Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Κοιμώμενον Ὀδυσσέα μετὰ τῶν δώρων ἐκτιθέασιν οἱ Φαίακες εἰς τὴν γῆν τῶν Ἰθακησίων. καὶ τὴν μὲν ναῦν αὐτῶν ὑποστρέφουσαν λίθον ποιεῖ ὁ Ποσειδῶν, Ἀθηνᾶ δὲ ἐπὶ τῷ αἰγιαλῷ ὄντι Ὀδυσσεῖ συμβου- λεύει περὶ τῆς μνηστηροφονίας. καὶ τὰ χρήματα ἔν τινι σπηλαίῳ ἀποκρύπτει, καὶ εἰς γέροντα μεταμορφοῖ τὸν Ὀδυσσέα. P.Q.V. Ὀδυσσέως ἀπόπλους παρὰ Φαιάκων καὶ ἄφιξις εἰς Ἰθάκην. H.

2. κηληθμῷ] τῇ διʼ ἀκοῆς ἡδονῇ. B. θέλξει, τέρψει. κήλησις γάρ ἐστιν ἡ διʼ ᾠδῆς τέρψις καὶ ἡδονή. V. κηλήσει ἐν τῇ τῆς ἀκοῆς ἡδονῇ. τρισυλλάβως δὲ τὸ ἔσχοντο. H.

4. χαλκοβατὲς δῶ] νῦν κυρίως κεῖται ἡ λέξις. τοιαῦτα γὰρ τὰ τοῦ Ἀλκινόου βασιλέως· “χάλκεοι μὲν γὰρ τοῖχοι ἐληλέδατο” (η, 86.), καὶ τὰ ἑξῆς. H.Q. χαλκοβατὲς] ἤτοι χαλκοῦν ἔδαφος ἔχον, ἢ χαλ- κοῦς ἔχον τοὺς βαθμοὺς τῶν θυρῶν. V.

5. τῷ σʼ οὔτι] ἀντὶ τοῦ διὰ τό σε, ὅ ἐστι διὰ τοῦτό σε. H. ἐπειδὴ τὸ ἐμὸν οἴκημα κατέλαβες, διὰ τοῦτο νομίζω σε οὐκέτι πλα- νηθέντα ἐπανελθεῖν εἰς τὸν οἶκον, ἀλλὰ χωρὶς πλάνης, εἰ καὶ πρότερον κακὰ ἔπαθες. B.Q.

παλιμπλαγχθέντα] ὀπισθόρμητον γενόμενον. V.

6. εἰ καὶ μάλα πολλὰ] τοιοῦτόν ἐστιν ὃ λέγει, εἰ καὶ ἀγνωμόνως ἡ τύχη σοι κέχρηται. καὶ ἐπὶ τὸ πλεῖστον ἐναντιοῦται, ἀλλʼ οὐ νῦν οἴομαί σε ἁμαρτεῖν τῆς πατρίδος ἡμῶν προπεμπόντων. Q.

[*](1. οὐ δεῖ—διαμπερὲς] Brevius in H. 12. καὶ τὰ—Ὀδυσσέα om. Q. Ha- οὐδὲν θαυμαστὸν Ἀθηνᾶς λεγούσης διαμ- bet Eustathius p. 1730. περὲς —.)
557

7. ἐφιέμενος τάδε εἴρω] ἀνδρὶ ἑκάστῳ εἴρω ὅσοι πίνετε οἶνον ἐν τοῖς ἐμοῖς οἴκοις. H. μετὰ προθυμίας τάδε λέγω. V. ἐφιέμενος] ἐναλλασσόμενος, ἐντελλόμενος. V.

8. γερούσιον οἶνον] τὸν ἐντίμοις ἀνδράσι διδόμενον. H.V. γέρας γὰρ ἡ τιμή· ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν εἴληφεν. H. τὸν τοῖς ἐντίμοις διδόμενον. V.

10. εἵματα μὲν δὴ ξείνῳ] μέλλων δωρεὰς δώσειν ἑτέρας αὐτῷ, καὶ τῶν ἤδη δεδομένων μνημονεύει ἀθροίζων ἅπαντα καὶ μεγαλύνων τὴν διὰ τῶν δώρων τιμήν. εὐπρεπῶς δὲ τὸν λόγον ἐξήνεγκεν οὐκ ἄντικρυς φήσας ὅτι ἔλαβες μὲν καὶ ἐσθῆτα καὶ χρυσὸν καὶ ἄλλα δῶρα, νῦν δὲ καὶ τρίποδά σοι καὶ λέβητα κατʼ ἄνδρα προθήσομεν. Καὶ ἄλλως. περὶ τῶν δώρων διαλεγόμενος ὅτι ἐν ἀσφαλεῖ ἀπόκειται ὑπέμνησεν αὐτῷ τῶν ἤδη δεδομένων. Q.

