Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Διηγεῖται τὴν ἐξ Ἅιδου γενομένην αὐτῷ ἐπάνοδον πρὸς Κίρκην. καὶ ὡς τὰς Σειρῆνας παρέπλευσε, καὶ τὰς Πλαγκτὰς πέτρας, Σκύλ- λαν τε καὶ Χάρυβδι· καὶ τὴν τῆς αὑτοῦ νεὼς καὶ τῶν ἑταίρων ἀπώ- λειαν ἀνελόντων τινὰς τῶν Ἡλίου βοῶν. καὶ ὡς μόνος ἐπὶ ξύλου πρὸς Καλυψὼ διεσώθη. P.Q.V.

2. κῦμα θαλάσσης] δι᾿ ὅλου θάλασσαν ἀπὸ ὠκεανοῦ διαστέλλει ὁ ποιητής. B. Q.

εὐρυπόροιο] πλατὺν πόρον ἐχούσης, οἱονεὶ τὸ ῥεῦμα. ἢ καλοὺς πόρους ἐχούσης. V.

[*](1. τοίην Ἀχαιῶν] Respicit me- 274 sqq. BUTTM. moriter Od. α, 343. ubi est τοίην 4. Ἡσιόδου Η. ἡσιόδῳ B. Q. γὰρ κεφαλὴν ποθέω, de Penelope 7. αὐτνν τὴν H. οὐ τὴν Q. Ulyssem lugente. BUTTM. 10. ἐξ Ἀΐδεω] ἐξ ἐδέω H. Hoc le- 3. ἐκ τούτου] Haec, ni fallor, in- vitet correctum genuinam fortasse serenda particula δέ cum præce- lectionem praebebit, ἐξ ἀΐδεω. Haec dentibus sunt conjungenda. Hoc enim vox semper trisyllaba est enim dicit, opinor, Homerum qui- apud Homerum. Neque obstat dem hac Γοργείης κεφαλῆς appella- quod vulgatae editi. omnes retinent tione non certam quandam perso- Od. ψ, 322. ἤδ᾿ ὡς Ἀΐδεω δόμον ἤλυ- nam, sed horribilem aliquem qua- θεν εὐρώεντα. Ibi enim legendum lemcunque daemonem intellexisse; cum H. ἡδ᾿ ὡς εἰς Ἀΐδεω δόμον ἤλυθεν Hesiodum autem hinc effecisse εὐρώεντα, ut κ, 512. PORSON. suam Gorgonem Medusam eique 14 —18. Hanc ὑπόθεσιν habet et. cetera omnia affinxisse in Theog. iam Eustathius. )
529

3. ὅθι τ᾿ ἠοῦς] οὐχ ὡς ἐπιτελλούσης τῆς ἡμέρας ἐν τῇ Αἰαίᾳ τοῦ- το εἴρηκεν, ἀλλ᾿ ἤτοι ἁπλούστερον, ἐπεὶ παρεγενόμεθα ὅπου ἡμέρα καὶ ἥλιος· ἢ κατὰ σύγκρισιν τῶν Κιμμερίων. ἢ ὡς πρώτην φῶς παρέχουσαν, ἀνατολὴν κέκληκεν, ἐπεὶ ὑψηλοῦ ὄντος τοῦ Κιρκαίου ἥλιος ἐκ νυκτὸς ἐπιλάμπει τῷ τῆς Κίρκης ξοάνῳ. V. ταῦτα ὡς πρὸς σύγκρισιν τοῦ Ἅιδου. θέλει γὰρ εἰπεῖν ὅτι ἐκ τοῦ Ἅιδου εἰς τὰ φωτεινὰ διήλθομεν. ἠοῦς δὲ εἶπεν, ἐπὶ τὰ ἀνατολικὰ δηλονότι μέρη τῆς νήσου προσωρμίσαντο. B. ἢ ὡς ἐπὶ ἀνατολικὰ μέρη τῆς νήσου προσορμισάντων, ἢ ὅτι ἐξ Ἅιδου ἐλθόντες πρώτην αὐτὴν φωτεινὴν ἐθεάσαντο. ἔνιοι δὲ βιαιότερον ὑπερβατῶς κολλῶντες τὸ ὠκεανοῖο τῷ “ὅθι τ᾿ ἠοῦς ἠριγενείης,” οὗ. φασὶν, οἰκεῖ ἡ ἡμέρᾳ· ἐξ αὐτοῦ γὰρ ἀνατέλλει καὶ εἰς αὐτὸν δύνει. οὐ μόνον δέ ἐστι βίαιον, ἀλλὰ καὶ ἐναντίον τῷ ποιητῇ. οὐ γὰρ παραδίδωσιν ὁ Ὅμηρος τοὺς ἥρωας ἐπι- σταμένους ὅτι ἐξ ὠκεανοῦ αἱ ἀνατολαὶ τοῦ ἡλίου, ἀλλ᾿ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου τὸ τοιοῦτον παρέδωκεν· “ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαρρείταο βαθυρρόου ὠκεανοῖο” (Il. η, 421.)· καὶ “ἐν δ᾿ ἔπεσ᾿ ὠκεανῷ φάος ἠελίοιο” (Il. θ, 485.). οἱ δὲ ἥρωες ἄλλως λέγουσιν· “οὐδ᾿ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ᾿ ὑπὸ γαῖαν· (Od. κ,191.). Q. παρεγένετο ὅπου ἐμέριζεν ὁ ἥλιος. P.

4. χοροί] χῶραι, τόποι, ὡς καὶ εὐρύχορον λέγει γῆν τὴν εὔχωρον καὶ μεγάλην. V. ἀντὶ τοῦ χῶροι· ὅθεν καὶ εὐρύχορος. B.

7. ἀποβρίξαντες] ἀπὸ τοῦ βαρύνεσθσι τὴν κεφαλὴν ὑπὸ τοῦ ὕπνου. B. T.

9. δὴ τότ᾿ ἐγὼν] πρὸ πάντων ἐσπούδακε τὸ ἀποδοῦναι τῷ φίλῳ τὰ νομιζόμενα, μήτε ὑπὸ τοῦ φόβου τῶν ἐν τῷ Ἅίδῃ δεινῶν τὴν μνήμην ἐκταραχθεὶς μήτε τοῖς προφητευθεῖσιν ὑπὸ τοῦ Τειοεσίου ἐκθαμβη- θείς. Q. T.

10. Ἕλπήνορα] οὗτος ἦν ὁ τοῦ Ὀδυσσέως φίλος, ὃς πρὸ τοῦ ἐξελ- θεῖν τῆς νήσου ταύτης, ἤγουν τῆς Αἰαίας, τὸ πρὶν κατεκρημνίσθη τοῦ στέγους, καὶ ἐθλάσθη τοὺς ἀστραγάλους τοῦ αὐχένος αὐτοῦ. H.

11. φιτροὺς] παχέα ξύλα. B. κορμούς. V.

[*](1. ἐπιτελλούσης] Rectius ἀνατελ- σιν οἰκεῖν. λούσῃς apud Eustath. p. 1705. 12. εἰς αὐτὸν] εἰς ἐνιαυτὸν H. 9. ἐλθόντες—αὐτὴν Buttm. pro ἐλ- 19. ἐμέριζεν] Sic P., si recte lego. θόντων—αὐτὴν τὴν—. BUTTM. 10. κολλῶντες H. κολλῶντο Q. 20. γῆν additum ex Eustathio p. 11. φασὶν, οἰκεῖ Buttm. pro φη- 1705, 42. )
530

12. θάπτομεν] ἐκαίομεν. V.

14. τύμβον χεύαντες] γῆν ἐπιχέαντες, ὃ ἦν αὐτὸς τύμβος. B. ἐρύσαντες] νῦν, στήσαντες. P. V.

15. Ζηνόδοτος γράφει, ἀκροτάτῳ τύμβῳ ἵνα σῆμα πέλοιτο. H.

18. ἐντυναμένη] εὐτρεπίσασα τὰ πρὸς τροφήν. B.H.

19. οἶνον ἐρυθρόν] τὸν ποιοῦντα τὰ ἐρυθρὰ, ἢ τοιοῦτον κατὰ τὴν χροιάν. B.

22. δισθανέες] ὥσπερ τὸ διώνυμος καὶ δισώνυμος, οὕτω καὶ τὸ διθανέες δισθανέες. τίθεται γὰρ τὸ σ καὶ εἰς ἀμφότερα, καὶ ὅταν μετὰ τὸ δι φωνῆεν ᾖ, καὶ ὅταν σύμφωνον. B.

δὶς θανέες] οὕτως ἐν δυσὶ μέρεσι λόγου. φησὶ γὰρ Ἀπολλώνιος ὡς ὅτι δίς καὶ τρίς ἐν ταῖς συνθέσεσιν ἐκβάλλει τὸ σ, δίπους, τρί- πους. Q.

ὅτε] τὸ ὅτε ἀντὶ τοῦ ἐπειδή, ὡς ἐκεῖ “ὅτε με βροτοὶ οὔτι τίουσιν” (Od. ν, 129.). B.H.

26. σημανέω] λέγω ὑμῖν τὴν ὁδὸν, ἵνα μὴ διὰ τὸ ἀμφιβάλλειν καὶ ἀγνοεῖν τὴν ὁδὸν τῇ ἀλλήλων κακοτεχνίᾳ καὶ ἀπειρίᾳ ἀλγήσητε. Ἄλλως. ἵνα μὴ τῇ ἀπειρίᾳ τοῦ πλοῦ εἰς βάρβαρον ἐλθόντες τόπον τῇ τῶν ἐνοικούντων κακοτεχνίᾳ ἀλγήσητε. B.H.Q.T.

Ἀπορία. διὰ τί ἡ Κίρκη τοσούτων ὄντων τῶν κινδύνων τῷ Ὀδυσ- σεῖ ἐν τῷ οἴκαδε παῤ αὐτῆς ἀπόπλῳ οὐχὶ πάλιν τὸν αὐτὸν ἐκέλευε πλοῦν ὅνπερ ἦλθεν ἀποπλεῖν, ἀλλὰ κατὰ τὰς Σειρῆνας καὶ τὴν Σκύλ- λαν καὶ τὴν Χάρυβδιν συνεβούλευε ποιεῖσθαι τὸν πλοῦν καὶ παρὰ τὴν νῆσον ἐν ᾗ αἱ Ἡλίου βόες ἦσαν; ῥητέον οὖν ὅτι τῶν δύο ἀπόπλων χειρίστων ὄντων οὐδὲν ἡμάρτανεν ἡ Κίρκη συμβουλεύουσα τοῦτον ποιεῖσθαι τὸν πλοῦν ἐν κακῶν ἐκλογῇ αἱρετώτερον ὄντα. οὐ γὰρ ἐξ [*](4. Ad versum 15. Cramerus ex Lehrs. Arist. p. 34. Alia scholia- H. attulit haec corrupta, ἵνα στήλης statum exempla vide in Indicibus σημεῖον ἢ ἔσται δὲ παρακούω τοῦ Ἐλπή- ad scholia Demosthenis p. 849. et νορς εἰπόντος “πῆξαί τ᾿ ἐπὶ τύμβῳ ἐρετ- Æschinis p. 131. Temere illatum ab librariis Denophonti Hellen. 3. 10. ὅταν μετὰ τὸ Buttm. pro ὅτε 2, 14. notavit Castalio. πρὸ τοῦ. 14. τίουσιν] τίσουσιν H. 11. Ἀπολλώνιος] Ἀπολλόδωρος bis 18. Ἄλλως Buttm. pro ἀλλ᾿ . apud Eustath. p. 1706, 1. 20. διὰ τί —] In H. nota tachy- 12. ὡς ὅτι] Eaedem particulae con- graphica præscripta, Ἀπορία signifi- junctae sunt in schol. φ, 27. et cans, ut videtur Cramero. Hoc frequenter in scholiis Iliadis Hero- igitur praefixi, ut α, 8. et alibi. dianeis, quorum exempla collegit 22. κατὰ Τ. καὶ H. Q. )

531
ὧν ἀπειθήσαντες αὐτῇ ἠτύχησαν ἀποκτείναντες Ἡλίου βοῦς αἰτιᾶ- σθαι χρὴ, θεωρεῖν δὲ ὅτι, εἰ ἐπείσθησαν αὐτῇ, οὐδὲν ἂν παθόντες δεινὸν οἴκαδε ἀπῆλθον. H.Q.T.

27. ἀλγήσετε] ὅτι συνέσταλκεν ἀντὶ τοῦ ἀλγήσητε. H.

33. ἡ δ᾿ ἐμὲ] ἀντιδιασταλτικὴ ἡ ἐμέ. H.

34. εἷσέ τε καὶ προσέλεκτο] παρέκλινεν ἑαυτήν καὶ προσηγά- γετο. P. προσέκλινεν ἑαυτῇ καὶ προσηγάγετο. ἢ καὶ προσδιελέ- ξατο, ὃ καὶ ἄμεινον. προσέλεκτο ἀντὶ τοῦ ἐκοίμησε. B. Q. προσέ- λεκτο] προσεῖπεν. V.

38. μνήσει δέ σε καὶ θεὸς αὐτός] ἔνιοι τὸν Ποσειδῶνα, ὃς διὰ τῶν ἔργων ὑπομνήσει αὐτόν. H. τὸν Ποσειδῶνά φησι. διὰ τῶν ἔργων ὑπομνήσει περὶ τῶν ὑπ᾿ ἐμοῦ λεγομένων ὅτι ἀληθῆ εἰσι. B.Q.

39. Σειρῆνας] κατὰ μὲν τοὺς πολλοὺς Ἀχελῴου καὶ Στερόπης τῆς Πορθάονος αἱ Σειρῆνες, κατ᾿ ἐνίους δὲ Ἀχελῴου καὶ Τερψιχόρης μιᾶς τῶν Μουσῶν. ἑλόμεναι δὲ παρθενίαν ἐμισήθησαν ὑπὸ Ἀφροδίτης καὶ ἔχουσαι πτερὰ ἀπέπτησαν εἰς τὸ Τυρρηνικὸν κλίμα, καὶ νῆσον κατέσχον Ἀνθεμοῦσαν ὀνομαζομένην. ὀνόματα δὲ αὐτῶν Ἀγλα- οφήμη, Θελξιέπεια, Πεισινόη καὶ Λίγεια. κατὰ δὲ Ὅμηρον δύο· Σειρήνοιν γὰρ λέγει. V. τὰς Σειρῆνας Ἀχελῴου καὶ Τερψιχόρης μιᾶς τῶν Μουσῶν, οἱ δὲ Στερόπης τῆς Πορθάονος, ἀγαπησάσας τὴν παρθενίαν ἀπεστύγησεν Ἀφροδίτη καὶ ὠρνίθωσεν. αἱ δὲ ἀπέπτησαν εἰς τὴν Τυρρηνίαν περὶ νῆσον Ἀνθεμοῦσαν. ὀνόματα δὲ αὐτῶν Ἀγλαοφήμη καὶ Θελξιέπεια. φασὶ δὲ ὡς Ὀδυσσέως φυγόντος αὐτὰς ὀργισθεῖσαι καθῆκαν ἑαυτὰς εἰς θάλασσαν. Ὅμηρος δὲ οὔτε γένος αὐτῶν παρίστησιν οὔτε πτερωτὰς αὐτάς φησιν εἶναι. H.Q.T.

αἱ Σειρῆνες ἢ ὄρνιθες κέλαδοι ἦσαν ἐν λειμῶνι, ἢ γυναῖκες θελκτι- καὶ καὶ ἀπατητικαὶ, ἢ αὐτὴ ἡ κολακεία. πολλοὺς γὰρ θέλγει καὶ ἀπατᾷ καὶ ὡσανεὶ θανατοῖ. B.

