Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

αὐτοπρόσωπον] ἀντὶ τοῦ αὐτόχρημα. ~ V

ἀμβλυώττοντες τὰ τηλικαῦτα: ἀντὶ τοῦ μὴ ἔχοντες ἤτοι μὴ δυνάμενοι βλέπειν τοσαῦτα μεγέθη τῶν κακῶν. ἢ συν

ὑπακουστέον τὴν εἰς πρόθεσιν, ἵν’ ᾖ ἀμβλυώττοντες εἰς τὰ τηλικαῦτα οἱονεὶ σκοτοδινιῶντες, τὸ ἀκριβὲς τοῦ βλέπειν ἀπολωλεκότες. ~ ΔVM

τῦφος διὰ τὸ οἱονεὶ ἐκκεκαυμένον χωρίον ἐξηρημῶσθαι τὸν ἑαλωκότα τῷ πάθει τούτῳ τῶν βελτίστων φρενῶν καὶ μηδ’ ὅποι ἰέναι συμφερόντως ἑαυτῷ ἐπιστάμενον, παρ’ ὅ καὶ τῦφος εἴρηται τὸ πάθος· τύφω γὰρ τὸ φλέγω καὶ καίω φασίν. σύνδρομον τούτῳ καὶ ἡ ἄνοια· ἀνοηταίνουσι γὰρ οἱ τῷ τύφῳ σεσαγηνευμένοι τῷ μὴ εἰδέναι ἔχειν, οἷ χρήσονται ἑαυτοῖς. ἐπὶ τούτοις ἡ ἄκαιρος ἐπεισέρχεται μεγαλοψυχία τῇ ἀπὸ τοῦ πλούτου περιττότητι τὸ δῆθεν ὑποδυομένη φιλάνθρωπον. ἀλλά γε δὴ καὶ μαλακία συνέστιον αὐτοῖς ἐκβιάζεται τιθέναι ἑαυτήν, τὴν θρύψιν τε καὶ θηλύτητα διὰ τὴν εὐπορίαν προβαλλομένη. σύμμαχοι ταύταις λοιπὸν ὕβρις τε καὶ ἀπάτη, τῆς μὲν τῶν ἄλλων διὰ τὸν πλοῦτον ὑπερφρονεῖν ἐχούσης, τῆς δὲ τὸ παράλογον τῆς οἰήσεως κρατύνειν ἀναπειθούσης καὶ ὡς καλῷ τε καὶ σωτηρίῳ τούτῳ προσανακεῖσθαι. ~ ⸤Γ2 ⸥VMΔ

τὸ ποῖον*] ἀτελὴς ὁ λόγος αὐτῷ τῷ τοῦ δράματος ἔθει. πολλὰ δὲ τοιαῦτα τῇ κωμῳδίᾳ. ~ Δ

Ὑπερβόλῳ: Ὑπέρβολος οὗτος, ὡς Ἀνδροτίων [fr. 48. F. H. G.I p. 376 MϋIler] φησίν, Ἀντιφάνους ἦν Περιθοίδης, ὅν καὶ ὠστρακίσθαι διὰ φαυλότητα. ὁ δὲ αὐτὸς καὶ λυχνοποιὸς ἦν καὶ ἐλυχνοπώλει, ὡς Ἀνδοκίδης [fr. 5. ed. II p. 109 Blaβ] ἱστορεῖ, ὅς καὶ ξένον αὐτὸν εἶναι καὶ βάρβαρον βούλεται. ἐπὶ τούτου δὲ καὶ τὸ ἔθος τοῦ ὀστρακισμοῦ κατελύθη, ὡς Θεόφραστος ἐν τῷ Περὶ νόμων [om. Wimmer] λέγει. Πολύζηλος δὲ ἐν Δημοτυνδάρεῳ [fr. 5. C. A. F. I 791 Κ.] Φρύγα αὐτὸν εἶναί φησιν εἰς τὸ βάρ

βαρον σκώπτων. Πλάτων δὲ ὁ κωμικὸς ἐν Ὑπερβόλῳ [fr. 170. C. A. F. I 645 K.] Λυδὸν αὐτόν φησιν εἶναι Μίδα γένος, καὶ ἄλλοι ἄλλως. ἔστι δὲ τῇ ἀληθείᾳ Χρέμητος, ὡς Θεόπομπος ἐν τῷ Περὶ δημαγωγῶν [fr. 102. F. H. G. I p. 294 Mϋller]. Κρατῖνος δὲ ἐν Ὧραις [fr. 262. C. A. F. I 91 Κ.] ὡς παρελθόντος νέου τῷ βήματι μέμνηται καὶ παρ’ ἡλικίαν καὶ Ἀριστοφάνης Σφηξὶ καὶ Εὔπολις Πόλεσι [fr. 238. C. A. F. I 322 K.]. Θεόπομπος δὲ πάλιν ἐν δεκάτῳ Φιλιππικῶν [fr. 103. F. H. G. I 294 Mϋller] ἐν Σάμῳ φησὶν ἐπιβουλευθέντα ὑπὸ τῶν Ἀθήνηθεν ἐχθρῶν ἀναιρεθῆναι, τὸ δὲ νεκρὸν αὐτοῦ εἰς σάκκον βληθὲν ῥιφῆναι εἰς τὸ πέλαγος. ~ Γ2VΔ

