Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἀλλ᾿ ὦ Πίσας: πρὸς αὐτὸ τὸ τῆς Πίσης ἄλσος διαλέγεται· ἢ πρὸς τὸ Πάνθειον, ὅπου αἱ ἐλαῖαι φύονται· ἢ πρὸς τὸν τόπον ὅπου οἱ ἀνδριάντες τῶν νικησάντων ἀνάκεινται.

[*]()b. ἀλλ᾿ ὦ Πίσας εὔδενδρον: ἤτοι λείπει τὸ ἔχων ἢ φιλῶν, τὸ τῆς Πίσης ἄλσος, ἵν ᾖ πρὸς τὸν Δία λέγων· ἢ πρὸς αὐτὸ τὸ ἄλσος τῆς Ὀλυμπίας λέγει, ὅπερ [*]() ἀνάκειται τῷ Διὶ τῷ τῆς Πίσης.

c. τὸ εὔδενδρον ἄλσος [*]() τὸ ὂν ἐπὶ τῷ Ἀλφειῷ.

d. ὁ δὲ τρόπος περίφρασις. [*]()

e. τοῦτον τὸν κῶμον καὶ τὸν ὕμνον καὶ τὴν ἐκ τῆς στεφανηφορίας πρόσδεξαι νίκην.

1.241

f. (ἄλσος:) λείπει τὸ ἔχων. [*]()

a. μέγα τοι κλέος: ᾧτινι ἂν τὸ σὸν γέρας παρακολουθήσῃ, [*]()μέγα κλέος αὐτῷ ἐστιν.

b. μέγα τοι κλέος: μεγίστη γὰρ ἐκείνῳ δόξα, ᾧ [*]() ἂν τὸ σὸν κλέος ἐπακολουθήσῃ τὸ ἡδὺ καὶ τερπνόν· ἀγλαία γὰρ ἡ τέρψις.

ἄλλα δ᾿ ἐπ᾿ ἄλλον ἔβαν: οὐ πάντες τὰ αὐτὰ [*]() ἔχουσιν ἀγαθὰ, ἀλλὰ ἄλλος ἄλλα. λέγει ὅτι αὐτὸς ὁ Ἀλκιμέδων Ὀλύμπια νενίκηκεν, ὁ δὲ ἀδελφὸς Τιμοσθένης Νέμεα· διὸ οὐ πάντες πάντων κοινωνοῦσι τῶν ἀγαθῶν.| Ὅμηρος (Δ 320)· [*]()

ἀλλ᾿ οὔ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν.

σὺν θεοῖς: ἀντὶ τοῦ, τῶν θεῶν βουλομένων πολλαὶ [*]() ὁδοὶ γίνονται εἰς τὸ εὖ πράσσειν.

a. ὔμμε δὲ κλάρωσεν: ὑμᾶς μέντοι, ὦ Τιμόσθενες, [*]()ἐκλήρωσε καὶ προσῳκείωσεν ἡ μοῖρα καὶ τὸ δαιμόνιον τῷ Διὶ τῷ γενεθλίῳ· γενεθλίῳ δὲ τῷ τῆς γεννήσεως αἰτίῳ. τοῦτο δὲ εἶπεν ἐπειδὴ νεώτεροι ἐνίκησαν.