Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. Αἰγίνας τε Μενοίτιον: Αἴγινα μετὰ τὸ τεκεῖν τὸν Αἰακὸν ἦλθεν εἰς Θεσσαλίαν καὶ ἐγαμήθη Ἄκτορι, ἐξ οὗ ἔσχε Μενοίτιον, ὃς ἐπῴκησε τὴν Ὀποῦντα ἀναστὰς ἀπὸ [*]() Θεσσαλίας.[*]()

b. τινὲς ἐκ Δαμοκρατείας τῆς Αἰγίνης καὶ Ἄκτορός φασι τὸν Μενοίτιον· ὁ δὲ Πάτροκλος Μενοιτίου ἦν καὶ Σθενέλης.[*]()

1.293

a. τοῦ παῖς: τοῦ Μενοιτίου παῖς ὁ Πάτροκλος ἀπὸ [*]() Σθενέλης. καὶ Μυρμιδόνα δὲ αὐτόν φησιν [αὐτὸν] Ὅμηρος (Σ 10)· Μυρμιδόνων τὸν ἄριστον.

b. ὁ δὲ νοῦς· τούτου οὖν [φησι] τοῦ Μενοιτίου [*]() παῖς συστρατεύσας τοῖς Ἀτρέως παισὶν εἰς Μυσίαν κατήντησε, καὶ τῶν ἄλλων Ἑλλήνων εἰς φυγὴν τραπέντων μόνος αὐτὸς Ἀχιλλεῖ συμπαρέστη, ἡνίκα τοὺς γενναιοτάτους Ἕλληνας τρέψας καὶ νικήσας μέχρι τῶν νεῶν καὶ τοῦ πελάγους συνήλασεν ὁ Τήλεφος.[*]()

a. Τεύθραντος: τὴν Μυσίαν λέγει. βασιλεὺς γάρ [*]() τις τῶν ἐκεῖσε Τεύθρας γενόμενος ἀφ᾿ ἑαυτοῦ ὠνόμασε τὴν ἀληθείᾳ Αὔγης ἦν καὶ Ἡρακλέους ὁ Τήλεφος.

b. Τεύθραντος πεδίον τὴν Μυσίαν λέγει. ὁ γὰρ [*]() Τεύθρας ἐβασίλευσε τῆς Μυσίας. ὅτε δὲ οἱ Ἕλληνες εἰς τὴν Μυσίαν παρεγένοντο κἀκεῖ νομίσαντες εἶναι τὴν Ἴλιον ἐπολέμουν τοῖς Μυσοῖς, ὁ Τήλεφος πάντας εἰς φυγὴν ἐτρέψατο καὶ μέχρι τῶν νεῶν ἤλασε πλὴν Ἀχιλλέως καὶ Πατρόκλου. διὰ τοῦτο· [οὖν] μέμνηται τοῦ γένους τούτου ὡς ἀνδρείου.[*]()

a. ὅτ᾿ ἀλκάεντας: τὸν Μενοίτιον τὸν πατέρα [*]() Πατρόκλου ἀπὸ Αἰγίνης μητρὸς Ἀσωποῦ θυγατρός.