Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἐξῳδηκώς*] φυσηθείς. ~ ΓΜΩ

ἐλπίζει] ἀντὶ τοῦ ἐπελπίζει ἤγουν εἰς ἐλπίδας ἐμβάλλει. ~ φMΝΩ

Ὀϊλέως] ὁ τοῦ Αἴαντος πατὴρ τοῦ Λοκροῦ, ὃς ἱστόρηται ὑπέργηρως τελευτῆσαι. ~ φNΩ

ἀμέλησον] τὸ ἐν τῇ συνηθείᾳ λεγόμενον ὑπόμεινον. ~ CMNΩ. Addunt MNΩ: πρωθήβης δὲ τὸ Ὁμηρικόν. ~

παρὰ πάντα τὸν χρόνον*] κατὰ πάντα. ~ M interlin.; M in mg.: ὅμοιον καὶ τῷ ὁπόσας παρὰ τὸν βίον εὐθύνας δέδωκα ἀντὶ τοῦ κατὰ τὸν βίον. ~

ἄνω — ποταμῶν*] παροιμία ἐστὶ λεγομένη, ὅτε τὰ ἐναντία τῶν ὀφειλόντων γίνεται, ἄνω ποταμῶν χωροῦσι πηγαί [Eurip. Med. 410]· αἱ γὰρ τῶν ποταμῶν πηγαὶ οὐδέποτε ἄνω, κάτω δὲ μᾶλλον χωροῦσι. ~ ΓRφΜΩ

νῦν* — ἡ ἅμαξα τὸν βοῦν] ⸤παρο⸥ιμία τῇ ἀνωτέρω ὁμοία ⸤τῇ ἄνω ποταμῶν. λέγονται ⸤δὲ ἄμφ⸥ω ἐπὶ τῶν παρὰ τὴν φύσιν ἀ⸤νεστρ⸥αμμένων τὴν τάξιν· ⸤οὔτε⸥ γὰρ τοῖς ποταμοῖς ἄνω καὶ ⸤κατὰ τῶν⸥ πηγῶν φέρεσθαι φύσις ⸤τὸ ῥε⸥ῖθρον οὔτε τοὺς βόας ἡ ⸤ ⸤ἄμα⸥ξα ἕλκει ἀλλ’ ἔμπαλιν. ~ ⸤B⸥CφMΩ. Addit C: ὁμοία δὲ τούτων ἐστὶ καὶ αὕτη ὁ νεβρὸς τὸν λέοντα. ~

— ] παροιμία λεγομένη ἐπὶ τῶν γινομένων ἐναντίως πραγμάτων. ~ R

ἀποσμυγέντες*] καταγελ⸥ασθέντες. ~ Γ⸤ Γ⸤B⸥

RφΩ — ] ὡραῖον. ~ Γ

Τιθωνόν*] τὸν Τιθωνὸν ἄνθρωπον ὄντα ἥρπασεν ἡ Ἡμέρα καὶ φιλοῦσα αὐτὸν ἐποίησε πολυχρόνιον. ~ ΓRMΩ

— ] τούτῳ τῷ Τιθωνῷ τὴν Ἡμέραν ὁ μῦθος ἐρωμένην ἀποφήνας καὶ πρὸς γάμον συναρμόσας ἐπὶ τὸ μήκιστον τοῦ χρόνου παρέλκει τὸ ζῆν. ~ B

ἐπίτομόν* τινα ὁδόν] ὁδὸν σύντομον. ἐπιεικῶς*] πάνυ. ~ ΓΜ

ὁ νεβρὸς τὸν λέοντα] παροιμία. ~ ΓMΩ. Addunt MΩ: ἐπὶ τῶν μὴ προσηκόντων. ~

— ] καὶ αὕτη ἡ παροιμία ὁμοία ταῖς ἀνωτέρω. ~ φ

— ] καὶ αὕτη ὁμοία ταῖ⸤ς ἀνωτέρω⸥ δυσὶ παροιμίαις· ⸤ ἀναστρο ⸥φῆν φυσικῶν εἰς⸤ ⸥παρὰ τὸ προσἧκο⸤ν πρα⸥γμάτων. ~ ⸤B⸥

κατασοφισθείς*] ἀπατηθείς. ~ ΓΩ

τράπεζα ὑπὲρ τὰς* ἐν Σικελίᾳ] διατεθρύλληται τοῦτο ὡς ἐν παροιμίᾳ Σικελικὴ τράπεζα. λέγεται δὲ καὶ τρυφῆς Συβαριτικῆς ἀπὸ τῆς ἐν Ἰταλίᾳ πόλεως τῆς Συβάρεως. ~ R

⸤ὁ Φάω⸥ν, ὡς λέγουσι, γέρων ⸤ὢν⸥ διεβίβασε τὴν Ἀ⸤ φροδί⸥την. καὶ ἡ Ἀφροδίτη ⸤ἐρασ⸥θεῖσα αὐτοῦ, ἐπειδὴ ⸤ ⸤γέρων⸥ ἦν, μετέβαλεν ⸤αὐτὸν⸥ εἰς νεώτερον. ~ Γ⸤B⸥RCφΩ B ⸥RCφ Ω

Κόδρου* δὲ εὐγενέστερος] Μέλανθος Πύλιος ὢν ἀπὸ Πύλου — νῆσος δὲ αὕτη τῆς Πελοποννήσου — εἰς Ἀθήνας ἐλθὼν πολέμου καταλαβόντος ἐμονομάχησε Ξάνθῳ τῷ Βοιωτῷ ὑπὲρ Ἀθηναίων ἐπὶ μισθῷ τῇ βασιλείᾳ τῶν Ἀθηναίων καὶ νικήσας ἐβασίλευσεν. τούτου δὲ υἱὸς ὁ Κόδρος. ~ ΓRφΩ. Addit R: ἐπ’ εὐγενείᾳ διαβόητος. ~