Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

c. ἄλλως· τί οὖν, φησιν, ὦ τοῦ Φιλάνορος υἱὲ Ἐργότελες; καὶ ἡ σὴ τιμὴ ἀκλεὴς ἂν ἐγένετο καὶ ἀπεμαράνθη ἂν καὶ ἀπώλετο ἡ τῆς ὀξύτητός σου τῶν ποδῶν δόξα, εἴπερ ἐν τῇ τῶν προγόνων σου ἑστίᾳ παρέμεινας ἐκεῖ μόνον ἀγωνιζόμενος ὡς εἴ τις ἀλέκτωρ ἐνοικίδιος τοῖς ἔνδον ὄρνισι μαχόμενος, καὶ μὴ ἡ γεγενημένη στάσις καὶ ὁ πόλεμος ὁ ἐν τῇ πατρίδι σου τῇ Κνωσσῷ στερήσας σε ἦν τῶν οἰκείων καὶ ποιήσας ἀναχωρῆσαι τῆς πατρίδος, ὥστε δυνηθῆναι τὸν Ὀλυμπίασιν ἀγῶνα νικῆσαι.

[*]()a. συγγόνῳ παρ᾿ ἑστίᾳ: ἐν τῇ Κρήτῃ κατοικίδιον [*]() ἂν ἔσχε τὴν ἀρετήν.

b. συγγόνῳ, ἐν τῇ συγγενικῇ, τῇ ἀπὸ προγόνων· Κνώσσιος γὰρ ἦν. λέγει δὲ ὅτι καὶ τὸ δόξαν κακῶς γεγενῆσθαι, τὸ τῆς φυγῆς, τοῦτο αὐτῷ ἀγαθὸν προέβη.

[*]()a. κατεφυλλορόησε ποδῶν: τουτέστιν, ἡ ταχυτής σου ἐμαράνθη· ἀπὸ τῆς τῶν φύλλων φυλλοροήσεως.