Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum
Anonymi In Aristotelis Librum Alterum Analyticorum Posteriorum, Anonymi In Analyticorum Posteriorum Librum Alterum Commentarium, Commentaria in Aristotelem Graeca, Vol 13.3, Wallies, Reimer, 1909
p. 90a21 Ἆρ᾿ ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ; ἆρ᾿ ἔστιν ἐν ἀριθμοῖς ὁ λόγος αὐτῶν;
Δείξας ἑκάστου τῶν ἐν ἄλλοις ὑπαρχόντων τὸ τί ἐστι καὶ αἴτιον εἶναι αὐτῷ <τοῦ> ὑπάρχειν τινὶ καὶ ὅλως τοῦ εἶναι, ἑξῆς παράδειγμα παρατίθεται τοῦ εἰ ἔστι ζητήματος, δεικνὺς ὅτι<ὁ τὸ> εἰ ἔστι τι ζητῶν ζητεῖ εἰ μέσον ἐστί τι αὐτοῦ ὃ αἴτιόν ἐστιν αὐτῷ τοῦ εἶναι. ὁ δὲ λόγος ὁ αὐτὸς καὶ ἐπὶ τοῦ ὅτι ἔστιν. ὁ γὰρ ζητῶν, ἆρα ἔστι συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρύ, ζητεὶ μὲν εἰ ἔστι συμφωνία ὀξέος καὶ βαρέος· ἔστι δ᾿ ὃ ζητεῖ ἇρ᾿ ἔστιν ἐν ἀριθμῷ ὁ λόγος, ὃς λόγος καὶ αἴτιος τοῦ συμφωνεῖν τὸ ὀξὺ καὶ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν τῷ τὸ βαρὺ γίνεται. ἐν ἀμφοτέροις μὲν οὖν, καὶ ἐν τῷ εἰ ἔστι καὶ ἐν μὲν τοῦ ὅτι ἔστι ζητοῦμεν εἰ ἔστιν αἴτιον τοῦ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει, ἐπὶ δὲ τοῦ εἰ ἔστιν εἰ [ἔστι] τὸ αὐτὸ τοῦτο, ὃ αἴτιον ὑπάρχει, καὶ αὐτὸ τῶν ὄντων τί ἐστι καὶ αὐτό ἐστι.
p. 90 Ὅτι δ᾿ ἐστὶ τοῦ μέσου ἡ ζήτησις, δηλοῖ ὅσων τὸ μέσον αἰσθητόν.
Tὸ τοῦ μέσου τὴν ζήτησιν εἶναι ἐν πᾶσι τοῖς ζητουμένοις (ἐν οἷς μὲν γὰρ ζητοῦμεν, εἰ ἔστι τι μέσον, ἐν οἷς δὲ τί ἐστιν ἢ τί ἐστιν· εἰς γὰρ ταῦτα πᾶσα ζήτησις ὑπάγεται· καὶ γὰρ τὸ ὅτι ὑπὸ εἰ ἔστι) πιστοῦται ἀπὸ τούτων ὧν τὸ μέσον αἰσθητόν ἐστιν. ἐπὶ τούτων γὰρ μὴ αἰσθανόμενοι μὲν τοῦ μέσου καὶ τὸ ὅτι ἔστι καὶ τὸ διὰ τί ἐστι ζητοῦμεν, ὁμοίως καὶ τὸ τί ἐστιν· αἰσθανόμενοι δὲ οὐδὲν ἔτι ζητοῦμεν· ἐκ γὰρ τῶν [*](1 αὐτῶ La: αὐτὸ RU post αὐτῷ add. καὶ τὸ τί ἐστι L 2 μέσου ζήτησις LR: om. Ua 3 δὲ R: καὶ Ua: om. L χάριν L: om. RUa λαμβάνηται RU: παραλαμβάνηται La 4 post μόνον add. ἕνεκεν παραλαμβάνεται L 8 αὐτῷ τοῦ scripsi: αὐτὸ RUa 9 εἰ primum Ua: om. R ἔστι ζητήματος scripsi: εἰσὶ ζητήματα RUa ὁ τὸ addidi 10 λόγος ὁ αὐτὸς R: αὐτὸς λόγος Ua 11 post ἆρα add. γὲ R post συμφωνεῖν add. καὶ R 12 ὀξέως—βαρέως U 13 ὃς Β: ὁ Ua: ὁ λόγος ὁ R 16.17 τοῦ τὸ—ὑπάρχειν scripsi: τοῦτο—ὑπάρχει RUa 17 τοῦτο Ua: τούτω R ὃ αἴτιον ὑπάρχει καὶ collocavi: αἴτιον καὶ ὃ ὑπάρχει RUa 19 ὅσον U (A d u, pr. B) 22 γὰρ prius L: om. RUa εἰς Β: εἰ LRUa 23 ταῦτα scripsi: τοῦτο LRUa post πᾶσα add. ἡ LR τῦ (post ὑπὸ) ΒL 24 ἀπὸ RUa: ἐπὶ L ἐπὶ τούτων RUa: ἐφ᾿ ὧν L 24.25 αἰσθανόμεθα, om. μὲν L 25.26 καὶ τὸ τί ἐστιν ὁμοίως L 26 ante αἰσθ. add. μὴ R: ἐφ᾿ ὧν δ᾿ L αἰσθανόμεθα οὐδὲν L post οὐδὲν add. ἂν Ua ἔτι ζητοῦμεν scripsi: ἔτι ἐζητοῦμεν LR: inv. ord. Ua ante ἐκ γὰρ add. εἴ ἐστιν αἴτιον τοῦτο (1. τοῦ τὸ) ἔτερον τῶ ἑτέρω ὑπάρχειν L)
p. 90a31 Ὥσπερ οὖν λέγομεν, τὸ τί ἐστιν εἰδέναι ταὐτό ἐστι.