40. ὅτι σφέας] ὅτε ἡ διὰ τοῦ σφ ἀντωνυμία ἐπιφέρεται, ἐγεί- ρει τὴν πρὸ αὐτῆς ὀξεῖαν καὶ ἐπὶ σπονδείου καὶ ἐπὶ πυρριχίου καὶ ἐπὶ ἰάμβου. διὸ ἐπιστατέον τῷ “οὐ γάρ τ᾿ οἶδ᾿ εἰ ἔτι σφιν ὑπότρο- πος ἵξομαι αὖτις” (ΙΙ. ζ, 367.) H.

42. τῷ δὲ οὔτι γυνὴ] τοῦτο λέγει διὰ τὸ τοὺς ἀκούοντας τοῦ μέ- [*](18. Πεισινόη scripsi pro Πισινόη. 23. ὀδυσσέως φυγόντος T. ὀδυσσεὺς 19. γὰρ addidit Barnesius. φυγὼν H. Q. 20. πορθάονος H. παρθάνας Q. ἀμυ- 26. κέλαδοι] δυσκέλαδοι Buttm. θάονος T. cum Eustath. p. 1709, 39. 29.—31. Conf. schol. Il. ζ, 367. )

532
λους τῶν ειρήνων μὴ δύνασθαι κινηθῆναι ἐπὶ τοῦ πρόσω τῇ ἀρρήτῳ τῆς ἀοιδῆς ἡδονῇ, ἄλλα θνήσκειν ταύτης ἀκούοντας. Q.

43. οἴκαδε νοστήσαντι] ὁ μὲν Ἀριστοφάνης φησὶ κατατηκομένους τῇ ᾠδῇ καὶ αἰφνιδίως ἐκλείποντας ἀπολέσθαι, ὁ δὲ Ἀρίσταρχος διὰ τὴν τῶν ἀναγκαίων σπάνιν. Q.

46. περὶ δὲ ῥινοὶ μινύθουσι] περὶ δὲ τὰ ὀστέα τὰ δέρματα σήπον- ται. Q.

47. ἀλεῖψαι] περισπωμένως, ἵν᾿ ᾖ ἀπαρέμφατον ἀντὶ τοῦ προσ- τακτικοῦ τοῦ ἄλειψον. H.

οὐκ ἄρα ἐπτέρωνται, ἐπεὶ καὶ προσεπέτοντο τοῖς παραπλέουσιν. H.

51. ὀρθὸν ἐν ἱστοπέδῃ] ὀρθὸν ξύλον ἐκ τῆς τρόπιδος, ᾧ προσδέδεται ὁ ἱστὸς, ἐν ᾧ δεσμεῖται τὸ ἄρμενον. Q. τῷ τόπῳ ἐν ᾧ ὁ ἱστὸς ἐντί- θεται. V.

52. Σειρήνοιιν] ὅτι δύο καθ᾿ Ὅμηρον αἱ Σειρῆνες, οὐ τρεῖς. Q.

53. κελεύσῃς] γρ. κελεύεις. H.

53, 54. ἀθετεῖ Ἀριστοφάνης. πρὸς τί γὰρ ἅπαξ δεδεμένον πάλιν δῆσαι κελεύει; H.

54. δεόντων] Ἀρίσταρχος γράφει διδέντων, ὡς τιθέντων. H.

56. διηνεκέως] διαρρήδην. ἔνιοι δὲ ῥαδίως. H. οἷον κατὰ μίαν παραγγελίαν, ἢ δι᾿ ὅλου. V.

57. ὁπποτέρη] ἀντὶ τοῦ, διὰ ποίας. V.

58. ἀμφοτέρωθεν] ἐκ θατέρου μέρους ἀμφοτέρας τὰς ὁδούς. B.H. ἐκ τοῦ ἑνὸς μέρους. B. ἑκατέρωθεν. V.

59. ἐπηρεφέες] πυκναὶ, ἢ ἐπικρεμάμεναι, ὑψηλαὶ καὶ ἐπίστεγοι. Q.V.

προτὶ δ᾿ αὐτάς] οὕτως Ἀρίσταρχος προτί. H.

61. Πλαγκτὰς] Πλαγκτὰς, διὰ τὸ προσπλήσσεσθαι αὐταῖς τὰ κύματα· οἱ δὲ νεώτεροι πλανηθέντες, Πλαγκτὰς ἤκουσαν παρὰ τὸ [*](1. τοῦ Buttm. pro τῷ. nostro loco διδέντων· δεσμευόντων. 18. διδέντων] διδόντων H. Lege δι- Sic MS. lectionem διδόντων recte δέντων Attice pro διδέτωσαν a δίδημι, correxit Musurus. PORS. Adde quod fluit a δέω ut τίθημι a θέω. Schaefer. ad Greg. Cor. dial. Æol. Impf. δίδη ipse Homerus usurpat § 55. BUTTM. ΙΙ. λ, 105. Suid. et Hesycm. δίδηι. 19. ἔνιοι] ἔνι H. (τὸ) δεσμεύω. In Xenoph. Anab. 5. 22. ἐκ θατέρου H. ἑκατέρου B. 8, 24. legendum ex cod. Paris. δι- 26. οὕτως] Nam alii ποτί scripse- δέασι pro δεσμεύουσι, quod in δεδεία- runt, quod in textu habet M. σιν corrupit Hesychius. Idem e 27. Πλαγκτὰς] πλακτὰς H. )

533
πλάζεσθαι εἰς ὕψος καὶ βάθος. H. ὁ μὲν Κράτης, ὅτι πλάζεται περὶ αὐτὰς τὸ κῦμα, οἱ δὲ ὡς τὴν Δῆλον κινεῖσθαι καὶ φέρεσθαι. V. ἀπὸ τοῦ προσπλήσσεσθαι ἐν αὐταῖς τὰ κύματα. B.

θεοὶ μάκαρες καλέουσιν] ἄνθρωποι δὲ οὐδέν. κἀκ τούτου δῆλον ὅτι πέπλακεν. V.

62. οὐδὲ πέλειαι— —φέρουσιν] τινὲς φυσικῶς ἀναλύοντές φα- σιν ὡς κατ᾿ ἐκεῖνο γινομένης τῆς Πλειάδος εἷς ἐκ τῶν ἑπτὰ ἀστέρων ἀφανὴς ἐγένετο ἐκ τοῦ καπνοῦ. H.Q. ἤτοι μυθικῶς φησι τὰς περιστερὰς διὰ τῶν Πλαγκτῶν πετομένας ἀποκομίζειν Διὶ ἀμβρο- σίαν, ἢ φυσικῶς τοῦτο εἴρηκεν. ὅταν γὰρ ἕκαθεν τῶν Πλαγκτῶν γένηται τὸ ἄστρον τὸ λεγόμενον Ταῦρος, τότε συμβαίνει τῶν ἐπὶ τῆς οὐρᾶς αὐτοῦ κειμένων ζ΄ ἀστέρων, οἳ Πλειάδες λέγονται, ἔνα ἀμαυροῦ- σθαι ἐκ τῆς ἀναφορᾶς τοῦ καπνοῦ. φέρουσι δὲ τροφὴν ὕδωρ θαλάσ- σιον τῷ ἡλίῳ, ὃν καὶ Πλάτων ἐν Φαίδρῳ Δία προσηγόρευσεν “ὁ μὲν δὴ μέγας ἐν οὐρανῷ Ζεὺς πτηνὸν ἅρμα ἐλαύνει” H.Q.V.

Ἄλλως. ἔδει τὰς περιστερὰς ὡς ἀκεραίους καὶ ἀκάκους καὶ ὀξείας τῇ πτήσει λέγεσθαι φέρειν τῷ Διὶ τὴν τροφὴν, ἥτις ἐστὶν ἀμβροσία. H.Q.

64. ἀλλά τε καὶ τῶν] ἀλλὰ καὶ ἀπὸ τούτων τῶν πελειῶν ἀφαι- ρεῖται μίαν λὶς, ἀντὶ τοῦ λισσή, πέτρη. B.

65. ἀλλ᾿ ἄλλην ἐνίησι] τὴν πλάνην τῶν διερχομένων ἐκεῖσε ζῴων ταῖς Πλαγκταῖς φησι πέτραις ἐναρίθμιον εἶναι, ἤτοι συγκατατετα- μένην καὶ ἀχώριστον. H.Q.

66. ἥτις] γρ. ὅστις. H.

69. οἴη δὴ κείνη γ᾿ ἐπέπλω ποντόπορος ναῦς Ἀργὼ πασιμέλουσα] Τυρὼ ἡ Σαλμωνέως ἔχουσα δύο παῖδας ἐκ Ποσειδῶνος, Νηλέα τε καὶ Πελίαν, ἔγημε Κρηθέα. καὶ ἴσχει παῖδας ἐξ αὐτοῦ τρεῖς, Αἴ- σονα καὶ Φέρητα καὶ Ἀμυθάονα. Αἴσονος δὲ καὶ Πολυμήλας καθ᾿ Ἡσίοδον γίνεται Ἰάσων, κατὰ δὲ Φερεκύδην ἐξ Ἀλκιμέδης. τελευ- [*](1. πλάζεται Buttm. pro πελάζε- 10. ὅταν correxi pro ὅτε. 11. τὸ λεγόμενον] ὁ λεγόμενος V. 6. πέλειαι] Quaestionem διὰ τί ὁ 14. τῷ addidi ex H. ποιητὴς πελειάδας ἐποίησε τῆς τροφῆς Φαίδρῳ] P. 246 E. Loco Pla- τῶν θεῶν διακόνους καὶ τίνα Ἀλέξανδρος tonico utitur etiam Eustathius p. ὁ βασιλεὺς καὶ Ἀριστοτέλης εἰς τοῦτο εἶ- 1713, 13. πον ex Ptolemaeo Hephaestione me- 20. μίαν Buttm. pro μία. morat Photius Bibl. p. 147, 3. 22. Πλαγκταῖς] Hic quoque πλα- 9. Πλαγκτῶν] πλακτῶν H. hic et κταῖς H. paullo post, ut 9. 532, 27. )

534
τῶν δὲ οὗτος καταλείπει τοῦ παιδὸς ἐπίτροπον τὸν ἀδελφὸν Πελίαν, ἐγχειρίσας αὐτῷ καὶ τὴν βασιλείαν, ἵνα αὐξηθέντι τῷ υἱῷ παράσχῃ. ἡ δὲ τοῦ Ἰάσονος μήτηρ Ἀλκιμέδη δείσασα δίδωσιν αὐτὸν τρέφεσθαι Χείρωνι τῷ Κενταύρῳ. τραφεὶς δὲ καὶ ἡβήσας ἔρχεται εἰς Ἰωλκὸν ἀπαιτῶν τὴν πατρῴαν ἀρχὴν τὸν Πελίαν. ὁ δὲ ἔφασκε χρῆναι αὐ- τὸν πρότερον διακομίσαι τὸ χρυσοῦν δέρος ἀπὸ Κόλχων καὶ τοὺς πυριπνόους ἀνελεῖν ταύρους. ἀκούσας δὲ ταῦτα ὁ Ἰάσων λέγει τῷ Χείρωνι. καὶ αὐτῷ ὁ Χείρων συνεκπέμπει τοὺς ἠϊθέους. κατασκευ- άζει δὲ ἡ Ἀθηνᾶ τὴν Ἀργώ. πλέοντες δὲ ἀφικνοῦνται ἐπὶ τὴν τῶν Βιθυνῶν χώραν, καὶ ὁρῶσι τὸν Φινέα πηρὸν διὰ ταύτην τὴν αἰτίαν. ἔχων γὰρ παῖδας ἐκ Κλεοπάτρας τῆς Βορέου καὶ ἐπιγήμας Εὐρυτίαν δίδωσιν αὐτοὺς τῇ μητρυιᾷ διαβληθέντας πρὸς ἀναίρεσιν. Ζεὺς δὲ χαλεπήνας λέγει αὐτῷ πότερον βούλεται ἀποθανεῖν ἢ τυφλὸς γενέ- σθαι. ὁ δὲ αἱρεῖται μὴ ὁρᾶν τὸν ἥλιον. ἀγανακτήσας δὲ ὁ Ἥλιος Ἁρπυίας ἐπιπέμπει αὐτῷ, αἵτινες, εἴ ποτε μέλλοι ἐσθίειν, αὐτοῦ διέ- πρασσον ἐμβάλλουσαι φθοράν τινα. καὶ οὕτω Φινεὺς ἐτιμωρεῖτο. τοῦτον οὖν τὸν Φινέα θεωρήσαντες οἱ περὶ τὸν Ἰάσονα παρεκάλουν ὑποθέσθαι πῶς δεῖ διαπλεῦσαι τὰς Πλαγκτὰς λεγομένας πέτρας. ὁ δὲ εἶπεν, ἐὰν τὰς Ἁρπυίας ἀπαλλάξωσι τῆς πρὸς αὐτὸν ὁρμῆς. θέντες δὲ συνθήκας ἐπαγγέλλονται αὐτῷ τοῦτο δρᾶσαι. ὁ δὲ λέγει αὐτοῖς, πόσον δύναται ἔχειν τάχος ἡ Ἀργώ; φάντων δὲ πελειάδος, ἐκέλευσεν ἀφεῖναι περιστερὰν κατὰ τὴν συμβολὴν τῶν πετρῶν, κἂν μὲν μεσο- λαβηθῇ, μὴ πλεῖν, ἐὰν δὲ σωθῇ, τότε περαίνειν τὸν πλοῦν. οἱ δὲ ταῦτα ἀκούσαντες ποιοῦσι. κατασχεθείσης δὲ τῆς περιστερᾶς διὰ τῆς οὐρᾶς, προσβάλλουσι τῇ Ἀργοῖ δυοῖν . . . . πληγάδες πέτραι [*](8. ἠϊθέους] Barnesius corrigit ἠμι- gitum intendens. BUTTM. θέους; et revera infra schol. ξ, ulti- 15. μέλλοι Buttm. pro μέλλει. mo de Argonautis legitur ἡμιθέων, αὐτοῦ διέπρασσον] Barn. pro αὐ- pro qua voce ibi Sturzius corrigit τοῦ διέπρασσον scribit τὰ αὐτοῦ δ. ἠϊθέων. Cf. schol. λ, 321. (de The- πάντα, quibus parum juvamur. Eu- seo); sed ibi μετὰ τῶν ἠϊθέων dejuve- stath. ad h. 1. ex eodem ut apparet nibus in Cretam missis, quorum fonte haec referens, ita: αἳ λιμώτ- tam diversa ratio ut ob id ipsum τειν ἐποίουν τὸν ἄνθρωπον ἀφαρπάζουσαι fere Barnesii correctioni faveam. δαινυμένου τὰ βρώματα. Hinc in no- BUTTM. stro emendo—ἐσθίειν,τὰ βρώματα αὐ- 11. Εὐρυτίαν] Εἰδοθέαν τὴν Κάδμου τοῦ διήρπαζον ἐμβάλλουσαι φθοράν τινα- ἀδελφήν schol. Soph. Antig. 992. BUTTM. Ἰδαίαν Δαρδάνου Apollod. 3, 15. 3. 18. διαπλεῖσθαι Buttm. pro πλεῦ- et al. Appono haec in similitudi- σαι. nem horum feminæ nominum di- 25 . . . . πληγάδες] Tam manifesta )
535
συνελθοῦσαι τῆς νεὼς συμμύουσιν, αὐτοὶ δὲ σώζονται. οἱ δὲ Βορεά- δαι Ζήτης καὶ Κάλαϊς ἀποδιώκουσι τὰς Ἁρπυίας ἀπὸ τῶν Φινέως δείπνων. καὶ οὕτω παραγίνονται εἰς Κόλχους. ἡ δὲ ἱστορία παρὰ Ἀσκληπιάδῃ. V.

70. Ἀργῶ] ἡ ἀργὴ κατ᾿ ἀντίφρασιν. ἢ ὅτι τοὺς Ἀργείους εἶχε. B. πασιμέλουσα] ἐπίθετον τῆς Ἀργοῦς ἀπὸ τοῦ πᾶσιν ἐν ἐπιμελείᾳ εἶναι διὰ τὸ κλέος. ἢ πᾶσι μέλουσα θεοῖς. V. πᾶσι τοῖς ἀπὸ τῆς Ἑλλάδος ἐν φροντίδι οὖσα. ἐκ πάσης γὰρ τῆς Ἑλλάδος εἶχεν ἥρωας. ἢ παρὰ πάντων οὖσα διὰ φροντίδος ὡς ταχεῖα. Q.

