Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
a. τὰ δὲ καὶ Νεμέας: καὶ ἐν τῇ Νεμέᾳ Ἐφάρμοστος [*]() ἐνίκησε· ἐν Ἀθήναις δὲ τὰ Παναθήναια.
[*]()κατὰ κόλπον: κατὰ κόλπον Νεμέας. ἐξυπακουστέον δὲ τὸ χάρμα.
[*]()a. Ἄργει τ᾿ ἔσχεθε: τὰ Ἑκατόμβαια νικήσας καὶ τὰ Ἥραια ἐνίκησεν. οὗτος δὲ ἐν Ἄργει ἐτελεῖτο ὁ ἀγών.
[*]()b. Ἄργει τ᾿ ἔσχεθε κῦδος ἀνδρῶν: ἀντὶ τοῦ, καὶ ἐν Ἄργει δὲ δόξαν προσείληφεν ἀνδρῶν νικήσας τὰ Ἥραια. [*]()
c. ἀντὶ τοῦ ἐν ἀνδράσι νικᾷ ἐν Ἄργει.[*]()
[*]()a. οἷον ἐν Μαραθῶνι: τὰ β΄ μία ἐστὶ περίοδος.
b. τὸ οἷον θαυμαστικῶς. ἀγωνιζόμενος γὰρ ἐν Μαραθῶνι ἔκκριτος γενόμενος ἐκ τῶν ἀγενείων προβὰς ἄνδρας ἐνίκησε.
c. δύναται δὲ τὸ οἷον καὶ ψιλῶς ἀντὶ τοῦ μόνον τὸν ἀγῶνα.