11. πολυδαίδαλος] ὁ ποικίλος καὶ μετὰ τέχνης κατεσκευασμένος· ἢ εἰς τὸ δαιδάλλεσθαι καὶ ποικίλλεσθαι εὔθετος. B.V.

12. δῶρʼ ὅσα Φαιήκων] ἀντὶ τοῦ ὑμεῖς. οὐ γὰρ ἄλλοι τινὲς ἦσαν οἱ δόντες. B.

14. ἀνδρακὰς] κατὰ ἄνδρα. V.

ὁ λόγος, κατὰ ἄνδρα νῦν προδῶμεν, ὕστερον δὲ ἐκ τοῦ δήμου ἀνα- πραξώμεθα. B.Q. Vind. 133.

τινὲς γράφουσιν, ἄνδρα κάτα. ὁ δὲ Φρύνιχος ἀνδρακάδα φησὶ τὴν τῶν ἀνδρῶν δεκάδα. ἔστι δὲ ἐπίρρημα ὡς ἑκάς καὶ ἐντυπάς. H. Vind. 133. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς. ὁ γὰρ νοῦς, χαλεπὸν γὰρ καὶ ἀδύνατον ἕνα τοσαύτην δωρεὰν χαρίσασθαι. B.V.

ἀγειρόμενοι] ἀγείραντες κατὰ μέρος παρʼ ἑκάστου λαμβάνον- τες. H.

15. τισόμεθʼ] εἰσπράξομεν, ἀποτῖσαι τὸν δῆμον τὸ μέρος τοῖς νῦν δοῦσιν ἀναγκάσομεν. τὸ δὲ προικός γενική ἐστιν ἀντὶ αἰτιατικῆς, ὥς φησιν Ἡρωδιανός. B.H.Q. εἰσπραττόμεθα, ἢ ἀποληψόμεθα. V.

ἀργαλέον γὰρ ἕνα προικὸς] ἀντὶ τοῦ προῖκα, δωρεάν. B.

[*](14. ὁ—ἢ om. B. hoc loco H., sed separatim ἀνδρακὰς 21. κάτα] Hoc est κάθ᾿. ὡς ἑκάς καὶ ἐντυπάς. Verba ὁ Φρύνιχος— δεκάδα habet 23. τὸ δὲ—ὁ] ἡ προικὸς γενικὴ ἀντὶ etiam B. legitque Eustath. p.1731, τοῦ προῖκα. ὁ V. 43. Alia grammaticorum com- ὁ γὰρ τοὺς V. ὁ δὲ νοῦς B. menta vide apud Apollon. Lex. s. v. 24. τ. δωρεὰν] δωρεὰν τ. V. ἀνδρακάς et Etym. M. p. 102, 17. 27. τὸ μέρος addidi ex H. 22. ἔστι —ἐντυπάς] Non habet 28. δοῦσιν H. δοκοῦσιν B.Q. )
558

τὸ μὲν μὴ αὐτὸν πάντα δοῦναι ἀπαρηγόρητον, τὸ δὲ φάσκειν ἐπι- τιθέναι καὶ τῷ δήμῳ τὴν εἰσφορὰν μικροπρεπές. ἀνακτέον δὲ αὐτὰ εἰς τὰ παλαιὰ ἔθη. εἰκὸς δὲ καὶ τὸ τάλαντον εἶναι τοῦ χρυσοῦ βαρὺ, καὶ τὴν ἐσθῆτα ἀξίαν πολλοῦ. Q.

19. νῆʼ ἄρʼ] Ἀρίσταρχος, νῆάδε. H. ἐπὶ τὴν ναῦν ἐπεσσεύοντο. H.

εὐήνορα χαλκόν] τὸν κοσμοῦντα τὸν ἄνδρα. Q.

20. καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο] ὅρα τὴν κατʼ ὀλίγον προκοπήν. τὰ μὲν γὰρ πρῶτα ὡς ἱκέτης δέδεκται, καὶ οὐδὲ ἀφʼ ἑαυτοῦ ἤγειρεν ὁ βασιλεὺς αὐτόν. ἀμέλει καὶ ὀνειδίζεται ὑπὸ Ἀρήτης “Ἀλκίνοʼ, οὐ μέν τοι τόδε κάλλιον οὐδὲ ἔοικε ξεῖνον μὲν χα- μαὶ ἧσθαι ἐπʼ ἐσχάρῃ (η, 159.). μαθὼν δὲ τὴν σύνεσιν ὁ βασιλεὺς δώροις τετίμηκεν αὐτόν. νῦν δὴ καὶ ὑπηρετεῖν οὐκ αἰσχύνεται. Q.

