Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
θετὸν υἱόν: ὁ Λοκρὸς δηλονότι τὸν Ὀποῦντα οὐκ [*]() ἐνόμιζεν εἶναι θετὸν υἱὸν (Διὸς γὰρ), ἀλλὰ ἴδιον.
a. μάτρωος δ᾿ ἐκάλεσέ νιν: κυρίως μήτρωες οἱ [*]() μητρὸς ἀδελφοί· νῦν δὲ τὸν τῆς μητρὸς πατέρα Ὀποῦντα μήτρωα. ἦν γὰρ Πρωτογενείας καὶ Διὸς, ἐπίκλησιν δὲ Λοκροῦ.
b. μάτρωος δ᾿ ἐκάλεσσέ μιν ἰσώνυμον ἔμμεν: [*]() ἡσθεὶς οὖν ἐκάλεσεν αὐτὸν τοῦ πρὸς μητρὸς πάππου τὸ ὄνομα. καὶ νῦν μὲν ὁ Πίνδαρος τὸν ἐκ μητρὸς πάππον μήτρωα ὀνομάζει· Ὅμηρος δὲ καὶ οἱ λοιποὶ τὸν τῆς μητρὸς ἀδελφὸν μήτρωα καλοῦσιν. φησὶν οὖν ἐν τῇ Ἰλιάδι (Π 717)·
Ἀσίῳ, ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο, αὐτοκασίγνητος Ἑκάβης, υἱὸς δὲ Δύμαντος.
a. πόλιν δ᾿ ὤπασεν: ἐνεχείρισεν αὐτῷ.
b. ὥστε [*]() ἀπὸ Ὀποῦντος υἱοῦ τοῦ Διὸς ἡ πόλις ὠνόμασται.