Κλέωνι] Κλέων δημαγωγὸς ἦν Ἀθηναίων προστὰς αὐτῶν ἑπτὰ ἔτη, ὅς πρῶτος δημηγορῶν ἀνέκραγεν ἐπὶ βήματος καὶ ἐλοιδορήσατο, θρασὺς ὢν καὶ οὕτως, ὥστε, καθὼς Θεόπομπος [fr. 99. F. H. G. I 294 Müller] ἱστορεῖ, συνεληλυθότων Ἀθηναίων παρελθεῖν εἰς τὴν ἐκκλησίαν στέφανον ἔχοντα καὶ κελεῦσαι αὐτοὺς ἀναβαλέσθαι τὸν σύλλογον — τυγχάνειν γὰρ αὐτὸν θύοντα καὶ ξένους ἑστιᾶν μέλλοντα — καὶ διαλῦσαι τὴν ἐκκλησίαν. δωροδόκος δὲ εἰς ὑπερβολὴν ὑπῆρχε καὶ τοῦτο δηλοῖ αὐτοῦ ἡ γραφεῖσα ἀπ’ αὐτοῦ Μυτιληναίοις ἐπιστολή· ὕστερον δὲ Μυτιλήνης ἁλούσης ὑπὸ Πάχητος τοῦ στρατηγοῦ τὴν μὲν ἔμπροσθεν ἡμέραν συμπεῖσαι τὸν δῆμον, ὡς χρὴ Λεσβίων ἀπάντων πλὴν Μηθυμναίων τοὺς μὲν ἡβῶντας ἀποκτεῖναι, παῖδας δὲ καὶ γυναῖκας ἀνδραποδίσασθαι, καὶ τὸ ψήφισμα τοῦτο ἀποστεῖλαι ἐπὶ τῆς Παράλου· τῆς δὲ νυκτὸς τῆς ἐπιούσης

ἐλθόντων ὡς αὐτὸν τῶν ἐπιδημούντων Ἀθήνησι Λεσβίων καὶ δέκα ταλάντοις αὐτὸν ἀργυρίου μετελθόντων μεταπεῖσαι πάλιν τὸν δῆμον καὶ τριήρη ἄλλην ἀποστεῖλαι ἀναιροῦσαν τὸ ψήφισμα. οὕτω Θουκυδίδης [3, 36 sq.]. ἐπέστη δὲ καὶ τῇ πρὸς Λακεδαιμονίους εἰρήνῃ, ὡς Φιλόχορος [fr. 106. F. H. G. I p. 401 Mϋller] καὶ Ἀριστοφάνης [cf. Vesp. 665 cum schol.] προσθεὶς ἄρχοντα Εὔθυνον. Ἀριστοτέλης δὲ ἐν Πολιτείᾳ [XXVIII 3] καὶ περιζωσάμενον αὐτὸν λέγει δημηγορῆσαι, εἰς τὴν θρασύτητα αὐτοῦ ἀποσκώπτων. τὰ δὲ ὑπὸ ⸤ τὴν ὄψιν⸥ ἦν ἀργαλέος καὶ μάλιστα τὰς ὀφρῦς, ὡς Κρατῖνος Σεριφίοις [om. Kock]. εἶχε δὲ καὶ φωνὴν μεγάλην· Ἀριστοφάνης Σφηξὶν [36] ἐπ’ αὐτοῦ
ἔχουσα φωνὴν ἐμπεπρημένην ὑός
. βυρσοδέψην δὲ αὐτὸν λέγεσθαι Ἰδομενεὺς [om. Mϋller] ἤτοι ὡς βυρσοδέψου υἱὸν ἢ ὡς αὐτοῦ ἔτι παιδὸς τὸ ἐπιτήδευμα μεταχειρισαμένου. ἐκωμῳδεῖτο δὲ καὶ ἐπὶ μανίᾳ, ὡς Κρατῖνος Σεριφίοις [om. Kock]. ἐξέπλευσε δὲ καὶ στρατηγὸς ἐπ’ Ἀμφίπολιν, ⸤ ἔνθα καὶ ἐ⸥τελεύτα νικηθεὶς ὑπὸ Βρασίδου ἐπὶ ἄρχοντος Ἀμεινίου. ~ ⸤Γ2⸥V

