Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

⸢Συμπόσιον ἢ Λαπίθαι ἐπιγέγραπται⸣· ἀφωμοίωται γὰρ τῷ πολέμῳ τοῖς ἐπὶ τῶν γάμων τοῦ Πειρίθου τετελεσμένοις· κἀκεῖ γὰρ οἱ ⸢Κένταυροι με⸣θυσθέντες εἶτα ταῖς τῶν Λαπιθῶν γυναιξὶν ὑβριστικῶς ἐπιθέμενοι μέχρι τραυμάτων καὶ φόνων προὐχώρησαν, ἀφ’ οὗ καὶ πρὸς πόλεμον προὔβησαν ἄσπονδον. ~ ⸢V⸣ΜΟΩΔ

ἐν Ἀρισταινέτου] οἰκίᾳ. ~ Γ

ἔξω βέλους*] δεξιώτατα κέχρηται τούτῳ ἀπὸ τῶν πολέμων ἐπὶ τὴν προκειμένην ὑπόθεσιν μεταλαβών· ἐπὶ μὲν γὰρ τῶν πολέμων ἔξω φασὶ βέλους τοὺς ἀπωτέρω τυγχάνοντας βολῆς. ἐνταῦθα δέ, ἐπειδὴ πρὸς τῇ ἑστιάσει πόλεμος μεθυόντων συνερρώγει, εἶτα τἀκεῖ γεγενημένα διηγεῖσθαι καθ’ ἡσυχίαν προὔκειτο, παίζων φησὶν ὅτι διηγοῦ ἡμῖν προθύμως ὑπ’ οὐδενὸς ἅτε διοχλούμενος τῶν πεπραγμένων· ἔξω γὰρ τυγχάνομεν ὄντες τοῦ χθεσινοῦ πολέμου καὶ τῆς ἐκεῖ παροινίας. ~ VMΟΩΔ

ἑωλοκρασίαν*] ἡνίκα συνέπινον ἀλλήλοις παρ’ Ἀθηναίοις οἱ νέοι, ἐπὶ ἑκάστου κρατὴρ οἴνου ἐτίθετο, καὶ εἴ τις ἐκαθεύδησε μὴ πιὼν τὸν ἴδιον κρατῆρα, πρωὶ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἐξεχέετο καὶ ἐκαλεῖτο τοῦτο ἑωλοκρασία·

ἕωλον γάρ ἐστι τὸ χθεσινόν. εἴρηται οὖν ἐνταῦθα μεταφορικῶς ἀντὶ τοῦ ὕβριν. ~ ΓVMΟUΩΔ

ἀμυστί*] ἄνευ τοῦ μῦσαι καὶ κλεῖσαι τὸ στόμα. ~ ΓVΜΟΩΔ

ἀλλὰ ἥξεις κτλ.] σημείωσαι. ~ Γ2

τὸ μηδὲν πρὸς ὀργήν καὶ τὸ ἀλλ’ ὅπως μὴ πρὸς πολλοὺς ἐρεῖς τὰ δύο κῶλα ἐλλείπουσι τῶν αὐτοτελῶν ῥημάτων κατ’ ἔθος Ἀττικόν· τὸ μὲν πρῶτον τοῦ σχοίης ἐλλείπει, τὸ δὲ τοῦ σκόπει. ~ VMOΩΔ. Addit Δ: ὡς πολλάκις παρεθέμεθα. ~

λαβύρινθος ἦν οἴκημα σκολιώτατον· καὶ ἐπεὶ σκολιὸς ἦν ἐν ταῖς ζητήσεσι, διὰ τοῦτο ἐπεκλήθη Λαβύρινθος. ~ ΓVΟΩΔ

κοπίδα*] μάχαιραν. ~ ΓV

θεοπρεπὴς κτλ.] σημείωσαι. ~ Γ2VΟ

γυναῖκες*] σημείωσαι, ὅτι ἐπὶ τῶν γάμων οἱ παλαιοὶ τὰς γυναῖκας ἐπὶ μιᾶς τραπέζης τοῖς ἀνδράσι συνειστίων καὶ ἀντιπροσώπους αὐτὰς ἐκάθιζον τῶν ἀνδρῶν· ὅπερ οὐ σεμνόν. ~ VCΟΩΔ

κλιντῆρα*] κλιντὴρ εἶδος φορείου ἢ κλινίδιον ἔχον ἀνακλίσεις, οἷον νῦν τὸ κλινοκαθέδριον. ~ Δ

ἐνεδοιάζετο*] ἀντὶ τοῦ ἠμφισβητεῖτο. ~ VΜΟΩ

τοῖν Ἀνάκοιν*] τῶν Διοσκούρων· Ἄνακας γὰρ ἔλεγον αὐτοὺς καὶ Ἀνάκειον τὸ ἱερὸν αὐτῶν. ~ VCMΟΩΔ

