Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀέλπτως*] ἀνελπίστως. ~ Δ

κραίνουσι*] τελειοῦσι. ~ Δ

θεοί*] πλούσιοι. ~ Δ

⸢Σοφιστήν τινα εἰσάγει ἀπαίδευτον μεγάλα φρονοῦντα καὶ ἐπαγγε⸣λλόμενον ἅπαντα εἰδέναι τὰ σόλοικα. ὁ οὖν Λουκιανὸς βουλόμ⸢ενος αὐτὸν⸣ ἐλέγξ⸢αι μηδὲν εἰδότα ἑαυτὸν⸣ εἰσήγαγε σολοικίζοντα καὶ διὰ τοῦτο ψευδοσοφιστὴν αὑτὸν ὠνόμασεν. ἐπίτηδες οὖν αὐτὸς ὁ Λουκιανὸς σολοικίζει, ἵνα δείξῃ τὸν σοφιστὴν μὴ δυνάμενον ἐλέγξαι τὸν σολοικίζοντα. ~ Γ⸢V⸣ΜOUΩ

ἄρτι*] τὸ ἄρτι μέλλοντι οὐ συνάπτεται· οὐκ ἄρα λέγομεν ἄρτι σολοικιῶ. ~ ΓVMΟUΩ

ἃ μέν*] ἐχρῆν εἰπεῖν τὰ μὲν τὰ δέ. ~ ΓVMOU

ὄφελον*] τὸ γὰρ ὄφελον οὐδέποτε μέλλοντος συντάττεται ἀπαρεμφάτῳ ἢ ὑποτακτικῷ, ἀλλ’ ἐνεστῶτος ὁριστικῷ ἢ ἀπαρεμφάτῳ ἢ εὐκτικῷ, ὡσαύτως καὶ παρῳχημένῳ. ἔδει οὖν εἰπεῖν ὄφελον ἀκολουθεῖν δυνηθῆναι, καὶ μάλιστα, ὅτι καὶ τὸ νῦν πρόσκειται, ὃ οὐδέποτε οὐδὲ αὐτὸ μέλλοντι συντάσσεται. διττῶς οὖν ἐν τῷ ἑνὶ σεσολοίκισται· διὸ καὶ λέγει, ὅτι τρὶς σεσολοίκισται. ~ ΓVΜΟUΩ

ἆθλον*] ἐπὶ τοῦ ἀγῶνος οὐ λέγεται τὸ ἆθλον οὐδετέρως ἀλλ’ ἀρσενικῶς. ~ ΓVΜΟUΩ

ἔμπροσθεν*] κακῶς τὸ εἰς τὸ ἔμπροσθεν προσέθηκεν· οὐ γὰρ λέγεται τοῦ προβαίνοντός τι ἔμπροσθεν ἄλλο. ~ ΓVM ΟUΩ. Addunt VΜΟUΩ : κακῶς οὖν τὸ εἰς τὸ ἔμπροσθεν, ἐπεὶ πρόϊθι φησίν. ~

μεθῆκα* θεῖν λαγώ] τοῦτο σόλοικον γενικῇ χρῆσθαι ἀντὶ αἰτιατικῆς· ὁ λαγώς γάρ, τοῦ λαγώ ἡ γενική, ἡ δ’ αἰτιατικὴ τὸν λαγών μετὰ τοῦ ν̄, ἀλλ’ οὐ χωρὶς τοῦ ν̄. ~ ΓVΜΟUΩ

πρόσεστιν*] ἐπειδή, φησίν, οὐ πρόσεστι τῷ σολοικισμῷ, εἰς τίνα ἐσολοίκισα, τούτου χάριν οὐκ ἔγνως τὸν σολοικίζοντα. ~ ΓVΜΟUΩ

τίτθας* θηλαζόντων] ἡ τίτθη θηλάζει, ὁ δὲ ἀντιστρέψας ἔφη τὰ παιδία θηλάζει. ~ ΓVΜΟUΩ

