Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἤ μ’ ἀνάειρ’ ἢ ἐγὼ* σέ ] Ὅμηρος [Ψ 724] εἰσάγει παλαίοντας Ὀδυσσέα καὶ Αἴαντα. φησὶν οὖν Αἴας πρὸς Ὀδυσσέα ἢ κούφισόν με ἢ κουφίζω σέ . αἰνίττεται οὖν ὁ Λουκιανὸς διὰ τοῦ στίχου ὡς τοῦ Ἀριστέου λέγοντος ἢ κούφισόν με ἢ κουφίζω σέ, τουτέστιν ἢ προκόμισόν με ἢ προκομίζω σέ . ~ ΓRφΩ

ἀπὸ τῶν ὀνειράτων*] ὅτι οἱ Χαλδαῖοι δι’ ὀνειράτων ἐμαντεύοντο. ~ RBCNΩ

ἀπὸ Σικυῶνος* ἐς Κίρραν] ὅτι καταντικρὺ Κίρρας ἐν τῷ Κορινθιακῷ κόλπῳ ὁ Σικυών. ἡ δὲ Κίρρα ὄρος ὀξὺ ⸤κατὰ τὴν⸥ Φωκίδα, ὅπου νῦ⸤ν τὸ⸥ Χρυσίον φασίν. ~ ⸤Β⸥RφΝΩ

εὖ ἐποίησαν: καὶ τοῦτο Ἀττικὸ⸤ν τὸ⸥ τὴν ἐνέργειαν ⸤ἐπὶ τοῦ⸥ πάθους λαμβά⸤νειν⸥. ~ ⸤B⸥NΩ

— ] τὸ δὲ εὖ ἐποίησαν ἀντὶ τοῦ εὖ ἔπαθον Ἀττικόν. ~ φ

ἐκ κοτίνου*] ἐξ ἀγριελαίου. ~ B

στέγειν*] δέχεσθαι, βαστάζειν. ~ Γ

αἱ τοῦ Δαναοῦ*] Δαναὸς ἔσχε ν′ θυγατέρας. αὗται ἔλαβον ἄνδρας ν′ υἱοὺς τοῦ Αἰγύπτου· αἵτινες ἐν μιᾷ νυκτὶ τοὺς ἰδίους ἄνδρας ἐφόνευσαν καὶ διὰ τοῦτο μετὰ θάνατον κατεδικάσθησαν εἰς τετρημένον πίθον ἀντλεῖν, ἵνα τοῦτον γεμίσωσιν. ~ ΓRφΩ

καὶ ἑαυτῷ ἐπεμέμφετο τῆς τόλμης] καὶ αὑτὸν ᾐτιᾶτο τῆς τόλμης. ~ φ

κυμβία*] κυμβίον εἶδος ποτηρίου παραπλησίως τῷ σχήματι πλοίῳ καὶ καλεῖται κύμβη. ~ R

— ] κυμβίον εἶδος περικεφαλαίας καὶ ἐκπώματος. ~ M

ἀμφότεροι* διαπαρέντες] ⸤σημείωσαι τὸ σχῆμα⸥· ὤφειλε γὰρ ἀμ⸤φοτ⸥έρων διαπαρέντων. ~ ⸤B⸥RφΜΩ

σάρισσαν*] λόγχην Μακεδονικήν. ~ ΓRCφM

— ] ⸤τὸ ἐ⸥ν τῇ συνηθείᾳ ⸤μέ⸥ναυλον. ~ ⸤B⸥RCφΝΩ

ἀκροποδητί*] ἄκροις ποσίν. ~ ΓM

ξεναγός*] ὁ ξένους στρατιώτας συνάγων καὶ μισθῶν αὐτοὺς εἰς τὸν πόλεμον τῷ βουλομένῳ. ~ ΓRφΩ

ἥτις μου κατεδίκασεν] εἰς τὴν Ἀθηνᾶν ἀποτείνεται· αὕτη γάρ, ὡς λέγουσιν, ἐποίησεν αὐτὸν ἡττηθῆναι. ~ ΓRΩ