Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τραγῳδός*] ἡ τραγῳδία πεπλήρωται συμφορῶν. ἐπεὶ οὖν ἐν συμφορᾷ νῦν ὁ Ζεύς ἐστιν, εἰκότως αὐτὸν ὡς τραγῳ

δὸν ὑποτίθεται· διὰ τοῦτο γὰρ καὶ διὰ ἰάμβων τραγικῶν διαλέγονται αὐτῷ Ἥρα καὶ Ἀθηνᾶ, καὶ αὐτὸς δὲ δι’ ἰάμβων πρὸς αὐτὰς ἀποκρίνεται. ~ ΓVΟΩΔ

μεγαλοσμαράγου*] ἀδιανόητος ὅλος ὁ στίχος, ὡς τοῦ Διὸς καὶ τὸ τραγῳδεῖν ἀγνοοῦντος. ~ VΓΟΩΔ

ὑποδραματουργεῖν*] τὸ δραματουργεῖν τοῦ ὑποδραματουργεῖν ταύτῃ διαφέρει· δραματουργεῖ μὲν γὰρ ὁ ποιητὴς καὶ τῆς ὑποθέσεως ὅλης καὶ τῶν ἐπῶν, ὡς Εὐριπίδης, Εὔπολις, Ἀριστοφάνης καὶ εἴ τις τοιοῦτος· ὑποδραμα τουργεῖ δὲ ὁ τὰ ὑπὸ τῶν δραματουργῶν τούτων εἰρημένα λαμβάνων κατὰ καιρὸν καὶ τοῖς οἰκείοις αὐτὰ πάθεσιν ἐναρμόττων ἅτε τοῖς ἤδη πεπραγμένοις ἀφομοιούμενα. ~ VOΩΔ

σάτυρον: δασεῖαν ἢ καταφερῆ Δωρικῶς. καὶ σατύριον πόα τις συνεργὸς πρὸς τὰς ἀφροδισίους ἀφορμάς, καὶ ζῷόν τι τετράπουν λιμναῖον. καὶ σάτυρος ἤτοι [ἡ] χορευτὴς ἢ ἔντασις. ~ Δ

ἐπὶ ξυροῦ* ἕστηκεν] παροιμία ἐπὶ τῶν ἐν ἐσχάτῳ ὄντων κινδύνῳ λεγομένη διὰ τὸ μὴ δύνασθαι τὸν ξυρὸν ἵστασθαι. ~ VΓΟΩΔ

τὰ νέρθεν*] τὰ κάτωθεν ἀπὸ τῶν καταχθονίων· ἐκεῖ γάρ, ὡς λέγουσιν, οἱ Τιτᾶνες ἐδέδεντο. ~ VΓΔ

Πῶλος* ἢ Ἀριστόδημος] οὗτοι τραγῳδίας ἦσαν ὑποkριταί. ἐπειδὴ οὖν ὁ Ζεὺς τραγικοὺς ἰάμβους ἔλεγεν αὐτοῖς, διὰ τοῦτο εἶπεν ὅτι ἀντὶ Διὸς Πῶλος ἐφάνης ἢ Ἀριστόδημος. ~ ΓVΔ

— ] ἄλλως. Ἀρέθα. Πῶλος καὶ Ἀριστόδημος ὑποκριταὶ

περιφανεῖς. ὑπεκρίνοντο οὖν ἐν ταῖς τραγῳδίαις καὶ ταῖς κωμῳδίαις καὶ θεούς· καὶ τοῦτο νῦν Ἥρα γυναικείᾳ κρατουμένη ὀλιγωρίᾳ καὶ ὅτι ὅλως θεῶν ὑπεισέρχονται πρόσωπα ὑποκνιζομένη περιπαθῶς τῷ Διὶ ὑποτίθεται. ~ ΔCVOΩ

μετέωροι] πρὸς ἀκρόασιν. ~ ΓV

ἀγνοήσεται: ἀντὶ τοῦ ἀγνοηθήσεται. σκόπει δέ, ὅτι τὸ τοῖς ἄρχουσι κατ’ ἰδίαν τι πράττειν καὶ μὴ τοῖς ἀρχομένοις αὐτὸ κοινοῦσθαι τυραννικὸν δοκεῖ. ~ ΔVΟΩ