αὐξάνοντα*] αὐξανόμενα γὰρ ἔδει εἰπεῖν παθητικῶς, ἀλλ’ οὐκ ἐνεργητικῶς. ~ ΓVΜΟUΩ

οὐδὲν γνωσόμεθα: ὤφειλε γὰρ καὶ τὸν δυνητικὸν προσθεῖναι σύνδεσμον τὸν ἄν, οἷον εἰ ταῦτα ἀγνοήσομεν, οὐδὲν ἂν γνῶμεν οὐδὲ γνωσόμεθα· νῦν δὲ διπλῇ σεσολοίκισται, καὶ τῇ ἐλλείψει τοῦ ἄν καὶ τῇ τοῦ μέλλοντος χρήσει τοῦ γνωσόμεθα· οὐδέποτε γὰρ τοῖς δυνητικοῖς μέλλοντες συντάττονται. ~ VΓ2ΜΟUΩ

τῶν ἑαυτῶν] ἢ ἄμεινον ολοσ? α? να κατανοεῖν τὸ τῶν ἑαυτῶν· οὐδέποτε γὰρ οὕτω λέγομεν τῶν ἑαυτῶν, καὶ μάλιστα ⸤cr. VΙΙ litt.⸥ ἀναλλ⸤cr. XX litt.⸥. ~ Ο

ᾧ συνεγενόμην ἐν Αἰγύπτῳ*] πόσους παῖδας ἔτεκες; ~ V

ἔξεισιν*] τὸ ἔξεισι δηλοῖ τὸ σήμερον· ἐνεστῶτος γάρ. τί οὖν, φησίν, ἐρωτᾷς τὸ πότε ἔρχεται, εἰ αὐτόθεν; ~ ΓVΜΟUΩ

πατρῷα*] πατρικὰ ὅταν εἴπωμεν, τὰ τοῦ πατρὸς λέγομεν ζῶντος τοῦ πατρός, ὅταν δὲ τὰ πατρῷα, τεθνηκότος. ~ ΓVMΟUΩ

πατριώτης*] ὁμοήθης γὰρ ἔδει εἰπεῖν, ὁμόγλωσσος, ὁμόνομος. τὸ δὲ πατριώτης ἐπὶ βαρβάρων· οἱ βάρβαροι γὰρ οὕτως ἀλλήλους φασὶν ἀντὶ τοῦ πολίτης, καὶ ἴσως ὅτι μὴ κατὰ πόλεις οἰκοῦσιν. Πλάτων μέντοι καὶ ἐφ’ Ἑλλήνων ἐν τοῖς Νόμοις [VI 771 D] τῷ πατριώτης ἐχρήσατο. ~ Γ2CVMOUΩ

μεθύσης*] μέθυσος γάρ, ἀλλ’ οὐ μεθύσης. ~ VMΟUΩ

λῆμμα*] λῆμα γὰρ ἡ ἀνδρεία δι’ ἑνὸς μ̄. ~ VΜΟUΩ

μεῖραξ οὔ φασιν ἐπὶ ἀνδρὸς λέγεσθαι, ἀλλ’ ἐπὶ γυναικὸς ἡβώσης· ἐπὶ δὲ ἀνδρὸς μειράκιον λέγεται. ~ Γ2CVMOUΩ

δεδίττομαι*] τὸ γ⸤ὰρ⸥ δ⸤ε⸥δ⸤ίττομαι⸥ ἐνέργειαν οὐ πάθος σημαίνει. ~ ⸤Γ⸥CVMΟUΩ

κορυφαιότατος] τὸ γὰρ κορυφαῖος ὑπερθετικὸν οὐ δέχεται, ὥσπερ οὐδὲ τὸ ἀγαθός. ~ Γ

ἐξορμῶ: ⸤ἐνέργειαν σημαίνει, οὐκ αὐτο⸥πάθειαν. ~ C⸤Γ2⸥VMOUΩ

συνετάξατο*] ἐπὶ γὰρ στρατοπέδ⸤ου⸥ τ⸤οῦ⸥τ⸤ο δια⸥θέσε⸤ως⸥ λέγεται· ἐ⸤φ’ οὗ⸥ δὲ ⸤β⸥ούλεται ⸤οὗ⸥το⸤ς⸥, ὑπέσχετο φασίν. ~ ⸤Γ2⸥CVMΟUΩ