ὑφ᾿ ἓν πασιμέλουσα. νεωτερικὸν δὲ τὸ γράφειν φασιμέλουσα, ἡ τοῖς ἐν Φάσιδι πολλὴν φροντίδα ποιήσασα. H. Q.

73. οἱ δὲ δύο σκόπελοι] ἐν θατέρῳ πλευρῷ τῶν Πλαγκτῶν· οὐ γὰρ δύο πορθμούς φησι. H.

75. τὸ μὲν οὔποτ᾿ ἐρωεῖ] τὸ μὲν, ἤτοι τὸ νέφος, οὔποτε ἐρωεῖ, ἤτοι οὐδέποτε ὑποχωρεῖ, λήγει· ὡς τὸ “ὑπερώησαν δέ οἱ ἵπποι” (Il. θ, 122.)· νεφέλην γὰρ εἰπὼν ἀπέδωκε τὸν λόγον πρὸς τὸ νέφος καὶ οὐ πρὸς τὴν νεφέλην. διὰ τοῦτο εἶπε, τὸ μὲν οὔποτ᾿ ἐρωεῖ. B. Q.

ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει] πρὸς τὸ συνώνυμον ἀπήντησε τὸ οὔποτ᾿ ἐρωεῖ. νέφος] νεφέλη. τὸ μὲν] τὸ νέφος. τὸ μὲν οὔποτ᾿ ἐρωεῖ] σχῆμα τῶν σημαινομένων ἀκόλουθον. ἐρωεῖ] ἀποχωρεῖ. V.

[*](sunt in his lacunae vestigia ut ejus nostro scholio comminuta est, non signum apponere non dubitaverim. minus integro manente vocabulo Eustathius p. 1712, 20. ita: ἀπολυ- quam illa Argo, nisi quod poeti- θείσης οὖν τῆς περιστερᾶς καὶ συσχε- cum nunc in scholiastae prosa mi- θείσης, οὐ πάσης, ἀλλὰ κατὰ τὸ οὐραῖον, remur. BUTTM. εἰσβάλλουσι τοῦ λοιποῦ διὰ τῶν Συμ- 5. Ἀργείους Buttm. pro ἀργούς. πληγάδων. αἱ δὲ συμβύσασαι τὴν ἄκραν 14. Brevius in H. ἐρωεῖ] λήγει, πρῴραν (.Barn. recte em. συμμύσασαι ὑποχωρεῖ, ὡς τὸ ὑπερώησαν. περισπα- —πρύμναν)τῆς Ἀργοῦς ἔκλασαν κατὰ τὸ στέον τὸ ἐρῶ καὶ κολῶ. ἐν τῇ περιστερᾷ σύμβολον. Huic sen- 18—20. In his magna confusio. sui quam parum apte accommoda- Primum Barnesius iam vidit scho- rint scholii verba Barnesius et ad lium subjectum lemmati ὁ μὲν οὐρα- Hygin. 19. Muncker, apud ipsos νὸν ε. ι. spectare ad v. 75. Nimi- vide. Ego contentus sum in verbo rum oscitantia librarii ab uno lem- προσβάλλουσι (quod Eustathius, qui mate ad alterius scholium aber- lacunosum et ipse prae oculis ha. tantis periit scholium ad v. 73. buit scholium, in εἰσβάλλουσι muta- quod sine dubio spectabat schema bat) et in illo δυοῖν indicia mon- illud οἱ δὲ δύο σκόπελοι, ὁ μὲν—: cf. strare sensus hujus: Argonautas Eust. De altero autem schemate addidisse navi aplustre δυοῖν ὀργυιῶν, scholiastes ait, “verba, οὔποτ᾿ ἐρωεῖ, idque α Symplegadibus commissis ἀπαντῆσαι πρὸς τὸ συνώνυμον (cf. schol. abscissum fuisse. In simili autem V. ad γ, 184.) h. e. pro νεφέλη sub- periculo, vocis Συμπληγάδες prora in jectum habere genere neutro τὸ νέ- )
536

Ἀρίσταρχος οὐ λέγει πρὸς τὸ νέφος τὴν ἀπότασιν εἶναι, ἀλλά φησιν ὅτι τοῦτο οὐδέποτε λήγει, τὸ κεκαλύφθαι τὸν σκόπελον τῷ νέφει. H. Q.

77. οὐ καταβαίη] λείπει ὁ δέ. ἤτοι, οὐδὲ καταβαίη, ἀντὶ τοῦ, ὅλως ἀνέλθοι. B. Q. ἤγουν ὅλως ἀνέλθοι. Ἀρίσταρχος γράφει, οὐδ᾿ ἐπιβαίη, τὸ ἄβατον αὐτῆς ὅλως παριστῶν. H.

οὐδέ κεν ἀμβαίη] οὐ δυνηθῇ ἀνελθεῖν. οὐδ᾿ ἐπιβαίη] οὐδὲ κάτει- θῃ. V.

78. οὐδ᾿ εἴ οἱ χεῖρές τε] ὅτι ὁμοία ἡ προφορὰ τῆς ὑπερβολῆς τῷ “οὐδ᾿ εἴ μοι δέκα μὲν γλῶσσαι (ΙΙ. β, 489.). H. Q.

81. εἰς ἔρεβος τετραμμένον] εἰς τὰ πρὸς δύσιν μέρη νεῦον. πιθα- νῶς δὲ, ἵνα μὴ προϊδόντες οἱ ἑταῖροι παύσωνται τῆς κωπηλασίας. V. ἴσως πρὸς ἔρεβος ἦν ἀπεστραμμένον, ὥστε ἀεὶ ἀπεστράφθαι ἐξ αὐτοῦ τὴν αὐγὴν τοῦ ἡλίου. H.Q.

84. ἀφίκοιτο] ἀντὶ τοῦ καταλάβοι. V.

σχεδὸν ἔδειξε τὸ μῆκος τῶν δειρῶν [πετρῶν] πηλίκον ἦν· ἡ δὲ μέση δεδυκυῖα τοῦ σπηλαίου ἐφικνεῖται τῶν παραπλεόντων τοσοῦτον ἀπε- χόντων ὡς μηδὲ τόξευμα ἀφικνεῖσθαι ἀπὸ τῆς νεῶς εἰς αὐτάς. H.

85. Σκύλλη] Σκύλλα Φόρκυνος θυγάτηρ καὶ Ἑκάτης, ἔχουσα [*](φος, cujus ulterioris explicationis male hodie haec scriptura explicata fragmina sunt haec: ΝΕΦΟΣ. νε- est (vid. supra), Barnesius audac- φέλη. Mox aliud de eadem re ter reposuit ἀποβαίη.” BUTTM. scholium cum eodem lemmate τὸ 9. χεῖρές τε] Recepit hoc Wolfius μὲν οὔποτ᾿ ἐρωεῖ, additum, in quo pro vulgato χεῖρές γε. Sed utrum- scribendum σχῆμα τῶν σημαινομένων que, ni fallor, olim junctum erat, ἀκόλουθον pro σχημάτων σ. ἀ. Ita ni- χεῖρές γέ τ᾿ ἐείκοσι καὶ πόδες. Nam mirum vocat hoc schema gram- fædissimus profecto est hiatus et- maticus quoniam sensum nominis, iam in caesura, quando accidit in non formam sequitur. Nescio ta- pleonastico ε. Ne quis enim ob- men an hic etiam rectius scriben- jiciat e. g. ΙΙ. γ, 197. ἔγωγε ἐίσκω, dum, τῶν συνωνύμων ἀκόλουθον. Bar- meminerit in quibusdam verborum nesius duo haec scholia conflare formis reduplicationem esse qua conatus est pessime. BUTTM. digamma quoque reduplicatur, il- 1. οὐ λέγει] οὐ φησὶ H. laque ἕοικα, ἐΐσκω respondere his 2. φησιν ὅτι om. Q. δέδοικα, δεδίσκω: contra in talibus 5. ὅλως ἀνέλθοι] ὅλως ἀνέλθῃ B Q. qualia sunt ἐείκοσι, ἐΐση, ἔεδνα, nul- ἀνέλθοι] ἀνέλθῃ H., lum reduplicationis usquam vesti. οὐδ᾿ ἐπιβαίη] οὐκ ἐπιβαίη H. Cor- gium esse. BUTTM. rexi ex M. in quo annotatum γρ. προφορὰ Buttm. pro προσφορά. οὐδ᾿ ἐπιβαίη. “Eustath.: τὸ δὲ γρά- 13. ἴσως πρὸς H. εἰς Q. φειν οὐδ᾿ ἐπιβῆναι (ἐπιβαίη), οὐκέτι ἀφε- 17. τοῦ σπηλαίου] Fort. κατὰ τοῦ λὲς, ἀλλὰ γελοῖον. Et sic est in lem- σπηλαίου, ut ap. Eustath. p. 1715, mate schol. vulg., ubi quoniam 29. )

537
πρὸς ταῖς πλευραῖς σκύλακας, κατέχουσα τὸν περὶ Σικελίαν πορθμόν. “ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ Χάρυβδις” (235.). V. Σκύλλα θυγά- τηρ μὲν ἦν Φόρκυνος καὶ Ἑκάτης, τὸ μὲν μέγεθος θαυμαστή. εἶχε δὲ πόδας μὲν δώδεκα, κεφαλὰς δὲ ἓξ, ἐν ἑκάστῳ δὲ τῶν στομάτων τρεῖς στίχους ὀδόντων, ὀφθαλμοὺς δὲ πυροειδεῖς. καὶ τὸ μὲν ἄλλο σῶμα ἐκρύπτετο αὐτῆς ἔν τινι σπηλαίῳ κατὰ βυθοῦ βεβλημένον, συμφυὴς οὖσα τῇ πέτρᾳ. τὰς δὲ κεφαλὰς αὐτῆς εἶχεν ἔξω περιμήκεις ὥστε δύνασθαι ἀπὸ τῆς πέτρας εἰς τὴν ναῦν φθάνειν. ταύτην λέγεται τὸν Ἡροκλέα, ὁπότε τὰς Γηρυόνου βοῦς ἦγεν, ὡς εἶδεν ἀπληστευομένην. ἀνελεῖν, τὸν δὲ πατέρα διὰ πυρὸς ἀναγκάσαι πάλιν αὐτὴν ἀναζῆσαι. ἡ δὲ ἱστορίᾳ παρὰ Διονυσίῳ. V.

λελακυῖα] ἤτοι ὑλακτοῦσα, ἢ οἰκτρὸν ἦχον ἀποτελοῦσα. V. ὑλακτοῦσα. Ἰακῶς συνεστάλη. ἡ δὲ Σκύλλα Φόρκυνος καὶ Ἑκάτης θυγάτηρ. H.

86. νεογιλῆς] νεογνῆς, γάλακτι τρεφομένης. V.

ἔνθεν αὐτῇ κυνῶν μὲν κεφαλὰς οἱ νεώτεροι περιέπλασαν. ἀθετοῦν- ται δὲ στίχοι τρεῖς. πῶς γὰρ ἡ δεινὸν λελακυῖα δύναται νεογνοῦ σκύλακος φωνὴν ἔχειν; δύναται δὲ τὸ ὅση ἀντὶ τοῦ οἵα κεῖσθαι, ἵνα μὴ πρὸς τὸ μέγεθος, ἀλλὰ πρὸς τὴν ὁμοιότητα εἴη ἡ παραβολή. H. Q.

88. οὐδ᾿ εἰ θεὸς ἀντιάσειε] εἰς ὅρον ὑπερβολῆς ἀεὶ τὸ θεῖον παρα- λαμβάνει ὁ ποιητής. καὶ ἐπὶ τῶν ἡδέων· “ἔνθα δ᾿ ἔπειτα καὶ ἀθάνα- τός περ ἐπελθὼν γηθήσειεν ἰδών” (Od. ε, 74.). καὶ ἐπὶ πολέμου “οὔτ᾿ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών (ΙΙ. ν, 127.). καὶ ἐπὶ τῶν φοβερῶν, “οὐδ᾿ εἰ θεὸς ἀντιάσειεν,” ἤτοι ἐναντίον ἐπέλθοι. H.Q.

89. πάντες ἄωροι] ψιλωτέον τὰς δύο συλλαβάς. ἔστι γὰρ, σὓς οὐκ ἄν τις ὠρήσειεν, ὅ ἐστι φυλάξειεν. οἱ δὲ καὶ μὴ δυναμένους ὁρμῆσαι, ὡσπερεὶ παρειμένους. ἐν τοῖς τραχήλοις γάρ ἐστιν ἡ πᾶσα ὁρμή. οἱ δὲ νεώτεροι, τοὺς ὀρούειν μὴ δυναμένους μηδὲ ὁρμᾶν, ἅτε τῇ [*](2. ἔνθεν μὲν —Χάρυβδις] Sic edi- λως. BUTTM. tiones antiquae, nisi quod in illis 11. Διονυσίῳ] Διονύσῳ V. Est haud versus ἔνθεν μὲν in lemmatis forma dubie Dionysius ille Mythicorum positus est; fortasse quod olim se- multorum auctor, de quo vid. Heyn. quens narratio cum hoc lemmate ad Apollod. in indice scriptorum. versui 235. ascripta et inde mox BUTTM. huc translata est. Edd. recen- 21. ὅρον H. ὅρος Q. tiores versum textui edito confor- 25. ἐπέλθοι] ἐπέλθῃ H. mant, postque eum inserunt Ἄλ- 26. οὓς habet H., om. Q. )

538
πέτρᾳ προσπεφυκυίας αὐτῆς, ἐπεὶ κἂν τὸν Ὀδυσσέα καὶ τὰ θηρώ- μενα ἐπεδίωκεν. οἱ δὲ, κωλῆν μὴ ἔχοντες· ὥρα γὰρ ἡ κωλῆ κατ᾿ Ἴωνας λέγεται, ἐπεὶ πλεκτάναι εἰσίν. οἱ δὲ, ἄνισοι κατὰ μέγεθος, ἢ πολύποδες. ἢ σκληροὶ παρὰ τοὺς ἀώρους καρπούς. ἢ λεπτότατοι καὶ πλεκτανώδεις. οἱ δὲ, ἄωροι, ἤτοι ὠμοὶ, ἢ ποικίλοι. ἢ κατὰ μετα- φορὰν τῶν ἄκρων ἀφύλακτοι καὶ δεινοί· ὠρεῖν γὰρ τὸ φυλάσσειν. Ἀρίσταρχος δὲ ἀκώλους· τοὺς γὰρ Ἴωνας λέγειν φασὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν· οὐκ ἔχοντας οὖν ὀστᾶ ἀκώλους καὶ ἀνάρθρους λέ- γεσθαι. ὑποκεῖσθαι γάρ φησι τῇ Σκύλλῃ πετραῖόν τι θηρίον προσ- πεφυκὸς τῷ σκοπέλῳ καὶ κοχλιῶδες πόδας τε ἔχον πλεκτανώδεις, ὥστε λέγειν οὕτως τὸν ποιητὴν, Σκύλλην πετραίην (231.). κατὰ δὲ τὴν ἄνωθεν φαντασίαν τῆ Ὕδρᾳ προσεοικέναι καὶ τοὺς αὐχένας αὐτῆς ἰσομεγέθεις εἶναι τῷ σκοπέλῳ. καθιεῖσαν δὲ τὴν Σκύλλαν τὰς κεφα- λὰς οὕτως ἀνασπᾶν τοὺς ἁρπαζομένους. φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτα ἁρπάζουσα” (99.). ὡς ἂν οὖν ὀλισθηρῶν ὄντων τῶν ποδῶν καὶ οὐκ ἐχόντων ἀντίληψιν, ἀώρους ἄν τις δέξαιτο τοὺς ἀκώλους. Κράτης δὲ ἐν τοῖς περὶ διορθώσεως ἀφυλάκτους ἀκούει, οὕτως περὶ τῆς εἰκό- νος διαλεγόμενος· τοιοῦτον γάρ τι ὑπόκειται ζῷον ἓξ μὲν ἔχον κεφα- λὰς καὶ δειρὰς οὐκ ἐλάττονας, πρὸς δὲ τὴν θάλατταν ἀπὸ τοῦ κατὰ τὸ σπήλαιον ὕψους καθειμένους δώδεκα πόδας, οἵους ἂν θαλάττιον ζῷον ἔχοι, πλεκτάναις ὁμοίους τῷ ὄγκῳ καὶ τῷ μήκει, μείζονας τῶν αὐχένων καὶ τῷ ἀριθμῷ διπλασίους. H. Q.

