Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀγαπητή] ἀντὶ τοῦ ἀρκετή, ἐπιπόθητος, ἡδεῖα. ~ Γ2V0Ω

Κύκλωπος*] ὁ Κύκλωψ πρὸς τὸν Ὀδυσσέα ἐν τῷ σπηλαίῳ φησὶν ὅτι χαρίζομαί σοι τοῦτο, ὅτι μετὰ πάντων ὕστερόν σε ἐσθίω [cf. Hom. ι 369]. τοῦτο οὖν καὶ ὁ Μίκυλλός φησιν ὅτι ὅσον ὁ θάνατος γίνεται, τί με ὠφελεῖ τὸ ἀποθανεῖν ὕστερον; ~ ΓVΟΩΔ

πύματον*] ἔσχατον. ~ ΓV

Οὖτιν τὸν Ὀδυσσέα· οὕτω γὰρ ἑαυτὸν ὁ Ὀδυσσεὺς καλεῖ διαπαίζων τὸν Κύκλωπα. ~ ΓVΟΩΔ. Addit Δ: καὶ θέλων ἀπαλλάττεσθαι αὐτοῦ. ~

ἐκ διαμέτρου: τὸ λόγιον ἐπὶ τῶν πάνυ διαφερόντων, εἴληπται δὲ ἀπὸ τοῦ ἐπιπέδου σχήματος τοῦ κύκλου· ἐπ’ ἐκείνου γὰρ πασῶν τῶν τεμνουσῶν αὐτὸν εὐθειῶν μείζων ἡ διὰ τοῦ κέντρου, ἥτις καὶ διάμετρος λέγεται. ἀπὸ τούτου τὰ πάνυ διαφέροντα λέγεται ἐκ διαμέτρου. ~ Γ2Vφ

τὸ καὶ παῖδας ὡραίους πῶς σοι ἐκλέληπται; ἀλλ’ ἐκ τοῦ ἐφεξῆς πάνυ τοῦτο σαφές, βωμολόχε. ~ Δ

οὐ γὰρ οἶδ’ ὅπως] καινοπρεπὲς τοῦτο, οὐκ οἶδα γὰρ ὅπως δέον εἰπεῖν, ὁ δὲ οὐ γὰρ οἶδ’ ὅπως εἴρηκεν. ~ CVΟΩΔ

καθάπερ ἰξῷ τινι προσέχεται τοῖς τοιούτοις ἡ ψυχὴ κτλ.] σχόλιον Βασιλείου Ἀδάδων. ἐνταῦθα αἰνίττεται τὴν τῆς ψυχῆς μετὰ τοῦ σώματος γενομένην συμφυίαν καὶ τὸ δυσαπόσπαστον αὐτῆς καὶ ὀδυνηρὸν καὶ σχετικόν, ὃ πρὸς τὸ σῶμα κέκτηται· οὐ φέρει γὰρ ῥᾳδίως ὑπαναχωρεῖν ἐκ τούτου διὰ τὴν ἄνωθεν ἐκ τοῦ δημιουργοῦ ταμιευθεῖσαν συμπλοκὴν ἐν ἀλλήλοις καὶ μάλιστα, εἰ τύχοι καὶ ἐγκλήμασιν ἁμαρτημάτων περικεῖσθαι· ὥσπερ γὰρ τότε δείματά τινα δεδιῶσα τοῖς ἔνδον ἐναποκρύπτεται ἀναβαλλομένη τὴν πρόοδον, αἱ δὲ τούτων ἐκτὸς εὐθύμως τούτων ἀφίστανται ἅτε κοῦφοι καὶ τῶν τοιούτων φόρτων ἀπηλλαγμέναι καὶ πρὸς τὴν ἄνοδον ἐπιτήδειαι. ~ Δ

