Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. ἔξοχ᾿ ἀνθρώπων: ὅπου γὰρ ἂν ᾖ πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, δυσχερές ἐστι κατὰ τρόπον προνοῆσαι. τοῦτο δέ φησιν, ὅτι φιλόξενοι ὄντες μετὰ κρίσεως παραδέχονται τοὺς ἀφικνουμένους.

c. ἄλλως· γνωμικόν ἐστι τὸ λεγόμενον, τείνει δὲ εἰς τὸν περὶ φιλοξενίας τῶν Αἰγινητῶν λόγον. σημαίνει δὲ τοῦτο· ἐὰν γὰρ ᾖ πολλὰ καὶ πολλαχῇ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι κατὰ τρόπον καὶ οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς. οὔκ εἰσιν οὖν ἄξενοι οἱ Αἰγινῆται, οὐδὲ μὴν ἄνδρα ἀκρίτως παραδέχονται, ὡς ἡ Πηνελόπη (υ 132)·

ἐκπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τ᾿ ἀρείον᾿ ἀτιμήσασ᾿ ἀποπέμπει.

d. δύναται τὸ πολὺ καὶ πολλᾷ ῥέπον κατὰ τοῦ ὄχλου τίθεσθαι· ἐν ᾗ πόλει ἐστὶν ὄχλος, ἐν ταύτῃ τὸν κατοικοῦντα τῶν συμφερόντων τι νοῆσαι χαλεπόν ἐστιν· [ἀπὸ] ἀκριβοῦς γὰρ διανοίας ἔργον ἐστὶ τουτέστι τοῦτο. οὕτως ἐπλήθυναν οἱ Αἰγινῆται ὡς μζ΄ μυριάδας οἰκετῶν κτήσασθαι, ὥς φησιν Ἀριστοτέλης (fr. 472 R.).