λεπτοί. ἔνιοι δὲ ἀπέδοσαν, παραιωρούμενοι καὶ ἀσθενεῖς. τινὲς δὲ, δυσφύλακτοι, οὓς οὐδεὶς ἄν τις δυνηθείη φυλάξασθαι διὰ τὴν περὶ αὐτοὺς δεινότητα· ὠρεῖν γὰρ τὸ φυλάσσειν, ἔνθεν καὶ ὁ πυλωρός. ἔνιοι δὲ δασέως ἀνέγνωσαν ἄωροι, ὠμοὶ, ἄγριοι, ἐκ μεταφορᾶς τῶν [*](2. κωλῆν—κωλῆ] Scribebatur κω- 23. Similia apud Eustath. p. λὴν—κωλή, pariterque infra. 1715, 17. Ex Epaphrodito Etym. 3. ἄνισοι H. ἄνεισι Q. M. p.117,10. Ἄωροι: “τῆς ἤτοι πόδες 5. ἤτοι ὠμοὶ addidi ex H. εἰσὶ δυώδεκα πάντες ἄωροι” Ὀδυσσείας 7. φασὶ] φησὶ Buttm. μ΄, λεπτοὶ καὶ ἀσθενεῖς· ἢ δυσφύλακτοι, 9. τῇ Σκύλλῃ—ἔχον] Haec re ipsa διὰ τὴν δεινότητα· ἢ ὠμοὶ καὶ ἄγριοι, ἐκ clamante ita reposui: nam in Q. μεταφορᾶς τῶν ἀώρων καὶ μὴ πεπείρων ita—τὴν Σκύλλαν πετραῖον τὸ θηρίω— καρπῶν· ἢ οὐδεμιᾶς φροντίδος ἄξιοι· ἢ πόδας τε ἔχειν—. BUTTM. τὴν δυσόρμητοι· οὐ γὰρ χρᾶται αὐτοῖς εἰς πο- Σκύλλαν et πόδας τε ἔχειν etiam ex H. ρείαν — — οὕτως Ἐπαφρόδιτος ἐν annotatum. ὑπομνήματι τῆς μ΄ Ὀδυσσείκς. ἔνιοι δὲ 19. Quae post ἐλάττονας leguntuιr ἀπέδοσαν ἄμωροι, ἀντὶ τοῦ ἰχθυοφόροι, solus habet H. 21. ἔχοι scripsi pro ἔχη. ἰχθῦς φέροντες. )

539
ἀώρων καὶ μὴ πεπείρων καρπῶν. τινὲς, οὐδεμιᾶς φροντίδος ἄξιοι· ὤρα γὰρ ἡ φροντίς. ἔνιοι δὲ ἀώρους τοὺς ἐμπροσθίους, ὡς καὶ παρὰ τῷ κωμικῷ “οὐ τοὺς ἀώρους εἶπά σοι, μαστιγία, πόδας κομίζειν; σὺ δὲ φέρεις ὀπισθίους.” ἄμεινον δὲ ἀποδιδόναι τοὺς χαλεποὺς καὶ δυσφυλάκτους παρὰ τὸ ὠρεῖν, ὅ ἐστι φυλάσσειν. ἢ τοὺς δυσορμήτους, παρὰ τὸ ὀρούειν· οὐ γὰρ χρῆται αὐτοῖς ἡ Σκύλλα εἰς πορείαν. V.

ἢ δυσφύλακτοι, οὓς οὐδεὶς ἂν δυνηθείη φυλάξασθαι διὰ τὴν περὶ αὐτοὺς δεινότητα. ἢ ὡμοί. ἢ οὐδεμιᾶ φροντίδος ἄξιοι. ἢ ἀνόρμητοι, οἱ μὴ δυνάμενοι ὀροῦσαι. Ἄλλως. ἄωροι, σκληροὶ παρὰ τοὺς ἀώ- ρους καρπούς. ἢ κρεμαστοὶ, ἀπὸ τοῦ αἰωρῶ, τὸ κρεμῶ. B.

90. δειραὶ περιμήκεες] ἀντισταδιαίους τῷ μήκει. Q.

91. σμερδαλέη κεφαλὴ] κατὰ μὲν τοὺς πολλοὺς κυνός· πιθανώτε- ρον δὲ δράκοντος· καὶ γὰρ μόνος δράκων τρεῖς στίχους ἔχει ὀδόν- των. V.

92. πυκνοὶ καὶ θαμέες] ἐκ παραλλήλου ἔταξε τὰς λέξεις ἰσοδυνα- μούσας. V.

94. ἐξίσχει κεφαλὰς] τινὲς ἐξίσχει κακῶς στίζουσιν. H. βερέθρου] γρ. βαράθρου. H.

95. περιμαιμώωσα] ὑπὸ τοῦ λιμοῦ ἐνθουσιῶσα καὶ κινουμένη. B.

97. κῆτος] ὡς καὶ τῶν δελφίνων καὶ τῶν κυνῶν κητῶν ὄντων. H. ἀγάστονος] μεγάλους ψόφους ἀποτελοῦσα· ἢ μεγάλους στεναγμοὺς ἐπιφέρουσα διὰ τοὺς ἐν τοῖς ναυαγίοις ἀπολλυμένους. V.

98. τῇ δ᾿ ] Ἀριστοφάνης, τήνδε. ὑφὲν δὲ τὸ πώποτε. H.

ἀκήριοι] ἀβλαβεῖς, ἄνευ κηρὸς, ὅ ἐστι θανάτου. H. V.

102. πλησίον ἀλλήλων] μετὰ τὸ στίξαι τελείως εἰς τὸ Ὀδυσσεῦ, τὸ “πλησίον ἀλλήλων” ὡς ἀπὸ ἄλλης ἀρχῆς προφερόμεθα καὶ στί- ζομεν εἰς τὸ ἀλλήλων. λείπει δὲ τὸ εἰσί, πλησίον ἀλλήλων εἰσίν. εἶτα σαφηνίζει τὸ διάστημα. ἐγὼ δὲ εἰς τὸ πλησίον στίζων οἶμαι μηδὲν λείπειν. Q. Ἀριστοφάνης πλησίον γράφει. H.

[*](2. παρὰ τῶ κωμικῷ] Non Aristo- 23. τήνδε] τὴν δ᾿ scripserat Ari- phani, ut alias, sed Philemoni; stophanes. vid. Lex. Seguer. in Bekk. Anecd. 24. ἀβλαβεῖς —θανάτου H. νῦν ἄνευ 9. 476. ubi pro κομίζειν est πρίασθαι. κηρὸς καὶ θανάτου, ἀβλαβεῖς V. In nostro scholio erat olim μάστιγι 27. λείπει δὲ τὸ] ἅδε τοι Q. Cor. et σοὶ δέ. BUTTM. rexit Friedlaender.in libro de Nice- 3. εἶπά σοι] εἶπας Eustathius, omis- nore p. 25. so μαστιγία. 29. Ἀριστοφάνης πλησίον γράφει] 18. βαοάθρου] Hoc in textu ha- Duplex igitur scriptura exstitit, bet N. altera quæ nunc est in libris πλη- )
540

δὴ ὀϊστεύσειας] γρ. διοϊστεύσειας. M. ὀϊκτῳ καταλάβοις ἀπὸ σκοπέλου εἰς σκόπελον. B.Q.

103. τῷ δ᾿ ἐν ἐρινεός ἐστι] οἰκονομικῶς, ἵν᾿ εἰς τοῦτον ἐκκρεμασθῇ ὁ Ὀδυσσεύς. διὸ καὶ τὸ μέγας πρόσκειται, ἵνα δυνηθῇ βαστάξαι τὸν κρεμάμενον ἥρωα. παρατετηρημένως δὲ οὐκ ἐλαίαν ἢ ἄλλο δένδρον, ἀλλ᾿ ἐρινεὸν παρέλαβεν, ὅσπερ εἴωθε καὶ ἐν κρημνοῖς φύεσθαι. Q.

104. δῖα Χάρυβδις] ἡ φοβερὰ, παρὰ τὸ δέος. θαλάσσης δὲ βά- θος ἀναποτικόν ἐστι μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Τυρρηνικοῦ πελά- γους. B.Q.V. οὐκ ἐδήλωσέ γε μὴν ὁ Ὅμηρος πότερον θηρίον ἐστὶν ἢ ἄμπωτις. ὑποπτεύει δ᾿ αὐτὸν Καλλίστρατος ὡς μαχόμενον τοῖς ἔπειτα. B. Q.

ἀναρροιβδεῖ] περισπωμένως· τινὲς δὲ τὴν λέξιν περὶ τοῦ ἀναρ- ριπτεῖ ἔταξαν. οὐκ ἀναστρεπτέον δὲ τὴν ὑπό πρόθεσιν. H.

105. τρὶς μὲν γάρ τ᾿ ἀνίησιν] τινὲς τὸ τρίς ἀντὶ τοῦ πολλάκις. ἄμεινον δὲ τῷ “ἐπ᾿ ἤματι” ἀντὶ τοῦ νυχθημέρῳ. δι᾿ ὀκτὼ γὰρ ὡρῶν γίνεται ὁ σπασμὸς τοῦ ὕδατος, ὡς Ὀδυσσεύς φησιν. καὶ ἀλλαχοῦ “ἕνδεκα δ᾿ ἤματα θυμὸν ἐτέρποντο” (ΙΙ. φ, 45.), ἀντὶ τοῦ νυχθή- μερα. Q.

τρὶς δ᾿ ἀναροιβδεῖ] ἄμπωτις δέ τις, ἀνάπωσίς τις καὶ ἀναρρόφη- σις. ὑπονοστεῖ γὰρ τὸ ὕδωρ ἔν τισι κοιλώμασι τῶν πετρῶν καὶ πά- λιν ῥήγνυται, διὸ τὸ ὕδωρ καλεῖται ῥαχία. ἦν δὲ οὗτος ὁ τόπος τοῖς πλέουσιν ἐπικίνδυνος, θανάτου μεστὸς, ὅτι τὸ πλοῖον ἐν τούτῳ τῷ τόπῳ ὑποβρύχιον ἐγίνετο. H.Q.

ἡ κατὰ τὴν Σκύλλαν ἐστὶν ἱστορία αὕτη, ὡς ἦν γυνὴ περικαλλὴς μέχρι ὀμφαλοῦ. ἔνθεν καὶ ἔνθεν κυνῶν προσεπεφύκεσαν κεφαλαὶ αὐτῇ ἕξ. τὸ δ᾿ ἄλλο αὐτῆς σῶμα ὀφιοειδές. ὃ θηρίον τοὺς παραπλέοντας τὰ πελάγη ταῦτα κατήσθιεν ἀφειδῶς ἢ θηριωδῶς. ἡ δὲ Χάρυβδίς [*](σίον, altera, ni fallor, πλησίοι. U- sit quod huic versui repugnet, tram utri substituerit Aristophanes Duentzer. p. 192. hanc notationem incertum est, quum πλησίον γράφει ad v. 107. rettulit οὐ γάρ κέν ῥύσαιτό errore librarii scriptum esse possit σ᾿ ὑπὲκ κακοῦ οὐδ᾿ ἐνοσίχθων, qui re- pro πλησίοι γράφει. pugnare videatur vers. 430 seqq. 1. Scripturam vitiosam δὴ ὁϊστεό- ubi Ulixes e Charybdi servatur. σειας in textu habet M. videntur. 16. φησιν] Conf. ad v. 439. que habere B.Q. ex quibus loco 21. διὸ Buttm. pro ὅτι. Ex H. lemma posuit Μaius. enotatum ὅ. 8. ἀναποτικόν om. B.Q. 25. προσεπεφύκεσαν] προσπειφύκεσαν 16. ὑποπτεύει—ὡς μαχόμενον τοῖς H. προσπεφύκεισαν Q. ἔπειτα] Quum in sequentibus nihil αὐτῇ H. αὐτῆς Q. )

541
ἐστι τόπος τις κοῖλος περὶ τὴν θάλασσαν, καὶ ἵσταται ἐν τούτῳ ὕδωρ ὥστε τὸν πυθμένα τῆς θαλάσσης συστρεφομένου βιαίως τοῦ ὕδατος φαίνεσθαι, καὶ ἀναρροφᾶται καὶ πάλιν ἀποπτύεται τρὶς τῆς ἡμέρας. H.Q.

107. ὑποβολή. εἰκότως ἐπιταράττει αὐτὸν ἐπὶ τούτῳ, ἵνα θάτερον ὑποστῇ. H.

111. ἀτυζόμενος] λυπούμενος, ταρασσόμενος, τεταραγμένην ἔχων τὴν καρδίαν. M. ἐκπληττόμενος. V.

112. ἐνίσπες] γρ. ἔνισπε. M.

116. καὶ δ᾿ αὖ τοι] ὁ μὲν αὖ σύνδεσμος, ἡ δὲ τοι ἀντωνυμία. ὁ δὲ λόγος, καὶ ἐκεῖ πολεμήϊά σοι ἔργα μέμηλεν, ὦ σχέτλιε. B.Q.

117. θεοῖσιν—ἀθάνατον] διαφέρει παῤ Ὁμήρῳ ἀθάνατος καὶ θεός· καὶ γὰρ οἱ Ἀχιλλέως ἵπποι ἀθάνατοι, οὐ μέντοι θεοί. H.

120. οὐδέ τις ἔστ᾿ ἀλκή] εἰς τὸ ἀλκή ἀνάπαυσις· εἶτα γνωμικώ- τερον τὸ ἑξῆς. H. ἐνταῦθα στικτέον. ὁ δὲ λόγος, οὐδὲ ἔστι κατὰ Σκύλλης ἀλέξησις. φεύγειν δὲ ἀπ᾿ αὐτῆς κρεῖττον. ἀλκὴ γὰρ ἡ βοήθεια καὶ ἀλέξησις. V.

124. Κραταιίν] Κραταιὶς καλεῖται ἡ μήτηρ τῆς Σκύλλης. μάγοι δὲ Ἑκάτην αὐτὴν καλοῦσιν. V. Κράταιιν Σῆμός φησιν Ἑκάτης καὶ Τρίτωνος, Κραταίϊδος δὲ καὶ Δείμου Σκύλλαν. Στησίχορος Λά- μιάν φησι τῆς Σκύλλης μητέρα. H.

ἄμεινον γράφειν, κραταιίς, ἀντὶ τοῦ ἰσχυρῶς, ὡς ἀλλαχοῦ “τότ᾿ ἀποστρέψασκε κραταιίς” (λ, 597.), ἵνα λέγῃ, κραταιῶς ἐπιβοῶ τὴν μητέρα τῆς Σκύλλης. καὶ ὀξύνεται. ἐὰν δὲ ᾖ κύριον, προπαροξύνε- ται. B.H.Q.

