Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. ἐκλάρωσεν: ὁ μοιρίδιος ὑμῶν πότμος καὶ ἡ [*]() τύχη ἀπεκλήρωσεν ὑμᾶς κατὰ τὴν γένεσιν τῷ Διὶ, σέ τε, ὦ Τιμόσθενες, καὶ τὸν ἀδελφὸν Ἀλκιμέδοντα.

a. ἐν Νεμέᾳ: ὅτι Νέμεα νενίκηκεν· Ἀλκιμέδων δὲ [*]() Ὀλύμπια· ἀμφότερα δὲ Διὶ ἀνάκεινται.

b. ἐν Νεμέᾳ πρόφαντον: ἐπιφανῆ καὶ ἐπίσημον [*]()ἐποίησεν.

c. ἀμφοτέρους δὲ τοὺς ἀγῶνας τούτους ἀνάπτει τῷ Διὶ, παρόσον καὶ ἡ Ὀλυμπία καὶ ἡ Νεμέα Διός. | καὶ [*]() ὁ Καλλίμαχός φησι (fr. 193)·

Ζηνί τε καὶ Νεμέῃ τι χαρίσιον ἕδνον ὀφείλω.

1.242

[*]()d. πρόφαντον· Ἀλκιμέδοντα δέ: σὲ μὲν ἐπιφανῆ καὶ ἔνδοξον ὁ Ζεὺς ἐν τῇ Νεμέᾳ πεποίηκε, τὸν δὲ Ἀλκιμέδοντα Ὀλυμπιονίκην ἐν τῷ Κρονίῳ λόφῳ.

[*]()Κρόνου λόφῳ: τῇ Ἤλιδι. οἱ δὲ ὅτι ὑπὸ τὸ ὄρος ἐκεῖνο Κρόνος ἵδρυται.

[*]()a. ἦν δ᾿ ἐσορᾶν καλός: καλὸς μὲν ἦν καὶ ὀφθῆναι ὁ Ἀλκιμέδων, οὐ κατῄσχυνε δὲ τὸ εἶδος τοῖς ἔργοις. ἀνεκήρυξε γὰρ τὴν Αἴγιναν τὴν ναυτικὴν κρατήσας καὶ νικήσας πάλῃ.

[*]()a. οὐ κατὰ εἶδος ἐλέγχων: τῷ τῆς πάλης.

b. [ἄλλως·] τὴν εὐμορφίαν, τὸ εἶδος, οὐ κατελέγχων. ὁ δὲ Ὅμηρος (ρ 454) ἐκ τοῦ ἐναντίου· οὐκ ἄρα σοί γε φρένες ἦσαν καὶ εἶδος.

[*]()a. ἐξένεπε: ἀνακηρυχθῆναι ἐποίησεν.

b. [καὶ] ἀνεκήρυξεν ἑαυτὸν Αἰγινήτην τῇ πάλῃ [καὶ] κρατήσας καὶ νικήσας.