ἁπλοϊκά*] εὐτελῆ, ἁπλούστατα. ~ ΓΟΩΔ

εἰς ἀγορήν*] πρὸς τῇ λοιπῇ δεισιδαιμονίᾳ μᾶλλον δὲ μανίᾳ τῇ περὶ τοὺς λεγομένους θεοὺς καὶ Πρίαπόν τινα θεὸν εἶναι Ἕλληνες μεμυθολογήκασιν, ὃν οἱ μὲν αὐτῶν τὸν αὐτόν φασιν εἶναι τῷ Διονύσῳ ἐπιθετικῶς αὐτοῦ τούτου δῆθεν Πριάπου καλουμένου, ἄλλοι δὲ Διονύσου μὲν υἱόν, μητρὸς δὲ ἢ Ἀφροδίτης ἢ Διώνης. Μνασέας δὲ ὁ Παταρεὺς [fr. 35. F. H. G. III 155 Müller] ἑρμαφρόδιτον τὸν Πρίαπον λέγει, ἄλλοι δὲ Ἀφροδίτης υἱόν, ἣ ἔρριψεν αὐτὸν εἰς τοὺς λειμῶνας ἐπὶ τῇ ἀμορφίᾳ τῶν μήδεων αἰδοῖ ἐχομένη· εἶχε γάρ, φασί, γλῶσσαν μεγάλην καὶ γαστέρα καὶ αἰδοῖον, λεχθῆναι δ’ ἐπ’ αὐτῷ, ὅτι σημαίνει τὸ ἄγαλμα αὐτοῦ, ὡς ὁ κρατῶν γλώσσης καὶ γαστρὸς καὶ μίξεως ἄμεμπτον ἕξει τὸν βίον. ~ ΓVΟΩΔ . Addunt ΟΩ : τὸν δὲ Ἄνουβιν λόγος κυνοπρόσωπον εἶναι (cf. p. 60, 2. 3). ~

νώνυμνοι*] ἄνευ ὕμνων. ~ ΓVΔ

Φειδίου* κτλ.] οὗτοι ἀγαλματοποιοὶ ἦσαν ἄριστοι. ~ ΓVΔ

ἐπηυγάζεσθαι*] γράφεται καὶ ἐπηλυγάζεσθαι. διὰ τοῦ η̄ γραπτέον· ἀπὸ τοῦ ἠλύγη γάρ ἐστι συντεθειμένον, ὃ σημαίνει τὴν σκοτίαν. ~ Δ

Βενδῖς* κτλ.] οὗτοι παρ’ Αἰγυπτίοις ἐτιμῶντο. ~ ΓΟΩΔ

— ] ὅτι ἡ μὲν Βενδῖς Θρᾳκεία θεός, ὁ δὲ Ἄνουβις Αἰγύπτιος, ὃν οἱ λόγοι καὶ κυνοπρόσωπον εἶναι, ὁ Μίθρας Περσικός, ὁ Μὴν Φρύγιος. ~ CVΔ

Μίθρης*] παρὰ Πέρσαις. ὁ αὐτὸς δὲ οὗτος τῷ Ἡφαίστῳ, ἄλλοι δὲ τῷ Ἡλίῳ φασίν. ~ ΓVΩ. Addit V, quod est etiam in Δ (post 1. 4 Φρύγιος): ἐπεὶ οὖν οἱ βάρβαροι πλούτῳ ἐκόμων, εἰκότως καὶ πολυτελῶς τοὺς ἑαυτῶν θεοὺς κατεσκεύαζον. ~

Ἄττις*] τὸν Ἄττιν Φρύγες σέβονται τὸν αὐτὸν ὄντα τῷ Διονύσῳ. φασὶ δὲ αὐτὸν καὶ θηλυδρίαν ὑπὸ Ῥέας τῆς τῶν θεῶν ἀποκοπέντα μητρός, ἐφ’ ᾧτε ἐρώμενον αὐτῆς ὑπάρξαι. ἔνιοι δὲ καὶ γνήσιον υἱὸν αὐτῆς ὄντα τοῦτο δι’ ἐκεῖνο παθεῖν αὐτόν φασι. τούτῳ οἱ ἱερατικῶς λειτουργοῦντες ἐκτεμνόμενοι πρότερον τὰ γεννητικὰ ἄρθρα ἀνετίθεντο οὕτως. διὰ ταῦτα καὶ νῦν παίζεται τοῦτο κατὰ πάντων εὐνούχων ὡς τῷ Ἄττιδι ἐπιτηδείων ἀνακεῖσθαι· ἁρμοδιώτερον δέ, εἰ κιναιδεύοιντο, καθότι καὶ αὐτὸς Ἄττις τοιοῦτος ἐπ’ ἀμφοτέρῳ τῷ μύσει ἐξεταζόμενος. ~ ΓCVΟΩΔ

