Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

b. Προμαθέος αἰδώς: τὸ προσκοπεῖν τὸ μέλλον.[*]()

[*]()a. ἐπὶ μὰν βαίνει τι καὶ λάθας: ἐνίοτε δὲ καὶ τοῖς ἀκούουσι τὴν προμήθειαν καὶ προσκοπουμένοις τὸ μέλλον ἐπιβαίνει τι καὶ λήθης ἴδιον νέφος. ἐπὶ δὲ τῶν Ῥοδίων ὁ λόγος, ὅτι καίπερ προδιαστειλαμένου τοῦ Ἡλίου αὐτοῖς θῦσαι τῇ Ἀθηνᾷ κατὰ τὴν γένεσιν καὶ αὐτοὶ μεμνημένοι

1.219
ταύτῃ συντελέσαι, συντελοῦντες τῶν πρὸς τὴν κατασκευήν τι ἔλιπον· ὅ ἐστι τὸ πῦρ.

b. βαίνει τι: ἡ πρόνοια.

c. ἐπιβαίνει γε μὴν καὶ [*]() λήθης τι ἀπροσδόκητον.[*]()

a. λάθας ἀτέκμαρτον: πολλάκις τὴν προμήθειαν [*]() τὸ τῆς λήθης ἀτέκμαρτον νέφος καὶ διέργεται.

b. ἐνίοτε καὶ τοῖς ἔχουσι τὴν προμήθειαν καὶ προσκοπουμένοις ἐπιβαίνει καὶ ἀνθιστᾷ ἕτερον μέρος. ὁ δὲ λόγος περὶ τῶν Ῥοδίων, ὅτι καίτοι καὶ τοῦ Ἡλίου προαναγγείλαντος αὐτοῖς θῦσαι τῇ Ἀθηνᾷ κατὰ τὴν γένεσιν καὶ αὐτοὶ μεμνημένοι ταύτῃ συντελέσαι, τῶν πρὸς τὴν παρασκευήν τι παραλειπόντων.[*]()

a. καὶ παρέλκει πραγμάτων: τῶν πραγμάτων τὴν [*]() ὀρθὴν ὁδὸν ἐκτὸς τῶν φρενῶν παρέλκει ἡ λήθη.

b. παρέλκει πραγμάτων ὀρθὰν ὁδόν: ὁ νοῦς [*]() οὕτως ἔχει· καίτοι γὰρ οἱ Ῥόδιοι προμαθόντες παρὰ τοῦ Ἡλίου τὴν τῆς Ἀθηνᾶς γένεσιν καὶ κατακούσαντες παρ᾿ αὐτοῦ τὸ θῦσαι τῇ θεῷ, παρ᾿ αὐτὴν τὴν ἱερουργίαν τοῦ κυριωτάτου πρὸς τὰς θυσίας ἐπελάθοντο· οὐκ ἔχοντες γὰρ πῦρ ἀνῆλθον εἰς τὴν ἀκρόπολιν, ἔνθα οἱ βωμοί· καὶ ἄνευ πυρὸς θύοντες τὸ ἱερὸν ἐποίησαν τὸ ἐν τῇ ἀκροπόλει.

c. (παρέλκει:) παρατρέπει. [*]()