Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ἀδράστεια*] Ἀδράστειαν δαίμονά τινα λέγουσι τοῖς μεγάλα καυχωμένοις ἐπιβουλεύουσαν. ~ ΓVΟΩΔ

σχέσις* ἕξεως] μετουσία, συνάφεια. σχέσις σημαίνει δ′, ἢ κατὰ τέχνην ὡς τοῦ διδασκάλου πρὸς τὸν μαθητήν, ἢ κατὰ τύχην ὡς τοῦ δεσπότου πρὸς τὸν δοῦλον, ἢ κατὰ προαίρεσιν ὡς τοῦ φίλου πρὸς τὸν φίλον, ἢ κατὰ φύσιν ὡς πατὴρ πρὸς τὸν υἱόν. — ἕξις ἐστὶ ποιότης ἔμμονος καὶ δυσαπόβλητος· τόκον δὲ ταύτης τὴν ἐνέργειαν λέγω. — ἕξις ἐστὶ ποιὸς πρὸς τὰ πράγματα τρόπος. ~ Δ

κερατίναν κτλ.] σοφισματώδεις ταῦτα πλεκτάναι. ~ VΟΩΔ

ὄναιο*] ἀπολαύσειας. ~ VΔ

Ἀνακείῳ*] ἱερὸν τῶν Διοσκούρων. οὕτω δὲ λέγεται Ἀνάκειον προπαροξυτόνως. ὅσα ἀπὸ κτητικῶν συμπέπτωκεν ἢ ἐπιθετικῶν ἐχόντων τὴν ε̄ῑ δίφθογγον, καὶ ἐκεῖνα προπαροξυτόνως

οἷον Ἡράκλειον — οὕτω γὰρ Ἡράκλειος ἆθλος —, Χαρώνειον, Ἀνάκειον, Ἀνακτόρειον, βασίλειον καὶ Μαυσώλειον ἔργον. ~ ΓCVΜΟΩΔ

Πελοπίης* χθονός] τῆς Πελοποννήσου. λέγει δὲ αὕτη ἐστὶ Καλυδὼν ἐν τοῖς καταντικρὺ πορθμοῖς τῆς Πελοποννήσου πεδιάδας καλλίστας ἔχουσα. ~ ΓVΟΩΔ

γυίαις*] χώραις. ~ Ο

περισπάσας*] ἢ καταισχύνας ἢ ἀποστερήσας. ~ΔVΟ

ἐφ’ ἑκάστῳ κτλ.] σημείωσαι. ~Γ2V

Οἰνεύς*] ὁ γὰρ Οἰνεὺς ἐπὶ τὴν θυσίαν τὴν Ἄρτεμιν οὐκ ἐκάλεσεν ὥσπερ οὐδὲ Ἀρισταίνετος τὸν Ἑτοιμοκλέα ἐπὶ τὸ δεῖπνον. ὡς ἐν εἰρωνείᾳ οὖν ταῦτα λέγει ὁ Ἕρμων. ~VΟΩΔ

Μελέαγρος ἀπομαρανθείς*] σβεσθείσης γὰρ τῆς λαμπάδος παρὰ τῆς μητρὸς κατὰ μικρὸν αὐτὸς ἐμαραίνετο. ~ ΓVΟUΩΔ

— ] τῷ Μελεάγρῳ συνεγεννήθη λαμπάς, περὶ ἧς ἐλέχθη, ὅτι, ἐφ’ ὅσον ἅπτεται, ζῇ ὁ Μελέαγρος. ὅτε οὖν σχὼν τὴν Ἀταλάντην σύμμαχον καὶ τοὺς ἀδελφοὺς τῆς ἰδίας μητρὸς ἐφόνευσε τὸν Καλυδώνιον κάπρον, ἐρῶν τῆς Ἀταλάντης ἔδωκεν αὐτῇ τὰ πρωτεῖα. ὠργίσθησαν ἐπὶ τούτῳ οἱ θεῖοι καὶ γενομένης μάχης ἀνεῖλεν αὐτούς. ἐπὶ τούτῳ ἐλυπήθη ἡ Μελεάγρου μήτηρ Ἀλθαία κατ’ αὐτοῦ ὡς ὑπὲρ ἀδελφῶν καὶ ἀπελθοῦσα ἔσβεσε τὴν λαμπάδα. ἦν δὲ ὁ Μελέαγρος υἱὸς τοῦ Οἰνέως. ~VΟUΩΔ

ἀδιάφορα κτλ.] ὁ Χρύσιππος διδάσκαλος τῶν περὶ Ἑτοιμοκλέα καὶ Ζηνόθεμιν καὶ διὰ τοῦτο εἰς αὐτὸν ἀποσκώπτει ὁ Ἕρμων. ~ Δ

κατεσκέδασεν*] ἐπέχυσεν. ~ ΓVΜΟΩ

ἀπέκτεινεν — εἰρήνην ἄγοντες] ὡραῖον ὅλον. ~ Δ

εἰρήνην ἄγοντες κτλ.] σημείωσαι. ~ Γ2V

— ] ὡραῖον. ~ Ο

ἐν* ὅσῳ κτλ.] σχόλιον Βασιλείου Ἀδάδων. καὶ τούτων, ὦ Λουκιανέ, εὐφυῶς καθήψω καὶ τὴν ἀλήθειαν τῶν τοῖς σοφοῖς προσηκόντων† ἀρετῶν δηλαδὴ σαφῶς εἴρηκας αὐτό που τὸ ὂν ἀριδήλως ἐξειπών. ~ Δ