εὖ κατέθηχʼ] κατατεθῆναι παρὼν ἐποίησεν, ὡς τὸ “λοῦσέ τε καὶ ἤλειψε.” B.

22. βλάπτοι] ἐμποδίζοι. V.

23. οἱ δʼ εἰς Ἀλκινόοιο] ἴσως οἱ βασιλεῖς μόνον. B.

25. Κρονίδῃ] ὅτι ἐπόπτης τῶν ξένων. ὅτι οἱ ἑστιώμενοι τοῖς ἑστιῶσι προπίνουσι παρὰ τῷ ποιητῇ. H.

26. μῆρα δὲ κήαντες] οὕτως Ἀρίσταρχος. H. κήαντες] καύ- σαντες. V.

31. ὡς δʼ ὅτʼ ἀνὴρ] ἤγουν γεωργός. H.

πανῆμαρ] ὁ Ἀριστοφάνης οὐκ ἐν συνθέσει φησὶ τὸ πανῆμαρ, ἀλλὰ πᾶν, εἶτα κατʼ ἰδίαν τὸ ἦμαρ. H.

32. πηκτὸν] τὸ μὴ ἔχον ἐξ αὐτοῦ τὸν γύην. B.V.

33. ἀσπασίως] γρ. ἀσπάσιος, εὐκταῖος καὶ προσφιλής. M.

34. βλάβεται] βλάπτεται δὲ γούνατα, ἤγουν κωλύεται τὴν βάδι- σιν διὰ τὸν πολὺν κόπον. H.Q.

[*](13. λοῦσέ τε καὶ ἤλειψε] Esse occurrere πανῆμαρ et semel Il.σ,453. puto κ, 450. ubi de Circe, λοῦσέν τε πᾶν δʼ ἦμκρ; item πᾶν nunquam an- καὶ ἔχρισεν λίπ᾿ ἐλαίῳ. Vid. schol. te vocalem legi nisi ante ἔργον et BUTTM. εἴρητο, quarum vocum illius digam- 19. κήαντες] In textu M. legitur ma certum, hujus admodum pro- κήσαντες, adscripto γρ. κήαντες. babile est. Videtur itaque πάν 22. ἀλλὰ πάν, εἶτα κατʼ ἰδίαν (κα- sicut ἅπἄν, πρόπᾰν antiquorum Io. τιδίαν H.) τὸ ἦμαρ] Legere tum de- num, πᾶν autem, ἅπᾱν, πρόπᾱν Atti. bebat ὦ πάν ἦμαρ. PORSON. Non corum proprium fuisse. Vid. Bekk. accedo. Grammaticus usum cor- Anecd p. 416. et Gramm. m. ampl. repti α in voce πᾶν epicis tribuit: §. 62. Obs. 5. not. BUTTM. idque persimile vero videbitur re- 26. βλάπτεται δὲ γούνατα om. Q. putanti semel tantum apud poetam ἤγουν] ἤτοι Q. )
559

35. Ὀδυσῆ] τὸ πλῆρες Ὀδυσῆϊ, ὡς ἥρωϊ Λαομέδοντι” (Il. η, 453.). H.

36. πιφαυσκόμενος] φανεροποιῶν. V.

39. χαίρετε δʼ αὐτοί] ὅτι οἱ παλαιοὶ καὶ ἐν τῷ ἀφίστασθαι τὸ χαῖρε ἔλεγον, ὥσπερ νῦν τὸ σώζου φαμέν. B.M.

42. ὅλβια ποιήσειαν] ἄλλο ὄλβος, ἄλλο πλοῦτος, ὡς καὶ ἐν ἄλ- λοις “ὄλβῳ τε πλούτῳ τε” (Od. ξ, 206.). εὔχεται οὖν τὰ δῶρα ἐπὶ εὐδαιμονίᾳ αὐτῷ γενέσθαι· οὐ γὰρ ἐν πλούτῳ μόνῳ τὴν εὐδαιμο- νίαν ὁρίζεται. Q.

ἀμύμονα] ἄμεινον τὸ συναμφότερον ἀκούειν, καὶ τὴν ἄκοιτιν εὕ- ροιμι ἀμύμονα καὶ ἀνεπιμώμητον. H.