προσέχεται*] κρατεῖται. ~ ΓVφΟΩ

προστετηκυῖα*] προστακεῖσα, ἐπιθυμητικῶς ἔχουσα. ~ ΓCVφΟΩ

δυσέρωτες: οἱ πάνυ ἐρῶντες. ~ ΔVφ

καταλιπαρῶν: ἀντὶ τοῦ παρακαλῶν. ~ Δ

οὐ συνοικίαν: τὰ νῦν ἐνοικικὰ λεγόμενα. ~ CVφΟΩΔ

εὔζωνος*] ὁ ταχὺ καὶ ὀξέως βαδίζων. ~ ΓVφΟΩδ

κρηπῖδα*] ὑπόδημα. ~ ΓVΔ

εὐθὺς κτλ.*] ἔοικεν ἀπό γε τῶν παρόντων ἐξαίφνης Μίκυλλος ἀποθανεῖν. ~ Δ

μελαντηρίαν*] τὸ τῶν καλιγαρίων μέλαν. ~ Γ

ἐς τὸ πρόσω*] τουτέστιν οὐχ ὥσπερ οἱ πλούσιοι εἰς τὰ ὀπίσω ἐθεώρουν ὡς ἐπιθυμῶν τοῦ φωτός. ~ VΓΟΩΔ

κατόπιν] ὄπισθεν. ~ Γ

τὸ δὲ μέγιστον*] τὸ ἰσχυρότερον. ~ Δ

ἐς τὸ ἔμπαλιν*] τουτέστιν ἐναντία τοῖς γινομένοις ἐν τῇ ζωῇ. ~ VΓΟΩΔ

ἡ κνῖσα*] ὁ καπνός. ~ ΓV

ἀπέκναιέ με*] ἐφόνευέ με. ~ ΓVΩΔ

— ] ἀντὶ τοῦ νωθρότερόν με ἐς τὸ ζῆν διετίθει. ἢ ὅτι τρόπον τινὰ ἐκέντει καὶ ἤμυσσεν καὶ πονηρῶς ἔχειν ἐποίει. ἢ ἀντὶ τοῦ ἀπώλλυεν ἢ διέφθειρεν· οὕτω γὰρ Πλάτων [Reip. III 406 B] χρῆται τῷ ῥήματι τούτῳ. ~ V

ὅλῳ πήχει* βασιλικῷ] ἀντὶ τοῦ μέτρῳ μεγάλῳ. ὁ γὰρ βασιλικὸς πῆχυς ἔχει ὑπὲρ τὸν ἰδιωτικὸν καὶ κοινὸν τρεῖς δακτύλους. ~ ΓVφΟΩΔ

ἐξυπτιάζων*] ἀντὶ τοῦ τείνων τὸν τράχηλον καὶ τὸ στῆθος προβαλλόμενος ἅμα καὶ τοὺς ἰδίους ὤμους περισκοπούμενος, ὅ ἐστι γαυριῶν καὶ ὑπερηφάνως περιπατῶν. ~ ΓCVφΟΩΔ

ἐτέθηπειν*] ἐθαύμαζον. ~ ΓV

τῶν ἐν τῇ Λακωνικῇ θαλάττῃ κοχλίδων] σημείωσαι, ὅτι ἡ Λακωνικὴ κόχλος τῶν ἄλλων εὐδοκιμωτέρα. ἢ ὅτι ἐκεῖ πρῶτον παρὰ τῆς κυνὸς εὕρηται τὸ ἐπιτήδευμα τοῦτο. ~ CVφΩΔ

ἄγχιστα*] ἐγγύτατα. ~ ΓVΔ. Addunt VΔ: πλέον πάντων πλησιάζων. ~

ἐλογίζετο*] ἠρίθμει. ~ ΔV

συλλέγων τὰ μετ’ ὀλίγον κτλ.] σημείωσαι. ὡραῖον. ~ V

ἀνιμήσηται*] ἀνασπάσῃ. ~ ΓVΩ

ἕωλον*] χθεσινόν. ~ ΓVφΟΩδ

ἀπαγορεύσας*] ἀτονήσας. ~ ΓV

πορθμεῖα λέγει τὸν μισθὸν τὸν ὑπὲρ τοῦ διαπερᾶσαι διδόμενον. ~ ΓVΟΩΔ

εὐπλοῶμεν*] ἐπικελευσμὸς ἢ ἐπίφθεγμα τῶν πλεῖν ἀρχομένων ἤτοι πορθμὸν διαβαλλόντων ἢ εἰς πέλαγος ἀφιέναι μελλόντων τὸ εὐπλοήσωμεν τῇ τύχῃ ὡς ἔοικε τοῦτο ὑποβαλλομένων. ~ V

