Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἐρραψῳδήκασιν*] εἶπον, ἐξηγήσαντο. ~ Δ

οἱ ποιηταὶ δὲ ὁπόσα μὲν ἂν ἐκ τῶν Μουσῶν κατεχόμενοι ᾄδωσιν, ἀληθῆ ταῦτά ἐστιν] Πλατωνικὸν [cf. Ion. 533 E cet.] τὸ θεώρημα. ~ ΓVΟΩΔ

οὐ θεός ἐνδεής Ζεύς θεός οὐδείς Ζεύς οὐδείς τις ἐνδεής ~ Δ

πολυθρύλητοι* κτλ.] ⸢πάνυ γενναίως καὶ⸣ τοῦτο καθ’ Ἑλλήνων ἠπόρησεν, εἴτε ἄλλο τι δύναται ἡ Εἱμαρμένη καὶ Τύχη παρὰ τὰς Μοίρας εἴτε ἰσοδυναμοῦσι. διὸ ⸢καὶ⸣ ὡς μεγάλης οὔσης τῆς ἀπορίας ἐποίησε τὸν Δία μηδὲν περὶ αὐτῶν ἀποκριθῆναι δυνάμενον. ~ Γ⸢V⸣ΟΩΔ

τί δ’ οὖν ἐμειδίασας; ἀνεμνήσθην* κτλ.] τοῦ Διὸς εἰπόντος ὅτι καὶ ἡμεῖς οἱ θεοὶ τοῦ νήματος ἠρτήμεθα τῶν Μοιρῶν’ ὁ Κυνίσκος ἐγέλασεν. ~ ΓVΟΩΔ

καθήσειν] κρεμάσαι. ~ V

βίαν*] δύναμιν. ~ ΓVΟΩ

νῦν δὲ αὐτόν σε κτλ.] ὡραῖον. ~ ΓV

εἰκαῖον*| μάταιον. ~ V

τὰς θυσίας φησίν*] δηλονότι ὁ λόγος. ~ ΓVΟΩ

μὴ ὀκνήσῃς*] ἀπὸ κοινοῦ τὸ μὴ ὀκνήσῃς, ἵν’ ᾖ καὶ ὅπως ἀσφαλέστερον ἀποκρίνῃ, μὴ ὀκνήσῃς. ~ VΟΩΔ

ἀντίδοσιν*] ἀνθ’ ὧν λαμβάνουσιν ἀγαθῶν τὰς θυσίας παρέχοντες. ~ ΓVΟΩΔ

οὐ γὰρ ἀποχρήσει αὐτοῖς κτλ.] ὡραῖον. ~ ΓV

μακρῷ*] πάνυ. ~ ΓΟ

ἱμονιάν*] ἱμονιὰ λέγεται τὸ σχοινίον, εἰς ὃ δεσμεῖται ὁ κάδος, δι’ οὗ τὸ ὕδωρ ἐκ τῶν φρεάτν ἀνέλκουσιν. ~ ΓVΟΩΔ. Addunt VΩ: ἱμονιὰ λέγεται καὶ ἡ διὰ κάδων ἢ πως ἄλλως διὰ σχοινίων γοῦν ἄντλησις, διότι καὶ ἱμὰς λέγεται κυρίως μὲν ὁ λῶρος, καταχρηστικῶς δὲ καὶ τὸ σχοινίον. ~

Προμηθεύς*] λέγουσιν, ὅτι ὁ Ζεὺς τὸ πῦρ ἔκρυπτεν καὶ οὐκ ἠνείχετο παρασχεῖν αὐτὸ τοῖς ἀνθρώποις, ὁ δὲ Προμηθεὺς κλέψας αὐτὸ τούτοις δέδωκε καὶ ὀργισθεὶς ὁ Ζεὺς ἔδησεν αὐτὸν ἐν τῷ Καυκάσῳ ὄρει καὶ ἐποίησεν ἀετὸν ἐσθίειν τὸ ἧπαρ αὐτοῦ. ~ ΓVΟΩΔ

