Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()d. οἷον δ᾿ ἐν Μαραθῶνι συλαθείς: [νῦν τὰ Ἡράκλεια λέγει. τοῦ δὲ οἷον ] διπλῆ ἡ ἐκδοχή. τινὲς γὰρ τὸ -οι- ψιλῶς ἀναγινώσκουσιν, ἵν᾿ ᾖ· μόνον ἐν Μαραθῶνι ἀγενείων ἀγωνισάμενος ἡττήθη· καὶ μετεγγράψας ἑαυτὸν εἰς τοὺς ἄνδρας ἐνίκησεν. ἄτοπον δὲ τοῦτο· οὐ γὰρ ἂν ἐγκωμιάζων περὶ ἥττης ἔμελλε λέγειν. οἱ δὲ θαυμαστικῶς, ὃ καὶ βέλτιον· ὅπως δὲ καὶ οἵως ὑπέμεινεν ἐν Μαραθῶνι ἀγωνιζόμενος πρὸς τοὺς προβεβηκότας ἄνδρας, ἀποσυληθεὶς τῶν [*]() ἀγενείων καὶ ὑπεξελθὼν | καὶ εἰς τοὺς ἄνδρας χωρήσας, ἡνίκα περὶ ἀργυρῶν φιαλῶν προέκειτο ἀγωνίζεσθαι.[*]()
e. τὰ Ἡράκλεια.
f. τὸ δὲ οἷον θαυμαστικόν. [*]()
a. ἀμφ᾿ ἀργυρίδεσσι: ἀργύρειαι φιάλαι ἆθλα [*]() ἦσαν ἐν Μαραθῶνι ἐν τοῖς Ἡρακλείοις.
b. ἀμφ᾿ ἀργυρίδεσσι: τοῖς ἐν Μαραθῶνι ἀγωνιζομένοις [*]() φιάλαι ἀργυραῖ δίδονται τὸ ἔπαθλον. Ἀθηναίοις δὲ ἔθος χρυσίδας καὶ ἀργυρίδας λέγειν.
a. ὀξυρεπεῖ δόλῳ: ὀξυτάτῃ ἐπιμελείᾳ καὶ τέχνῃ. [*]() δόλῳ, παλαίσματι δολίῳ. καταγωνισάμενος τῇ παλαιστικῇ ὀξύτητι.
b. τὸ δὲ ἀπτωτὶ ἐπιρρηματικῶς.
c. φῶτας δ᾿ ὀξυρρεπεῖ δόλῳ: τῇ ὀξυτάτῃ καὶ [*]() ἐπιμελεῖ τέχνῃ.
d. ὁ νοῦς· τοὺς δὲ ἄνδρας τοὺς ἀνταγωνιστὰς αὐτοῦ τέχνῃ νικήσας ὀξυτάτῃ, [αὐτὸς] μὴ πεσὼν μήτε ὑποστὰς πτῶμα διέβαινε τὸν κύκλον τοῦ σταδίου μεθ᾿ ὅσης βοῆς.
e. ἤτοι τὸν ἀγῶνα.
f. μεθ᾿ ὅσων ἐπαίνων.