περιέστην* αὐτόν] ὑπηγαγόμην γὰρ ἔδει εἰπεῖν ἢ μετῆλθον αὐτόν· τὸ γὰρ περιέστην ἐπὶ τοῦ κύκλῳ λέγεταί τινα περιέχειν. ~ Γ2CVMΟUΩ

συνεκρίνετο*] συν⸤εδικ⸥άζετο γὰρ ἔδει εἰπεῖν ⸤ἢ ἠμφ⸥ισβήτει, ἀλλ’ οὐ συνεκρίνετο· τὸ γὰρ συγκρίνεσθαι ἐπὶ τοῦ πυκνοῦσθαι ἡ δο⸤κίμη χρῆσις τῶν Ἑλλήνων⸥ οἶδεν. ~ ⸤Γ2⸥CVMOUΩ

6 νῶι* τοῦτο δοκεῖ κτλ.] τὸ γὰρ νῶι εὐθείας καὶ αἰτιατικῆς, ἀλλ’ οὐ γενικῆς καὶ δοτικῆς, τὸ δὲ δοκεῖ δοτικὴν ἀπαιτεῖ. καλῶς οὖν παίζων αὐτὸν εἴρηκεν ὡς

σὺ καὶ νῶιν ἐρεῖς, ὡς ἁμαρτάνομεν
, ἀντιστρέψας τὴν σύνταξιν
ἡμῖν ἐρεῖς, ὡς ἁμαρτάνομεν· ἔδει γὰρ εἰπεῖν νῶι ἁμαρτάνομεν, ἐρεῖς, τουτέστιν ἡμᾶς, ἀλλ’ οὐχ ἡμῖν. ~ Γ2VΜΟUΩ

μιχθεῖσα*] ἐμίχθη γὰρ ἀνήρ, φαμέν, γυναικί, οὐχὶ τὴν γυναῖκα τῷ ἀνδρί. ~ VΓ2CΜΟΩ

καρῆναι*] τὸ κείρασθαι γὰρ ἐπὶ τοῦ κοσμίως, τὸ δὲ καρῆναι ἐπὶ τοῦ ἀτίμως καὶ μετὰ ὕβρεως. ~ Γ2CVMΟΩ

ζυγομαχεῖν*] ἐπὶ γὰρ τῶν φιλίως διαλεγομένων ἐρεσχηλεῖν λέγεται ἢ φιλονεικεῖν ἢ ἀμφισβητεῖν, ἐπὶ δὲ τῶν ἐχθρῶς ζυγομαχεῖν ἢ διαδικάζεσθαι. ~ Γ2CVMOΩ

βασανίζεσθαι*] βάσανος γὰρ ἐπὶ τῆς δοκιμασίας λέγεται καὶ ἐπὶ κολαζομένων διὰ τιμωρητικῶν ὀργάνων. ~ Γ2CVMOΩ

μελετήσει*] οὐ γὰρ ἀξιοῦσιν Ἀττικοὶ ἐπὶ τοῦ ῥήματος τούτου ἐνεργητικῶς ἐκφέρειν ἀλλὰ παθητικῶς τὸν μέλλοντα· οὐ γάρ φασι μελετήσω ἀλλὰ μελετήσομαι. ~ Γ2VMΟΩ

τεθνήξῃ*] τεθνήξεται γὰρ ἐχρῆν λέγειν ἐπὶ τοῦ τρίτου, ἀλλ’ οὐ τεθνήξῃ ἐπὶ δευτέρου. ~ Γ2CVMΟΩ

στοχάζομαι*] τὸ γὰρ στοχάζεσθαι ἐπὶ τοῦ ἀκριβοῦν τάττεται τὴν βολὴν ἢ τοῦ τεκμαίρεσθαι. ~ Γ2CVΜΟΩ

