Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀπὸ Πάρνηθος* κτλ.] ὄρη τῆς Ἀττικῆς. ~ ΓVΩΔ

ὑπὲρ* Φολόης κτλ.] ταῦτα Πελοποννήσου ὄρη τῆς Ἀργολικῆς μοίρας. τὸ Ταΰγετον δὲ τῆς Δακωνικῆς ἐν δεξιᾷ τῆς Σπάρτης. ~ VφΩΔ

Ὄλυμπον*] τὸν Μακεδονικὸν Ὄλυμπον λέγει, ὅς ἐπ’ ἀριστερᾷ τοῦ Πηνειοῦ καὶ τῶν Θεσσαλικῶν ἐστι Τεμπῶν, ὄρος ὑψηλὸν καὶ μέγα καὶ μέχρι Πέλλης παρατεῖνον. ~ VφΩΔ

κάμνοντος*] κοπουμένου. ~ ΓV

τῶν ἱπποπόλων*] τῶν περὶ τοὺς ἵππους ἀναστρεφομένων. ~ ΓVφ

Ῥόδιον κολοσσὸν κτλ.] ὁ μὲν κολο⸢σσὸς Ῥόδιος⸣ ἀνδριὰς ἦν χαλκοῦς Ἡλίῳ ἀνακείμενος, καθότι καὶ αὐτὴ ἡ νῆσος Ἡλίῳ ἀνεῖτο, ἑξήκοντα μὲν πηχῶν τὸ ὕψος, ἔργον δὲ Λυσίππου τοῦ ἀγαλματοποιοῦ. ὁ δὲ ἐπὶ τῇ Φάρῳ πύργος πρὸς τῇ ἐπὶ Πηλουσίῳ Αἰγύπτου Ἀλεξανδρείᾳ ᾠκοδόμηται, τετράγωνος, σταδιαῖος τὴν πλευράν, ἐπὶ πολὺ τοῦ ἀέρος ἀνέχων ὡς ἀπὸ ἑκατὸν ὁρᾶσθαι μιλίων. ἀνεστάθη δὲ τοιοῦτος, ἵν’ ᾖ ἡμέρας μὲν σημεῖον τοῖς πλέουσιν, νυκτὸς δὲ πυρσός, πρὸς ὅν οἱ πλέοντες ἀπευθυνόμενοι μὴ ἔχοιεν ἐμπίπτοντες τοῖς τοῦ Παραιτονίου ἕρμασι διαφθείρεσθαι. γέγονε δὲ προστάγματι μὲν Ἀλεξάνδρου τοῦ Φιλίππου καὶ Ὀλυμπιάδος, ἀρχιτεκτονήσαντος δὲ Σωστράτου τοῦ Κνιδίου, ὅς καὶ ἐπέγραψε τῷ πύργῳ ἐπὶ τῶν λίθων Σώστρατος Δεξιφάνους Κνίδιος θεοῖς σωτῆρσιν ὑπὲρ τῶν πλωιζομένων [cf. Luc. De hist. conscr. 62]. ~ ⸢V⸣φΔ

καθάπερ ὁ Λυγκεύς: οὗτος λέγεται ὀξυδερκέστατος εἶναι, ὥστε καὶ τὰ ὑπὸ γῆν βλέπειν. ~ ΓVΩΔ

πλέως*] ἀνάπλεως. ~ ΓV

καπνοδόχης*] καλῶς εἶπεν ’ἐπὶ τῆς καπνοδόκης’ ὡς ἀπολομένῳ διὰ πυρός. ~ ΓVΦΩΔ

μὰ τὸν Ἐνδυμίωνα*] τοῦ Ἐνδυμίωνος ἐρασθεῖσα ἡ Σελήνη συνῆν αὐτῷ καὶ διὰ τοῦτο Ἐμπεδοκλῆς ὡς περὶ τὴν σελήνην διάγων κατὰ τοῦ Ἐνδυμίωνος ὄμνυσιν. ~ ΓVΦΩΔ