43. σὺν ἀρτεμέεσσι φίλοισι] σώοις, ἀρτίοις, ἀνελλιπέσιν, ὑγιῶς ἔχουσιν. B. τοῖς πιστοῖς καὶ ἀκεραίοις. ἐκ γὰρ τῆς ἀρτιότητος τὴν ἐπωνυμίαν ταύτην ἀπεκληρώσατο. Q. ὑγιέσι καὶ πιστοῖς. V.

45. κουριδίας] τὰς ἐκ παρθενίας γεγαμημένας. V.

θεοὶ δʼ ἀρετὴν ὀπάσειαν] νῦν τὴν εὐδαιμονίαν, ὡς τὸ “ἀρετῶσι δὲ λαοὶ ὑπʼ αὐτοῦ” (Od. τ, 114.). B.Q.

54. ἐπισταδόν] ἐπιστημόνως, ἐμπείρως. B.V.

57. Ἀρήτη δʼ ἐν χειρὶ τίθει] καὶ ταύτην πρώτην ἱκέτευσε, καὶ οἶ- δεν ὅτι κατεδεδούλωτο αὐτῇ ὁ Ἀλκίνους. H.Q. ὅτι οἱ ἑστιώμενοι παρʼ Ὁμήρῳ τοῖς ἑστιῶσι προπίνουσιν, ὡς Ὀδυσσεὺς Ἀχιλλεῖ καὶ Εὐμαίῳ ὁ αὐτός. H.

δέπας ἀμφικύπελλον] τὸ περιφερὲς, τὸ πανταχόθεν κεκυφός. B.

59. διαμπερὲς] διόλου, ἕως οὗ τὸ γῆρας ἵκοιτο. B.H.

61. χώρῳ] γρ. οἴκῳ. H. Vind. 5.

65. ἡγεῖσθαι ἐπὶ νῆα] δῆλον οὖν ὅτι φθάνουσιν οἱ ἐρέται παρὰ τῇ νηῒ ὑπάρχοντες. H.

66. ἔπεμπε νέεσθαι] ἤγουν τὰς γυναῖκας. Gl. H. ἔπεμπε γυ- ναῖκας] ἡ ἑτέρα τῶν Ἀριστάρχου, νέεσθαι, εἶχε. καὶ ἄμεινον τὸν μὲν κήρυκα διηγεῖσθαι, τὰς δὲ δουλίδας νέεσθαι. H.

[*](1. Ὀδυσῆʼ] ὀδυσσῆ H. in textu: ἀνεπιμέμητον. sed scholion refertur ad Ὀδυσῆʼ pro 18. ἐπιστημόνως] ἐπισταμένως, ἐπι- Ὀδυσῆῖ habitum. Hoc igitur re- στημόνως V. stitui. Conf. schol. ο, 157. 19. χειρὶ] Sic H. in textu et in Ὀδυσῆῖ] ὀδυσσῆἴ H. scholio. χερσὶ Q. ut vulgo. ἥρωῖ] Hoc nunc ἥρῳ scribitur. 20. κατεδεδούλωτο correxi pro κα- 4. ὅτι addidi ex M. τεδούλωτο. 5. νῦν post σώζου habet B. ὅτι οἱ ἑστιώμενοι] Conf. p. 558. 11. ἀνεπιμώμητον Cramerus pro 17. )
560

67. φᾶρος τὸ ἄνωθεν τῶν ἄλλων ἱματίων φορούμενον, χιτῶνα δὲ τὸ ὑποκάτω. H.

68. χηλὸν] τὴν ἔχουσαν τὴν ἐσθῆτα κιβωτόν. H. πυκινὴν] συνετήν. V.

69. ἡ δὲ ἄλλη σῖτον ἔφερε καὶ οἶνον ἐρυθρὸν, οὐ τῷ Ὀδυσσεῖ, προῄδεσαν γὰρ ὅτι μέχρι τῆς Ἰθάκης κοιμηθήσεται· ἴσως οὖν ἵνα οἱ παραπέμποντες αὐτὸν Φαίακες ἔχωσιν ὑποστρέφοντες· ἀμέλει οἱ δὲ συνεκτιθέασιν αὐτῷ ἐν τῇ Ἰθάκῃ τὰ ἐδώδιμα. H.

71. πομπῆες ἀγαυοὶ] οἱ Φαίακες οἱ μέλλοντες εἰς Ἰθάκην τὸν Ὀδυσσέα διασῶσαι. Q.

72. πόσιν] λείπει ὁ καί. σὺν γὰρ τοῖς ἄλλοις καὶ τὴν πόσιν καὶ τὴν βρῶσιν ἐδέξατο. H.