χρᾶσθαι*] ὅτι χρῆσθαι λέγουσιν οἱ Ἀθηναῖοι, οὐχὶ χρᾶσθαι διὰ τοῦ ᾱ. ~ ΓCVMΟΩ

ἔκτοτε*] ἐξ ὅτου γὰρ τὸ δόκιμον. ~ Γ2CVΜΟΩ

ἀντιλαμβάνομαι: τὸ γὰρ ἀντιλαμβάνεσθαι Ἀττικοὶ ἐπὶ τοῦ κωλύειν ἢ ἀντέχεσθαι τάττουσι καὶ μάλιστα Πλάτων. ~ VΓ2CMΟΩ

βαρεῖν] βαρύνω γὰρ λέγουσιν, ἀλλ’ οὐ βαρῶ. ~ Γ2

φακόν*] ὁ γὰρ φακὸς ἐφ’ ἑνὸς εἴρηται καὶ ὠμοῦ, ἐπὶ δὲ τοῦ ἑψητοῦ φακῆ λέγεται. ~ VΓ2CMΟΩ

νῦν δυνήσομαι*] βούλεται τὸ νῦν μέλλοντι μὴ συντάττεσθαι. ἐπεὶ οὖν τὸ δυνήσεσθαι μέλλοντος, ἐπιλαμβάνεται αὐτοῦ ὡς μὴ συνιέντος σολοικίσαντα. ~ ΓVMΟΩ

τὸ ἀνέῳγεν βούλονται μὴ λαμβάνεσθαι ἐπὶ παθητικῆς διαθέσεως. ἀλλ’ οὐκ ἀκριβῶς τοῦτο· χρῆται γὰρ μετὰ πολλῶν καὶ ἄλλων ὁ Πλάτων παθητικῶς ἐν Φαίδωνι [59 D]

ἀνεῴγετο
λέγων
ἡ θύρα οὐ πάνυ πρωι
. ~ ΓCVMΟΩ

ἱππεῖς* εἰς πεδίον καλεῖν] καὶ τοῦτο παρὰ τὴν συνήθειαν· ἵππον γὰρ εἰς πεδίον φαμὲν καλεῖν, ἀλλ’ οὐχ ἱππεῖς. ~ VΓΜΟΩ

μαντεύεται*] χρᾷ μὲν ὁ Ἀπόλλων, μαντεύεται δὲ ὁ προσιών. ~ ΓCVMΟΩ

καθεῖς*] οὐ γὰρ καθεῖς ἀλλὰ καθέκαστος δεῖ λέγειν. ~ ΓVMΟΩ

μνηστευόμενον*] ἐπὶ ⸤γυν⸥αικὸς τ⸤ὸ⸥ μνηστεύ⸤εσθαι⸥, ἐπὶ δὲ ἀνδρ⸤ὸς⸥ τὸ μνᾶσθ⸤αι⸥· μνᾶται μὲν γὰρ ⸤ἀνὴρ⸥ γυναῖκ⸤α, μνη⸥στεύεται δὲ γυ⸤νή⸥. ~ V⸤Γ⸥CMOΩ

ἀπολείποι*] ἀπολείπει γὰρ γυνὴ τὸν ἄνδρα, ἐρεῖς, ἀνὴρ δὲ γυναῖκα οὔ, ἀλλ’ ἐκβάλλει καὶ ἀποπέμπεται. ~ VΓCMΟΩ

ψοφοίη*] κόπτει μὲν γὰρ τὴν θύραν τις ἑστὼς ἔξω, ψοφεῖ δὲ ὁ ἔσω. ~ VΓCMΟΩ

τὸ νῦν δή Πλατωνικόν ἐστι σημαῖνον τὸ ἄρτι. ὥσπερ οὖν τὸ ἄρτι διὰ τὸ ἀκαριαῖον τῆς σημασίας τοῦ ἐνεστῶτος μέλλοντος ἀνεπίδεκτον σημασίας, οὕτως καὶ τὸ νῦν δή πρὸς τὸ γενήσομαι ἀσυνάρτητον, ἵνα μὴ σολοικίζοι ὁ χρώμενος οὕτως. ~ ΓVM0Ω