[*](2. βιαίως om. Q. 18. Κραταιῒς] Eustath. p. 1714, 7. ἀτυζόμενος] Vulgatam nunc 32. οἱ μάγοι Ἑκάτην, φασὶν, αὑτὴν κα- scripturam ἀμειβόμενος etiam M. et λοῦσιν. εἰσὶ δὲ οἱ Τρίτωνά φασιν εἶναι Vindob. 50. in textu habent, sed πατέρα τῇ Σκύλλῃ. Στησίχορος δὲ Λά- uterque annotato in margine γρ. μιαν αὐτῆς μητέρα ποιεῖ. ἀτυζόμενος. “Perbona autem lectio. 19. Σῆμος Cramerus pro σχῆμος. Nam ἀμειβόμενος non commode ad. Apud Mueller. Fragm. Hist. vol. 4. hibetur nisi finito alterius sermone. p. 495. At Ulysses Circen interpellat.” Ἑκάτης καὶ Τρίτωνος] Φόρκυνος καὶ BUTTM. Ἑκάτης p. 536, 19. Et sic Acusi- 12. διαφέρει—] Hanc observa- laus apud schol. Apoll. Rh. 4, 828. tionem excerpsit Eustath. p. 1717, 20. Στησίχορος] ἐν τῇ Σκύλλῃ, ut annotavit schol. Apoll. Rh. 15. ὁ δὲ λόγος, οὐδὲ ἔστι Barnesius 22. γράφειν] γράφε B.Q. pro οὐδὲ ἐστὶ λόγος. ἰσχυρῶς] κραταιῶς B. )
542

ἀθετοῦνται γ΄, ὅτι διὰ τούτων σημαίνει μὴ εἶναι τὴν Σκύλλαν συμ- φυτον τῇ πέτρᾳ. H.

127. Θρινακίην] νῆσός ἐστιν ἐν ὠκεανῷ ἱερὰ Ἡλίου. Q. V.

128. ἠελίοιο βόες] ἥλιον ἐνταῦθα τὸν χρόνον λέγουσινεἶναι, βόας καὶ μῆλα τὰς ἡμέρας. αἱ ἑπτὰ γὰρ ἀγέλαι, ὧν ἑκάστη ν΄, τν΄ γίνον- ται. γόνος δὲ οὐ γίνεται αὐτῶν. καὶ γὰρ αἱ ἡμέραι τοῦ χρόνου οὔτε πλείονες γίνονται οὔτε ἐλάττονες, ἀλλ᾿ ἀεὶ αἱ αὐταί. B.

129. ἑπτὰ βοῶν ἀγέλαι] Ἀριστοτέλης φυσικῶς τὰς κατὰ σελή- νην ἡμέρας αὐτὸν λέγειν φησὶ τν΄ οὔσας. τὸν γὰρ πεντήκοντα ἀριθ- μὸν ἑπταπλασιάσας εἰς τὸν τριακοστὸν πεντηκοστόν περιεστάναι εὑ- ρήκεις. Q. Vind. 56.

τόσα δ᾿ οἰῶν πώεα] οἶμαι λέγειν τὰς τοσαύτας νύκτας. καὶ αὗται γὰρ τν΄ ἑπταπλασιαζομένου τοῦ ν΄. H.Q.

130. πεντήκοντα δ᾿ ἕκαστα] ἕκαστα βουκόλια καὶ ποίμνια, ἤτοι μία ἑκάστη τούτων ἀγέλη ἀνὰ πεντήκοντα φέρει. Q.

131. θεαὶ δ᾿ ἐπιποιμένες εἰσί] θεαὶ δὲ αἱ ὧραί εἰσι. B.

οὐ κωλύουσιν αὗται εἰδυῖαι κολασθησομένους αὐτούς. V.

133. Ὑπερίονι] τῷ ὑπεράνωθεν ἡμῶν ἰόντι. H.

Νέαιρα] Νεαίρῃ σύνεστιν ὁ Ἥλιος, ἐπειδὴ νέος ὁ θεός. V.

138. ἡ τ᾿ ἂν] γρ. καὶ κεν. M.

149. ἴκμενον οὖρον] διὰ τί ἐν μὲν τοῖς ἀκινδύνοις μέρεσι τοῦ πλοῦ παρέχει αὐτῷ πνοὴν οὔριον παραπλέοντι Σειρῆνας, καὶ Σκύλλην οὐκέτι; τάχα οὖν καὶ τοὺς ἀνέμους ἔθελγεν. H.T. ἐπιτήδειον πρὸς τὸ ἱκέσθαι. B.

152. ἥμεθα] δημοτικῶς εἰς μέσον παρατίθησι τὰ ἀπόρρητα. κοι- νὸς γὰρ ὁ κίνδυνος. Q.T.

157. ἐν ἀμφοτέροις πλεονάζει ὁ κεν, ἢ ἑλώμεθα τὸν θάνατον, ἢ τὰ πρός σωτηρίαν παρασκευασώμεθα. H.

[*](1. γ΄] Versus 124 —126. βάλλομαι εἶναι. BUTTM. 3. Ἡλίοιυ] νείλου V. 10. εὑρήσεις] εὕρηκε Q. 8. Ἀριστοτέλης] Hunc nominat 12. καὶ αὖται—τοῦ ν΄ om. Q. Ad- etiam Eustathius. didi ex H. correcta codicis scri- 9. τν΄ οὔσας] Q. mendose, τῶν ν΄ ptura τοῦ ν μεταπλασιαζομένου τοῦ μ. οὔσας. Vulg. sermone mutilo, Ἀρι- 18. Post versum 133. in cod. στοτέλης φυσικῶς φησι. λέγει γὰρ τὰς Vindob. 133. hic est insertus, αὐ- καθ᾿ ἡμέρος πεντήκοντα πρὸς ταῖς τριη- τοκασιγνήτη Θέτιδος λιπαροπλοκάμοιο. κοσίαις.— Barnesius afftert Luciani 20. γρ. καὶ κεν] Hoc dicit, scribi locum Astrol. 22. in quo verissime, etiam ἦ κεν. sed ad hoc usque tempus incassum, 21. πλοῦ (πλόου Cramerus) cor- pro βολάς emendat, βόας: καὶ τοῦ rexi pro πλοίου. ἠελίου τὰς βόας, τὰ δὴ ἐγώ ἤματα συμ- 26. Ante v. 154. in H. et Vind. )
543

158. Σειρήνων] τὰ κατὰ μέρος οὐ λέγει, ὅτι θέλγουσιν ἡδονῇ, ἵνα μὴ τῆς μελῳδίας ἐπιθυμήσαντες ἀμελήσωσι τῶν παραγγελμά- των. Q.

160. ἀλλά με δεσμῷ] εἰ μὲν καταφρονήσει τῆς ᾠδῆς, οὐδὲν ἠδίκει ὁ δεσμός· εἰ δὲ ἐθέλγετο δεθεὶς, ἐσώζετο. φιλομαθὴς δὲ καὶ ἐγκρα- τὴς, ὥστε τοῦ μὲν λωτοῦ οὐκ ἐθέλησε, τῶν δὲ Σειρήνων ἀνήκοος μεῖ- ναι οὐκ ἐκαρτέρησιν. Q.

οἶον ἔμ᾿ ἠνώγει] ἵνα πείρᾳ μάθῃ ὅτι ἀληθεύει. καὶ ἄλλως ἔδει τινὰ εἶναι τὸν μηνύσοντα ὅτι οὐκέτι ἐξακούονται αἱ Σειρῆνες. V. ἡ μὲν Κίρκη εἶπεν “ἀτὰρ αὐτὸς ἀκουέμεν αἴκε θέλῃσθα (49.). ὁ δὲ τὸ ἂν θέλω οὐ προσέθηκεν, ἵνα μὴ δοκῇ πλεονεκτεῖν μετὰ ἀσφαλείας τὸ ἡδὺ θηρώμενος. H.

163. καὶ ἐνταῦθα οἱ δύο ὀβελίζονται ὡς ἀδικώτατοι. H.

164. ὑμεῖς δ᾿ ἐν] γρ. ὑμεῖς μ᾿ ἐν. Vind. 133.

167. ἀμύμων] γρ. ἀπήμων. H.

168. αὐτίκ᾿ ἔπειτ᾿ ἄνεμος] ἐντεῦθεν Ἡσίοδος καὶ τοὺς ἀνέμους θέλ- γειν αὐτὰς ἔφη. Q.V.

ἥδε] δασέως τὸ ἥδε. H.

169. κοίμησε δὲ κύματα δαίμων] κατ᾿ ἐπιβουλὴν Ποσειδῶνος, ἵνα μᾶλλον αὐτῶν ἀκούσῃ ὁ Ὀδυσσεύς. τινὲς δὲ ὅτι καὶ τοὺς ἀνέμους ἵστασαν γοητεύουσαι τῇ φωνῇ. B.Q. ἴσως ἡ Κίρκη, ἵνα μὴ ἀπρο- φύλακτοι προσενεχθῶσιν, ἢ Ποσειδῶν, ἵνα ἀκούσῃ. V.

170. ἱστία μηρύσαντο] συνέστειλαν, ἀπὸ τῆς τῶν μηρυομένων ἐρίων συστολῆς. B.Q. συνέστειλαν διὰ τῶν κάλων. V.

171. ἐν νηὶ γλαφυρῇ θέσαν] καταθέντες δηλονότι τὸ κέρας. V.

172. λεύκαινον ὕδωρ] ἔτυπτον· ἀπὸ τοῦ παρακολουθοῦντος. λευ- [*](133. insertus est hic: κέκλυτέ μευ σεῖον ζυγόν (γ, 486.) dictum esse ἀν- μύθων κακά περ πάσχοντες ἑταῖροι. Ni- τὶ τοῦ ὥδευον, ἀπὸ τοῦ παρεπομένου τὸ mirum ut aliquoties in his scholiis προηγούμενον. Brevius p. 300, 26. observamus, erant qui tali γάρ. (ζ, 83.) αἱ δ᾿ ἄμοτον τανύοντο: ἐκ τοῦ quale est in v. 154. offenderentur παρακολουθοῦντος ἔτρεχον (i. e. ἐκ τοῦ ubique. BUTTM. π. σημαίνει τὸ προηγούμενον, ἔτρεχον). 1. Scholia v. 158. 160. in Q. ubi fortasse τὸ ἔτρεχον scribendum adscripta versibus 154. 157. Cor- ut in scholio ad ο, 184. σεῖον ζυγόν: rexit Buttmannus. ἀπὸ τοῦ παρακολουθοῦντος τὸ ἔτρεχον. 26. ἔτυπτον] ἤρεσσον V. Porro schol. ad ν, 78. ἀνερρίπτουν: παρακολουθοῦντος] Frequens hic ἀπὸ τοῦ παρακολουθοῦντος· ἀναρρίπτεται usus verborum παρακολουθεῖν et πα- γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ. Exem- ρέπεσθαι in scholiis Homericis. Sic pla ex scholiis in Iliadem v. apud supra p. 167, 2. scholiastae monent Friedlaender. Ariston. p. 68. )

544
καίνεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ ἀπὸ τοῦ σφοδρῶς κωπηλατεῖν. B.Q.V.

ξεστῇς ἐλάτῃσιν] κώπαις ἐξ ἐλάτης ξύλου κατεσκευασμέναις. Q. ἀπὸ ἐλάτης δένδρου κατεσκευασμέναις κώπαις. V.

174. πίεζον] ἐμάλασσον. V.

175. ἰαίνετο] ἁπαλὸς ἐγένετο, διεχέετο. μεγάλη ἡ ἲς, ἡ θερμὴ δύναμις τοῦ πυρός. H.

177. πᾶσιν ἄλειψα] ἐπέπλασα ἐμφράττων τῶν ὤτων τοὺς πό- ρους. Q. ἐνέφραξα. V.

178. ὁμοῦ χεῖράς τε πόδας τε] ἀπὸ κοινοῦ τὸ ὁμοῦ, ὁμοῦ χεῖρας ὁμοῦ πόδας. Q.

179. πείρατ᾿ ἀνῆπτον] γρ. πείρατ᾿ ἀνῆψαν. M. τὰ πείρατα τοῦ δεσμοῦ, τὰ σχοινία ἐδέσμουν. H.

180. τύπτον ἐρετμοῖς] τὸ ἑξῆς, ἅλα τύπτον ἐρετμοῖς ῥίμφα διώ- κοντες. B.

181. ἀλλ᾿ ὅτε τόσσον ἀπῆν] τὸ μὲν ἀπῆν ἐπὶ τῆς νηὸς, τὸ δὲ διώ- κοντες ἐπὶ τῶν ἐρετῶν. οὐ γὰρ εἴρηκεν ἀπῆμεν. B.H.

ἀπῆν ἡ ναῦς· νῦν δὲ οἱ ἐν τῇ νηΐ. προσεπάγει τὸ διώκοντες. ἀλλ᾿ ἔθος ἔχει ἡ μετοχὴ τὸ αὐτὸ δύνασθαι τῷ ῥήματι μετὰ τοῦ ἐπειδή. Εὐριπίδης “μέλλων δὲ πέμπειν μ᾿ Οἰδίπου κλεινὸς γόνος, ἐν τῷδ᾿ ἐπε- στράτευσαν Ἀργεῖοι πόλιν·” ἀντὶ τοῦ ἐπειδὴ ἔμελλεν ὁ Οἰδίπου υἱὸς πέμπειν. οὕτω καὶ ἐνταῦθα, ἐπειδήπερ πάνυ ἐδίωκον, ἵν᾿ ᾖ ὁ νοῦς οὕτως, ὅτε δὲ ἡ ναῦς ἀπῆν, ὅσον τε γέγωνε βοήσας· καὶ γὰρ ταχέως αὐτὴν ἤλαυνον. H.Q.

182. ῥίμφα διώκοντες] εὐκόλως ἐλαύνοντες. Q.

184. δεῦῤ ἄγ᾿ ἰὼν] ἐν τούτοις ὁ ποιητὴς προσωποποιεῖται λέγων

[*](17. οὐ γὰρ—εἴρηκεν ἀπῆμεν om. B. Achaeis. (Hinc mox istud ῥίμφα 18. προσεπάγει H. προσεπάγη Q. διώκοντες iterum explicat ita, καὶ γὰρ 19. τοῦ ἐπειδή correxi pro τούτου ταχέως ἤλαυνον. Nos si illo exem- ἐπειδή. plo uti velimus, quod tamen hodie 20. Εὐριπίδης] Phæniss. 290. nemo, opinor, fecerit, ita hoc effe- γόνος om. Q. ramus: sicut μέλλων ibi pro μέλλον- 22. ἐδίωκον H. ἐδίωκεν Q. male. τος, ita hic διώκοντες positum esse “Nam scholiastae ante oculos ha- pro διωκόντων, sc. τῶν ἐρετῶν. Verum bentis lectionem ἀπῆν ὅσσον, mens in eo ipso quod remiges hic silen- est haec: participium διώκοντες. de tur, Eteocles autem illic nomina- remigibus, verbo ἀπῆν de navi eo- tur, magna sita est differentia. dem modo subjungi quo in exem- Homerus si revera junxit ἀπῆν— plo Euripideo participium μέλλων, διώκοντες, nauem et nautas tanquam de Eteocle, verbo ἐστράτευσαν de synonyma cogitavit.” BUTTM. )
545

τὸ ἄγε, ὡς ἐκ προσώπου τῶν Σειρήνων καλουμένων τὸν Ὀδυσσέα πρὸς ἑαυτὰς, ὅπως δῆθεν τέρποιτο τῇ τούτων ἀοιδῇ. ὁ δὲ νοῦς τῆς προκλή- σεώς ἐστι τὸ χρηματίσαι τοῦτον καὶ τοὺς φίλους αὐτοῦ βρῶμα ταῖς Σειρῆσιν οἴκτου ἄξιον. Q.

πολύαιν᾿ Ὀδυσεῦ] μαντικαί τινες αἱ Σειρῆνες, ὅθεν γνωρίζουσι τοὔνομα. Q.V. πῶς οὖν ὅτε οὐκ ἀκούουσιν, οὐ γνωρίζουσιν; ὅτι θεοὶ οἷς ἂν μὴ ἐπιστήσωσιν οὐκ ἴσασιν. V.

