Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()b. μὴ κρύπτε κοινόν: κοινὸν λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ ἔνδοξα, ἐξ ὧν πάντες μεταλαμβάνουσιν.

[*]()c. μὴ κρύπτε κοινόν: μὴ ἀπόκρυπτε τὸ κοινὸν καὶ διάδηλον τοῖς πολλοῖς τοῦ Καλλιάνακτος γένος (πρόγονος γὰρ τοῦ νικηφόρου οὗτος ἔνδοξος), ἀλλὰ ὕμνει.

d. κοινὸν σπέρμα λέγει τὸ ἔνδοξον· κοινὰ γὰρ τὰ τοιαῦτα ἐξ οὗ πάντως ἔχει.

e. τὸ συγγενικόν.

[*]()a. Ἐραστεϊδῶν: ὁ νοῦς· σὺν ταῖς τῶν Ἐραστιδῶν

1.235
χάρισι καὶ ἡδοναῖς ἡ πόλις κοινωνεῖ. ὁ δὲ καί σύνδεσμος περιττεύει.

b. Ἐραστεϊδᾶν: Ἐραστείδης πρόγονος τοῦ Διαγόρου, [*]() ἀφ᾿ οὗ καὶ φυλὴ ὁμώνυμος ἐν Ῥόδῳ. φησὶν οὖν ὅτι σὺν ταῖς τῶν Ἐραστειδῶν χάρισι καὶ ἡδοναῖς (τῶν προγόνων δὲ αὐτοῦ λέγει) . . . .· ἐπεὶ καὶ πᾶσα ἡ Ῥόδος πλείστας εὐτυχίας ἐκ τῆς τούτου νίκης ἔχει.

c. σὺν χαρίτεσσι: ἐκ τῶν χαρίτων τῶν Ἐραστιδῶν [*]() ἢ σὺν ταῖς τῶν Ἐραστιδῶν χάρισι κῦδος ἔχει ἡ πόλις καὶ θαλίας. ὥστε τὸν μὲν Καλλιάνακτα πρόγονον εἶναι, Ἐραστίδας δὲ τὴν φατρίαν ἀπό τινος Ἐράστου καλεῖσθαι ἢ Ἐραστέος, ἀπὸ τοῦ Ἐραστεύς.

d. φυλὴ δέ ἐστι τῶν Ἐραστιδῶν ἐν Ῥόδῳ, ἀφ᾿ ἧς ἦν Διαγόρας.

a. ἐν δὲ μιᾷ μοίρᾳ χρόνου: ἐκ τούτου ἐμφαίνει [*]() ὅτι ἄνωθεν αὐτῷ περὶ τὸν οἶκον συμφορὰν συνέβη γενέσθαι, νῦν δὲ ἑτέρως αὐτοῖς πνέει τὰ πράγματα. παραμυθεῖται οὖν αὐτόν.

b. ἐν δὲ μοίρᾳ μιᾷ χρόνου: ἐν τῷ βραχεῖ δὲ [*]() χρόνῳ τὰ πράγματα ἄλλοτε ἄλλως διατίθεται. εἶπε δὲ ἀλληγορικῶς, ὡς πρὸ ὀλίγου τινὸς λυπηροῦ αὐτῷ συμβάντος, καὶ ὅτι λοιπὸν ὀφείλει, ἑτέρας αὔρας τὸ δὴ λεγόμενον πνευσάσης, τέρπεσθαι καὶ ἐν εὐτυχίᾳ πάσῃ καὶ χαρᾷ διαζῆν.

(διαιθύσσουσιν:) ὁρμῶσιν.[*]()

τέλος Διαγόρου πύκτου.[*]()

ὕμνου τέρμα Διαγόρα τοῦ πύκτου.[*]()

τέλος Διαγόρα Ῥοδίου πύκτου.[*]()