Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. ἄλσος ἐν ἀκροπόλει: ἄλσος τέμενος εἶπεν.
b. ἄπυρα δὲ μέχρι νῦν θύουσιν οἱ Ῥόδιοι τῇ Ἀθηνᾷ.
[*]()c. ξανθὰν ἀγαγών: εὖ κατὰ τὴν ἔμφασιν ὁ Πίνδαρός, φησιν, νεφέλην ὠνόμασε ξανθὰν, οἷον τὴν ἔγκυον χρυσοῦ· καθάπερ ὅταν ὕδωρ ἔχῃ ὁ ἀὴρ, ζοφώδης ἐστίν.
[*]()a. αὐτὰ δέ σφισιν ὤπασε τέχναν: αὐτὴ δὲ ἡ Ἀθηνᾶ κατὰ πᾶσαν χειρουργικὴν τέχνην τὸ ἄριστον αὐτοῖς [*]() ἀπένειμεν.
b. ὕστερον δὲ οἱ Ῥόδιοι πολλὰ τῶν πρὸς τὸν βίον ἀνηκόντων ἐργαλείων εὗρον.
[*]()a. ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θ᾿ ὁμοῖα: τὰ γὰρ ὑπ᾿ αὐτῶν δημιουργούμενα καὶ ἐργαζόμενα τοιαῦτα καὶ
b. ἄλλως· [*]() ἔργα δὲ ζωοῖσι: παρὰ τὸ Ὁμηρικόν (Σ 418)·
χρύσειαι, ζωῇσι νεήνισιν ἔργ᾿ εἰκυῖαι.
c. κέλευθοι δὲ νῦν τὰ ἐν τῇ πόλει ἄμφοδα.
ἦν δὲ κλέος βαθύ: ἐκ δὲ τούτου βαθὺ κλέος καὶ [*]() πολλὴ δόξα προσῆν αὐτοῖς.