Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

h. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι εἰς ὑπερβολήν εἰσι διακρίνειν τὸ καλὸν καὶ τὸ δυσχερὲς, ὅπερ καὶ παρὰ τοῖς ἄλλοις χαλεπὸν νομίζεται.

i. ὅ,τι γὰρ πολὺ καὶ πολλᾷ ῥέποι: γνωμικόν [*]() ἐστι τὸ λεγόμενον, συντείνει δὲ εἰς τὸ περὶ φιλοξενίας τῶν Αἰγινητῶν. σημαίνει δὲ τοῦτο· ὅπου γὰρ ἂν ᾖ τι πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι καὶ κατὰ τρόπον οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς γίνεται.

k. οὐκ εἶναι οὖν φησιν ἀξένους [*]() τοὺς Αἰγινήτας καθάπαξ, οὐδὲ μὴν ἀκρίτως ὑποδέχονται τοὺς παραγινομένους οὗτοι πάντας, ὡς ὁ Τηλέμαχός φησιν ἐπὶ τῆς Πηνελόπης (υ 131)·

τοιαύτη γὰρ ἐμὴ μήτηρ, πινυτή περ ἐοῦσα· ἐμπλήγδην ἕτερον γε τιμᾷ.