εἶεν: ἔστι καὶ ἀντὶ τοῦ ταῦτα μὲν δὴ οὕτως, ἐπίρρημα ἀφοριστικόν· ἐπὶ γὰρ τοῖς ἤδη εἰρημένοις ἐπιλεγόμενον περιορίζει αὐτά. ἔστι δὲ καὶ παρακελεύσεως ἀντὶ τοῦ ἄγε δή, ὡς ἐνταῦθα. ~ VφM

ὧ* Κλωθοῖ] τρεῖς λέγουσιν εἶναι τὰς Μοίρας, Κλωθώ, Λάχεσιν καὶ Ἄτροπον. ἐνταῦθα οὖν ποιεῖ τὸν Χάρωνα πρὸς μίαν τῶν Μοιρῶν τὴν Κλωθὼ προσδιαλεγόμενον. ~ ΔΓ2CVφΝΟUΩ

—: περισπᾶται, διότι ὡμοφώνησε τῇ δοτικῇ τῶν ἑνικῶν· πᾶσα γὰρ πτῶσις ὁμοφωνήσασα ἑτέρᾳ πτώσει καὶ τὸν τόνον αὐτῆς ἔχει. ~ Ο

ἀναγωγήν*] ἀνάπλουν. ~ ΓVNΟUΔ

ἄντλος*] τὸ ἐν τῇ ἀντλίᾳ ὕδωρ. ~ ΓVφNΟUΩΔ

παρακέκρουσται*] εἴ τι εἶχεν ἐσχισμένον, ὑφάνθη. ~ ΓVφNΟUΩΔ. Addunt VφNΔ: τοῦτο γὰρ σημαίνει καὶ παρὰ τοῖς νῦν ναύταις τὸ παρακέκρουσται. ~

παρακέκρουσται: οὕτω φασὶν ἰδίως τὸ τὴν ὀθόνην τῇ κεραίᾳ συμβαλεῖν Ἀθηναῖοι. ~ Γ2CVωΔ

τετρόπωται*] ἐν τῷ τροπωτῆρι ἐμβέβληται. ~ ΓVφNΔ. Addunt VφΔ: τροπωτὴρ δέ ἐστι λῶρος, εἰς ὃν τὴν κώπην ἐμβάλλουσιν. ~

Ἑρμῆς*] τοῦτον γὰρ λέγουσιν εἰς τὸν Ἅιδην διακομίζειν τὰς τῶν ἀποθανόντων ψυχάς. ~ ΓNUΩΔ

ἀμφὶ βουλυτόν*] περὶ ἑσπέραν, ὅτε τοὺς βόας λύουσιν. ~ ΔVφN

ὁ Πλούτων: ὁ τῶν καταχθονίων βασιλεύς. ~ Δ

ἐμπεπολήκαμεν: ἐκερδάναμεν. ~ Nφ

ἐφήβων*] ἔφηβοι καλοῦνται οἱ ἀπὸ ιη′ ἐτῶν νέοι ἄχρι τῶν εἴκοσι. ~ ΔVφ

ἢ λόγους τινάς: ἐπειδὴ ῥητορικῆς ὁ Ἑρμῆς ἔφορος λέγεται. ~ ΔVφ

κλωπεύει*] λέγεται γὰρ τῶν κλεπτῶν προΐστασθαι ὁ Ἑρμῆς. ~ ΓVφΟUΩΔ

ἐξ ἡμισείας*] τὸν γὰρ Ἑρμῆν καὶ τοῖς ἄνω καὶ τοῖς κάτω συναριθμοῦσι καὶ τοῦτο νῦν διαπαίζει. ~ VΓ2φΟUΩΔ