μισθοῦ χάριν] φιλοκερδὴς ὁ γραφεύς. ~ Δ

ἀτάρ*] ἀλλὰ δή. ~ ΓV

λημᾶν*] ὀφθαλμιᾶν· λήμη γὰρ ὁ συναγόμενος ἐν τῷ ὀφ

θαλμῷ ῥύπος. ~ ΓVΔ. Addit Δ: ὃν καὶ τζίμπλαν φασὶν οἱ ἀγροικικώτεροι. ~

παρὰ* σοί] ἐν σοί ἐστι, φησί, τὸν ἕνα ὀφθαλμὸν βασιλικὸν κτήσασθαι. ~ ΓVΩΔ

κατ’ ὀλίγον ὑπαπιών*] κατὰ μικρὸν ἀπερχόμενος. ~ ΓVΔ

Πτολεμαῖον*] Πτολεμαῖος ὁ ἐπίκλην Φιλάδελφος Στρατονίκην τὴν ἰδίαν ἀδελφὴν εἶχε γυναῖκα. ~ ΓVΦΩΔ

Λυσιμάχῳ*] ὁ Λυσίμαχος εἷς ἦν τῶν Ἀλεξάνδρου διαδόχων. οὗτος Ἀγαθοκλέα τὸν υἱὸν διαβληθέντα ἐπιβουλεύειν αὐτῷ ἀπέκτεινεν. ~ ΓVΦUΩΔ

κατηλοημένος*] διατεθρυμμένος, τεθερισμένος. ~ ΓVφΩ

— ] συντετριμμένος· ἀλοᾶν γὰρ τὸ συντρίβειν ἢ τύπτειν. ~ VφΔΩ. Addit Δ: ἀφ’ οὗ καὶ πατραλοίας. ~

χαμαιτυπείῳ*] πορνείῳ. ~ ΓV

τερπωλήν*] τέρψιν. ~ ΓV

ἔργον*] δυσχερές. ~ ΓVΩΔ

εἰλαπίναι*] εὐωχίαι, ἄριστοι. ~ ΓV

ἐν γειτόνων* κτλ.] ἑκάστου ἔθνους ἐπιτήδευμα λέγει. ~ ΔV

τὴν Γετικήν*] τὴν τῶν Γετῶν χώραν. οἱ δὲ Γέται ἔθνος βάρβαρον. ~ ΓVUΩΔ. Addunt VUΩΔ : καὶ ἰσχυρόν, ὃ Ῥωμαίων κατεξαναστὰν καὶ μέχρι φόρου ἀπαγωγῆς ταπεινῶσαν Ῥωμαίους ὑπὸ Τραϊανοῦ ὕστερον οὕτως ἐξωλοθρεύθη Δεκεβάλῳ χρώμενον βασιλεῖ, ὥστε τὸ πᾶν ἔθνος εἰς τεσσαράκοντα περιστῆναι ἄνδρας. ~ Addit Δ: ὡς ἱστορεῖ Κρίτων ἐν τοῖς Γετικοῖς [om. Müller F. H. G.]. ~

κυκεών ἐστι πόμα ἐξ οἴνου καὶ μέλιτος καὶ ἀλφίτων καὶ ὕδατος συγκείμενον. ἐπειδὴ οὖν ἀπὸ πολλῶν λέγει

συγκεῖσθαι τὸν βίον, διὰ τοῦτο αὐτὸν κυκεῶνα ἐκάλεσεν. ~ ΓVΩΔ

καὶ μὴν — ἦν τὰ γινόμενα] ὡραῖον ὅλον. ~ Δ

ἀπῳδά*] ἔξω τῆς ὠδῆς. ~ ΓVΔ

γελοῖα*] γέλοιος γελοίου διαφέρει· γέλοιος μὲν γὰρ ὁ γέλωτος ἄξιος, γελοῖος δὲ ὁ γελωτοποιός. ~ Δ

Σικυώνιον*] Σικυὼν πόλις ἐστὶ πλησίον Κορίνθου. ~ ΓVφΩΔ

Μαραθῶνος*] ὅλοι οὗτοι τόποι εἰσὶ τῆς Ἀττικῆς. ~ Γ

Οἰνόην*] ἡ Οἰνόη περὶ Μαραθῶνα. ~ ΔVφΩ. Addunt VφΩ : Ἀχαρνῆσι δὲ ὡς Ἀθήνησιν· καὶ γὰρ Ἀχαρναὶ ὡς Ἀθῆναι. ~

Κυνοσουρίαν] ἠμφισβήτουν ἀλλήλοις Λακεδαιμόνιοι καὶ Ἀργεῖοι καὶ ἔδοξεν ὡς τετρακοσίους ἀφ’ ἑκατέρου πλευροῦ μάχεσθαι καὶ τοῦ νικῶντος εἶναι τὴν χώραν. μαχομένων δὲ αὐτῶν πλὴν τριῶν, δύο Ἀργείων καὶ ἑνὸς Λακεδαιμονίου, πάντες ἀπώλοντο. ~ ΓCVφΩΔ . Addunt CVφΩΔ