Ὅτι ταὐτόν ἐστι τὸ τί ἐστιν εἰδέναι καὶ τὸ διὰ τί ἐστι. μνημονεύσας δὲ τοῦ διὰ τί καθόλου καὶ κοινῶς περὶ αὐτοῦ λέγει ὅτι διττὴ ἡ περὶ τοῦ διὰ τί ζήτησις. ἢ γὰρ ἁπλῶς ζητεῖται καὶ οὐκ ἐν ὑπάρξει ἄλλου. ἀλλ᾿ ὡς ἐπὶ τῆς τοῦ τί ἐστι ζητήσεως, ἢ τῶν ὑπαρχόντων τισὶ τὸ διὰ τί ζητεῖται, ὥσπερ ἐφ᾿ ὧν παρέθετο παραδειγμάτων, διὰ τί δύο ὀρθαῖς ἴσαι αἱ τοῦ τριγώνου γωνίαι, καὶ διὰ τί ἡ ἷρις οὐ μείζων ἡμικυκλίου.
p. 90a32 Τοῦτο δ᾿ ἢ ἁπλῶς καὶ μὴ τῶν ὑπαρχόντων τι.
Ἔοικε διὰ τούτων λέγειν ὅτι καὶ ἐπὶ τῶν ἁπλῶς τὸ τὶ ἐστιν αἴτιόν ἐστιν αὐτοῖς τοῦ εἶναι, οἶον τί ἐστι τρίγωνον· τοῦτο γὰρ αἰτιον τοῦ εἶναι τῷ τριγώνῳ.
p. 90a38 Ἀρχὴ δὲ ἔστω τῶν μελλόντων, ἥπερ ἐστὶν οἰκειοτάτη τῶν ἐχομένων λόγων.
Μέλλει γὰρ προελθὼν ζητεῖν εἰ τὸ τί ἐστι καὶ ὁ ὁρισμὸς δείκνυται διὰ συλλογισμοῦ. οἰκεῖον δὲ τούτῳ τὸ περὶ οὗ νῦν ἀπορεῖ, ὅ ἐστιν εἰ οἷόν τε τὸ αὐτό τι ἅμα κατὰ τὸ αὐτὸ καὶ δι᾿ ὁρισμοῦ καὶ δι᾿ ἀποδείζεως εἰδέναι, ὡς πᾶν τὸ διὰ τοῦ ἑτέρου αὐτῶν γινωσκόμενον καὶ διὰ τοῦ ἑτέρου γινώσκεσθαι ἅμα | δύνασθαι.
[*](103r)p. 90b1 Ἀπορήσειε γὰρ ἄν τις ἇρ᾿ ἔστι τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτό.
Τὸ κατὰ τὸ αὐτὸ προσέθηκεν, ὅτι ἔνδοξον περὶ τινος τοῦ αὐτοῦ γνῶσιν ἡμᾶς ἔχειν κατ᾿ ἄλλο μὲν δι᾿ ὁρισμοῦ, κατ᾿ ἄλλο δὲ δι᾿ ἀποδείζεως· τοῦ γὰρ τριγώνου τί μέν ἐστι δι᾿ ὁρισμοῦ γνῶσιν ἔχομεν, ὅτι δὲ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, δι᾿ ἀποδείφεως. ἀλλ᾿ οὐ περὶ τούτου [*](3 οὖν om. Ua ἐλέγομεν R ταυτόν Ua (D) 4 post ὅτι add. μὲν L post ἐστι alt. add. ἔδειξεν ἀνωτέρω L 6 ζητεῖται L: ζήτησις RUa 6.7 ἄλλο ἄλλω LR 7 ἢ καὶ ἐπὶ τῶν ἐνυπαρχόντων L 8 παραδείγμασιν. οἷον ὅτι διὰ τί δυσὶν L 8.9 ἴσαι—γωνίαι L: τὸ τρίγωνον ἴσον RUa 9 ἴσις R μείζων LR: μεῖζον Ua 10 τοῦ τοδὶ R 11 τοῦ L post ἁπλῶς add. ζητεῖν L 12 αὐτοῖς ἐστι L τοῦ prius LR: τὸ Ua 16 προσελθὼν Ua προελθὼν] c. 4 p. 91a 12 sq. 17 τούτω LUa: τούτου R τὸ om. ΒL ὃ R: ὧν L 19 διὰ τοῦ pr. l. LUa: δι᾿ R ἕτερον pr. l. L αὐτῶν] ῶν non liquen R 20 δύναται L 21 lemma om. LUa 22 post τὸ prius add. δὲ Ua 25 τούτον LR: τούτων Ua)
p. 90 b 3 Ὀ μὲv γὰρ ὁρισμὸς τοῦ τί ἐστιν εἶναι δοκεῖ, τὸ δὲ τί ἐστιν ἅπαν καθόλου καὶ κατηγορικόν.