185. νωιτέρην ὄπ᾿ ] δύο φαίνονται καὶ ἐντεῦθεν. H.

188. νεῖται] ἐπανέρχεται. Q. ἀπέρχεται. V.

193. λῦσαι δ᾿ ἐκέλευεν] μαρτυρία τῆς ἡδονῆς ὅτι καὶ ὁ ἐγκρατέ- στερος ἥττηται. B.H.V.

196. μᾶλλον δὲ πιέζευν] γρ. μᾶλλόν τε πίεζον. H. ἐπιέζευν] γρ. πίεζον. Vind. 133.

197. καὶ μὲν οἴεται, οὐδὲ πρότερον ἤκουον. σημαίνει δὲ οὖν ἔξω τοῦ δύνασθαι ἀκούειν ἐγενόμεθα. H.

202. καπνὸν καὶ μέγα κῦμα] εἰκότως καπνόν. ἐν ἡμέρᾳ γὰρ οὐ φαίνεται πῦρ. V. καπνόν] ἐκ τῆς συγκρούσεως καὶ παρατρίψεως τῶν Πλαγκτῶν· δοῦπον δὲ ἐκ τῆς ἐκρήξεως. B.Q.

205. προήκεα] ὡς ταναήκεα. δηλοῖ δὲ τὰ προβεβηκυῖαν τὴν ἀκμὴν ἔχοντα, ἢ τὰ προήκοντα τῆς νεώς. B.H.Q. προέχοντα καὶ προτεταμένα τῆς νεώς. V.

209. ἔπι] ἐπέρχεται. V.

οὐ μὲν δὴ τόδε μεῖζον ἔπι κακὸν] περιέχει, ὡς “Τρῶες ἕπον πολλοί τε καὶ ἄλκιμοι (ΙΙ. λ, 483.), ἢ ἐνεργεῖ, ὡς “τὸν δέρον, ἀμφὶ δ᾿ ἕπον” (ΙΙ. η, 316.). Q. Vind. 133.

ἕπει] ῥῆμά ἐστιν ἕπω, ἕπεις, ἕπει, ἀντὶ τοῦ περιέπει. δασέως οὖν. Ζηνόδοτος δὲ ἔχει. H. Vind. 133.

[*](2. τέρποιτο scripsi pro τέρψσιτο. 16. εἰκότως—πῦρ] Sitmiliter Eu- 8. δύο] Conf. schol. ad v. 52. stath. p. 1718, 4. 10. λῦσαι δ᾿ ἐκέλευεν] Sic ed. ant. 19. ὡς ταναήκεα] καταναήκεα B.Q. cum δ᾿ pro edito in textu τ᾿ , et Correxi ex H. verbo singulari, nimirum ob præ- 23. ἔπι] Sic lemma in ed. Me- cedens κῆρ. BUTTM. diol. Scholium tamen spectat lec- ἡδονῆς] φωνῆς ὁ ποιητὴς H. tionem ἕπει. et sic est in textu 12. τε πίεζον correxi pro τ᾿ ἐπε- Vind. BUTTM. πίεζον. In M., qui in textu μᾶλλόν ἕπον Buttm. pro ἕποντο. τε πιέζευν habet, in marg. annota- 26. ἕπει] ἔπι in ἔπει mutatum in tum γρ. πίεζον. textu H., annotato in marg. γρ. 14. καὶ μὲν—οὖν] Corrupta. ἔτι (id est ἔπι). ἔπει M., sed a cor- )
546

212. καί που τῶνδε μνήσεσθαι ὀίω] τῶν ἐνεστώτων κακῶν οἶμαι ποιήσασθαι μνείαν εἰς τὸ ἐκφυγεῖν ἡμᾶς τὸν ἀπὸ τούτων κίνδυνον. B.

214. ἁλὸς ῥηγμῖνα] νῦν τὸ ἐπιπολάζον. παρὰ τὸ ῥήγνυσθαι ταῖς κώπαις. V.

ῥηγμῖνα βαθεῖαν] εἶπε τὴν προσκρουομένην τοῖς σκοπέλοις θάλασ- σαν· ἡ γὰρ τῶν αἰγιαλῶν ἐπιπολαία ἐστίν. B.Q.

217. κυβερνῆθ᾿ ] τοῦτον Μάνδρωνά τινες λέγουσιν. H.

218. οἰήϊα] αὐχένια. Q. πηδάλια. V. πηδάλια, αὐχένια. P.

220. σκοπέλων] ἑνικῶς σκοπέλου, τῆς Σκύλλης. H.

ἐπιμαίεο] ἐπιμέμνησο. Q. ἐφάπτου. V.

223. Σκύλλην δ᾿ οὐκέτ᾿ ἐμυθεόμην] εἰπὼν περὶ τῆς Χαρύβδεως καὶ τῆς ἀμπώτιδος τοῖς ἐμοῖς φίλοις, οὐκέτι καὶ περὶ τῆς Σκύλλης εἶπον αὐτοῖς, μή πώς με καταλείπωσιν αὐτὸν ἄπρακτον ἐν τῇ θλίψει καὶ τῷ φόβῳ αὐτῶν. H.Q.

ἄπρηκτον ἀνίην] πρὸς ἣν πράξασθαί τι καὶ μηχανήσασθαι οὐκ ἐδυνάμεθα. ἢ τὴν ἀνίαν τὴν ἀπραξίας αἰτίαν· οὐδὲν γὰρ ἐκ τοῦ λυ- πεῖσθαι ἐδύναντο πρᾶξαι. B.Q.

225. συγκλείεσθαι αὐτοὺς ἐκέλευον. H.

226. καὶ τότε δὴ] γρ. καὶ τότ᾿ ἐγώ. N.

227. λανθανόμην] νῦν, ἑκὼν ἠμέλουν. V.

228. αὐτὰρ ἐγὼ καταδὺς] καὶ γὰρ οἱ θεοὶ τιτρώσκονται καὶ εἴ- κουσι. V. καὶ πῶς οὐ μᾶλλον ἐξεπλάγησαν οἱ ἑταῖροι; ἤτοι οὖν ἀπεστραμμένοι καὶ ἐρέσσοντες ὁπλιζόμενον οὐκ εἶδον, ἢ οἴονται τε- θαρρηκέναι αὐτὸν ὡς καὶ μόνον ἀμύνεσθαι τὸν ἐπερχόμενον. Q.

229. ἴκρια] τὰ καταστρώματα τῆς νηός. H.

ἔβαινον] ἐπέβαινον, ἱστάμην. V.

233. πρὸς ἠεροειδέα πέτρην] τὴν ζοφώδη διὰ τὴν πυκνότητα τῶν περὶ αὐτὴν νεφῶν. B.Q. γρ. πόντον. M.

237. ὅτ᾿ ἐξεμέσειε] ὥσπερ δὲ ὅτε πλήμμυραν ποιήσει ὁ ὑπὸ πυρὸς ζέων λέβης, οὕτως πᾶσα ἀνεκινήθη ἡ Χάρυβδις. H. ἀντὶ τοῦ πλήμ- μυραν ἐποίησεν, ἀνέβραζεν. B. ἐξεράσειεν. V.

[*](rectore in ἔπι mutatum. Verbo 7. Μάνδρωνα scripsi pro Μανδρῶνα. ἕπει hic locum esse recte negat 9. σκοπέλων] σκόπελον H. in textu, Ahrens. in Schneidw. Philol. vol. sed correctum σκοπέλων, quæ vera 4. p. 598. qui ἔπει probat pro est scriptura. ἔπεισι dictum, ut τίθει δίδοι φή pro 13. καταλείπωσιν H. καταλείψω- τίθησι δίδωσι φησί. σιν Q. )
547

λέβης ὣς] τὰ ἐν τῷ καθόλου γινόμενα περὶ Χάρυβδιν λέγει. V.

238. ἀναμορμύρεσκε] ἀνεκινήθη. Q. ἀνεδίδου, ἀνέζει. V.

240. ἀλλ᾿ ὅτ᾿ ἀναβρόξειε] ταῦτα διὰ μέσου ἐξηγεῖται πρὸς τοὺς Φαίακας προληπτικῶς, ἅπερ ὕστερον μόνος ἐθεάσατο ναυαγήσας, ὁπότε τοῦ ἐρινεοῦ ἐξείχετο. οὐ γὰρ οἷόν τε νῦν, εἴ γε δι᾿ ὀκτὼ ὡρῶν τὴν ἄμπωτιν καὶ πλήμμυραν ἀπεδίδου ἡ Χάρυβδις. Q.

ἀναβρόξειε] ἀναπίοι, ἀναρροφήσειεν. V. ἀνέπιε. ὃ θεασάμενοι οἱ ἑταῖροι ἔδεισαν. B.

242. βεβρύχει] ἦχον ἐποίει. V.

γαῖα φάνεσκε ψάμμῳ κυανέη] τὸ ἑξῆς, ἡ γαῖα ἡ κυανέη. ὥστε εἶναι καθολικὸν τὸ τῆς γῆς, ὡς καὶ ἀλλαχοῦ γαῖα μέλαινα. οὐκ ἔστιν οὖν μερικὸν τὸ ἐπίθετον, ἀλλὰ πάσης τῆς γῆς. Q.

243. ψάμμῳ κυανέη] ἀντὶ τοῦ κυανιζομένη, ὡς “φοίνικι φαεινός” (ΙΙ. ο, 538). Q.

χλωρὸν δέος φησὶ τὸ νέον ἐκ μεταφορᾶς τῆς νεωστὶ χλοαζούσης πόας. H.

244. οἴομεν] νῦν, ἀπεβλέπομεν. M.V.

245. γλαφυρῆς] γρ. κοίλης. H.

246. τὸ ἕξ δασυντέον· ἀριθμητικὸν γάρ ἐστι. H.

όἳ χερσὶ βίηφί τε φέρτεροι ἦσαν] πάντες ἐπαινοῦμεν τοὺς τελευ- τήσαντες. Q.V.

247. σκεψάμενος] ἀντὶ τοῦ ἀποβλεψάμενος ἐπὶ τὴν ναῦν καὶ ἐπὶ τοὺς ἑταίρους· προείρηκε γὰρ ὅτι ἀλλαχοῦ εἶχον τοὺς ὀφθαλμοὺς πλανωμένους πρὸς τὸ ζητῆσαι ποῦ ἐστιν ἡ Σκύλλα. B.

249. ὑψόσ᾿ ἀειρομένων] ὑψόθεν, διχῶς. H.

φθέγγοντο καλεῦντες] ἀντὶ τοῦ φθεγγόμενοι ἐκάλουν ἐξ ὀνόμα- τος. B.

250. Καλλίστρατος ὑπονοεῖ τὸν στίχον λέγων ἐκλύεσθαι τὸ τά- χος τῆς ἁρπαγῆς. H.

251. ἐπὶ προβόλῳ] προβεβλημένῳ τόπῳ εἰς θάλασσαν. B.Q. προβεβλημένῃ πέτρᾳ, ἢ τόπῳ ἐξέχοντι. V.

252. τοῖς ὀλίγοις] τοῖς μικροῖς τοὺς μεγάλους κυνηγοῦσι. V.

[*](18. οἴομεν] In M. qui in textu 21. πάντες] πάνυ Q. τήνδ᾿ ἴδομεν habet, in margine ad. 26. ὑψόσ᾿ ] ὑψόθι superscriptum scriptum γρ. ὀΐομεν νῦν ἀπεβλέπομεν. in H. Alii quidam codices ἴομεν. ὑψόθεν] Immo ὑψόθ. )
548

δόλον κατὰ εἴδατα βάλλων] καταβαλὼν εἴδατα δόλον ἰχθύσι. τὰ εἴδατα δέ φησι δόλον εἶναι. B.

εἴδατα] οὕτως Ἀρίσταρχος. ὁ δὲ Καλλίστρατος δείλαια. H.

253. βοὸς κέρας] κέρας Ἀρίσταρχος τὸ κεράτινον συρίγγιον, ὃ ἐπιτιθέασι πρὸς τὸ μὴ ἐσθίεσθαι ὑπὸ τοῦ ἰχθύος τὴν ὁρμιάν. ἔνιοι δὲ τὴν τρίχα. Q. οἷον βοείας τρίχας, αἳ ἐκκρέμανται τοῦ δόνα- κος. H.

βοὸς κέρας ἤτοι τὴν τρίχα λέγει, ἢ τὸ ἐπικείμενον τῇ ὁρμιᾷ κέ- ρας. ἐπὶ κέρατος γὰρ ἡ ὁρμιὰ τρέχει καθιεμένη καὶ ἀνιεμένη. εἰώ- θασι δὲ οἱ ἁλιεῖς μεταξὺ τοῦ ἀγκίστρου καὶ τῆς σπάρτου κέρας βό- ειον προσάπτειν, ἵνα καταπιόντες τὸ ἄγκιστρον οἱ ἰχθύες μὴ τρώγωσι τὴν σπάρτον. B.Q.V.

256. κεκληγῶτας] ἐὰν διὰ τοῦ ω, προπερισπᾶται, ἐὰν δὲ διὰ τῶν ντ, ὡς λέγοντας. H.

257. οἱ ἀπολόμενοι ὑπὸ τῆς Σκύλλης Στήσιος, Ὀρμένιος, Ἄγχι- μος, Ὄρνυτος, Σίνωπος, Ἀμφίνομος. οὕτως Φερεκύδης. H.

ἐν αἰνῇ δηϊοτῆτι] νῦν ἐν τῷ δεινῷ σπαραγμῷ. V.

265. αὐλιζομενάων] εἰς τὴν ἔπαυλιν εἰσιουσῶν. Q. εἰς κοίτην παραγενομένων. V. ἀπὸ κοινοῦ τὸ αὐλιζομενάων. P.

267. Τειρεσίαο] ὁ γὰρ Τειρεσίας Θηβαῖος μάντις ὢν προεῖπε τῷ Ὀδυσσεῖ μὴ τῶν τοῦ Ἡλίου βοῶν ἢ προβάτων καθάψασθαι, εἰ μὴ βούλοιτο ἰδεῖν τῶν φίλων αὐτοῦ πάντων ὄλεθρον. Q.

268. Αἰαίης] τῆς ἀπὸ τῆς Αἰαίης οὔσης νήσου. H.

ἐπέτελλον] ἐνετέλλοντο, προσέταττον. V.

269. et 274. τερψιβρότου] γρ. φαεσιμβρότου. H.

276. ἀλλὰ παρὲξ τὴν νῆσον] εἴωθεν ὁ ποιητὴς τὴν παρέξ πρόθεσιν αἰτιατικῇ συντάσσειν ἀντὶ γενικῆς. “παρὲξ ἅλα φῦκος ἔχευε” (ΙΙ. ι, 7.)· “παρὲξ περιμήκεα δοῦρα” (443.) Ην Vind. 133.

[*](3. δείλαια] Poeticum verbum ex H. Nomen omisit Eustathius. δελέατα contractum, quo usus est 24. ἐπέτελλον] Sic ed. ant. Nam Callim. fr. 458. PORSON. recentt. lemma mutarunt scholio 15. Στήσιος] στίσιος H. Correxi intacto. In H. hic et 273. textus ex Eustathio p. 1721, 8. ἣ—ἐπέτελλε, sed superscriptum u- 16. Σίνωπος] οἴνωςος H. Eusta- trobique οἳ — —ον. BUTTM. thius: Σίνωπος, οὗ πρὸς ὁμοιότητα ἡρωῒς 26. τὴν παρέξ Buttm. pro τὴν ἐξ. Σινώπη, ἀφ᾿ ἧς ὁμωνύμως ἡ κατὰ Σινώ- Conf. p. 555, 18. πην Χερρόνησος. Φερεκύδης Cramerus. φερεκράτης 27. ἀντὶ γενικῆς addidi ex H. Φερεκύδης Cramerus. φερεκράτης )
549

279. σχέτλιος] καρτερικὸς, ἀνένδοτος· καὶ ἐν Ἰλιάδι (κ, 164.) “σχέτλιός ἐσσι, γεραιὲ, σὺ μὲν πόνου οὔποτε λήγεις.” B.Q. πέρι τοι μένος] περισσή σοι δύναμις. V.

