Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἀναγεῖσθαι: διηγεῖσθαι. [*]()

a. πρόσφορος: κατάλληλος ἐν ποιητικῇ. ἐπιτήδειος. [*]()αἴτιος.

b. πρόσφορος: μέγας. διαφέρων. [*]()

c. πρόσφορος: εὐεπίφορος ἐν ποιήμασιν. ἐπιτήδειος. [*]() ἱκανός.[*]()

d. ταῦτα δέ φησιν ἐπειδὴ εἶπε τὴν περὶ [*]() Πατρόκλου ἱστορίαν, ἣν οὐδεὶς εἴρηκε.

a. τόλμα δὲ καὶ ἀμφιλαφής: εἴη μοι τολμᾶν [*]() καὶ ἀποκινδυνεύειν διαπλάσσοντι τὰ τοιαῦτα.

1.296

[*]()b. ἀμφιλαφὴς δὲ δύναμις ἕσποιτο: ἐμοὶ δὲ παρέποιτο ἐν τοῖς λόγοις ὁμοῦ μὲν εὐτολμία, ὁμοῦ δὲ καὶ δαψίλειά τις δυναμέως.[*]()

[*]()c. τὸ δὲ ἀμφιλαφής κατὰ ἀντιστοιχίαν εἴρηται κατὰ ἔθος τῶν Μακεδόνων μεταθέσει τοῦ -β- εἰς -φ-· ἔστι γὰρ ἀμφιλαβής, ὃ ἔστιν ἀμφοτέραις λαβεῖν ταῖς χερσίν. τοῦτο δὲ ἐπὶ πλήθους συμβαίνει.[*]()

[*]()a. ξενίᾳ δ᾿ ἀρετᾷ: ὡς οἰκείου ὄντος τοῦ Λαμπρομάχου πρὸς τὸν Ἐφάρμοστον διὰ Λαμπρόμαχόν φησι γεγονέναι τὸν ἐπίνικον καὶ δι᾿ ἣν εἶχον προξενίαν πρὸς αὐτόν.

b. τιμάορος δὲ εἷπεν ἀντὶ τοῦ τιμητὴς ἐσόμενος καὶ τιμῶν διὰ τῆς ἀρετῆς τοῦ ὕμνου, ὡς τοῦ Λαμπρομάχου καὶ Ἐφαρμόστου νενικηκότων Ἴσθμια τῇ αὐτῇ ἡμέρᾳ καὶ Νέμεα. μετὰ δὲ ταῦτα καὶ ἄλλα δὶς ἐνίκησεν Ἴσθμια ὁ Ἐφάρμοστος.

[*]()c. προξενίᾳ δ᾿ ἀρετᾷ τ᾿ ἤλυθον: πρόξενος ἦν Θηβαίων Λαμπρόμαχος, δι᾿ ὃν ἔγραψε τὴν ᾠδὴν ταύτην· ἦν δὲ καὶ Ἰσθμιονίκης. δύναται δὲ καὶ τοῦ Πινδάρου [*]() πρόξενος εἶναι. | ὁμοῦ δὲ νενικήκασιν Ἴσθμια καὶ Νέμεα τῇ αὐτῇ ἡμέρᾳ αὐτὸς καὶ ὁ Ἐφάρμοστος. μετὰ δὲ ταῦτα ἄλλα [*]() δὶς νενίκηκεν Ἴσθμια ὁ Ἐφάρμοστος.