νυμφίος κτλ.] ὡραῖον. ~ Γ20

βαβαὶ κτλ.] ὡραῖον. ~ V ὅτιπερ*] οὐκ αἰτιολογικὸς σύνδεσμος τὸ ὅτι ἀλλ’ ἀναφορικὸν ἄρθρον τὸ ὅ, τὸ τι παρέλκον ἀόριστον Ἀττικῷ ἔθει. ~ VCΜΟΩΔ

χυμούς*] ζωμούς. ~ΓVΜΩΔ

πέμματα*] πλακούντια. ~ΓVΜΩΔ

καρυκείας*] ἀρτύματα. ~ΓVΜΩΔ

ἐκ περιωπῆς*] ἀπὸ ὑψηλοτέρου τόπου. ~ΓVΟΩ

Μενέλαον αὐτόματον ἥκοντα] τὸ

αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος
[Hom. Β 408]. ~

ὑποτονθορύζοντες*] ὑπογογγύζοντες. ~ ΓVΜΟΩΔ

βοήν*] ὁ ποιητὴς [Β 408] ἐπὶ Μενελάου βοὴν τὴν μάχην εἶπεν, ὁ Λουκιανὸς δὲ παρῴδησεν αὐτὸ εὐπρεπῶς ἐπὶ τοῦ Ἀλκιδάμαντος λέγων βοὴν τὴν κραυγήν. ~ΓVΜΟΩΔ Sequuntur in VΜΟΩ MΟ Ω, quae in Δ initio scholii praemissa sunt: οὐ βοὴν δὲ ἐνταῦθα ἀλλὰ βόην, ὅ ἐστι κρακτικὸν καὶ θορυβώδη, ὃ καὶ διὰ τῶν ἑπομένων παρέστησε κρακτικὸν ἐπενέγκας. ~

κἂν* ὀρθοστάδην] ἀντὶ τοῦ καὶ ὀρθοστάδην ἄν. ~ V

τηλικαῦται κτλ.] σημείωσαι. ~Γ2V

Φόλῳ*] Φόλος ἐγένετο τῶν Κενταύρων εἷς, παρ’ ᾧ ἐξενοδοχήθη Ἡρακλῆς. ~ ΓVΜΩΔ

περιεσοβεῖτο*] ἐκινεῖτο, περιεφέρετο. ~ VΜΩΔ

ἐν τοσούτῳ*] ἀντὶ τοῦ μεταξὺ τούτων ἢ ἀντὶ τοῦ ὡς ὅτε ταῦτα ἐγίνετο. ~ VΜΩΔ

ὀρεωκόμον*] τὸν ἐπιμελούμενον τῶν ἡμιόνων. ~ ΓVΜΟΩΔ

σιωπὴν κτλ.] ὡραῖον. ~ Γ2V

προπίνω] σκόπει τὴν σύνταξιν προπίνω σοι Ἡρακλέους ἀρχηγέτου, ὃ νῦν ἀγροικικῶς φασιν εἰς τὴν πρεσβείαν τοῦδε ἢ τὴν ὑγίειαν. δεῖ γὰρ λέγειν προπίνω σοι τῆς σῆς ὑγιείας ἢ προπίνω σοι βασιλέως μεγάλου ἢ προπίνω σοι Μαρίας τῆς θεοτόκου καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ~ CVΜΟΩΔ

σὺν δ’ ἔβαλον ῥινούς*] καὶ μὴν Ὁμήρου ταῦτα [Δ 447] ἀλλ’ οὐ Πινδάρου καὶ Ἡσιόδου καὶ Ἀνακρέοντος. ~Δ

ἀνάπαιστα* συγκροτῶν] διὰ τοῦ κροτεῖν τὰς χεῖρας εὐρύθμως. ἀνάπαιστα* δὲ κοινῶς μὲν τὰ ἐν ταῖς παραβάσεσι τῶν χορῶν ᾄσματα, ἰδίως δὲ τὰ τῷ ῥυθμῷ κεχρημένα τούτῳ. παράβασις δέ ἐστι λύσις χοροῦ σκηνικοῦ τοῦ κυκλικοῦ σχήματος καὶ κατὰ παράλληλον θέσιν στάσις τῶν χορευόντων, ὅταν καὶ εἰς τὸ θέατρον ἀποβλέποντες οἱ χορευταὶ ἔλεγόν τινα. | ~ ΓVΟΩΔ

Μελιταῖον* κυνίδιον] τὸ ἐκ Μελίτης· ἔστι δὲ τρυφερὸν καὶ μικρὸν καὶ λεῖον, οἷα παρ’ ἡμῖν τὰ ναννούδια. ~ΓVΟΩΔ

ἀμυχάς] ἀμυχὴ ἐπιπόλαιον ἕλκος. ~O παραβύσας*] μετὰ στενώσεως κατακλίνας· βῦσαι γὰρ τὸ φράξαι. ~ΓVΟΩΔ

δοκῶ κτλ.] σημείωσαι. ~Γ2V