πρόσκωπος*] ἐπὶ τῇ κώπῃ καθήμενος. ~ ΓVφΟΩΔ

εὐῆρες*] καλῶς κωπηλατοῦν. ~ ΓVΟΩΔ

ἐρετμόν*] κώπην. ~ ΓV

ἔρεττε: κωπηλάτει. ~ Δ

ἦ] ἆρα. ~ ΓV

ὑποκελεῦσαι*] ὡς ἐν τοῖς πλοίοις λέγειν εἰώθασι κελεῦσαι. ~ ΓVφΟΩΔ. Addunt VφΟΩΔ: ᾠδὴν δὲ λέγει ναυτικήν, ἥν ὑποκέλευσμα καλεῖ, διότι ἑνὸς καταρχομένου οἱ ἄλλοι ὑπήκουον τὸ ᾀδόμενον, ὥσπερ καὶ ὅτε τὴν ὀθόνην τῶν πλοίων μετὰ τῆς κεραίας ἐπὶ τὸν ἱστὸν ἀναφέρουσιν. ~

οἴμοι*] διαφόρων ὀδυρμοί. ~ ΓVΔ

σπαθήσει*] τρυφήσει. ~ ΓVΩ. Addit Ω: καταδαπανήσει. ~

οἴμοι] οὐ λύπη ταυτησὶ τῆς οἰμωγῆς σοι, Μίκυλλε, πρόξενος ἀλλὰ τοὐναντίον χαρά· ὑπερβολὴ γὰρ ἡδονῆς καὶ θρῆνόν ποτε ἀποτίκτειν φιλεῖ. ~ Δ

πορθμία*] τὸ ναῦλον· διὰ τοῦ ῑ γράφεται. ~ Δ

καθ’ ὕδατος*, φασίν, ἤδη γράφεις] παροιμία ἐστὶν ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων πράγμασιν· τὸ γὰρ καθ’ ὕδατος γράφειν ἀδύνατον. ~ ΓVφΟΩΔ

— ] ὡραῖον. ~ Γ

Σῆρας*] Σῆρές εἰσιν ἔθνος, παρ’ ᾧ γίνεται τὰ Σηρικὰ ἱμάτια· τούτους οὖν, φησί, Σῆρας ὄντας ἄπειμι ἐνεγκεῖν ὀφείλουσα. ἡ δὲ ἀκολουθία τοῦ κειμένου ἀπαιτεῖ Σῆρας νοεῖν αὐτοὺς τοὺς σκώληκας τοὺς ποιοῦντας τὴν μέταξαν. διαπαίζει δὲ ἐν τῷ χωρίῳ τοὺς λέγοντας ἀθανάτους τὰς τῶν ἀλόγων ψυχάς. ~ ΓVφΟΩΔ

ὁ καλὸς Μέγιλλος*] οὗτος ὁ Μέγιλλος Κορίνθιος ἦν. ~ ΓVφΟΩΔ. Addunt VφΟ ΩΔ: ὑπερφέρων κάλλει τοὺς κατ’ αὐτόν. ~

ἢ τῷ*] ἢ τίνι, ὅ ἐστι διὰ τίνος. ~ VΔ

Φρύνης* Σιμμίχη] ὀνόματα πορνῶν. ~ ΓVΟΩΔ

πρότερον τέως: παρέλκει ὁπότερον τῶν δύο, ἤτοι τὸ πρότερον ἢ τὸ τέως· ἄμφω γὰρ ταὐτὸ σημαίνει. ~ ΔVφΟΩ

Ἐλευσίνια*] ἑορτὴ ἦν παρὰ τοῖς Ἀθηναίοις τὰ Ἐλευσίνια ἐπιτελουμένη Δήμητρι καὶ Περσεφόνῃ, ἐν ᾗ ἐγίνοντο ἀνόητά τινα τῶν Ἑλλήνων μυστήρια, ἅπερ ὁ Λουκιανὸς συνδιαπαίζει. ~ ΓVφΟΩΔ

