Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἔπιπλα*] τὰ ἐλαφρότατα τῶν κτημ⸤άτων⸥ οὕτω φασὶ παρὰ τὸ ἐπιπολά⸤ζειν⸥. ~ ⸤B⸥CφMNΩ

ἀποβάθραν*] κλίμακα, δι’ ἧς ἐπὶ τὸ πλοῖον ἀναβαίνουσι. ~ R

ἔμβαινε κτλ.] βαβαί· μεταξὺ π⸤αι⸥διᾶς καὶ σκωμμάτων ⸤οἷα⸥ ἡμῖν σπουδαῖα π⸤αι⸥δεύματα παρατίθεται ὁ ⸤γενναῖος⸥ οὑτοσὶ καὶ ῥήτωρ ⸤καὶ κωμῳ⸥δὸς καὶ σιλλοποιὸς ἐμ⸤φρόνως⸥ τε καὶ δριμέως τὰ μά⸤ταια τῆς⸥ ἀνθρωπίνης σπουδῆς ἀ⸤ξίως δια⸥σύρων ἐπιτηδεύμα⸤τα⸥. ~ ⸤B⸥ΝΩ

ἐφεστρίδα*] ⸤τὸ⸥ ἐπὶ τοῖς ἱματίοις ⸤ἐπ⸥ίβλημα ἤτοι μαν⸤δύ⸥αν καὶ χλαμύδα καὶ ⸤π⸥όρπην καλουμένην. ~ ⸤B⸥CφΩ

— ] ἐφεστρὶς τὸ φορούμενον ἔξωθεν ἱμάτιον παρὰ τοῖς βασιλεῦσι. ~ R

ἀνεκήρυξεν*] ὡς εὐεργέτην δηλονότι. ~ ΓRφ

ὁ ἔνοπλος] ὁ στρατηγός. ~ φ

ὅσην μὲν τὴν ἀλαζονείαν κτλ.] τὶ ταῦτα τοῖς καθ’ ἡμᾶς μοναχοῖς ἁρμόδια. ~ N

πεντηκόντορος*] ναῦς ὑπὸ ν′ ἀνδρῶν κωπηλατουμένη. ~ ΓRΩ

κινάβραν*] κινάβρα ἐστὶ κυρίως ἡ τῶν τράγων δυσωδία. ἐνταῦθα οὖν μεταφορικῶς λέγει δυσωδίαν τὸ πάντας σιαίνειν. ἴσως δὲ καὶ κινάβραν λέγει τὴν πήραν. ~ ΓBRNΩ

ἀντιθέσεις — βαρβαρισμούς*] τὰ ἐν σχήματι προφ⸤ερόμενα⸥ τῷ λόγῳ χάριτος ἕνε⸤κεν ὡς τὸ οἱ δὲ⸥ δύο σκόπελοι [Hom. μ 73] καὶ τ⸤ὰ παραπλήσια⸥. ~ ⸤B⸥ΝΩ

ἢν* ἰδού] εἴρηται πολλάκις ὡς ⸤ἠθικὸν⸥ καὶ ἀφελὲς κατὰ δεῖ⸤ξιν ἐπί⸥φθεγμα. ~ ⸤B⸥Ν

δεδῃωμένος*] πεπορθημένος. ~ ΓR

χαμαιτυπεῖα*] πορνεῖα. ~ ΓR