εἶτα δοξάντων Ἀργείων νενικηκέναι καὶ διὰ τοῦτο ἀνακεχωρηκότων ὁ Λακεδαιμόνιος ἐπὶ χώρας μείνας τὸ νενικηκέναι ἐκρίθη, Ἀργείων ὡς φυγόντων κατακριθέντων. ~

φακοῦ*] φακὸς ὁ ὠμός, φακῆ δὲ ἡ ἑψηθεῖσα. ~ ΓVφΩΔ

τὸ Πάγγαιον ὄρος περὶ Φιλίππους ἐστὶ τῆς Μακεδονίας χρυσοῦ μέταλλα ἔχον. ~ CVφΔ

θεῖ*] τρέχει. ~ Γ

ταῖς μυρμηκιαῖς*] τοῖς τῶν μυρμήκων τόποις. ~ ΓVΔ

Μυρμιδόνας*] ὁ Αἰακὸς τοῦ Διὸς ἦν υἱὸς καὶ ἐβασίλευσεν. λέγεται οὖν, ὅτι θεωρῶν τὴν αὑτοῦ χώραν ὀλίγανδρον

οὖσαν ηὔξατο τῷ Διί· ὁ δὲ τοὺς μύρμηκας ἀνθρώπους ἐποίησε καὶ διὰ τοῦτο Μυρμιδόνες κέκληνται. ~ ΓVφΩΔ

αἰγιόχοιο* Διός] λέγεται ὁ Ζεὺς ὑπὸ αἰγὸς τραφῆναι καὶ διὰ τοῦτο δέρμα τῆς αἰγὸς ἀντὶ ἀσπίδος βαστάζει. αἰγίοχος οὖν ὁ αἰγίδα κατέχων. ~ΓV

βαρὺ κτλ.] οὐδὲν βαρὺ τὸ διακονῆσαί σοι, ἐὰν μὴ χρεία ἐστὶ βαστάξαι τί ποτε. ~ ΓVΩΔ

περὶ —τοῦ ἡλίου λίθον* αὐτὸν εἶναι] Ἀναξαγόρας ταῦτα λέγει ὁ φυσικός. ~ ΔVφΩ

ἀποκαλύψαι κτλ.] ὡραῖον. ~ ΓV

τὸν ἐπὶ σκηνῆς* ἑκάστου βίον] τὴν ἑκάστου κατοικίαν λέγει, εἰ μὴ δριμέως καὶ τοῦτο λέγει δραματουργῶν ὡς ἐπὶ σκηνῆς ἑκάστου τῶν ἀνθρώπων διαβιοῦντος, ἅτε ἄλλου μὲν ὄντος, ἄλλου δὲ ἀξιοῦντος δοκεῖν. ~ ΔVφΩ

ἵνα*] τοπικὸν τοῦτο, ἀντὶ τοῦ ὅπου. ~ VφΩΔ

φυσικοὺς ἐκεῖνος κτλ.] ὡραῖον. ~ Γ

ὁ δὲ Ζεὺς κτλ.] ὡραῖον. ~ ΓV

τιτανῶδες*] καταπληκτικὸν καὶ φοβερόν, ἀπὸ τῶν Τιτάνων· Τιτᾶνες δὲ οἱ παλαιοὶ θεοί. ~ ΓVφΩΔ

ἐμβεβροντημένος*] ἐξηχωθείς. ~ ΓφΔ

ἀπαγορεύσαιμι*] ἀτονήσαιμι. ~ ΓVΔ

διασπώμενος ὑπὸ τῶν λόγων] ὑπὸ διαφόρων δοξῶν ἀνθελκόμενος. ~ ΓVφΩΔ

ὑπανείς: ὑποχαλάσας. ~ φΔ

Ὤτου* πέρι καὶ Ἐφιάλτου] Ὤτος καὶ Ἐφιάλτης ἠθέλησαν θεομάχοι ὄντες εἰς τὸν οὐρανὸν ἀνελθεῖν καὶ δὴ ὄρη ἐπάνω ἀλλήλων βάλλοντες ἀνέβαινον, ἕως ὅτε τούτους ὁ Ἀπόλλων ἐτόξευσεν. καὶ ὁ μὲν μῦθος οὗτος. ἡ μέντοι ἀλληγορία· Ὤτος καὶ Ἐφιάλτης φυσικοὶ φιλόσοφοι Θεσσα