δᾳδουχοῦσα: λαμπάδα φέρουσα. ~ ΔV

ἡ Τισιφόνη μία ἐστὶ τῶν Ἐρινύων. Ἐρινύας δὲ λέγουσι θεάς τινας ἐπιτετραμμένας κολάζειν τοὺς πλημμελοῦντας κατὰ τὸν βίον. ~ ΓCVφΟΩΔ

πρὸς* τοῦ πατρός] ἐνορκῶ σε κατὰ τοῦ πατρός, λέγει δὲ τοῦ Διός· πατέρα γὰρ λέγουσι τοῦ Ῥαδαμάνθυος τὸν Δία. ~ VΔ

στιγματίας καλοῦσι τοὺς οἰκέτας τοὺς στιζομένους ὡς ἀχρησίμους. πρὸς τοῦτο οὖν ἀφορῶν ὁ Κυνίσκος ποῦ στιγματίας ἐγενόμην; πρῶτον ἠρώτησεν. ~ ΓCVφΟΩΔ

ὁπόσα ἄν τις ὑμῶν πονηρὰ ἐργάσηται παρὰ τὸν βίον, καθ’ ἕκαστον αὐτῶν ἀφανῆ στίγματα ἐπὶ τῆς ψυχῆς περιφέρει] εἴθε, Λουκιανέ, μὴ διαπαίζοις, ἀλλ’ ὡς ἀληθὲς τοῦτο δοξάζοις. ~ Δ

ὁπόσα* κτλ.] σχόλιον βασιλείου Ἀδάδων. ἄντικρυς, ὧ Λουκιανέ, τοῦτο ἀληθὲς εἴρηκας καὶ λίαν σοφώτατα. οἱ γὰρ μὴ προεκκαθάραντες τὰ πεπλημμελημένα καὶ διὰ μετανοίας καὶ δακρύων ταῦτα ἀπονιψάμενοι σαφῆ γνωρίσματα καὶ τύπους τινὰς περιφέρουσιν, αἱ τούτων ψυχαὶ ὥσπερ τινὰς βαφὰς καὶ μελανώματα ἐκκεκολαμμένα ἔχουσαι καὶ γνώριμα πᾶσιν ὄντα διαδείκνυνται, ὧν τὴν αἰσχύνην μὴ φέρουσαι δεινῶς ὀδυνῶνται ἀνόνητα μεταμελούμεναι, καθὼς

οἱ θειότατοι ἡμῶν πατέρες φασίν, Ἐφραῒμ καὶ Βασίλειος καὶ ὁ λοιπὸς τῶν θείων πατέρων θίασος. ~ Δ

καίτοι* τί τοῦτο κτλ.] φρονίμως αἰνίττεται πάνυ, ὡς ὁ φιλόσοφος εἰ καί τι ἔχει πρῴην ἁμάρτημα, δυνατὸν διὰ τῶν πόνων ἀποκαθᾶραι αὐτό. ~ ΓVφΟΩΔ

ἐξ ὑπαρχῆς*] ἄνωθεν. ~ ΓV

ἐμπολήσας*] κερδάνας, συνάξας. ~ ΓVφΟΔ

μακάρων νήσους λέγουσιν, ἔνθα διάγουσιν αἱ τῶν ἀγαθῶν ἀνδρῶν ψυχαὶ μετὰ θάνατον. ~ VφΔ