λημῶ*] λήμας ἔχω. λήμη δέ ἐστιν ὁ ἐν τοῖς ὄμμασι ῥύπος. ~ ΓVΔ

Πεντέληθεν*] ἀπὸ Πεντέλης. Πεντέλη δέ ἐστι λίθος παρ’ Ἀθηναίοις εἰς ἀγάλματα πεποιημένος. ~ ΓVΟΩΔ

Πραξιτέλει*] Πραξιτέλης ἀγαλματοποιὸς ἄριστος, ὅστις κατεσκεύασε τὸ ἐν Κνίδῳ τῆς Ἀφροδίτης ἄγαλμα. ~ ΓVOΩΔ

χρυσῆν ἔλεγεν Ὅμηρος τὴν Ἀφροδίτην ἀντὶ τοῦ καλήν. αὕτη δὲ ἦλθε προκαθίσαι, ὅσον ἐκ τοῦ ὀνόματος. ~ ΓVΟΩΔ

κόλλοπας*] τὰ κολλάβια. ~ Γ

— ] οὓς κολλάβους φασίν. εἰσὶ δὲ οἱ πασσαλίσκοι, οἷς ἀποτείνονται αἱ νευραί. ~ CVΟΩΔ

θητικῷ*] θῆτες ἐκαλοῦντο παρὰ τοῖς Ἀθηναίοις οἱ πάντων πενέστεροι, ἀπὸ τοῦ θητεύειν, ὅ ἐστι μισθῷ δουλεύειν, τρεφόμενοι. ἐν τῷ θητικῷ οὖν ἐκκλησιάζειν λέγει ἀντὶ τοῦ ἐν τῷ πενιχρῷ τάγματι. ~ ΓVΟΩΔ

τελέσματος] δαπανήματος. ~ VΔ

πεντακοσιομεδίμνους*] εἰς τέσσαρα διῄρητο τάγματα πᾶσα ἡ πόλις τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, οἵτινες ἦσαν πάνυ πλούσιοι, εἰς ἱππεῖς ἧττον πλουσίους, εἰς ζευγίτας ἔτι ἥττονας, εἰς θῆτας τοὺς πένητας. εἰπὼν οὖν ἀνωτέρω [c. 10] τὴν Ἀφροδίτην ὡς πενιχρὰν εἰς τὸ θητικὸν τελεῖν εἰς πεντακοσιομεδίμνους εἶπε τοῦτον ὡς πλούσιον. ~ ΓVΟΩΔ. Addit Δ: οἱ γὰρ πεντακόσιοι μέδιμνοί εἰσι λιτρῶν ια′ χιλιάδες καὶ σν′, κεντηνάρια ριβ′. ~

πνύκα*] πνὺξ λέγεται ἡ ἐκκλησία τῶν Ἀθηναίων παρὰ τὸ πεπυκνῶσθαι τοὺς συνερχομένους ἐν αὐτῇ. ~ ΓCVΟΩΔ

Ἡράκλεις*] εἰώθεσαν οἱ ἄνθρωποι ἐν κακοῖς ὄντες ἐπικαλεῖσθαι τὸν Ἡρακλέα ὡς ἀλεξίκακον. εὐμόρφως οὖν ὁ Λουκιανὸς τὸν Ἑρμῆν ἐποίησεν ἐπικαλούμενον τὸν Ἡρακλέα παρὰ τῶν θεῶν ἐνοχλούμενον. ~ VΓΟΩΔ