λοὶ Ἀλωέως παῖδες πρῶτοι ἀναμετρεῖν ἐπειράθησαν τὰ διαστήματα σελήνης ἀπὸ τῆς γῆς καὶ ἡλίου ἀπὸ σελήνης. καὶ ἐπεὶ τοῦτο ἀπὸ ὀπτικῆς συμβαίνει ἐπιστήμης, αὕτη δὲ ἐξ ἀναλογίας θηρᾷ τοῦτο καὶ ἀπὸ σκιᾶς τῆς ἀπὸ τῶν ὑψηλῶν ὀρῶν ἡλίου ἀνίσχοντος ἀπορρεούσης, τοιαῦτα δὲ κατὰ Θετταλίαν ὑψηλότατα ὄρη ἡ Ὄσσα, τὸ Πήλιον, ὁ Ὄλυμπος, ἀφ’ ὧν τῆς σκιᾶς ἐδόκουν ἀναλογίαν τινὰ τῆς ἀναμετρήσεως λαμβάνειν, καὶ δὴ πρὸς τοῖς ἀκρωτηρίοις γενόμενοι τῶν ὀρῶν τούτων ἐπὶ τῷ ἀναλογίζεσθαι τὴν σκιὰν κατακρημνισθέντες ἀπώλοντο, κατεφήμισαν τοῦτο, ὡς τὰ ὄρη ταῦτα συντιθέντες, ὡς ἀναβατὸν ποιήσαιεν τὸν οὐρανόν, κατετοξεύθησαν ὑπὸ τοῦ Ἀπόλλωνος ἤτοι τοῦ ἡλίου. ~ ΓVφΩΔ. Addit Δ: ὡς ἱστορεῖ Δημώ. ~

χρηματίσαντες*] διοικήσαντες. ~ ΓVΔ

Διάσια: ἑορτὴ Ἀθήνησιν, ἣν ἐπετέλουν μετά τινος στυγνότητος θύοντες ἐν αὐτῇ Διὶ Μειλιχίῳ. τὸ δὲ Ὀλύμπιον, ὅπερ ἐστὶν ἱερὸν τοῦ Ὀλυμπίου Διὸς ἐν Ἀθήναις, διὰ μεγαλουργίαν ἀπορούντων Ἀθηναίων χρημάτων εἰς τὴν κατασκευὴν πλεῖον τῶν τ′ ἐτῶν παρέτεινε κτιζόμενον, ὡς καὶ ὁ ἐν Κυζίκῳ νεώς, καὶ οὐκ ἂν συνετελέσθησαν ἄμφω, εἰ μὴ Ἀδριανὸς ὁ αὐτοκράτωρ Ῥωμαίων δημοσίοις ἀναλώμασι συναντελάβετο τῶν ἔργων. ~ CV φUΩΔ

Ὀλύμπιον*] ἱερὸν τοῦ Ὀλυμπίου Διός. ~ Γ

ἐν Δωδώνῃ*] Δωδώνη πόλις ἐστὶ Θετταλίας, ἐν ᾗ ἱερὸν τοῦ Διὸς καὶ μαντεῖον. ~ ΓVΔ. Addit Δ: ὡσαύτως καὶ Πῖσα πόλις ἐν Ἤλιδι τῆς Πελοποννήσου, ἐν ᾗ ἱερὸν Ὀλυμπίου Διὸς καὶ ἀγὼν πενταετηρικός, 〈ὃς〉 Ὀλύμπια

ἐκαλεῖτο, οὗ κατήρξατο ὁ Ἡρακλῆς, καθά φησι Πίνδαρος [Ol. 2, 5] Ὀλύμπια δ’ ἔστησεν Ἡρακλῆς. ~

παίζεις ἔχων*] τὸ ἔχων φράσεως ἕνεκα κεῖται μηδὲν ση μαῖνον. ~ ΓVΩΔ

τὸ δὲ φιλόκαινον* αὐτῶν] ὅτι ἀεὶ φιλοῦσι τὰ ξένα. ~ ΓVΩ

Πῖσα*] ἔνθα ἐτελεῖτο τὰ Ὀλύμπια πρὸς τιμὴν τοῦ Διός. ~ ΓV

τοιγαροῦν* κτλ.] ἐπεὶ καὶ οἱ Πλάτωνος νόμοι ἐν γράμμασι μόνοις καὶ ἡ πολιτεία ἐν πλάσμασι λόγων, ὡσαύτως καὶ οἱ Χρυσίππου συλλογισμοὶ σοφισματώδεις ὄντες καὶ οὐδὲν ἧττον τῶν Πλάτωνος νόμων τὸ χρειῶδες ἐπιφαίνοντες ἀργοὶ κεῖνται καὶ ἀνεπίσκεπτοι μηδενὸς ἀνθρώπων μεταχειρίζεσθαι προθυμουμένου τούτους διὰ τὸ ἀνωφελές τε καὶ ἄκαρπον. ~ VφΔ

