Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Οὐδὲν ἀληθὲς κέκτηται ὁ λόγος οὗτος. ~ ΟU

ἀσχολουμένοις*] ἠσκημένοις. ~ ΓV

τοιούτοις τῶν ἀναγνωσμάτων κτλ.] συγγνώμη σοι, ὦ Λουκιανέ, ἐπὶ τοῖς παρὰ σοῦ γραφησομένοις ψεύσμασιν, ἀνθ’ ὅτου ὡμολόγησας ψευδῆ βούλεσθαι γράψαι πρὸς ψυχαγωγίαν τῶν ἀναγινωσκόντων. ~ UΩ3

Ἰαμβοῦλος Ἰαμβ⸤ ⸥αν⸤ ⸥τ⸤ ⸥· ~ ⸤Γ⸥

ὁρῶν κτλ. ] τάχα εἰς Πλάτωνα ἀποτείνεται πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ μυθολογοῦντα, μάλιστα δὲ ἐν τῷ δεκάτῳ τῆς Πολιτείας [614 A sq.] τὰ περὶ τῶν ἐν Ἅιδου διεξιόντα. ~ VΓφOUΩ

οὐρίῳ* ἀνέμῳ] εὔρῳ. ~ Γ

τῇ* ὀγδοηκοστῇ κτλ.] τὰ μὲν πρὸς ῥᾳστώνην καὶ εὐημερίαν τείνοντα εἴτε ἐγρηγορούντων ἐνθύμια εἴτε καὶ καθευδόντων ἐνύπνια κενὴν μακαρίαν οἱ παλαιοὶ κατεφήμισαν. ταὐτὶ δὲ τὰ σὰ τί ἂν καλέσοιμεν, Λουκιανέ, πολλὴν καὶ μακρὰν ἐπερχόμενα ταλαιπωρίαν καὶ ψυχῆς ἄσην; ἢ λοιπὸν δίκαιον καλεῖν αὐτὰ κενὴν κακοδαιμονίαν; ~ Γφ

ἐνιαχοῦ*] ἔν τισι τόποις. ~ S

εὐερνής*] εὐμήκης. ~ S

καὶ* δύο κτλ.] εἰς Ὅμηρον ἀποσκώπτει διὰ τοὺς λωτοφάγους Ὀδυσσέως ἑταίρους ταῦτα μυθοποιήσαντα [ι 95]. ~ VφΟSUΩ

Κεγχροβόλοι*] οἱ τοῖς κέγχροις λιθάζοντες. ~ S

ἄρκτου] ἄρκτος ἐστὶν ἐν τῷ οὐρανῷ ἐξ ἀστέρων, ἣν καλοῦσι καὶ ἅμαξαν, καὶ ὁ μὲν Ὅμηρος [Σ 487. ε 273] μίαν λέγει, Ἄρατος [Phaen. 36] δὲ δύο, τή⸢ν τ⸣ε Ἑλίκην καὶ τὴν ⸢κυνόσ⸣ουραν. ~ ⸢S⸣K

πελτασταί*] μικροῖς ἀκοντίοις μαχόμενοι. ~ S

δίπλεθρος*] τὸ πλέθρον ἔχει πόδας ρ′, πήχεις ξϛβ. ~ ΓVSΩ

ἐχόμενοι*] σημαίνει τὸ ἐγγύς. ~ S σείριον τὸν ἀστέρα λέγει τὸν κύνα καλούμενον. σείριον δὲ λέγουσιν αὐτὸν διὰ τὸ ἀπὸ τοῦ καύσου τοῦ ἀπὸ τῆς ἐπιτολῆς αὐτοῦ σεσηρέναι τοὺς ἀνθρώπους. ~ Γ2VφΟSΩ

γαλαξίου*] ὁ κύκλος ὁ ἐν τῷ οὐρανῷ ἀπὸ νεφελῶν ὡς γάλα φαινόμενος. ~ S

ὄνοι*] γόης, τερατολόγε· οἷς οὐ παρῆσαν ὄνοι (οὐ γὰρ ἐπεσημήνω τοῦτο), πῶς σαλπιγκταῖς τοῖς οὐχ ὑποῦσιν ἐχρῶντο; ~ VφΟΩ

