Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. δολιχήρετμον δὲ τὴν Αἴγιναν, ὅτι ναυτικοὶ οἱ Αἰγινῆται· ὡς καὶ ἐν τῷ Περσικῷ πολέμῳ δεύτεροι Ἀθηναίων εὑρέθησαν.

[*]()d. ἐξένεπε κρατέων: ἐξηγόρευσεν.

e. ἀνεκήρυξε τὴν ναυτικὴν Αἴγιναν. Ἡσίοδος (fr. 100, 6)·

οἳ δή τοι πρῶτον τεῦξαν νέας ἀμφιελίσσας, πρῶτοι δ᾿ ἱστία θέσαν νεὼς πτερὰ ποντοπόροιο.

[*]()a. ἔνθα σώτειρα: ἐν τῇ Αἰγίνῃ ἀσκεῖται ἡ Θέμις ἡ τοῦ ξενίου Διὸς πάρεδρος.

b. τουτέστι φιλόξενοί εἰσιν, ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν.

c. ἔνθα σώτειρα Διὸς ξενίου πάρεδρος ἀσκεῖται [*]() Θέμις: ἐν ᾗ Αἰγίνῃ ἡ Θέμις ἡ τοῦ Διὸς πάρεδρος ἀσκεῖται καὶ θρησκεύεται. ἐπαινεῖ δὲ αὐτοὺς ὡς φιλοξένους, διὰ τὸ παρὰ τῷ πλῷ κεῖσθαι καὶ πολλοὺς ὑποδέχεσθαι. διὰ τοῦτο εἶπεν ἔξοχ᾿ ἀνθρώπων, | ἵνα ἐξόχως καὶ [*]() ὑπὲρ πάντας ἀνθρώπους εἴπῃ τὴν Θέμιν ἀσκεῖσθαι ἕνεκα φιλοξενίας παρ᾿ Αἰγινήταις· ἐπειδὴ τὸ κεκριμένον τῆς πρὸς ἕκαστον ἀξίας αὐτοῖς προσμαρτυρεῖ. τοῦτο γὰρ μάλιστα ἀξιώματος ἄξιον, τὸ τῶν πλησιαζόντων ἑκάστῳ τὴν πρέπουσαν καὶ πρόσφορον ἑκάστῳ ἀποδοῦναι τιμήν. διὰ τοῦτο οὖν φησι τιμᾶσθαι ἐξόχως τὴν τοῦ Διὸς ξενίου Θέμιν. ἐπειδὴ ἔνθα ἂν ᾖ πολύ τι καλὸν, ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλοξενίας, καὶ ἐπὶ πλεῖστον ἀνθρώπων χρόνον ἢ πλῆθος ἀνθρώπων ἔχοι τὴν ῥοπὴν παραγινόμενον, τοῦτο διακρῖναι καὶ δοκιμάσαι ὀρθῷ λογισμῷ καὶ προσήκοντι, ἵνα ἑκάστῳ τὸ πρέπον παράσχῃ καὶ κατὰ καιρὸν, δύσκολόν ἐστι καὶ δυσανταγώνιστον· ὅπερ Αἰγινῆται ὑπὲρ πάντας κατώρθωσαν.

a. πάρεδρος ἀσκεῖται Θέμις: Ἀσκληπιάδης ἀντὶ [*]() τοῦ τιμᾶται πρὸς τοῦ ξενίου Διός.

b. τουτέστι φιλόξενοί εἰσιν. ἴσως διὰ τὸ ἐμπορεῖον εἶναι τὴν Αἴγιναν· | ὅθεν τὸν [*]() ἐπὶ μεταβολῇ φόρτον Αἰγινητικὸν ἔλεγον καὶ τοὺς παντοπώλας Αἰγινοπώλας.

1.244

[*]()a. ἔξοχ᾿ ἀνθρώπων: ἵνα βεβαιώσῃ τὸ ἐξόχως, ἐπάγει· [*]() ἔνθα γάρ τι πολύ ἐστι καὶ ῥοπὴν ἔχει μεγάλην, | ὡς καὶ ἐν Αἰγίνῃ τὸ τῆς φιλοξενίας, τοῦτο ὀρθῇ διανοίᾳ καὶ ἀσφαλεῖ κεκριμένως εἰπεῖν μὴ ἔξω τοῦ προσήκοντος, ἀλλ᾿ εὐκαίρως, δύσκολόν ἐστι καὶ δυσπαλές.[*]()

[*]()b. ἔξοχ᾿ ἀνθρώπων: ὅπου γὰρ ἂν ᾖ πολὺ καὶ πολλαχοῦ ῥέπειν δυνάμενον, δυσχερές ἐστι κατὰ τρόπον προνοῆσαι. τοῦτο δέ φησιν, ὅτι φιλόξενοι ὄντες μετὰ κρίσεως παραδέχονται τοὺς ἀφικνουμένους.

c. ἄλλως· γνωμικόν ἐστι τὸ λεγόμενον, τείνει δὲ εἰς τὸν περὶ φιλοξενίας τῶν Αἰγινητῶν λόγον. σημαίνει δὲ τοῦτο· ἐὰν γὰρ ᾖ πολλὰ καὶ πολλαχῇ ῥέπειν δυνάμενον, περὶ τοῦ τοιούτου προνοῆσαι κατὰ τρόπον καὶ οἰκονομῆσαι καὶ κατορθῶσαι δυσχερὲς τοῖς πολλοῖς. οὔκ εἰσιν οὖν ἄξενοι οἱ Αἰγινῆται, οὐδὲ μὴν ἄνδρα ἀκρίτως παραδέχονται, ὡς ἡ Πηνελόπη (υ 132)·

ἐκπλήγδην ἕτερόν γε τίει μερόπων ἀνθρώπων χείρονα, τὸν δέ τ᾿ ἀρείον᾿ ἀτιμήσασ᾿ ἀποπέμπει.