλογίαν. διὰ τούτων δὲ διδάσκει ἡμᾶς, πῶς γνωσόμεθα ὅσα ταὐτὰ ὄντα ἀλλήλοις προβλήματα μὴ δοκεῖ διὰ τὸ ἐπὶ διαφόρου ὕλης ἐρωτᾶσθαι, ὡς δύνασθαι πρὸς ἕν αὐτῶν εὐπορήσαντας τῆς αἰτίας ἔχειν καὶ περὶ τῶν ἄλλων ὁμοίως λέγειν. καὶ θεόφραστος δὲ ἐπραγματεύσατο περὶ τὴν σναγωγὴν τῶν ὁμοίων προβλημάτων. ἀλλ᾿ ἐκεῖνος μὲν ἱστορεῖ ἐν ἐκείνοις τίνα ὅμοια ἀλλήλοις ἐστὶ τῶν προβλημάτων· Ἀριστοτέλης δὲ νῦν διδάσκει τίνι κρινοῦμεν τὰ ταὐτὰ ἀλλήλοις προβλήματα. λέγει δὴ διχῶς ταὐτὰ εἶναι ἀλλήλοις· ἢ τῷ τὸ αὐτὸ μέσον ἔχειν, οἷον ὅτι πάντα ἀντιπερίστασις. ἔστι δὲ [εἰ] ἐπὶ τῶν τοιούτων προβλημάτων κοινὸν μέσον ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, οἷον διὰ τί χειμῶνος μᾶλλον πέττομεν; διὰ τί καθεύδοντες πυκνὸν ἀναπνέομεν; διὰ τί αἱ πηγαὶ τοῦ χειμῶνος θερμότεραι; παντων γὰρ τούτων αἴτιον τὸ αὐτό, ἡ τοῦ θερμοῦ ἀντιπερίστασις, ὅ καὶ μέσος ὅρος ἐστί. καὶ τούτων πάλιν τῶν διὰ τὸ τὸν αὐτὸν μέσον ἔχειν τῶν αὐτῶν ὄντων ὑποδιαίρεσιν ποιεῖταί τινα πρὸ τοῦ τὸν δεύτερον εἰπεῖν τρόπον, καθ᾿ ὅν καὶ αὐτὸν τὰ αὐτὰ ἀλλήλοις προβλήματα γίνεται· τῶν γὰρ τὸ αὐτὸ αἴτιόν τε καὶ μέσον ἐχόντων τὰ μὲν τῷ γένει ταὐτά ἐστιν, οὐ μὴν τῷ εἴδει, τὰ δὲ πρὸς τῷ γένει καὶ τῷ εἴδει ταὐτά ἐστι.