ἀσφόδελος: εἶδος βοτάνης. ~ ΔVφ. Addit Δ: ἐδωδίμου. ~

χοαί*] τὸ ἐπιχεόμενον τοῖς ἀποθανοῦσι μελίκρατον. ~ ΓCVφOUΩΔ

πόπανα: εἶδος πλακοῦντος. ~ ΔVφ

ἐναγίσματα: τὰ προσφερόμενα τοῖς νεκροῖς εἰς τιμὴν θύματα. ~ ΔVφ

ἀμβροσία: τὸ τῶν θεῶν βρῶμα. ~ ΔV

νέκταρ: τὸ τῶν θεῶν πόμα. ~ ΔV

βάδην*] ἠρέμα παραγενομένου. σημαίνει δὲ καὶ τὸ θᾶττον καὶ τὸ ταχέως. ~ Δ

αἰπόλιον: αἰγῶν ἀγέλην. ~ Δ

σοβῶν*] κομπάζων, διώκων. ~ ΔVφ

δεδεμένον*] τὸν τύραννον λέγει Μεγαπένθην. ~ ΓVΟUΩΔ

γελῶντα*] Μικύλλον πένητα. ~ ΓVUΩΔ. Addit Δ: τὸν σκυτοτόμον. ~

πήραν ἐξημμένον*] τὸν Κυνίσκον, ὅ ἐστι Κυνικὸν φιλόσοφον. ~ ΓVΟUΩΔ

ἐξημμένον: βαστάζοντα. ~ ΔV

κεκονιμένον*] κονιορτοῦ πεπληρωμένον. ~ VφΔ

λειπόνεως; ὁ καταλιμπάνων τὴν ναῦν. ~ Δ

ἀνακωκύει] ὁ Κωκυτὸς φωνῆς ἐστι μίμημα. λέγουσι δὲ καὶ Ἀλίβαντα πάλαι τινὰ εἶναι ποταμὸν ἀπὸ τοῦ ἅπαντα κατα5 ξηραίνειν καὶ μὴ λιβάδα ἔχειν. ~ Δ

νήματος*] λέγουσι γάρ, ὡς ἐν ἀτράκτῳ στρέφει ἡ Κλωθὼ νῆμα τῆς ἑκάστου ζωῆς ὡς συμπληροῦσθαι τὸν τῆς ζωῆς ἑκάστου χρόνον τῷ νήματι. ~ ΓVφΟUΩΔ

Ἄτροπός ἐστι μία τῶν Μοιρῶν ἡ τὰ γινόμενα μὴ συγχωροῦσα τρέπεσθαι. διὸ καὶ ταύτην λέγουσι παραδιδόναι τοὺς ἀποθνῄσκοντας τῷ Ἑρμῇ. ~ ΓVφΟUΩΔ

ἀντερείδων: ἀντιβαίνων. ~ ΔV

εὐάγωγος: εὐχερής. ~ ΔV

στόμιον*] ἐν Ταινάρῳ ἀκρωτηρίῳ τῆς Λακωνικῆς λέγουσιν εἶναι τὸ στόμιον, ἀφ’ οὗ τοὺς νεκροὺς ἐπὶ τὸν Ἅιδην κατέρχεσθαι. ~ ΓVφΟUΩΔ

ἀπαριθμοῦντος*] ἀριθμοῦντος. ~ ΓVΟUΩ. Addit V: μετροῦντος. ~

Αἰακῷ*] ὁ Αἰακὸς υἱὸς λέγεται τοῦ Διός, καὶ τοῦτον, ὥς φασιν, ἐπέστησεν τοῖς καταχθονίοις ἐπισκοπεῖν. ΓVΟUΩΔ

λαθών] ἀγνοηθείς. ~ V

ἐνέδει*] ἐνέλιπεν. ~ ΓVφΟUΩΔ

τῷ λογισμῷ*] τῷ ἀριθμῷ. ~ ΓVΟUΩΔ. Addit V (cf. K): λογαριασμῷ. ~

ἅλις σοι: ἀρκεταί. ~ ΔV

παραλελόγισται: παρηρίθμησεν. ~ ΔVφ

συνείς] νοήσας. ~ V

αὐθαίρετος: ἐξ ἰδίας γνώμης. ~ ΔV

ὕσπληγος*] ἀφετηρίας. ~ ΓVUΩΔ

ὀλιγωρίαν] ῥᾳθυμίαν. ~ V

διαμέλλομεν] βραδύνομεν. ~ V

ἀποβάθραν*] οὕτω καλεῖται ὁ τῆς νεὼς τόπος, δι’ οὗ ἐπὶ τὴν γῆν ἐξερχόμεθα ἢ εἰσερχόμεθα. ~ ΓCVφΟUΩΔ

