Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

καπνὸς* ἀτεχνῶς ποιητικὸς κτλ.] ἀντὶ τοῦ οὐδέν, εἰ μὴ μόνον ψόφος ποιητικῶν ὀνομάτων. ~ ΓVMΩΔ

θερμουργός: ὁ παρακεκινημένος καὶ πάντολμος. ~ Γ2CVMΩΔ

πολλὰ* κατὰ τῶν ἀδίκων κτλ.] εἴ ποτε ἄλλοτε, μάλιστα νῦν τούτων χρεία τῶν ἀποδυσπετημάτων. ~ VΩΔ

οἱ σεισμοὶ δὲ κοσκινηδὸν κτλ.] καταλλήλως καὶ ἄγαν προσφυῶς ἑκάστῃ πληγῇ τὴν ἔκβασιν ἐπιφέρει. ~ VΩΔ

ἕν* τι κιβώτιον] ὡς ἐπὶ τοῦ Νῶε ὁ κατακλυσμὸς γέγονε. ~ V

— ] οἶμαι τὸν κατακλυσμὸν καὶ τὴν κιβωτὸν διαπαίζει. ~ M

Λυκωρεῖ*] ὄρος τὸ παρ’ ἡμῖν καλούμενον Ἀραράτ. ~ M

οἱ* δέ] ὁμοία ἡ σύνταξις αὕτη τῇ ἐν τῇ ⸤ἱερᾷ τοῦ εὐαγγελίο⸥υ Ματθαίου [28, 17] συγγραφῇ τ⸤ῇ οἱ⸥ δὲ ἐδίστασαν· ⸤ἀντὶ γὰρ τοῦ⸥ τινές τὸ οἱ δέ κεῖται. ~ ⸤Γ2⸥CVMUΩ

βοηδρομήσαντες: ἀντὶ τοῦ μετὰ βοῆς δραμόντες. ~ ΔV

Φαέθοντες*] τὴν ἐκπύρωσιν διὰ τοῦ Φαέθοντος ὑποδηλοῖ, ὥσπερ διὰ τοῦ Δευκαλίωνος τὸν κατακλυσμόν. δοκῶ ⸤δέ μοι⸥ καὶ τὴν θείαν γραφὴν μὴ ἀνεπισήμαντον τῆς ἐκπυρώσεως διατελεῖν ἀλλὰ διὰ ⸤Σοδόμων⸥ ὑποφαίνειν. ~ ⸤Γ2⸥VMUΩΔ

Ἐπιμενίδην*] ὁ Ἐπιμενίδης Κρὴς ἦν χρησμολόγος, οὗ καὶ τὸ Κρῆτες ἀεὶ ψεῦσται λόγιον. λέγεται δὲ ἑξήκοντα ἔτη ὑπνώσαντα οὕτω μετὰ ταῦτα ἀναστῆναι παραλλάττοντα καὶ κεκινημένον τὴν διάνοιαν καὶ πρὸς χρησμολογίαν τὸ ἐντεῦθεν λοιπὸν ἀπιδεῖν. ~ Γ2CVΜUΩΔ

ἐκ τῆς Οἴτης* ἐναυσάμενος] ἡ Οἴτη ἐστὶ μὲν τῆς Φωκίδος ὄρος ὑψηλόν, οὐ μέντοι καὶ πεφυκὸς φλόγας ἀνιέναι. πῶς οὖν τοῦτο λέγει νῦν; ἔοικέ μοι, διότι ἐκεῖ Ἡρακλῆς τὸ τελευταῖον κατ’ ἰδίαν ἀξίωσιν ὑπὸ Φιλοκτήτου ὡλοκαυτώθη. ~ ΓVMΩΔ

πιναρός*] ἀντὶ τοῦ ῥυπῶν. ~ ΔV

Διάσια*] ἑορτὴ Ἀθήνησιν οὕτω καλουμένη, ἣν εἰώθεσαν μετὰ στυγνότητός τινος ἐπιτελεῖν θύοντες Διὶ τῷ Μειλιχίῳ.