γέλωτα — ὀφλισκάνοντας: οὐ πάντων τοῦτο τῶν μανθανόντων ἐστίν, ἀλλὰ τῶν μὴ κεκριμένως καὶ προσεχόντως φιλοσοφούντων· περὶ ὧν καὶ Ἀριστοτέλης φησίν, ὅτι τὸν μὲν θύραθεν νοῦν προσεκτήσαντο, τὸν δὲ ἴδιον ἀπώλεσαν. ~ ΔVΟΩ

εἰσῄει κτλ.] ὡραῖον. ~ Γ

ἀτενές*] συνεχές. ~ V

μῆλον* κτλ.] ἐν τῷ γάμῳ τοῦ Πηλέως καὶ τῆς Θέτιδος ἡ Ἔρις μὴ κληθεῖσα ἔρριψε μῆλον ἐν τῷ ἀρίστῳ, ἐν ᾧ ἔγραφε τῇ καλῇ τὸ μῆλον. ἠμφισβήτησαν περὶ τούτου Ἀφροδίτη, Ἥρα καὶ Ἀθηνᾶ καὶ ἐκρίθησαν παρὰ τῷ Πάριδι. προκριθεῖσα δ’ ἡ Ἀφροδίτη ἐχαρίσατο τῷ Πάριδι ἀντὶ τούτου τὴν Ἑλένην, δι’ ἧς ὁ Τρωικὸς γέγονε πόλεμος. ~ ΓVΟΩΔ

ἀπορρίπτειν αὐτὰ ἐς τὸ ἔδαφος] Πίνδαρος [Nem. 9, 49]

θαρσαλέα παρὰ κρητῆρι φωνὰ γίνεται
. ~ ΓΟΩ

ἄριστον — παιδεραστεῖν] ὑμῖν ἄριστον τοῦτο δαιμόνων φίλοις, ἡμῖν δὲ φευκτὸν τοῖς λατρευταῖς τοῦ λόγου. ~ Ο

— ]τὸ παιδεραστεῖν σοὶ καλόν, παιδοφθόρε, ἐμοὶ δ’ αἰσχρὸν καὶ πᾶσιν, οἷς ἐστι φόβος θεοῦ. ~ Ω

ποῦ γὰρ ἂν εὑρίσκοιμεν τὸν ζῆλον* κτλ.] ποῦ κεῖται

ὁ ζῆλος ἐπὶ τοῦ γυναικὸς ἐρᾶν; ἐζήτησεν ὁ Διονυσόδωρος. λέγουσι γὰρ τίθεσθαι τὴν λέξιν ἐπὶ τοῦ μακαρίζειν καὶ ἐπὶ τοῦ φθονεῖν, οὕτω δ’ ἦν ἐπὶ τοῦ ζηλοτυπεῖν, τουτέστι περὶ γυναῖκας μαίνεσθαι· Λυσίας ἐν τῷ Κατὰ Πανταλέοντος [fg. 210]. ~ ΓVΜΟΩΔ

ἡ οἴη κτλ.] τὰ ἐλεγεῖα χωλά. ~ Γ

— ] ὅλα τὰ ἐλεγεῖα χωλά, καὶ τούτου χάριν εἶπεν ἐπ’ αὐτοῖς κινηθῆναι γέλωτα, ἐξεπίτηδες καὶ τοῦτο Λουκιανοῦ ποιήσαντος πρὸς πλείονα ὕβριν τοῦ συμποσίου. ~ VΟΩΔ. Addit Δ: καὶ κωμῳδίαν τῶν ἑστιωμένων, ὡς ὁ λόγος δεδήλωκεν ἐκ τῶν παρ’ αὐτῶν λεχθέντων καὶ πραχθέντων. ~

Πατρόκλου νεκρόν*] ὁ γὰρ Ὅμηρος [Ρ 61 sq.] μεγάλην λέγει κινηθῆναι μάχην μεταξὺ Ἑλλήνων καὶ Τρώων ἐπὶ τῷ τοῦ Πατρόκλου σώματι. ~ VΟΩΔ

πιμελεστέρα*] λιπαρωτέρα. ~ VΔ

χρηστῷ*] ἀγαθῷ, ἀντὶ τοῦ μεγάλῳ. ~ ΓVΟ

Λαπίθας*] εἷς τῶν Λαπιθῶν γάμον ἐπιτελῶν ἐκάλεσέ τινας τῶν Λαπιθῶν καί τινας τῶν Κενταύρων. Εὐρυτίων δὲ εἷς τῶν Κενταύρων μεθυσθεὶς τὴν νύμφην ἠβουλήθη βιάσασθαι. κρατήσαντες οὖν οἱ Λαπίθαι τὸν Εὐρυτίωνα τὴν ῥῖνα αὐτοῦ ἀπέτεμον καὶ τὰ ὦτα, καὶ ἐκ τούτου συνεκροτήθη Λαπίθαις καὶ Κενταύροις ὁ πόλεμος. ~ ΓVΟΩΔ

κηδεμονικῶς* κτλ. ] κηδόμενος καὶ φροντίζων, ἵνα μὴ ἀπόληται. ~ ΔVΟΩ

πονήρως*] ἀντὶ τοῦ βαρέως. ~ VMΟΔ

ταινίαις*] στεφάνοις ἤτοι φασκίαις. ~ VΟUΩΔ