Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. προξενίᾳ τῇ [*]() φιλίᾳ.
e. τὸ δὲ ἑξῆς οὕτως ἔχει· διὰ δὲ τὴν προξενίαν, τουτέστι τὴν φιλίαν, καὶ τὴν ἀρετὴν τοῦ Λαμπρομάχου ἦλθον ἐπαινέτης τῶν ἐν τῷ Ἰσθμῷ μιτρῶν, ὅτι κατὰ μίαν ἡμέραν οἱ δύο ἐνίκησαν, ὁ μὲν Ἐφάρμοστος Ὀλύμπια, ὁ δὲ
f. ἔνιοι δέ φασιν ὅτι οἱ δύο Ἴσθμια [*]() ἐν μιᾷ ἡμέρᾳ ἐνίκησαν.
a. Λαμπρομάχου: τὰ β΄ μία ἐστὶ περίοδος.[*]()
b. μίτραισι δὲ ταῖς νίκαις.
c. Ἰσθμίαισι Λαμπρομάχου: Λαμπρόμαχος συγγενὴς [*]() τοῦ Ἐφαρμόστου, κατὰ μίαν ἡμέραν Ἴσθμια σὺν αὐτῷ νικήσας.
d. μίτραις νῦν τοῖς στεφάνοις καὶ ταῖς [*]() νίκαις. μίτρας γὰρ ἔνδοθεν τῶν στεφάνων καὶ διαδήματα ποικίλα εἰώθασι συνδεῖν.
b. χάρμαι νῦν χαραὶ καὶ ἡδοναί· καθ᾿ Ὅμηρον δὲ (Η 218) [*]() αἱ μάχαι.
ἔπειτα χάρμα: νῦν ἀντὶ τοῦ χαρά· Ὅμηρος δὲ [*]() ἐπὶ τῆς μάχης· οἱ δὲ περὶ Ἴβυκον (fr. 62) καὶ Στησίχορον (fr. 94) χάρμην τὴν ἐπιδορατίδα φασίν.