ἔοικε δὲ καὶ τοὔνομα ταύτῃ ἀπὸ τοῦ διασιαίνειν τεθεῖσθαι. ~ ⸤Γ⸥VΩΔ. Addit Δ : διασιαίνειν δέ ἐστι τὸ ἀπο τρέπεσθαι τὰς ἀνίας. ~

οὐ παροπτέος] ἀντὶ τοῦ οὐ δεῖ παρόψεσθαι. ~ M

κατεαγμέναι] συντεθλασμέναι. ~ M

ἐπὶ τὸν σοφιστήν] ἀντὶ τοῦ κατὰ τοῦ σοφιστοῦ. ~ M

ὑπερέσχε] ὑπεράνω αὐτοῦ ἔθηκε. ~ M

Ἀνάκειον*] τὸ τῶν Διοσκούρων ἱερὸν Ἀνάκειον ἐκαλεῖτο· Ἄνακες γὰρ αὐτοὶ παρ’ Ἕλλησιν ἐκαλοῦντο. ~ VΓ2MΩΔ

οἷον ἦν κτλ.] ὡραῖον. ~ Δ

εἶναι] τινά δηλονότι. ~ M

αὐτίκα] ἀντὶ τοῦ συντομώτατα. ~ M

καταστήσεται] γενήσεται. ~ M

ἐπιστρέψας] εἰς ἑαυτὸν ἐπισπασάμενος. ~ M

ἐξεφόρει*] ἀπήντλει, ἐξέφερεν. ~ Δ

δικράνοις*] δίκρανα πτύα τινὰ οὐ συνεχῆ ἀλλὰ διῃρημένα τά, οἷς ἐφάπτονται τοῦ σωροῦ, ἢ κατὰ δύο ἢ κατὰ τρία. τούτοις δὲ καὶ λικμῶσιν ἐν ταῖς ἄλῳς. ~ VΓ2CMΩΔ

λάριοι] λάριον, ἀντὶ τοῦ ἡδεῖς καὶ συμποτικοί. ἐνδέχεται δὲ καὶ λάροι γράφεσθαι, ἵν’ ἦ οἱ ἁρπακτικοί, ἀπὸ μεταφορᾶς τοῦ ὀρνέου. ~ Γ2MΔ

— ] ἀντὶ τοῦ οἱ ἡδεῖς. ~ VΩ

ἀγαπάτωσαν : ἀντὶ τοῦ ἀρκείσθωσαν. ~ Γ2VΩ

προαιρεῖσθαι] προτιμᾶν. ~ M

συνεσπακώς] κάμψας, συναγαγών. ~ M

ἀποδράσεσθαι παρ’ αὐτῶν: ἀντὶ τοῦ ἐξ αὐτῶν. ~ CΓ2 VΩ

ἐπικαλεῖν] ἤγουν ἐγκαλεῖν. ~ M

ὦ Ζεῦ, πρὸς τοῦ Διός: παίζει πρὸς τοὺς ῥήτορας οὕτω συνεχῶς κεχρημένους. ἢ καὶ ἠθικὸν τοῦτο ποιεῖ καὶ ἁπλοϊκόν. ~ ΔVΩ

ἐπ’ ἀρότῳ*] ἀντὶ τοῦ ἐπὶ σπορᾷ. ~ ΔM

τῇ Θεσμοφόρῳ: τῇ Ἑστίᾳ· ἐπαρθενεύοντο γὰρ αἱ ἱέρειαι αὐτῆς πανταχοῦ. ~ CVΩΔ

λαφυσσόμενος* καὶ ἐξαντλούμενος] ἀντὶ τοῦ λαφύσσεσθαι καὶ ἐξαντλεῖσθαι παραχωρούμενος. ~ VΓ2 MΩΔ

ἀφαιρούμενοι* παθητικῶς ἀκουστέον ἀφαιρούμενοι ἀντὶ τοῦ στερούμενοι. ~ VΓ2MΩΔ

Δαναΐδων*] Αἴγυπτος καὶ Δαναὸς ἤστην μὲν ἀδελφώ, γεγόνασι δὲ πατέρες ὁ μὲν ν′ υἱῶν, ὁ δὲ ν′ θυγατέρων ὁ Δαναός. γημάμεναι δὲ τοὺς ἄρρενας αἱ θήλειαι καὶ φόνον ἀνόσιον κατ’ αὐτῶν μελετήσασαι ἅπαντας ἐν μιᾷ νυκτὶ παρὰ τὸν καιρὸν τῆς συνουσίας διεχρήσαντο τὴν ἅπασαν ἀρχὴν τῷ ἑαυτῶν πατρὶ κατακτώμεναι. ἔνθεν τοι καὶ ταύτην ἔλαχον ἐν Ἅιδου τιμωρίαν εἰς τετρυπημένον πίθον ἀντλῆσαι. ~ Γ