ἀκριβῶς ἐξετάζων κτλ.] ὡραῖον. ~ ΓV

Ἀκαδημαϊκόν* – Πύρρων] οὐκ ἀκριβῶς τὴν Ἀκαδημίαν τοῖς Πυρρωνείοις ἤτοι Ἐφεκτικοῖς ἀπονέμεις, Λουκιανέ· ἀντιδιαστέλλονται γὰρ τούτοις οἱ ἐξ Ἀκαδημίας, ὡς αὐτῶν ἔστιν ἐκείνων τῶν Πυρρωνείων ἀκοῦσαι ἐν ταῖς Ὑποτυπώσεσιν. ἔπασχον γοῦν τοῦτο ὑπὸ τῆς ἰσοσθενείας τῶν ἀντιπάλων λόγων οὐκ ἔχοντες, ὁποτέρῳ παράσχοιεν αὑτοὺς εἰς συγκατάθεσιν. ~ VΓφΩΔ

μετοίκους] ἐξ ἀνθρώπων γὰρ οὗτοι θεοὶ ἐνομίσθησαν. ~ VφΩΔ

Ὅμηρός που λέγει* κτλ.] ὦ βωμολόχε καὶ ψωμοκόλαξ· ὥσπερ Ὅμηρος, οὕτω καὶ Μένιππος τὰ οὐράνια εἶδε, καὶ ὡς Μένιππος, οὕτω καὶ σύ, ὁ Λουκιανός. ~ VΩΔ

αὑτῇ κνίσῃ*] σὺν αὐτῷ τῷ λίπει. ~ ΓVφ

κόρδακα*] κόρδαξ ἐστὶν ἡ μετὰ μέθης ὄρχησις. ~ ΓVφΩΔ

πρώτην ᾠδὴν — Πινδάρου] τὸ ἄριστον μὲν ὕδωρ [Ol. 1, 1]. ~ VφΩΔ

ὑποβεβρεγμένος*] ἀντὶ τοῦ μεθύων. ~ VΔ

κατέδραθον] κατεκοιμήθην. ~ Δ

ὑπόμορον] δυσθανές. ~ ΓVΩΔ

τετυφωμένον*] ὑπερήφανον. ~ ΓVΩΔ

Περιπατητικοὺς κτλ.] ὡραῖον. ~ ΓV

ἢν ἔρῃ*] ἂν ἐρωτήσῃς. ~ ΓVΔ

Μῶμος*] τοῦτον τὸν Μῶμον ὁ Λουκιανὸς θεὸν ὑποτίθεται μεμφόμενον τὰ ὑπὸ τῶν θεῶν γινόμενα. ~Δ

διετεθρύλλητο*] θορύβου καὶ ταραχῆς ἐπληροῦτο. ~ ΓVφ

τὴν ἐκεχειρίαν*] τὴν πρὸς ὀλίγον εἰρήνην. ~ ΓVφΔ

ἐς νέωτα] εἰς τὸ ἑξῆς. ~ ΓVφΩΔ. Addunt Vφ ΩΔ: ἤτοι τὸ ἐπερχόμενον ἔτος. ~ Addit Δ: ἔστι δὲ χρόνου δηλωτικὸν ἐπίρρημα τοῦ μέλλοντος· τοῦ μὲν γὰρ παρῳχημένου δηλωτικὸν τὸ πέρυσι, τοῦ δὲ ἐνεστῶτος τὸ τῆτες, τοῦ δὲ μέλλοντος ἐς νέωτα.

περὶ* δὲ τοῦ Μενίππου κτλ.] καὶ τί τὸ κωλῦον καὶ αὖθις ἀναλαβόντα ἀετοῦ πτέρυγας καὶ γυπῶν ἀναπτῆναι ταύταις καὶ πάλιν; ~ Δ

ὁ Κυλλήνιος*] ὁ Ἑρμῆς ὁ ἐν Κυλλήνῃ τιμώμενος. ~