Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. θέλει οὖν εἰπεῖν ὅτι τούτου τοῦ Μενοιτίου παῖς σὺν τοῖς Ἀτρέως παισὶ συστρατεύσας εἰς Μυσίαν κατήντησε, καὶ Τηλέφου τοῦ Μυσῶν βασιλέως πάντας τρέψαντος εἰς φυγὴν

1.294
μόνος Ἀχιλλεὺς καὶ Πάτροκλος ἔμειναν. ὡς ἀνδρείου οὖν νῦν τοῦ γένους μέμνηται.

[*]()a. ὥστ᾿ ἔμφρονι δεῖξαι: ὥστε παραστῆσαι τῷ [*]()φρονίμῳ ᾗ ἐκέχρητο ἀνδρείᾳ ὁ Πάτροκλος.

b. ὥστε γνῶναι τὸν ἔμφρονα ὅτι γενναῖος ἦν ὁ Πάτροκλος ἀνθιστάμενος Τηλέφῳ.

[*]()c. ὥστ᾿ ἔμφρονι δεῖξαι: οὗτος ἔστη μόνος ἅμα [*]() τῷ Ἀχιλλεῖ.

d. ὥστε δυνατὸν εἶναι δεῖξαι παντὶ φρονίμῳ πρὸς τὸ γνῶναι τὴν τοῦ Πατρόκλου ἐπὶ τῇ ἀνδρείᾳ διάνοιάν τε καὶ σπουδὴν καὶ θάρσος.[*]()

[*]()μαθεῖν Πατρόκλου: οὕτως ἔστη ἐν τῷ πολέμῳ ὥστε παντὶ ἀνθρώπῳ νοῦν ἔχοντι δειχθῆναι τὴν ἰσχὺν καὶ φανερὰν γενέσθαι.

[*]()βιατάν: ἰσχυρὸν, ἀνδρεῖον.