281. καμάτῳ ἀδδηκότας] ἀηδισθέντας καμάτῳ καὶ ἀγρυπνίᾳ· “μὴ τοὶ μὲν καμάτῳ ἀδδηκότες ἠδὲ καὶ ὕπνῳ” (ΙΙ. κ, 98.). ἀγρυπνίᾳ κατ᾿ ἀντίφρασιν, ὡς τὸ “ὕπνῳ καὶ καμάτῳ ἀρημένος” (Od. ζ, 2.). ὁ γὰρ ὕπνος οὐ βλάπτει. B.Q. ἀδηκότας] κεκμηκότας, κάμνον- τας. V.

284. ἀλλ᾿ αὕτως διὰ νύκτα] ἐκ νυκτῶν, ἢ ἐν νυξὶν, ἢ μετὰ τὰς νύκτας, ὅ ἐστιν ὄρθρου. ὡς τὸ “πίομεν ἐκ βοτάνης” (ΙΙ. ν, 493.), ἀντὶ τοῦ μετὰ τὴν βοτάνην. ἢ κατὰ τὰς νύκτας. B.Q.

Ζηνόδοτος, ἀλλ᾿ οὕτως. καὶ ἔστιν ἠθικόν. H.

ἀλάλησθαι] ὁ Ἀσκαλωνίτης προπερισπᾷ, ἵν᾿ ᾖ παρακειμένου χρό- νου ἀπὸ τοῦ ἀλῶ, ὡς πεποιῆσθαι. δύναται προπαροξύνεσθαι ὡς Αἰολι- κὸν, ἵν᾿ ᾖ ἀλάλησθαι ἐνεστῶτος χρόνου. τὸ θέμα ἄλημι ὡς τίθημι, ἄλεμαι ὡς τίθεμαι, καὶ διπλασιασμὸς μετ᾿ ἐπιτάσεως Αἰολικῆς ἀλά- λημαι, ἀλάλησαι, ἀλάληται. H.Q.

286. εἰς τὸ χαλεποί ἐστὶν ἡ στιγμή. H.

289. Ζεφύροιο δυσαέος] ἤγουν Λιβὸς δυσπνόου. Gl. H. τινὲς Ζέφυρον δυσαέα τὸν Λίβα. H.

290. θέλουσι γὰρ ἡμᾶς οἱ θεοὶ ὁρμισθέντας—θεοὶ δωτῆρες ἐάων. H. διαρραίουσι] διαφθείρουσι. V.

διαρραίσουσι] χωρὶς τοῦ σ, διαρραίουσι. Ζηνόδοτος δὲ γράφει “φίλων ἀέκητι ἑταίρων.” H.

θεῶν ἀέκητι] ἄνευ θεῶν, ἐκ κακοβουλίας. Q.

294. ἐπήνουν οἱ ἄλλοι Ἀχαιοὶ τὸν Εὐρύλοχον ὑπὲρ ὧν εἶπεν. H.

297. βιάζετε] Ζηνόδοτος, βιάζεσθ᾿ οἶον ἐόντα, οὐ νοήσας ὅτι ποιητικῶς ἐσχημάτισται. H. Vind. 133.

βιάζεσθ᾿ οἶον ἐόντα] μόνον ἐμὲ τῆς βουλῆς τῆς κακῆς ταύτης ἀντεχόμενον βιάζεσθε. M.

301. ἢ βοῦν, ἠέ τι μῆλον] Νυμφόδωρος ὁ τὴν Σικελίαν περιηγη- [*](4. ἀηδισθέντας Buttm. ἀηδησθέν- 29. βιάζεσθ᾿ ] βιάζετε M.. super- τας B. μὴ διαθέντας Q. ἀηδῶς ἔχον- scripto βιάζεσθαι, quod corruptum τας dixit Eustath. p. 1721, 56. ex βιάζεσθ᾿ . 15. ἀλάλησθαι ἐ. χ. addidi ex H. 31. Νυμφόδωρος Ebertus Dissert. 27. βιάζεσθ᾿ οἷον Porsonus pro Sic. vol. 1. 9. 95. μεμψόδωρος H. et Vind. μεμψήδωρος Q. βιασθ᾿ οἷον. )

550
σάμενος καὶ Πολύαινος καὶ Πανύασις φύλακα τῶν Ἡλίου βοῶν Φάλακρόν φησι γενέσθαι, ὃν Φιλοστέφανος Αἰολιδοῦν εἶναί φησι καὶ ἔχειν ἐν Μύλαις ἡρῷον. H.Q. Vind. 56.

303. οἱ δ᾿ αὐτίκ᾿ ἀπώμνυον] ὡς οὐ βλάψωσι βοῦν τῆς τοῦ Ἡλίου ἀγέλης ἢ πρόβατον. Q.

308. ἔντο] τὸ θέμα ἴημι, ἴεμαι. ἱέμην, ἱέμεθα, ἴεσθε, ἴεντο, καὶ ἀφαιρέσει τοῦ ι ἔντο. H.

312. τρίχα νυκτὸς] ἀντὶ τοῦ τρίτον μέρος τῆς νυκτός. B.Q. ἤτοι τρία μέρη, ἢ τρίτον μέρος τῆς νυκτός. V.

313. οὗτος μὲν κατὰ κοινὴν ἔννοιαν τὸν Δία· ἴσως δὲ μᾶλλον ὁ Ποσειδῶν. H.

ἔπι ζαῆν] οὕτως χωρὶς τοῦ δέ Ἀρίσταρχος γράφει, καὶ ἀνα- στρεπτέον τὴν πρόθεσιν. ἐὰν δὲ μετὰ τοῦ δέ, οὐκ ἀναστρέφεται. H. ἔδει χωρὶς τοῦ ν ζαῆ, ὡς “ἀκραῆ Ζέφυρον.” (Od. β, 421.) ἔστιν οὖν Αἰολικὸν τὸ μετὰ τοῦ ν, καὶ ἔδει αὐτὸ Αἰολικῶς βαρύνεσθαι, ὡς τὸ “αἰνοπαθῆ πατρίδ᾿ ἐπόψομαι” παρὰ Ἀνακρέοντι. ὁ δὲ Ἀρίσταρχός φησι περισπᾶσθαι, καὶ οὕτως ἔχει ἡ παράδοσις. H.

314. λαίλαπι] ὑετῷ μετὰ ἀνέμου. V.

318. θόωκοι] ἀντὶ τοῦ θῶκοι καὶ καθέθραι, ὡς ὕδατος γλυκέος ἐκεῖ ῥέοντος. Q.

319. μετὰ μῦθον ἔειπον] γρ. πᾶσιν. H.

320. ἐν γὰρ] τὸ γάρ ἀντὶ τοῦ ἐπειδή. H.

[*](2. Φάλακρον] φυλάῖκον H. φυλά- satis constet ex Diodoro 8ic. 5, 8. κιον Q. φύλαιον Vind. “Panvasis MEINEK. l. c. armentorum illorum custodem ne- 12. 14. ἔπι ζαῆν] ἐπιζαὴν H. et que Phylacium neque Phylaeum sic M. quoque in textu. ζαῆν ab appellaverat. sed aut Phvlacum Aristarcho περισπᾶσθαι infra dixit aut, quod magis credo, Phala᾿ scholiasta et annotavit Eustathius crum.” MEINEK. Anal. Alex. p. 9. 1723. 37. Porro schol. ΙΙ. μ. 157. ἅς τ᾿ ἄνεμος ζαής· ὡς ὑγιής. οὕ- αἰολιδοῦν Vind αἰολιδοῦς H. Q. τως καὶ ὁ Ἀσκαλωνίτης. παραιτητέον “Αἰολιδοῦς non nomen proprium δὲ τοὺς βουλομένους βαρύνειν ἴσως πλα- est, sed plebeia, si quis ita velit, νηθέντας ἐκ τῆς αἰτιατικῆς τῆς εἰς ν forma patronymici Αἰολίδης, com- περατωθείσης. ῥηθήσεται δὲ ἐν τῇ M paranda illa cum ὑϊδοῦς, θυγατριδοῦς, τῆς Ὁδυσσείας περὶ τῆς προσωδίας. τηθελλαδοῦς, ἐμπληκταδοῦς et id genus 16. αἰνοπαθῆ πατρίδ᾿ ] Teum, ubi aliis, de quibus dixit Lobeckius ad natus erat Anacreon. Phrvnich. p. 299. De Phalacro 21. γρ. πᾶσιν in H. supra μῦθον Æoli lio vide schol. Od. υ, 6, scriptum est et Porsono glossema Eum a Mvlensibus pro heroe cul- potius esse videtur quam varia tum esse non mirum est, quum de lectio, quoniam supra μετά minu- Æolidarum in Siciliae oris imperio tissimis litteris scriptum sit ἐν πᾶσι. )
551

323. ὃς πάντ᾿ ἐφορᾷ] φεύγοντες οὐκ ἂν λάθοιμεν τὸν πάντα ἐφο- ρῶντα, καθὰ καὶ Ἀγαμέμνων πρὸ τῶν ὁρκίων ἐκφοβεῖ τοὺς Τρῶας τοῖς ἐπιμαρτυρουμένοις (ΙΙ. γ, 276.). H.Q.

329. ἤϊα] βρώματα δηλονότι. V.

330. ἄγρην ἐφέπεσκον] ἐπὶ ἄγραν ἐξίεσαν. λείπει ἡ ἐπί. B. ἐφέπεσκον] ἐνήργουν. V. γρ. ἐφέφρεσκον. H.

ἐπ᾿ ἄγρην. λείπει γὰρ ἡ ἐπί. H.

335. ἤλυξα ἑταίρους] ἐξέκλινα. V. ἐκτὸς ὄψεως αὐτῶν ἐγενόμην. B.Q.V.

336. ἐπὶ σκέπας ἦν ἀνέμοιο] ἔνθα ἦν σκέπη πρὸς τὸ μὴ ἀνεμί- ζεσθαι. V.

347. θεῖμεν ἀγάλματα] θείημεν, θεῖμεν, ὡς τὸ δοίημεν δοῖμεν. θεῖμεν ἀντὶ τοῦ ἀναθείημεν. ἀγάλματα δὲ ἀναθήματα. B.Q.

349. ἕσπωνται] ἀκολουθήσωσιν. V.

350. βούλομ᾿ ἅπαξ] βούλομαι ἅπαξ ἀπολέσαι τὸν θυμὸν πρὸς τὸ τῆς θαλάσσης κῦμα χανών. Q.

351. στρεύγεσθαι] κατὰ στράγγα φθείρεσθαι, ἤγουν κατ᾿ ὀλίγον. H. κατὰ στράγγα ἐκρεῦσαι, ὅ ἐστι κατ᾿ ὀλίγον στραγγίσαι καὶ ἀποθανεῖν. B. κατὰ στράγγα, ὅ ἐστι κατ᾿ ὀλίγον ὑπορρεῖν. V.

στρεύγεσθαι] γρ. στρέγγεσθαι. H.

353. αὐτίκα δ᾿ Ἠελίοιο βοῶν] βόας Ἡλίου λέγουσιν ὅτι ἦσαν ἐκεῖ βόες ἀνατεθειμένοι τῷ Ἡλίῳ. καὶ διὰ τὸ ἅψασθαι τοὺς ὑπὸ τὸν Ὀδυσσέα τούτων ἱερῶν ὄντων ἀπεδιώχθησαν ὑπὸ τῶν ἐγχωρίων παρὰ καιρὸν καὶ οὕτως ἀπωλέσθησαν. ἢ νόμος ἦν μὴ σφάζεσθαι τοὺς ἐργαζομένους βόας, ἀλλὰ καὶ γήρως καταλαβόντος τούτους ἠλευθέρουν αὐτοὺς μέχρις ἂν τελευτήσωσιν. οἱ δὲ τοῦ Ὀδυσσέως ἑταῖροι ἀπὸ τούτων τινὰς ἁρπάσαντες καὶ σφάξαντες ἐκεῖθεν παρὰ τὸν προσήκοντα καιρὸν ἐδιώχθησαν, καὶ τοιούτῳ κινδύνῳ ὑπέπεσαν. ἢ λέγουσιν ἀλληγορικῶς βόας Ἡλίου τὰς ἡμέρας, τούτων δὲ κατανα- λωσάντων ἐκεῖσε τὰς πρὸς τὸν πλοῦν ἐπιτηδείας ἡμέρας καὶ μὴ ἐξελ- θόντων, ὅτε ἦν ἐνδεχόμενον, ἔπαθον ἅτινα ἔπαθον. B.

357. δρεψάμενοι] λαβόμενοι. ἐρεψάμενοι] στεφανωσάμενοι. V.

[*](1. λάθοιμεν] λάθοιεν H. plicat per ἐπ᾿ ἄγρην. 6. ἐφέφρεσκον] Corruptum. Se- 32. δρεψάμενοι—ἐρεψάμενοι] Simi- paravi autem hoc ab sequentibus liter duplex scriptura in V. expli- ἐπ᾿ ἄγρην, quocum conjunctum est catur κ, 249. ξ, 82. Quos locos in H. Nam ἄγρην scholiasta ex- comparavit Butttmannus. )
552

360. μηρούς τʼ ἐξέταμον] ἤγουν ἐσχισμένους ποιήσαντες. μετὰ γὰρ τὸ τοὺς μηροὺς ἀπὸ τῶν στεάτων κατακαλύψαι, ἃ κνίσσην καλεῖ ὁ ποιητὴς, ἔσχιζον. τοῦτο γὰρ δηλοῖ τὸ δίπτυχα. Q.

363. ἔγκατα] κυρίως σπλάγχνων ὁ σπλήν· δῆλον δὲ ἐκ τοῦ ὀνό- ματος. B.H.

370. οἰμώξας δὲ θεοῖσι] μετὰ βοῆς διὰ τὴν ἔκπληξιν ἐφθεγγό- μην. B.Q.

372. εἰς ἄτην] Ἀττικῶς ἀντὶ τοῦ ἐπὶ ἄτῃ. Q. ἐποιήσατέ με κοιμηθῆναι ἐς βλάβην. H.

374. ὠκέα δʼ Ἠελίῳ] ἐναντίον τοῦτο τῷ “Ἠέλιος δʼ ὃς πάντ᾿ ἐφορᾷς καὶ πάντʼ ἐπακούεις (Il. γ, 277.). ἀφʼ ἑαυτοῦ γὰρ ἐχρῆν ἐγνωκέναι τὸν πάντα ἐφορῶντα. λύοιτο δʼ ἂν ἢ τῇ λέξει· τὸ γὰρ πάντα δηλοῖ τὰ πλεῖστα, ἄλλως τε οὐκ ἠγνόει τὸ πεπραγμένον Ἥλιος, ἀλλʼ ἔδει ὡς ποιμαίνουσαν καὶ ταύτην ἀπαγγεῖλαι· ἢ τῷ καιρῷ λύεται, ὡς νυκτὸς ἐπιθεμένων τοῖς βουσὶ τῶν ἑταίρων. B.Q. καὶ πῶς πάντα ἐφορᾷ ὁ ἥλιος; πάντα μὲν, οὐχ ἅμα δέ. H. πῶς ὁ πάντα ἐφορῶν οὐκ οἶδε πάντα, ὁρᾷ, ἀλλʼ οὐχ ὑπὸ τὸ αὐτέ. V.

ἐν πολλοῖς. ὠκὺς δʼ Ἠελίῳ, ἵνʼ ᾖ ὠκὺς ἄγγελος. H.

375. ἔκταμεν ἡμεῖς] οὕτως αἱ Ἀριστάρχου. H.

378. τῖσαι δὴ ἑτάρους] ταῦτα ὁ Ἥλιος πρὸς τὸν Δία ἀρώμενος λέγει, ὅπως ἀντιβλάψῃ τοὺς ἑταίρους τοῦ Ὀδυσσέως, ὑπὸ ὧν τὰς αὐτοῦ βοῦς καὶ τὰ πρόβατα ἔκτεινόν τε καὶ ἔφαγον. Q.

