Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. καὶ τοὶ γὰρ αἰθούσας: καὶ γὰρ αὐτοί, φησιν, [*]() ἀνέβησαν ἐπὶ τὴν ἀκρόπολιν παραφυλάξαντες τὴν γένεσιν τῆς Ἀθηνᾶς.

b. ἄλσος μὲν τὸ τέμενος εἴρηκεν· ἄπυρα δὲ [ὅτι] μέχρι νῦν οἱ Ῥόδιοι θύουσιν ἀπ᾿ ἐκείνης τῆς ἀρχῆς τῇ Ἀθηνᾷ. καὶ Ἀπολλώνιος ὁ ποιητής (fr. 11 ap. Michaël. diss. Hal. 1875) φησιν ἄπυρα τοὺς Ῥοδίους ἱερὰ θύειν διὰ

1.220
τὴν πρὸς Ἥφαιστον ἕνεκα τῶν γάμων ἔχθραν, ὅτι ἐπεδίωξε τὴν Ἀθηνᾶν βουλόμενος συμμιγῆναι. οὐ μόνον δὲ Ῥόδιοι ἀπύροις ἱεροῖς χρῶνται, ἀλλὰ καὶ Ἀθηναῖοι.

c. ξανθὰν δὲ κατὰ τὴν ἔμφασιν ἔφη ὁ Πίνδαρος νεφέλην τὴν ἔγκυον οὖσαν χρυσοῦ, καθὸ καὶ τὴν ὕδωρ ἔχουσαν ζοφώδη (fr. 302).

[*]()d. αἰθούσας ἔχοντες: καὶ οὗτοι γάρ, φησιν, ἀνῆλθον θῦσαι θέλοντες κατὰ τὴν γένεσιν τῆς θεᾶς κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς, οὐκ ἔχοντες ὑπέκκαυμα. ἔστι γὰρ τὸ ἑξῆς· οὐκ ἔχοντες [δέ].

e. πυρὸς σπέρμα τὸν ἄνθρακα [δὲ] λέγει ἢ τὸν σπινθῆρα.

f. αἰθούσας δὲ τῆς αἰθομένης καὶ λαμπρᾶς καὶ καυστικῆς.

[*]()g. τοὶ γὰρ αἰθούσας: τῆς καυστικῆς, παρὰ τὸ αἴθειν.

h. τὸ δὲ οὔ ἐπίρρημα προσαπτέον τῷ ἔχοντες, ἵν᾿ ᾖ οὐκ ἔχοντες.

i. φλογὸς δὲ σπέρμα, τὸ πῦρ, ὡς καὶ Ὅμηρος (ε 490)· σπέρμα πυρὸς σῴζων.