τοῦ ἐπιρρέοντος*] τῆς ἐπιρροῆς. ~ VΩ

καὶ ἐς τὸ ἅπαξ ἀναπεπταμένον: ἀντὶ τοῦ διόλου. ~ Γ2VΜΩΔ

ὑποσκάζεις κτλ.] ὡραῖον. ~ ΓV

ὕσπληξ] ὅτι καὶ τὸν συνέχοντα τὰς κιγκλίδας μοχλόν, ὃν ἀρτίως λάμναν φασίν, ὕσπληγα καλεῖ. ~ Γ2VMΩΔ

πρίασθαι βρόχον*] εἰς τὸ δι’ ἀπορίαν βίου ἀνάψαντας ἑαυτοὺς ἀπολῦσαι τοῦ ζῆν. ~ Γ2VMΩΔ

χρυσόχειρες*] ἢ τοῖς δακτυλίοις περιαυγαζόμενοι τοῖς χρυσοῖς ἢ δι’ εὐπορίαν ὑπερβάλλουσαν χειροπληθῶς τὸν χρυσὸν

διασπείροντες. ~ Γ2VMΔ. Addit Γ2: ἤ, ὅπερ ἐστὶν ἀληθές, ἐνυφασμένον αὐτὸν ἐν ταῖς ἐσθήσεσιν ἔχοντες. ~

Πλούτων* — ἅτε πλουτοδότης] αἰνίττεται εἰς τοὺς ἀπὸ τῶν τελευτώντων πλουσίων διαδεχομένους τὸν κλῆρον. ταύτῃ τοι καὶ ὑπὸ τοῦ Πλούτωνός φησιν αὐτοὺς τὴν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττω λαγχάνειν μεταβολήν. ~ VΓΩΔ

δέλτον*] δέλτος καὶ τὸ ἐν εἰλήσει βιβλίον καλεῖται. ~ VΜΩΔ

ἐμὲ δὲ οἱ ἐπελπίσαντες — c. 26 εὐδαιμονεῖν οἴεσθαι] ὡραῖον ὅλον τὸ χωρίον. ~ Δ

ἀφαιρεθῇ*] τὸ ἀφαιρεθῇ καὶ τὸ τμηθῇ καὶ τὸ ἀνακηρυχθῇ σχῆμά ἐστι τὸ παρὰ τοῖς ῥήτορσιν ἰσοκατάληκτον λεγόμενον, ὅ καὶ πάρισον λέγεται. ~ Δ

Πυρρίου κτλ. ] οἰκετικὰ ταῦτα παρὰ τοῖς παλαιοῖς ὀνόματα. ~ ΓVMΔ

ἐκ μυχοῦ κτλ.] σημείωσαι. ~ Γ

ἀπειρόκαλος*] σημείωσαι, πῶς ἐχρήσατο. ~ ΓVΔ

— ] ἀντὶ τοῦ ἄπειρος τοῦ καλοῦ. ~ VMΩΔ

μαστιγοῖ κτλ.] ὡραῖον. ~ ΓV

ἐπιθυμήσας κτλ.] σημείωσαι. ~ Δ

καὶ πρὸ πολλοῦ κτλ.] ὡραῖον. ~ ΓV

δυσέρωτας] δυσέρωτες μὲν οἱ ἄγαν ἐρῶντες, ἀνεπαφρόδιτοι δὲ οἱ ἠλίθιοι καὶ προβατώδεις οἶμαι· καὶ αὖ πάλιν [c. 27] ἐράσμιος ὁ ἔρωτα ἐμποιῶν, ἀνέραστος δὲ τοὐναντον. ~ Δ

ἐς βαθυκήτεα πόντον] τὸ Θεόγνιδος [175] διαπαίζει. ~ VSΩΔ