379. ὑπέρβιον] βιαστικῶς, ἄγαν βιαίως. B.Q.

383. φαείνω] τὸ φαείνω ἐνεστῶτός ἐστιν ἀντὶ τοῦ μέλλοντος. H.

387. ἀργῆτι] λευκῷ, ἢ τεφρώδει. V.

388. Ζηνόδοτος, τριχθὰ βαλών. Vind. 133.

κεάσαιμι] σχίσαιμι, ἢ καύσαιμι. V.

390. διακτόρου] τοῦ διάγοντος τὰς ἀγγελίας. Q.

392. ἐπισταδὸν] ἐφεστῶτες. V.

394. τέραα] σημεῖα προεσήμαινον ἐπὶ τῇ ὀργῇ ἡμῖν. B.Q.

[*](4. ὁ σπλήν H. ὁπλήν B. quod cor- 10. Eadem fere in schol. Il. γ, ruptum esse ex ὁ σπλήν patet ex 19. οὕτως αἱ Ἀριστάρχου] Nam in Eustathio p. 1725, 40. qui ad ἔγ- aliis libris ἔκταν ἑταῖροι legitur, quod κατα ita: ἂ δὴ καὶ σπλάγχνα —εὐθὺς M. in textu habet superscripto ἢ ἐρεῖ, ὡς ἀπὸ τοῦ σπλάν ἤτοι ὁ σπλήν ὑμεῖς, corrupte pro ἢ, ἔκταμεν ἡμεῖς. κατὰ τοὺς παλαιούς. Hinc jam, cui Versibus autem 375—389. in M. lubet, sensum scholio nostro afli- obeli appicti sunt. gito. BUTTM. 30. τέραα] τέρεα Q. )
553

398. ἐλάσαντες] γρ. ἐλόωντες. H.

ἐλόωντες] ἀπελάσαντες. V.

400. λαίλαπι] λαῖλαψ ἐστὶν ἡ μετʼ ὄμβρου σφοδρότης τοῦ πνεύ- ματος. Q.

403. οὐδέ τις ἄλλη] πλὴν τῆς νήσου ἐκείνης ὅθεν ἐξωρμήσα- μεν. H.

406. ἤχλυσε] ἀχλύι καὶ σκότῳ περιειλήφει, ἐπληρώθη. V. ἀχλύος ἐπλήσθη καὶ σκότους. H.

408. ζέφυρος] ζέφυρον τὸν θρασκίαν λέγει, ὡς καὶ ἐν ἄλλοις. B.

409. προτόνους] τὰ σχοινία τὰ κατέχοντα τὸν ἱστόν. V.

410. ἱστὸς δʼ ὀπίσω πέσεν] πρὸς τῇ πρύμνῃ· διὸ καὶ ἔπληξε τὸν κυβερνήτην. B.

411. εἰς ἄντλον κατέχυνθʼ] εἰς τὸν τόπον τῆς ἀντλίας. B.H. ἄντλον] τὴν ἀντλίαν εἰς ἣν ἐγχέεται τὸ κατηθιζόμενον εἰς τὴν ναῦν ὕδωρ. V.

413. ἀρνευτῆρι] ἤτοι ἐπὶ κεφαλῆς νηχομένῳ κολυμβητῇ, παρόσον τὸ ἀρνίον πάντοτε ἐπὶ κεφαλῆς περιπατεῖ καὶ πηδᾷ. B. κυβιστητῆρι, ὀρχηστῇ. V.

415. Ζεὺς δʼ ἄμυδις βρόντησε] ἅμα τῷ ταῦτα γενέσθαι ἐβρόν- τησε. Q.

417. θεείου] θεαφίου. Gl. H. θείου πυρός. εἴ γε ἀπὸ τοῦ θείου διαίρεσις, διὰ τί τὸ θεείου διὰ διφθόγγου: φαμὲν ὅτι πλεονασμός ἐστι τοῦ ε, ὡς εἷς, ἕεις. Q. ἐνέπλητο δὲ θείου, ἤτοι τεαφίου. B. θεείου] θείου. καταστρέφει δὲ εἰς τὸ πυρὸς κεραυνίου. V.

πέσον δʼ ἐκ νηὸς ἑταῖροι] ἔρριψαν ἑαυτοὺς εἰς τὴν θάλασσαν. B.

418. κορώνῃσιν] κορώνη λέγεται εἶδος ὀρνέου θαλασσίου. H.

421. τρόπιος] τρόπις τὸ κατώτατον ξύλον, περὶ ᾧ σχίζεται τὸ κῦμα. V.

422. ἱστὸν ἄραξε] συνέρρηξεν αὐτὸν πρὸς τὴν τρόπιν τὸ κῦμα. B.

αἱ Ἀριστάρχου καὶ αἱ πλείους ἄραξε. Ζηνόδοτος δὲ ἔαξεν. H.

423. ἐπίτονος] ὁ ἱμὰς, ὃς ἤρτηται μὲν τοῦ ἱστοῦ, διὰ δὲ αὐτοῦ [*](21. θείου—θεείου Buttm. pro θεΐου redit ut significet—. Sic schol. —θεΐου. δ. 367. et Il. ψ, 531. Vid. Friedl. 23. τεαφίου] τεσφίου B. Idem Ariston. p. 261. Ceterum conf. vitium ad ξ, 307. Dixit de hoc vo- Apollon. Lex. s. v. θεείου. cabulo, quod θεάφιον et τεάφιον scri- 30. ἔαξεν] Sumtum ex Od. ε, bitur, Ducangius s. v. τεάφη. 316. 24. καταστρέφει δὲ εἰς τὸ —] Εο )

554
ἑλκόμενον τὸ κέρας ἀνάγεται πρὸς τὸν ἱστόν. Ἄλλως. ὁ συνέχων τὸ κέρας κάλως. Q. ὁ ἀνέλκων τὸ κέρας ἱμὰς πρὸς τὸ ὕψος τοῦ ἱστοῦ. B. P. ἱμὰς, ἤτοι ὁ τῶν κεράτων δεσμός. ἢ ὁ ἱμὰς ὁ πρὸς ἄκρῳ τῷ ἱστῷ, διʼ οὗ τὸ ἄρμενον ἀνέλκεται. V.

425. ὀλοοῖς ἀνέμοισιν] δύναται καὶ ἀντὶ τοῦ ἑνικοῦ τοῦ ὀλοῷ ἀνέμῳ. ὁμοίως τῷ “στήθεά τʼ ἡδʼ ἁπαλὴν δειρὴν ἰδὲ καλὰ πρόσωπα.” (Il. τ, 285.). H.

426. θῦε] ὥρμα. V.

427. ἦλθε δʼ ἐπὶ νότος] οὐχ ὡς ἐναντίος τῷ ζεφύρῳ, ἀλλʼ ὡς χει- μάσαι δυνάμενος. Q. ἢ κατὰ βούλησιν Ποσειδῶνος τοῦτο συνέβη, ἢ συνήθως ὁ ποιητὴς τὸ κατὰ τύχην συμβὰν ὡς ἐκ προνοίας φησί. H.

428. ὄφῤ ἔτι τὴν ὀλοὴν] ὅπως καὶ ταύτην τὴν ὀλοὴν Χάρυβδιν ἀναμετρήσω καὶ διέλθοιμι, καὶ εἰς νοῦν λάβοιμι, καὶ ἀναθεωρήσαιμι. B.Q.

431. ἐν ὅσῳ ἀνερρόφει, ἐγὼ εἰς τὸν ἐρινεὸν ἐπήδησα. H.

432. ποτὶ μακρὸν ἐρινεὸν] πρὸς τὴν μακρὰν συκῆν, ἣν εἶδον πρὶν εἰς τὸ τῆς Σκύλλης σπήλαιον, ἐπαρθεὶς καὶ κρατήσας ταύτης, ὅπως μὴ καταπνιγῶ ὑπὸ τοῦ θαλασσίου ὕδατος. Q.

435. ῥίζαι γὰρ ἑκὰς ἦσαν] γρ. εἶχον. H.

εἶχον] ἀντὶ τοῦ ὑπῆρχον. V.

ἀπήωροι] ἀπῃωρημένοι, ἀπηρτισμένοι ἔξω τοῦ σκοπέλου. ἔδειξε δὲ ἐναργῶς τὸν κρεμάμενον. ἢ πολὺ ἀλλήλων διεστηκότες, ἢ ἄποθεν. B.Q. ἤτοι ἀπηρτισμένοι, ἢ πολὺ ἀλλήλων διεστηκότες. οἷον πα- ραιωρούμενοι. ἢ ἄποθεν. V.

436. μακροί τε] τὸ μακροί πρόσκειται, ἵνα σημαίνῃ τὸ ἀπήωροι. ὡς γὰρ μακροὶ ὄντες πόρρωθέν εἰσι τοῦ σκοπέλου. τὸ δὲ μεγάλοι πρὸς πίστιν τοῦ δύνασθαι βαστάξαι τὸν ἥρωα· τὰ γὰρ μακρὰ τῶν ξύλων ῥᾳδίως κάμπτεται, εἰ μὴ ὦσι παχέα. Q.

438. ἐελδομένῳ] ἐπιθυμοῦντι σωτηρίας ἦλθεν ἀνὴρ βραδέως εἰς δεῖπνον, ἤτοι τὸ δειλινὸν, καὶ ἀνέστη ἀπὸ τῆς ἀγορᾶς. H.

439. ἦμος δʼ ἐπὶ δόρπον] ὡς δὲ δικασπόλος ἀνὴρ κρίνων πολλὰ νείκεα νέων δικαζομένων, ὀψὲ ἀπὸ τῆς ἀγορᾶς ἀνέστη ἐπὶ δεῖπνον ἐλ- θὼν, τῆμος, ἐν τοσούτῳ δὴ, τὰ ξύλα τῆς νηὸς, ἤτοι ἡ τρόπις καὶ ὁ ἱστὸς, ἐφάνησαν ἐξεμηθέντα τῆς Χαρύβδεως. Q. ἐπὶ τὴν δειλινὴν ὥραν. V.

[*](1. Ἄλλως Buttm. pro ἀλλά. Ver- 6. ἀνέμῳ addidi. ba ὁ σ. τὸ κέρας κάλως habet etiam H. 29. ἀνὴρ Cramerus pro ἀνήν. )
555

ἐν πολλοῖς ἐδιστάχθησαν οἱ στίχοι διὰ τὸ “τρὶς μὲν γάρ τʼ ἀνίησιν ἐπʼ ἤματι (105), καὶ ἐδείχθη ἑαυτῷ τὰ ἐναντία λέγων ὁ ποιητής. νῦν γὰρ ἅπαξ μόνον καὶ ἀναβάλλει καὶ ἀναρροφεῖ. ἡμεῖς φαμὲν, ἦμαρ λέγει τὸ νυχθήμερον, ὥστε διʼ ὀκτὼ ὡρῶν τρεῖς γενέ- σθαι τὰς ἀναδόσεις. H.Q.

ἤτοι ἀπὸ τῆς πρωίας ἐκρατοῦντο ἔνδον τὰ δοῦρα ἕως τοῦ γεύματος. Καὶ ἄλλως. ἐν τόσῳ ἐφάνησαν τὰ δοῦρα ἀπὸ τῆς Χαρύβδεως, ὡς ὅτε ἐστράφη τις ἀνὴρ ἐπὶ δόρπον κρίνων κατὰ τὴν ἀγορὰν, τουτέστιν ἐν τῷ καιρῷ τοῦ γεύματος. B.

441. τῆμος δὴ τάδε δοῦρα Χαρύβδιος ἐξεφαάνθη] οὕτως Ἀρί- σταρχος. H.

443. μέσσῳ δʼ ἐνδούπησα] τὸ ὅλον, περὶ τὰ μακρὰ ξύλα πεσὼν ψόφον ἀπετέλεσα. B.V.

παρὲξ] ἀντὶ τοῦ ὀλίγῳ ἄπωθεν τῶν ξύλων· εἴωθε γὰρ ὁ ποιητὴς τὸ παρέξ ἐπίρρημα αἰτιατικῇ συντάττειν· “παρὲξ ἅλα φῦκος ἔχευαν” (Il. ι, 7.) ἀντὶ τοῦ ὀλίγον ἔξω τῆς ἁλός. καὶ ἡ μὲν παρά σημαίνει ὅτι πλησίον τῶν ξύλων καὶ παρʼ αὐτὰ ἔπεσεν, ἡ δὲ ἐξ ὅτι οὐκ ἐπάνω τῶν ξύλων· ἐπεὶ κἂν ἐπλήγη τὸ σῶμα· ἀλλʼ ὅτι μικρὸν ἔξω αὐτῶν. ἔστιν οὖν ἀντὶ τοῦ ἔπεσον πλησίον μὲν τῶν ξύλων, ἐκτὸς δὲ αὐτῶν, εἶτα ἐπινηξάμενος ἐγγὺς αὐτῶν ἐγενόμην καὶ κατέσχον. B.Q.

444. διήρεσα] τὰ ὁρμισθέντα τῆς νηὸς ξύλα, ἤγουν ἡ τρόπις καὶ ὁ ἱστός. H. ἀπεσπασάμην ταῖς χερσὶ τὸ ὕδωρ. ὥσπερ κώπαις ταῖς χερσί μου διενηξάμην. V.

445. Σκύλλην δʼ οὐκ ἔτʼ ἔασε] νοθεύονται δύο. τί γὰρ εἰ εἶδεν ὅπου οὐ δύναται ὁρμᾶν ἡ Σκύλλα, ἀλλʼ ἐνίδρυται τῷ σπηλαίῳ: ὡς ἐκ τῶν λόγων τῆς Κίρκης ἔστι μαθεῖν. εἰ γὰρ ἐβούλετο διὰ τῆς Χαρύβδεως πλεῖν ὁ Ὀδυσσεὺς, οὐκ ἂν ἠδικήθη ὑπὸ τῆς Σκύλλης, ὡς ἀνημμένης τῷ σπηλαίῳ. ἢ τάχα, ἐμὲ οὐκ εἴασεν εἰς αὐτὴν ἰδεῖν, ἀλλὰ διεξεπέ- ρασα. Q. εἰσιδέειν] ἰδεῖν, συντυχεῖν. V.

[*](1. στίχοι] Versus dicit 439— 441. 7. ὅτε] ὅταν B. Vanam autem esse hanc veterum 10. τάδε] Nunc τά γε legitur. quorundam criticorum opinionem Apud Strabon. 1. 9. 44. καὶ τότε δή ostendit Nitzschius vol. 3. p. 409. μοι δοῦρα etc. 15. αἰτιατικῇ] Vid. schol. ad 276. τρὶς] τρεῖς H. 3. ἡμεῖς] Exspectes ἡμεῖς δέ. ἔχευαν] ἔχευον B. ἔχευεν Q. 4. λέγει addidi ex H. 24. νοθεύονται δύο] Sic etiam in H. τὸ νυχθήμερον] Conf. schol. ad 27. ἀνημμένης Buttm. pro οὖν ἡμ- 105. et Eustath. p. 1729, 28. μένης. )
556

447. δεκάτῃ δέ με] οὐ δεῖ ζητεῖν πῶς διακαρτερεῖ ὁ ἥρως εἰ- πούσης τῆς Ἀθηνᾶς “αὐτὰρ ἐγὼ θεός εἰμι διαμπερὲς ἥ σε φυλάσσω ἐν πάντεσσι πόνοισι” (υ, 47.) H.V.

453. ἀριζήλως] ἀριδήλως. οὐ γὰρ ἐκτέταται ὁ ζῆλος. δῆλον οὖν ὅτι αἱ παρʼ Ὁμήρῳ δισσολογίαι κατὰ τέχνην καὶ χρείαν προέρχον- ται. Q. ἐκδήλως. V.