Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. διήρχετο κύκλον: τὸν τοῦ σταδίου ἔνθα ἠγωνίζοντο [*]()κύκλον.

b. σὺν βοῇ τῇ τῶν θαυμαζόντων.

c. διήρχετο κύκλον ὅσσᾳ: ἀντὶ τοῦ μεγάλῃ. [*]()

d. ὁ νοῦς· αὐτὸς κατὰ τὴν ἄθλησιν οὐ πεσὼν (θαυμαστικῶς) μεθ᾿ ὅσης δὲ βοῆς κύκλον, τὸν τοῦ σταδίου φησὶ, διήρχετο.

e. ὅσσᾳ βοᾷ: μετὰ πάσης βοῆς παριόντι αὐτῷ [*]() ἐπήχουν πάντες καὶ ἐθαύμαζον.

a. ὡραῖος ἐών: τὸ ἄκρον τῆς ὥρας καὶ τῆς ἀκμῆς [*]() ἔχων.

b. οἷον καλὸς ὢν καλὰ ἔπραξεν.

c. ὡραῖος ἐὼν καὶ καλός: νεανίας μὲν ὢν καὶ [*]() θαυμαστὸς τῷ ὀφθῆναι, ταῖς δὲ πράξεσιν οὐ καταισχύνων

1.300
τὸ εἶδος.

d. ὅσσᾳ δὲ βοᾷ, μεγάλῃ βοῇ. τὸ γὰρ ὅσσᾳ θαυμαστικῶς.

[*]()a. τὰ δὲ Παρρασίῳ στρατῷ: Κλεοφάνης ἐν τῷ περὶ ἀγώνων (FHG IV, 366). τῷ Ἀρκαδικῷ, ὡς ἐν Ἀρκαδίᾳ τὰ Λύκαια νενικηκότος. ἐν τῇ Ἀρκαδίᾳ γὰρ ἤγοντο τῷ Διὶ τὰ Λύκαια.

[*]()b. τὰ δὲ Παρρασίῳ στρατῷ: ἐν τῷ δήμῳ τῆς Ἀρκαδίας. Παρρασία δὲ μέρος Ἀρκαδίας, ἔνθα τελεῖται [*]() Λυκαίου Διὸς ἀγών.