Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
d. ἄλλως· τὰ ἐναντία [*]() τῇ τέρψει, τουτέστι τὰ ἄδηλα καὶ ἀφανῆ ἀηδῆ.
e. ἄλλως· ἔνιοι δὲ ἐν ζάλαις καὶ πραγμάτων χειμῶσι γενόμενοι [*]() ἐν μικρῷ χρόνῳ μετήμειψαν καὶ μετήλλαξαν εἰς βαθὺ καὶ μέγα ἀγαθὸν παραγενόμενοι.
a. ἀντικύρσαντες: ἀντὶ τοῦ ἐντυχόντες ζάλαις καὶ [*]()τρικυμίαις.
b. ἔνιοι ἐν ζάλαις περιπεσόντες πραγμάτων καὶ χειμῶσιν ἐκομίσαντο ἐν μικρῷ χρόνῳ ἀντὶ τοῦ πήματος βαθὺ ἀγαθόν. ταύτην δὲ τὴν γνώμην λέγει πολλάκις ὁ Πίνδαρος, ὅτι παρὰ μὲν εὐτυχίαν κακὸν ἐμβαίνειν εἴωθε, παρὰ δὲ δυστυχίαν ἀγαθόν. καὶ γὰρ ὁ Ἐργοτέλης φυγαδευθεὶς καὶ ἐπὶ ἆθλον ἀγωνισάμενος ἐνίκησεν.