Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

πήματος ἐν μικρῷ: λείπει ἡ ἀντί, ἵν᾿ ᾖ ἀντὶ [*]() πήματος. τοῦτο δὲ εἶπε διὰ τὸν Ἐργοτέλη· | καὶ γὰρ οὗτος [*]() ἐκ πημάτων τῶν περὶ τὴν ἀπόπτωσιν ἀγαθὸν ἔσχε τὴν νίκην.

υἱὲ Φιλάνορος: ὁ λόγος πρὸς τὸν Ἐργοτέλη υἱὸν [*]() ὄντα Φιλάνορος. λέγει δὲ, προδεδηλωκὼς περὶ τῶν συμφορῶν ὅτι φιλεῖ μεταπίπτειν ἐξ ἀγαθῶν μὲν κακὰ, ἐκ κακῶν δὲ ἀγαθὰ, ὅτι καὶ Ἐργοτέλης εἰ μὴ ἐφυγαδεύθη, οὐκ ἂν ἠγωνίσατο.

a. ἅτ᾿ ἀλέκτωρ: τὸν ἀλεκτρυόνα παρέλαβε διὰ τὸ [*]() τὰς τῶν ἀλεκτρυόνων μάχας [καὶ] κατοικιδίας γίνεσθαι καὶ μηδὲν ἄξιον λόγου δρᾶν δημοσίᾳ.

1.354

[*]()b. ἐνδομάχας ἅτ᾿ ἀλέκτωρ: τὸν ἀλέκτορα παρείληφε διὰ τὸ κατοικιδίους ποιεῖσθαι τὰς μάχας τὸ ζῷον τοῦτο καὶ μηδὲν λόγου ἄξιον δρᾶν δημοσίᾳ. θέλει δὲ εἰπεῖν ὅτι εἰ μὴ ἔφυγεν ἐκ τῆς πατρίδος, οὐκ ἂν ἐστεφανώθη.