πατέρα*] πατὴρ τοῦ Διὸς ὑπῆρχεν ὁ Κρόνος. οὗτος ἐγνωκώς, ὡς εἷς τῶν ἀπ’ αὐτοῦ γεννωμένων τῆς βασιλείας ἐκβαλεῖ αὐτόν, ἐπειδὰν ἔσχεν υἱόν, κατήσθιεν αὐτόν. τοῦτο ἐποίησε δύο υἱοῖς, τῷ Ἅιδῃ καὶ τῷ Ποσειδῶνι. ὅτε δὲ ἐγεννήθη ὁ Ζεύς, ἡ Ῥέα, ἡ γυνὴ τοῦ Κρόνου, δέδωκεν αὐτῷ λίθον ἀντὶ τοῦ Διός, ὁ δὲ Κρόνος καταπιὼν καὶ τοὺς προτέρους παῖδας ἐξήρασεν. αὐξηθεὶς οὖν Ζεὺς τὸν ἑαυτοῦ πατέρα τῆς βασιλείας ἐδίωξε καὶ δεσμοὺς βαλὼν αὐτῷ ἐν τῷ Ταρτάρῳ ἀπέθετο. ~ ΓVΟΩΔ

Λαομέδοντι*] ὁ Ποσειδῶν, ἀδελφὸς ὢν τοῦ Διός, μὴ φέρων τὴν βασιλείαν τοῦ Διὸς διὰ τὸ βαρέως ἄρχειν αὐτόν, ἐβουλεύσατο μετὰ καὶ ἄλλων θεῶν ὑποτάξαι αὐτόν. γνοὺς δὲ τοῦτο ὁ Ζεὺς τοὺς βουλευομένους ἐτιμωρήσατο. τὸν οὖν Ποσειδῶνα ἔπεμψεν εἰς Τροίαν ἐπὶ τῷ δουλεῦσαι τῷ Λαομέδοντι. ~ ΓVΟΩΔ

Ἀδμήτῳ*] ὁ Ἀσκληπιὸς υἱὸς ἦν τοῦ Ἀπόλλωνος. οὗτος τῇ ἰδίᾳ τέχνῃ τῇ ἰατρικῇ χρώμενος, ὡς ματαιολογοῦσι, τοὺς ἀποθνῄσκοντας ἤγειρεν, καὶ ὀργισθεὶς ὁ Ζεὺς ἐκεραύνωσεν αὐτόν. ἐπὶ τούτῳ λυπηθεὶς ὁ Ἀπόλλων τοὺς Κύκλωπας τοὺς εἰωθότας κατασκευάζειν τοὺς κεραυνοὺς κατετόξευσεν, καὶ θυμωθεὶς ὁ Ζεὺς ἐποίησε τὸν Ἀπόλλωνα τῷ Ἀδμήτῳ δουλεῦσαι. ὁ δὲ Ἄδμητος ἦν βασιλεὺς Θετταλίας. ~ ΓVΟΩΔ

ἐν ἀκαρεῖ*] ἐν βραχυτάτῳ. λέγεται δὲ ἀκαρὲς τὸ βραχὺ

ἀπὸ μεταφορᾶς τῶν τριχῶν τῶν μηδὲ καρῆναι διὰ βραχύτητα δυναμένων. ~ ΓVΟΩ

Εἱμαρμένην τιμῶντες κτλ.] ὡραῖον. ~ ΓV

ad c. 11-12

εἰ μὲν θεοὶ σθένουσιν, οὐκ ἔστιν τύχη, εἰ δ’ οὐ σθένουσιν, οὐδέν ἐστιν ἡ τύχη. εἰ μὲν θεοὶ σθένουσιν, ἔστιν ἡ τύχη, εἰ δ’ οὐ σθένουσιν, μᾶλλον ἔστιν ἡ τύχη.
~ VΔ

εἰ μὴ παρὰ* τοῦτο] κατὰ τοῦτο. ~ ΓV

καθείρξας*] ἐγκλεισάμενος. ~Δ

Κροίσου* παῖδα] Κροῖσος ὁ Λυδῶν βασιλεὺς εἶδεν ὄνει ρον, ὡς ὁ υἱὸς αὐτοῦ Ἄτυς αἰχμῇ σιδηρᾷ τεθνήξεται. φοβηθεὶς οὖν οὐ συνεχώρει τῷ παιδὶ οὐτε κατὰ πολεμίων ἀπελθεῖν οὔτε διὰ τόπου παρελθεῖν, ἐν ᾧ ἐκρέματο σίδηρος. συὸς δὲ κατὰ τὴν χώραν φανέντος πεισθεὶς ἔπεμψεν εἰς θήραν τὸν παῖδα καὶ ἐν τῷ θηρεύειν Ἄδραστος εἷς τῶν θηρευόντων ῥίψας κατὰ τοῦ συὸς αὐτοῦ μὲν ἥμαρτεν, ἀναιρεῖ δὲ τὸν Κροίσου υἱὸν Ἄτυν. ~ΓVΟΩΔ