Ὅτι μὴ πᾶν τὸ συλλογισμῷ δεικνύμενον καὶ δι’ ὁρισμοῦ δείκνυται· οἱ μὲν γὰρ ὀρισμοὶ καθόλου καταρατικοί, οἱ δὲ συλλογισμοὶ οἱ μὲν δευτέρῳ σχήματι στερητικοί, οἱ δὲ ἐν τρίτῳ μερικοί.
p. 90 b 8 Οἶον ὅτι πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει.
Πᾶν τρίγωνον τὰς ἐντὸς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχει, τὸ δυσὶ ταῖς ἐφεξῆς ἴσας ἔχον τὰς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει, πᾶν ἄρα τρίγωνον τὸς ἐντὸς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχει.
p. 90 b 9 Τούτου δὲ λόγος ὅτι τὸ ἐπίστασθαί ἐστιν.
Ὅ τι μὴ οἶόν τε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ ὁρισμῷ τε καὶ ἀποδείξει εἰδέναι μηδ’ ἔστι τούτων, ὦν ἀπόδειξίς ἐστι, δι’ ὁρισμοῦ γνῶσις.
p. 90 b 18 Ὅτι μὲν οὖν οὐκ ἔστιν ὁρισμὸς ἅπαντος οὖπερ καὶ ἀπόδειξις, δῆλον. τί δέ, οὖ ὀρισμός, ἆρα ἆρα παντὸς ἀπόδειξίς ἐστιν ἢ οὔ;
Δείξας, ὄτι μὴ ἔΜ οὖ ἀπόδειξίς ἐστι καὶ ὀρισμός, νῦν ἀντιστέψας δείκνυσιν ὠς οὐ καρόλου δεδειχὼς ὅτι οὖ ἐστιν ἀπόδειξις, τούτου οὐκ ἔστιν ὁρισμός. καίτοι διὰ τοῦ εἰπεῖν ἱκανὴ δὲ πίστις καὶ ἐκ τῆς ἐπαγωγῆς· γωγῆς· οὐδὲν γὰρ πώποτε ὁρισάμενοι ἔγνωμεν, οὔτε τῶν καθ’ αὑτὸ ὐπαρχόντων οὔτε τῶν συμβεβηκότων καθόλου δοκεῖ πεποιηκέναι τὸν λόγον. ἔστι ἔστι ὃ ἀντιστρίψας δείδνυσιν ὅτι μηδὲ παντὸς οὖ ὁρισμός, τούτου καὶ ἀπόδειξις. ἐπὶ δὲ τούτοις δείξει ὅτι θηδ’ ὅλως κατὰ τὸ αὐτό τι ἔστι καὶ καὶ ἀποδείξεως καὶ δι’ ὁρισμοῦ εἰδέναι· ὁ γὰρ ὁρισμὸς οὐδὲν ἅλλο ἄλλῳ ὐπάρχον δείκνυσιν, οὔτε τῶν καθ’ αὑτὸ οὔτε τῶν κατὰ συμβεβηκός, ὦν ὁ συλλογισμὸς δεικτικός.
[*](1 εἰ om. L 3. 4 ἀπορήσειε ἀπορήσει U) — ἀδύνατον lemma Ua 5 τὸ διὰ συλλογισμοῦ L 6 οἱ μὲν alt. om. L 8 ante οἶον add. ὁ μὲν γὰρ ὁρισμὸς τοῦ τί έστιν εἰδέναι (sic) — ἔστιν ὁρισμός Ua 9 πᾶν — ἔχει bis R (semel B) τρεῖς Ua: δύο R 9.10 ἐχει— ἐφεξῆς ἴσας R: om. Ua 10.11 πᾶν—ἔχει BUa: om. R 11 τρεῖς om. U 13 κατὰ τὸ αὐτὸ om. B 15 15 R Arist.: τοίνυν Ua (D n f) 16 post οὖ add. ὁ RUa (d): om. B Arist. 18 ὅτι οὖ ἐστιν ἀπόδειξις οὐκ ἔΜ ὁρισμός L 20 20 δὲ Arist.: γὰρ LR διὰ (ante τῆς) L 22 συμβεβηκότων Ua Arist.: κατὰ συμβεβηκὸς LR 23 οὖ om. LR post οὖ add. 6 Ua 24 δείξει LR: ἀποδείξει Ua οὐδ’ L 25 καὶ prius BL: om. RUa ὁρισμοῦ — ἀποδείξεως L ὅρου Ua 26 ἅλλο ἄλλω LR: inv. ord. Ua ὑπάρχων U)