Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]() Ἀλκιμέδοντι παλαιστῇ καὶ Τιμοσθένει παλαιστῇ, καὶ Μελησίᾳ παγκρατιαστῇ Νέμεα, Αἰγινήταις νικήσασιν π΄ Ὀλυμπιάδα.
[*]() Ἀλκιμέδοντι παιδὶ παλαιστῇ, καὶ Τιμοσθένει παλαιστῇ Νέμεα. Μελησίᾳ ἀλείπτῃ.
[*]() Ἀλκιμέδοντι παιδὶ παλαιστῇ καὶ Τιμοσθένει καὶ Μελησίᾳ παγκρατιαστῇ.
[*]() Τοῦ η΄ εἴδους ἡ στροφὴ καὶ ἀντίστροφος κώλων θ΄. τὸ α΄ τροχαϊκὸν ἐπίτριτον, ἢ ἐπιχοριαμβικόν. τὸ β΄ ἰωνικὸν ἀπ᾿ ἐλάσσονος, τρίτου παίωνος ἀντὶ ἰωνικοῦ. τὸ γ΄ ἰαμβέλεγος πλεονάζων συλλαβῇ. τὸ δ΄ ἐπιχοριαμβικὸν Πινδαρικὸν, ἢ ἰαμβέλεγος. τὸ ε΄ προσοδιακὸν δίμετρον ὑπερκατάληκτον. τὸ ς΄ προσοδιακὸν τρίμετρον καταληκτικὸν τοῦ ἰωνικοῦ μέσου ὄντος. τὸ ζ΄ δακτυλικὸν πενθημιμερές. τὸ η΄ ἰωνικὸν δίμετρον καταληκτικόν. τὸ θ΄ Εὐριπίδειον.
ἡ δὲ ἐπῳδὸς κώλων ια΄. τὸ α΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον. τὸ β΄ δακτυλικὸν τρίμετρον ἀκατάληκτον. τὸ γ΄ χοριαμβικὸν δίμετρον καταληκτικόν. τὸ δ΄ ἐγκωμιολογικὸν παρὰ τὴν τελευταίαν συλλαβήν. τὸ ε΄ δακτυλικὸν τρίμετρον τελικὸν, ἢ προσοδιακόν. Τὸ ς΄ ὅμοιον τῷ αὐτῷ.
τὸ ζ΄ ὅμοιον τῷ αὐτῷ. τὸ η΄ δακτυλικὸν πενθημιμερές. τὸ θ΄ προσοδιακὸν τρίμετρον ἀκατάληκτον· ὁ πρῶτος ἰωνικὸς ἀπ᾿ ἀδιαφόρου, ὁ δεύτερος χορίαμβος. τὸ ι΄
Inscr.a. Γέγραπται ὁ ἐπινίκιος προηγουμένως τῷ Ἀλκιμέδοντι [*]() παιδὶ παλαιστῇ νικήσαντι τὴν ὀγδοηκοστὴν Ὀλυμπιάδα· μέμνηται δὲ ὁ Πίνδαρος καὶ τοῦ ἀδελφοῦ αὐτοῦ Τιμοσθένους Νέμεα νικήσαντος καὶ τοῦ ἀλείπτου αὐτοῦ Μελησίου, ὥς τινες παγκρατιαστοῦ. τοῖς γὰρ τρισί, φησιν ὁ Δίδυμος, μίαν ᾠδὴν γέγραφε.
Inscr.b. ζητοῦσι δέ τινες διατί ἐν τῷ ἑνὶ τούτῳ ἐπινικίῳ τοὺς τρεῖς ἐνεκωμίασε; καὶ οἱ μέν φασι, διὰ τὸ μὴ καθ᾿ ἕκαστον ἀξιολόγους ἀφορμὰς εὑρηκέναι· οἱ δὲ, ὅτι ἐκ τῆς πόλεως ἦσαν τῆς αὐτῆς οἱ τρεῖς.
a. Ὁ Πίνδαρος πρὸς αὐτὴν τὴν Ὀλυμπίαν ποιεῖται [*]() τὸν λόγον, ὅ ἐστι πρὸς τὴν Πίσαν τὸν τόπον διαλέγεται· καὶ μητέρα αὐτὴν καλεῖ τῆς ἀληθείας, ἐπειδὴ μετὰ πάσης ἀληθείας ἐκρίνοντο οἱ ἀγωνιζόμενοι.
b. Μᾶτερ ὦ χρυσοστεφάνων: μητέρα τῶν ἀγώνων [*]() τὴν Ὀλυμπίαν, οἷον μητρόπολιν, διὰ τὸ ἐπιφανέστατον εἶναι τὸν Ὀλυμπιακὸν ἀγῶνα.
c. χρυσοστεφάνων: ἀντὶ τοῦ καλλιστεφάνων. [*]() Ὅμηρος (Ι 389)·
οὐδ᾿ εἰ χρυσείῃ Ἀφροδίτῃ κάλλος ἐρίζοι.
e. δέσποινα δὲ ἀληθείας διὰ τὸ αὐτόθι τὸ τῶν Ἰαμιδῶν μαντεῖον ὑπάρχειν.
[*]()f. μᾶτερ ὦ χρυσοστεφάνων: ἡ τῆς ἀρχῆς ἐξήγησις οὕτως ἔχει· ὦ Ὀλυμπία μῆτερ τῶν χρυσοστεφάνων ἄθλων.
h. ὡς οὖν λέγομεν μητρόπολιν τὴν πρώτην καὶ ἐνδοξοτέραν πόλιν, οὕτω καὶ ἐνταῦθα μητέρα ἄθλων.