πλοῦτος ὁ ἐμὸς κτλ. ] ὡραῖον. ~ Γ

ἀνέξομαι] ἀντὶ τοῦ βαστάσω· τὸ γὰρ ὑπομένω γενικῇ συντάσσεται. ~ M

ἀνέξομαι κτλ.] οὐ πρὸς τὸ ἀνέχομαι, πρὸς δὲ τὸ λέγοντα ἡ σύνταξις. ~ Γ2M

— ] σκόπει, πῶς ἐνήλλαξε τὴν σύνταξιν, οὐ πρὸς τὸ ἀνέξομαι ἀποδοὺς τὴν πτῶσιν, ἀλλ’ αἰτιατικὴν ἐπενέγκας οἷον ὀλίγα λέγοντά σε. ἴσως δὲ τὸ ἀνέξομαι ἀντὶ τοῦ προσδέξομαι ἢ παραχωρήσω προσελήφθη. ~ VMΩΔ

ὑπεκστήσομαι*] ἀποστήσομαι. ~ Δ

Κορύβαντες*] οὐ μάτην τοὺς Κορύβαντας ἐπὶ τῇ ἐκπλήξει ἐμβοᾶται, ἀλλ’ ὡς ἐπὶ παραδόξῳ καὶ μανιώδει δῆθεν τῷ συγκυρήματι. ~ VΩΔ

— ] διὰ τὸ παράδοξον καὶ τεράστιον τοῦ θησαυροῦ τοὺς Κορύβαντας ἐπικαλεῖται. ~ Γ2M

ἄνθρακας εὕρω ἀνεγρόμενος*] κατὰ τὸ ὑπὸ τῶν πολλῶν τερατευόμενον. ~ ΓVMΔ

ἐπίσημον] ἀντὶ τοῦ κεχαραγμένον. ~ Δ

Ἐλέου* βωμός] ἵδρυτο γὰρ παρ’ Ἀθηναίοις Ἐλέου βωμὸς ἐπὶ συμπάθειαν καὶ φιλανθρωπίαν αὐτοὺς καλῶν. ~ VΓ2CΜΩΔ

Πανί*] ἐπὶ ταῖς ἐσχατιαῖς γὰρ καὶ τοῖς ἐρημοτέροις τῶν χωρίων εἰώθεσαν Ἕλληνες τὸν Πᾶνα ἱδρύεσθαι. ~ VCΩΔ

ἀποφράς*] ἦσαν παρ’ Ἕλλησιν ἡμέραι ἀπραξίαν εἰσηγούμεναι παντὸς καὶ ἀργίαν, ἃς ἀποφράδας ἐκάλουν. ἐν ταύταις οὐδὲ προσεῖπεν ἄν τίς τινα οὐδὲ καθάπαξ φίλος ἐπεμίγνυτο φίλῳ· ἀλλὰ καὶ τὰ ἱερὰ ἀχρημάτιστα ἦν αὐτοῖς. ἐτελεῖτο δὲ ταῦτα κατὰ τὸν Φεβρουάριον μῆνα, ὅτε καὶ τοῖς καταχθονίοις ἐνήγιζον. καὶ πᾶς οὗτος ὁ μὴν ἀνεῖτο τοῖς κατοιχομένοις μετὰ στυγνότητος πάντων προϊόντων ἕτερον τρόπον, ὃν καὶ τὰ Διάσια στυγνάζοντες ἦγον Ἀθηναῖοι. ἐντεῦθεν καὶ πάντα τινὰ τῶν ἀπαισίων ἀποφράδα ἐκάλουν, οἱονεὶ ὃν μηδὲ φράσαι μηδὲ προσειπεῖν ἄξιον νομίσαι δι’ ὑπερβάλλουσαν κακίαν. ~ VΓ2MΔ. Addit Γ2: ἐν τῷ κατὰ Τιμάρχου λόγῳ οὗτος αὐτὸς ὁ Λουκιανὸς τί ἐστιν ἀποφρὰς πάνυ σαφῶς δηλοῖ [Pseudol. s. De apophr. c. 1 sq.]. ~

ἢ τό* γε κτλ.] ἀντὶ τοῦ ἢ τοῦτο μόνον παρανομήσωμεν, ἢ ἀντὶ τοῦ βραχὺ ἢ ὀλίγον παρανομήσωμεν. ~ ΓVMΩΔ