ἄλοκα: τὴν αὔλακα, ὅ ἐστιν ἀροτρευθεῖσαν γῆν· λέγει δὲ τὴν γυναῖκα. ~ΓVΟΩΔ

ἀποσαφοῦντες*] φανεροῦντες. ~ ΓV

ἄρνεια* κρέα] ὁ Κροῖσος θέλων πειραθῆναι, εἰ ἀλήθειαν μαντεύεται ὁ Ἀπόλλων, μίξας ἄρνεια κρέα καὶ ἀπὸ χελώνης ἥψει αὐτά. καὶ ἐποίησεν ἀπελθεῖν τινας πρὸς αὐτὸν καὶ ἐρωτῆσαι αὐτόν, τί ποιεῖ· ὁ δὲ ἀπεκρίθη

  1. ὀδμή μ’ ἐς φρένας ἦλθε κραταιρίνοιο χελώνης
  2. ἑψομένης ἐν χαλκῷ ἅμ’ ἀρνείοισι κρέασιν.
~ ΓVΟΩΔ

διηγκυλημένος] ἐν ἑτοίμῳ ἔχων. ~ ΓVΟΩ

διηγκυλωμένος] ἠγκασμένος. ~ Δ

Καλλίας*] Ἀλκιβιάδης Κλεινίου, Σκαμβωνίδης τὸν δῆμον, τραυλὸς ἦν, ὡς Ἀριστοφάνης Σφηξί [44]. γήμας δὲ τὴν Ἱππονίκου θυγατέρα, Καλλίου δὲ ἀδελφήν, αὐτῇ μὲν ἐπεισῆγεν ἑταίρας, τὸν δὲ Καλλίαν ἐπειρᾶτο διὰ τὰ χρήματα ἀνελεῖν. καὶ συνθέμενός τινι τῶν ἡλικιωτῶν κόνδυλον τῷ Ἱππονίκῳ ἐνέτριψεν. καὶ βαδίζων εἰς τοὺς τῶν ἐραστῶν ἀγροὺς τοὺς καλλίστους τῶν βοῶν ἐκλεγόμενος ἔθυε μετὰ τῶν ἐραστῶν. αὐτῇ δὲ τῇ θυγατρὶ αὐτοῦ ἐπεμίγη Ἀλκιβιάδης παρὰ τοὺς νόμους. οὗτος δὲ Ἀκάτιος ἐκαλεῖτο, ἤτοι ὅτι τοὺς μικροὺς ἀκατίους ἐκάλουν ἢ ὅτι ἀπὸ Ἀκατίου χωρίου ἦν. ~ V

τοῖς ἕνδεκα*] οἱ ἕνδεκα ἄρχοντές εἰσι παρὰ τοῖς Ἀθηναίοις τῶν ἐν τῷ δεσμωτηρίῳ ἐπιμελούμενοι καὶ τοὺς ἐναγομένους ὡς κλέπτας ἢ ἀνδραποδιστὰς ἢ λωποδύτας, ἂν μὲν ὁμολογῶσι, θανάτῳ ζημιοῦσιν, ἐὰν δὲ ἀμφισβητῶσιν, εἰς δικαστήριον εἰσάγουσι καί, ὃ δ’ ἂν κριθῇ περὶ αὐτῶν, ποιοῦσιν. καὶ εἴ τις ἄλλος κατακριθῇ θάνατον, οἱ ἕνδεκα τοῦτον παραλαμβάνουσιν. ~ ΓVΟΩΔ

ἀνεσκολοπίζοντο] ἐν ἄλλῳ Γώχης δὲ ἀνὴρ ἐνάρετος ἀνεσκολοπίσθη πρὸς αὐτοῦ. ~ ΓΔ

Τιτυούς*] ὁ Τιτυὸς ἠθέλησε βιάσασθαι τὴν Λητώ, γυναῖκα οὖσαν τοῦ Διός, μητέρα δὲ Ἀπόλλωνος καὶ Ἀρτέμιδος, καὶ διὰ τοῦτο κολάζεται ἐν τῷ Ἅιδῃ· αὐτοῦ γὰρ ἐν τῷ ἐδάφει ἐξηπλωμένου παρακαθήμενοι οἱ γῦπες τὸ ἧπαρ αὐτοῦ κατεσθίουσιν. ~ ΓVΟΩΔ

κἀκεῖνον* ἐρωτᾷς] ἀντὶ τοῦ δι’ ἐκεῖνον. ~ ΓVΟΔ

ἀγαπήσομεν*] ἀρκεσθησόμεθα. ~ ΓVΔ