Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. δέσποιν᾿ ἀλαθείας: ὦ δέσποινα τῆς ἀληθείας· ἐπειδὴ τὸ μαντεῖόν ἐστιν ἐκεῖ τὸ τῶν Ἰαμιδῶν.

[*]()b. ἵνα μάντιες ἄνδρες: διὰ τὸ τῶν Ἰαμιδῶν μαντεῖον.

c. τὸ ἑξῆς· ὅπου μάντιες ἄνδρες τοῖς διὰ τοῦ πυρὸς ἱεροῖς σημειούμενοι διαπειρῶνται τοῦ Διός.

d. ἀντὶ τοῦ ἀποπειρῶνται.

[*]()e. ἵνα μάντιες ἄνδρες: ἔνθα, λέγει δὲ ἐν τῇ Ὀλυμπίᾳ, οἱ μάντιες ἄνδρες διὰ τῶν ἐμπύρων θυσιῶν ἀποπειρῶνταί, [*]() | φησι, τοῦ Διὸς περὶ τῶν ἀνθρώπων, εἴ τινα λόγον αὐτῶν ἔχει καὶ φροντίδα.

[*]()a. ἐμπύροις τεκμαιρόμενοι: ἀντὶ τοῦ ἐμπείρων, φησὶ, γινώσκουσι, τίνα ὁ Ζεὺς ἐκ . . . . τῶν ἀνθρώπων τῶν τὴν ἀρετὴν φιλούντων· τὴν δὲ ἀρετὴν καὶ παραμυθίαν τῶν πόνων ζητοῦσιν, οἱ μὲν ἀγαθῶν, οἱ δὲ τῶν κακῶν ἀναβολήν.

[*]()b. παραπειρῶνται: ἡ παρά περισσή· ἔστι γὰρ πειρῶνται.

c. ἢ ἡ παρά ἀντὶ τῆς ἀπό· ἔστι γὰρ ἀπο- πειράζουσιν.

1.239

d. ἀποπειρῶνται οἱ μάντεις καὶ ἐπιζητοῦσι μαθεῖν [*]() διὰ τῶν ἐμπύρων τεκμαιρόμενοι καὶ εὑρίσκοντες τὰ σημεῖα. περὶ ποίων δὲ ἀνθρώπων ἀποπειρῶνται; περὶ τῶν ζητούντων καὶ ἐπιθυμούντων μεγάλην ἀρετὴν κτήσασθαι ἐκ τῆς νίκης καὶ σπουδαζόντων ἀναπνοὴν λαβεῖν ἐκ τῶν κατεχόντων μόχθων.[*]()

a. Διὸς ἀργικεραύνου: ἤτοι παρὰ Διός· ἐνταῦθα [*]() ἡ παρά συναπτέον· ὥστε εἶναι· παρὰ Διὸς ἀργικεραύνου πειρῶνται μεγάλαν ἀρετὰν θυμῷ λαβεῖν μαιόμενοι. ὁ δὲ λόγος· εἰ φροντίζει τῶν ἀνθρώπων ὃ ἡμεῖς λέγομεν ἀποπειρῶνται.

b. ὁ δὲ Ἀρίσταρχος οὕτως· ἀποπειρῶνται εἰ ἀντιποιεῖται περὶ ἀνθρώπων καὶ ἔχει λόγον τῶν ζητούντων ἀρετὴν κτήσασθαι.