ἀνεπίγραφος*] μηδεμίαν γραφὴν ἢ στίγμα ἔχων. ~ ΓVφΟΩΔ

τύραννον*] εἴρηται τύραννος ἀπὸ τῶν Τυρρηνῶν τῶν βιαίων καὶ λῃστῶν γενομένων ἐξ ἀρχῆς, ὥς φησι Φιλόχορος [fr. 5. F. Η. G. I p. 384 Müller]. Τυρρηνοὶ γὰρ ὀλίγον τινὰ χρόνον οἰκήσαντες ἐν ταῖς Ἀθήναις ὤφθησαν ἐπανιστάμενοι τῇ πόλει. καὶ πολλοὶ μὲν αὐτῶν ἀπώλοντο ὑπὸ τῶν Ἀθηναίων, ἄλλοι δὲ ἐκφυγόντες Λῆμνον καὶ Ἴμβρον ᾤκησαν. χρόνῳ δὲ ὕστερον ἀπὸ ταύτης τῆς αἰτίας ἐχθρωδῶς διακείμενοι τοῖς Ἀθηναίοις ὥρμησαν εἰς πλοῖα καὶ κατασχόντες Βραύρωνα τῆς Ἀττικῆς ἥρπασαν παρθένους ἀρκτευομένας τῇ θεῷ τοῖς Βραυρωνίοις· αἷς συνῴκησαν. οἱ οὖν ἐν Ἀθήνησι ῥήτορες ὡς ἐν δημοκρατίᾳ πολιτευόμενοι ἔθος ἔχουσι τοὺς βασιλέας τυράννους καλεῖν ἀντὶ τῆς παρ’ αὐτοῖς γενομένης βίας τῶν Τυρρηνῶν. ~ Δ

πρόβαλ’ αὐτόν] πρὸ τῶν ἄλλων βάλε, προσάγαγε. ~ VΔ

κἀκ τοῦ λόγου κτλ.] ὡραῖον. ~ ΓV

ἐμπαροινῶν] ἐνυβρίζων. ~ VΔ

ἀσκαρδαμυκτί*] μὴ μύων τοὺς ὀφθαλμούς. ~ ΔV

καινουργόν*] τὸ ἐπινοοῦν ξένα. ~ ΔV

ἄλλως*] μάτην, ὡς ἔτυχεν. ~ ΔΓV

κενή*] ψευδής. ~ ΓV

σὺ ἡ Κλίνη* λέγε] καὶ τοῦτο πρὸς πλείονα τῶν Ἑλλήνων ἐποίησε καταγέλωτα· ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὰ φυτὰ λέγουσιν ἔμψυχα, ἐπίτηδες οὕτως ἐμπαίζων λύχνον καὶ κλίνην μαρτυροῦντας παρήγαγεν. ~ ΓVφΟΩΔ

τὰ μεθ’ ἡμέραν*] τὰ ἐν τῇ ἡμέρᾳ. ~ ΓV

ὑπερπεπαικότα*] ὑπερβαλλόμενον. ~ ΓVφΟΩΔ

Πυριφλεγέθοντα*] ποταμὸν πυρὸς λέγουσι τοῦτον ἐν τοῖς καταχθονίοις. ~ ΓVφΟΩΔ

Κερβέρῳ*] κύων ἐστὶν ὁ Κέρβερος τρεῖς ἔχων, ὡς λέγουσι, κεφαλάς, φύλαξ τοῦ Ἅιδου. ~ ΓVΟΔ

χάριν* εἴσομαι] ἀντὶ τοῦ εὐχαριστήσω· τὸ γὰρ εὐχαριστῶ παρὰ τοῖς ἀρχαίοις οὐ λέγεται. ~ VΦΔ

ἀναπεμπαζόμενος*] ἀναλογιζόμενος. ΔΓV

Τάνταλον*] λέγουσι γὰρ οἱ Ἕλληνες, ὅτι ὁ Τάνταλος ἄνθρωπος ὢν ἠξιώθη γενέσθαι τοῖς θεοῖς ὁμοτράπεζος. καὶ ἀκούων τὰ λαλούμενα παρ’ αὐτῶν κατερχόμενος ἔλεγε τοῖς ἀνθρώποις καὶ διὰ τοῦτο οἱ θεοὶ ὀργισθέντες κολάζουσιν αὐτὸν ἐν τῷ Ἅιδῃ· θεωρῶν γὰρ δένδρα πεπληρωμένα καρπῶν καὶ ποταμοὺς παραρρέοντας οὐδενὸς αὐτῶν δύναται γεύσασθαι· αὐτοῦ γὰρ προσιόντος ἐκεῖνα φεύγουσιν. ~ ΓVφΟΩΔ