εὐαγρίας*] καλῆς ἄγρας. ~ ΓVφΔ

ὀμφακίας*] ἀνεψήτους, ὅ ἐστι μικρούς. ~ ΓVφΟUΩΔ. Addit Ο: ἀώρους. ~

τὰ πρὸ Εὐκλείδου νῦν ἐξετάζουσαν: παροιμία. — ἐν τῷ Πελοποννησιακῷ πολέμῳ οἱ Λακεδαιμόνιοι τῶν Ἀθηναίων περιγενόμενοι τριάκοντα τυράννους ἔστησαν παρ’ αὐτοῖς, οἵτινες παραλαβόντες τινὰς τῶν πολιτῶν μετὰ ταῦτα κακῶς ἐκέχρηντο τοῖς λοιποῖς. καταλυθέντων οὖν τῶν τυράννων καὶ γενομένου μετ’ αὐτοὺς Εὐκλείδου ἄρχοντος, ἵνα μὴ μνησικακήσωσιν ἀλλήλοις οἱ πολῖται, συνθήκας ἐποίησαν ὥστε τὰ πρὸ Εὐκλείδου ἄκυρα εἶναι. τοῦτο οὖν λέγει νῦν ὅτι τῶν πάνυ γερόντων ἀναζητῆσαι τὸν βίον οὐ βούλομαι. ~ CΓVφΟUΩΔ

βεβυσμένοι*] πεφραγμένοι. ~ ΓVUΩΔ

ἀράμενον*] κουφίσαντα. ~ ΔV

τακεροί*] τακέντες. ~ ΓVΩΔ

καθ’ ὥραν τετρυγημένοι*] ἡψημένοι ἐν τῷ δέοντι καιρῷ. ~ ΓVΟΔ

6 τυμπάνου*] τύμπανόν ἐστι ξύλον, ἐν ᾧ τοὺς καταδίκους ἐφόνευον. ~ ΓVφΟUΩΔ

7 Ἑκαίῃς* τὸ δεῖπνον κτλ.] ὡς ἔοικεν, ἐν τῷ τῆς Ἑκάτης δείπνῳ ταῦτα παρατιθέναι εἰώθεσαν. ἡ δὲ Ἑκάτη μία ἐστὶ τῶν παρ’ Ἕλλησι θεῶν. ~ ΓVφUΩΔ

τὰ ἐκ τῶν καθαρσίων ὠά*] ἐν οἷς καθῄροντο. ~ ΓVφΩΔ

ὅλον μοι τὸν ἄτρακτον* ἐπέκλωσας] ἀντὶ τοῦ ὅλον τὸν ἄτρακτον ἐπ’ ἐμοὶ ἔκλωσας. ~ ΓVΘΩ

ἐπίβαινε*] τουτέστιν ἄνελθε εἰς τὸ πλοῖον. ~ ΓVφΔ

ἡμιτελὴς γὰρ ὁ δόμος] εἰς Πρωτεσίλαον ἀποσκώπτει. ~ VφUΩΔ. Addit Δ: οὗ καὶ Ὅμηρος [Β 701] κατὰ ταὐτὰ μέμνηται. ~

ἄραρεν*] ἔδοξεν. ~ ΓVUΔ

ἐπιβιώσεται] ἐπιζήσεται. ~ V

πρός*] πρὸς τούτοις. ~ Γ

— ] καὶ ἐν τούτοις. ~ V

ἐξήκει*] ἀντὶ τοῦ παρῆλθεν. οὕτω καὶ τοῦ ἐξήκοντός φαμεν χρόνου ἀντὶ τοῦ παρελθόντος. ~ ΓVφUΩΔ

ἐπισήμου*] ἐσφραγισμένου. ~ ΓVφΩΔ

ἀπέφθου*] εὐρύζου. ~ ΓVφ

εὔγνωμον*] εὔλογον. ~ ΓVUΩΔ

εἰς τοσοῦτον] ἐπὶ τοσοῦτον. ~ Vφ

ὑπάγωμαι*] ὑποτάξω. ~ ΓVφUΩΔ