Ὅμηρος κτλ.] τὸ σκῶμμα εἰς Ὅμηρον. ~ φ

τοῦ Ῥοδίων κολοσσοῦ* ἐξ ἡμισείας] τριάκοντα πήχεων· ἑξήκοντα γὰρ ἦν ὅλος ὁ κολοσσὸς πήχεων. ~ ΓVφ0SΩ

— ] ὅτι ὁ Ῥοδίων κολοσσὸς ἑξήκοντα ἦν τὸ ἀνάστημα πήχεων. ~ C

ὁμήρους] ὅμηρά εἰσι τὰ διδόμενα ἐπὶ ἐλευθερίᾳ τῶν κατασχεθέντων. ~ S

συνθήκας] συνθήκη λέγεται σχέσις ὑπὸ⸤ ⸥συμβουλὴ καὶ ἡ παρα⸤ ⸥ ὥσπερ καὶ ε̣ἰ̣σή⸤ ⸥. ~ S

εὐθὺς* κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· ὤφειλε γὰρ

οὕτως εὐθὺς δὲ τοῦ τείχους καθαιρεθέντος ἡμᾶς τοὺς αἰχμαλώτους ἀπέδοσαν. ἀλλά φαμεν, ὅτι, ἐπειδὴ ἱστορία τὸ προκείμενον, φεύγει τὸν πλαγιασμὸν σαφηνείας χάριν. ~ Γ2VOSΩ

δώσειν πρὸς γάμον κτλ.] τὴν τοῦ Γανυμήδους αἰνίττεται ἁρπαγήν, ἣν οἱ Ἕλληνες μυθολογοῦσιν. ~ S

γάμοις*] ἀντὶ τοῦ γυναιξίν. ~ VOS

ἐν ταῖς γαστροκνημίαις] τοῦτο τὰ περὶ τὸν Διόνυσον αἰνιττόμενος καὶ τῆς ὠδῖνος καταγελῶν τοῦ Διὸς τέθεικεν. ~ Γ2, cf. φS

γένος* κτλ.] εἰς τοὺς Σπαρτοὺς λεγομένους ἀποσκώπτει τοὺς ἐκ δρακοντείων ὀδόντων ἐκφύντας. ~ Vφ0SΩ

λάπτουσι* τὸν ἀναθυμιώμενον καπνόν] Ἡροδότου διασύρει τὸ περὶ Σκυθῶν αὐτῷ ἱστορούμενον [4, 75] περὶ τῆς βοτάνης, ἧς καιομένης τοῦ ἐνθυμιωμένου καπνοῦ σπῶντες οἱ περικαθήμενοι Σκύθαι τὴν πυρὰν μεθύειν ὡς ἀπὸ οἴνου λέγονται. ~ VΓ20UΩ

ἰγνύαις*] ὅτι οὐ μόνον ἰγνύα ἡ εὐθεῖα εἴρηται ἀλλὰ καὶ ἰγνύς. ἀφ’ οὗ καὶ νῦν εἴρηκε ταῖς ἰγνύσιν. ~ VCOSUΩ

— ] γρ. καὶ ἰγνύσιν ὡς ἀπὸ τῆς ἡ ἰγνύς· οὐ γὰρ μόνον τὸ ἡ ἰγνύη εἴρηται. ~ φ

γαστροκνημίαν*] γαστροκνημία λέγεται τὸ ἐξόπισθεν τοῦ καλάμου τοῦ σκέλους. ~ ΟVSUΩ

κλειστὴ* κτλ.] εἰς τὸ ὑπό τινων περὶ τῶν θαλαττίων σελαχῶν ἱστορούμενον διαπαίζει. ~ VOUΩ

ἔοικε κτλ.] σημείωσαι. ~ Γ

τῶν παρ’ ἡμῖν φαλλῶν ὑψηλοτέρους*] ἐν τῷ Περὶ τῆς Συρίης θεοῦ [28] μέμνηται τῶν φαλλῶν τούτων, ἐφ’ ὧν καί τινες ἀναβαίνουσι λόγῳ ἀσκήσεως. εἰσὶ δὲ οἱ φαλλοὶ οὗτοι τριακοσίων ὀργυιῶν τὸ ὕψος. ~ VΓ2φOSUΩ

πυρεῖα*] τοὺς πυρεκβολίτας λίθους λέγει. ~ VCφΟSUΩ