τὴν Ἑλλήνων*] ἀντὶ τοῦ τὴν Ἑλληνικὴν γλῶσσαν. ~ ΓVΟΩΔ

εὐπροσωποτάτη*] εὐπρεπής. ~ ΓV

προὔσεσθαι] ἀντὶ τοῦ προέσεσθαι. ~ VΩ

διαμέλλεις*] βραδύνεις. ~ ΓVΟΩ

πεπαρῴνηται*] ὑβριστικῶς πέπρακται. ~ ΓVΟΩΔ

ὀλιγώρως*] καταφρονητικῶς. ~ ΓVΟΩ

Καφηρέα*] ἀκρωτήριον τῆς Εὐβοίας. ~ ΓVΟΩ

— ] ἔχει μὲν ἰδίως καὶ Εὔβοια πρὸς τῇ ἔξω θαλάσσῃ Καφηρέα. Καφηρεὺς δὲ λέγεται τόπος θαλάττης πρὸς τοῖς αἰγιαλοῖς τραχὺς καὶ τεναγώδης σκοπέλοις διειλημμένος καὶ ἕρμασι καὶ τὰ πρὸς ἀπόβασιν ἀπορώτατος ἅτε κρημνοῖς περιστοιχιζόμενος καὶ πρὸς τοῖς ἄλλοις κακοῖς ἔτι καὶ διηνεκέσι τοῖς ἀνέμοις καταπνεόμενος, ὡς ὁ παρ’ Ὁμήρῳ [Β 396] προβλὴς σκόπελος, τὸν οὔποτε κύματα λείπει παντοίων ἀνέμων Καφηρεὺς ὢν καὶ αὐτός. καὶ ἴσως εἴρηται Καφηρεὺς ἀπὸ τοῦ καταπνεῖσθαι ἀνενδότως· κάπος γὰρ τὸ πνεῦμα, ἀφ’ οὗ καὶ Ὅμηρος [Η 313] Αἴαντ’ εἰς Ἀγαμέμνονα δῖον ἄγει κεκαφηότα νίκῃ, οἱονεὶ πνευστιῶντα ἤτοι τῷ τοῦ πολεμικοῦ ἀγῶνος καμάτῳ ἢ τῇ ἀγερωχίᾳ τῆς νίκης, τῆς χαρᾶς αὐτῷ τοὺς ἀναπνευστικοὺς πόρους κατευρυνάσης καὶ πέρα τοῦ συνήθους ἐπισπᾶσθαι τὸ πνεῦμα κατεπειγούσης· παρ’ ὃ δὴ καί τινες ἔλαθον τελείως ἐκπεπνευκότες μὴ δυνηθέντες τοσοῦτον τὸ ἔκτοθεν ἐπισπάσασθαι πνεῦμα, ὅσον ἐξήρκεσε τὴν ἀπὸ τῆς χαρᾶς εὐρυχωρίαν πληρῶσαι. ~ VΔ. Addit V: ἢ ὅτι συναπέρχεται τῇ εὐρύτητι τοῦ συμπτώματος πᾶν τὸ ψυχικὸν πνεῦμα ὡς ἀπό τινος παρὰ λόγον ἐκραγέντος στόματος ἀμέτρως ἐκχεόμενον. ~

Κεραμεικῷ*] δύο ἦσαν Κεραμεικοὶ παρ’ Ἀθηναίοις, ὁ μὲν ἐν τῇ πόλει, ὁ δὲ ἔξω τῆς πόλεως. ἐνταῦθα οὖν τὸν ἐν τῇ πόλει λέγει τόπον. ~ ΓCVΟΩΔ

τὴν μικρολογίαν*] τὴν κνιπότητα. ~ ΓCVΟΩ

κορυζῶντα*] ὑπὸ τοῦ γήρως μύξας ἐκχέοντα· κόρυζαι γὰρ αἱ μύξαι. ~ ΓVΟΩΔ

ἑρμάτων*] ὑφάλων πετρῶν. ~ ΓVΟΩ

Ποικίλην*] Ποικίλη στοὰ ἦν παρ’ Ἀθηναίοις· ἐκαλεῖτο δ’ οὖν οὕτως ἐκ τῆς ποικίλης ἐν αὐτῇ ζωγραφίας. ~ ΓVΟΩΔ

διατεινομένους*] ἀμφισβητοῦντας. ~ ΓVΟΩΔ

τὸν πώγωνα ἐπισπασάμενος*] ἐπισύρας, χαλάσας. ~ ΓVΟΩΔ

Ἐπικούρειον*] Ἐπικούρειοι καὶ Στωικοὶ δύο γένη φιλοσόφων. τούτων οἱ μὲν Ἐπικούρειοι ἄνευ προνοίας ἔλεγον διοικεῖσθαι τὰ πράγματα, οἱ δὲ Στωικοὶ ὑπὸ προνοίας. ~ ΓVΟΩΔ

τὸν ἐπίτριπτον*] τὸν ἄξιον τοῦ ἐπιτριβῆναι, τουτέστι πληγῆναι. ~ ΓCVΟΩΔ

σαρδάνιον*] σαρδώνιος γέλως λέγεται ὁ ἐν ὑποκρίσει γινόμενος. ~ ΓVΟΩΔ

παρομαρτῶν] συνακολουθῶν. ~ V