Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

e. ἐπαινεῖ δὲ τοὺς Αἰγινήτας ὅτι πάντας δεχόμενοι ἐξαιρέτως τοὺς ἀγαθοὺς ἔχουσιν.

[*]()f. ὅ, τι γάρ: πολλοὺς ξένους παραγίνεσθαί φησιν εἰς Αἴγιναν καὶ δυσχερὲς ὁμοῦ πολλῶν ὄντων διαγινώσκειν τοὺς Αἰγινήτας, χρηστὸς τίς ἢ τίς φαῦλος· καὶ ὅμως τοσούτους

1.245
ὑποδεχόμενοι περὶ τοὺς ἀγαθοὺς μᾶλλον ἐσπουδάκασιν.

g. τὸ δὲ πολὺ καὶ πολλᾷ ῥέπον, τὸ γένος τῶν ἀνθρώπων. τὸ δὲ δυσπαλὲς ἀπὸ τῶν δοράτων ἔχει τὴν μεταφορὰν, καὶ τὸ ῥέπειν ἀπὸ τῶν ἱστάντων ἐπὶ ζυγοῦ. ὅταν γὰρ τὸ ἐν τῷ ζυγῷ ἐλαφρὸν ᾖ, εὐχερὲς τὴν ἰσότητα γνῶναι· ἐὰν δὲ βαρὺ, δυσχερές.