Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. πόλιν δ᾿ ὤπασεν: ὄντι δὲ τῷ παιδὶ ἐξαιρέτῳ [*]() καὶ ἀνδρωθέντι ὁ Λοκρὸς τὴν πόλιν ἐνεχείρισε καὶ τὸν ὄχλον διαιτᾶν καὶ διοικεῖν.[*]()

1.292

[*]()ἀφίκοντο δέ οἱ ξένοι: διαβοήτου δὲ τῆς τοῦ Ὀποῦντος ἀρετῆς τυγχανούσης πανταχόθεν τὰς ἰδίας αὐτῶν πατρίδας οἱ περίοικοι καταλελοιπότες πρὸς αὐτὸν ἔσπευδον. παρεγένοντο μὲν οὖν μέτοικοι πρὸς αὐτὸν ἀπό τε τοῦ Ἄργους καὶ Θηβῶν, καὶ οἱ μὲν ἐξ Ἀρκαδίας, οἱ δὲ Πισᾶται.

[*]()a. υἱὸν δ᾿ Ἄκτορος: τὸν Μενοίτιον. τοῦτον δέ φησιν Ἄκτορος καὶ Αἰγίνης· ὃς [οὐκ] ἐκ Θεσσαλίας μετῴκησεν εἰς Ὀποῦντα. Πυθαίνετος δὲ (FHG IV, 487) Διὶ συνελθοῦσαν Αἴγιναν γεννῆσαι Αἰακὸν καὶ Δαμοκράτειαν, ἣν γαμηθῆναι Ἄκτορι ἐν Θετταλίᾳ καὶ τεκεῖν Μενοίτιον· ὕστερον δὲ τοῦτον εἰς Ὀποῦντα . . . .· συγγενὴς γὰρ ὑπῆρχε τοῦ Λοκροῦ.

[*]()b. υἱὸν δ᾿ Ἄκτορος: τὸν Μενοίτιον λέγει τὸν [*]() Πατρόκλου πατέρα.

c. ὑπὲρ πάντας τοὺς ἐνοικοῦντας ξένους ἐτίμησε τὸν Ἄκτορος παῖδα, τὸν ἐξ Αἰγίνης μητρὸς [*]() Μενοίτιον. | Αἴγινα δὲ μήτηρ Αἰακοῦ, θυγάτηρ δὲ αὕτη [*]() γίνεται Ἀσωποῦ τοῦ ἐν Θήβαις ποταμοῦ.

d. ἀφίκοντο δέ οἱ ξένοι συνοικήσοντες αὐτῷ.

[*]()ἐποίκων: πάντων τῶν προειρημένων.[*]()