ἴσχαιμον*] ἐπέχον τὸ αἷμα. ~ VMΔ

ἀναφαλαντίας] ἤγουν ὁ φαλακρός. ~ M

καὶ ὅπως κτλ.] προσυπακουστέον τὸ μέμνησο Ἀττικῇ συνηθείᾳ. ~ VΜΩ

καίτοι σύ γε κτλ.] ὡραῖον. ~ V κατέαγα κτλ.] ὡραῖον. ~ Γ

— ] Ἀττικὴ ἡ σύνταξις τὸ κατέαγα τοῦ κρανίου, ὡς Ἰουστῖνός φησιν. ~ Γ2M

— ] καὶ τοῦτο Ἀττικόν· αὐτοὶ γὰρ ἀεὶ ἐπὶ μέρους εἰώθασι λέγειν, ἔφαγον τοῦ ἄρτου, ἔπιον τοῦ οἴνου, οὕτως οὖν καὶ κατέαγα τοῦ κρανίου. ~ CVΜΩΔ

γινόμενον*] ὀφειλόμενον. ~ S

τὸ μέγα ὄφελος κτλ.] ὡραῖον. ~ Γ

μιᾶς ἡμέρας κτλ.] σημείωσαι. ~ Γ

ἐθεώρησα*] ἀντὶ τοῦ θεωρὸς ἐγενόμην. ~ S

Ἡλιαίᾳ*] δικαστήριον Ἀθήνησιν ἡ Ἡλιαία εἰς ὕπαιθρον προκαθημένων τῶν δικαστῶν, παρ’ ὃ καὶ Ἡλιαία ἐκαλεῖτο, παρὰ τὸ ἡλιοῦσθαι τοὺς ἐκεῖ ἀθροιζομένους. ~ VΓ2CMΩΔ

χρυσοῦν ἀναστῆσαι*] ἀνέστησε τὸν ἅγιον ἀντὶ τοῦ ἐζωγράφησε. ~ S

κεραυνὸν — ἔχοντα κτλ. ] κεραυνὸν μὲν ὡς ἴσον δῆθεν τῷ Διί, ἀκτῖνας δὲ ὡς τῷ Ἀπόλλωνι. ~ VΩΔ

πλουτεῖς τὸν ὀπισθόδομον* διορύξας] ὡς ἱερόσυλον διαβάλλων ταῦτά φησιν· ὁ γὰρ ὀπισθόδομος ἱερόν. ~ VΓ2MΩΔ. Addunt VMΩΔ : τὸ ὄπισθεν δὲ τοῦ ἀδύτου οὕτως ἐλέγετο. ~

— ] ὅτι ὁ ὀπισθόδομος ἱερόν. τὸ ὄπισθεν τοῦ ἀδύτου οὕτως ἔλεγον, ἐν ᾧ καὶ τὰ δημόσια ἀπέκειτο χρήματα. ~ C

τὸ σχῆμα κτλ.] ὡραῖον. ~ Γ

Σωφρονίσκος*] οἷον τοῦτο πέπαιχεν ἀπὸ τοῦ Σωφρονίσκου παρῳδήσας. ~ VΩΔ

ἰκτῖνος] ζῷον ἁρπακτικόν. ~ M

καρύκης*] βρῶμα Λύδιον ἐξ αἵματος ἡ καρύκη. ~ ΓVΜΩΔ

μυττωτοῦ*] μυττωτὸς τρίμμα ἐξ ἀρτυμάτων πολλῶν συντεθειμένον. ἐκάλουν δὲ καί τι ὑπότριμμα διὰ σκορόδων, ὡς Ἀριστοφάνης ἐν Εἰρήνῃ [273]. ἔοικε δὲ νῦν μυττωτὸν τὸν ἀπὸ τῶν κρεῶν ἐν τῷ ζωμῷ γλοιὸν καλεῖν, ὃς τοῦ ζωμοῦ ἐκλελοιπότος τῷ τρυβλίῳ περικάθηται. ~ ΓCVΜΩΔ

ἡ γοητεία* προηγεῖται] οὐδὲ Ζεῦξις ἢ καὶ Παρράσιος οὕτως ἡμῖν διὰ φαρμάκων φιλόσοφον γοητείαν καὶ τερατείαν γράψας διετυπώσατο, ὡς οὗτος ἀπαραλλάκτως διὰ τοῦ προκειμένου Θρασυκλέους θρασύτητά τε καὶ μιαρίαν ἠθῶν ψευδοσόφων ἀνδρῶν ὡς ἐπὶ πίνακος ἐναργῶς τῷ λόγῳ ἀπηκριβώσατο. ~ VΔ