73. βαπτὸν περιβόλαιον καὶ σινδόνα, ἵνα κοιμῷτο. H.

74. νηὸς ἐπʼ ἰκριόφιν] ἐπὶ τὰ σανιδώματα τῆς πρύμνης. H. νήγρετον] ἀνέγρετον, βαθύν· ἢ διʼ ἡδονὴν βραδύν. V.

76. τοὶ δὲ] γρ. τὸ δέ. H.

77. τρητοῖο λίθοιο] εἰώθασιν ἐπὶ τῶν λιμένων τρυπᾶν τοὺς λί- θους. V.

78. ἀνερρίπτουν] ἀπὸ τοῦ παρακολουθοῦντος· ἀναρρίπτεται γὰρ ὑπὸ τῶν κωπῶν τὸ ὕδωρ. B.V.

79. καὶ τῷ νήδυμος ὕπνος] φυσικῶς αἱ νῆες τῶν Φαιάκων μετὰ τοῦ πλεῖν ὅπου βούλονται ἔσχον καὶ τὸν ὕπνον παρέχειν τοῖς πλέου- σιν. ὁ μὲν Ἀλκίνους “αὔριον ἐς τῆμος δὲ σὺ μὲν δεδμημένος ὕπνῳ λέξεαι, οἱ δʼ ἐλόωσι γαλήνην (η, 318.)· ἡ δʼ Ἀρήτη “αὐτὸς νῦν ἴδε πῶμα, μή τίς τοι καθʼ ὁδὸν δηλήσεται, ὁππότʼ ἂν αὖτε εὕδῃσθα γλυ- κὺν ὕπνον ἰὼν ἐν νηῒ μελαίνῃ (θ, 443.). τοῦτο δὲ γράφεται, ἵνα μὴ ὁρῶσι τὴν ἐνέργειαν τῶν νεῶν οἱ ἐμπλέοντες. H.Q.

81. ἡ δʼ ὥστʼ ἐν πεδίῳ] εὗ τῇ παραβολῇ κέχρηται. ὥσπερ γὰρ οἱ ἵπποι τρέχοντες ἐκ τῶν ὀπισθίων μερῶν διεγείρονται, οὕτω καὶ ἡ ναῦς ἐλαυνομένη ἐκ τῆς πρύμνης κουφίζεται. B.V.

τετράοροι] τετράσειροι, τέσσαρες ἐζευγμένοι ἵπποι. B. τέσσαρες ἵπποι ἐζευγμένοι. τετράοροι, τὸ ο μικρόν. V.

84. κῦμα δʼ ὄπισθε] πάλιν ἐπανέλαβε τὸν λόγον. Q.

[*](4. συνετήν] στεγνήν Barnesius. 24. γαλήνην] γαλήνη H. quod est 16. Supra τοὶ δὲ, ut videtur, scri- γαλήνη. ptum in H. γρ. τὸ δέ. PORSON. 26. ἰὼν] ἐὼν H. Nihili est τὸ δέ. )
561

86. ἡ δὲ μάλʼ ἀσφαλέως] ἀσφαλῶς, κυρίως ἐπὶ τῶν μὴ σφαλλο- μένων, ἐμπέδως δὲ ἐπὶ τῶν ἐν τῷ πεδίῳ ἐρριζωμένων. ἡ δὲ ναῦς οὔτε ἄσφαλτός ἐστιν, οὕτε ἐν τῷ πεδίῳ ἐρρίζωται. εἴληπται οὖν εἰς ἔμ- φασιν τῆς ἀκλινοῦς καὶ μὴ σφαλλομένης ἐν τῷ πλῷ. B. Q.

87. κίρκος] οἶμαι ὃν λέγουσι νῦν ὀξύπτερον. H.

ὁμαρτήσειεν] ἀκολουθήσειεν. V. πετεηνῶν] γρ. πετεινῶν. H.

88. ἔταμνεν] ἔκοπτεν. V.

93. εὖτʼ ἀστὴρ ὑπερέσχε] ἕως οὗ ὑπερανέτειλεν. Q.

96. Φόρκυνος] λιμὴν Ἰθάκης, ἐφʼ λιμένι Φόρκυνός ἐστιν ἱερὸν τοῦ θαλασσίου δαίμονος. V.

ἐδείχθη σαφῶς ὅτι θαλάσσιος θεὸς ὁ Φόρκυν. κακῶς ὁ Ἀριστο- φάνης ἔγραφεν ἐκεῖ (Od. α, 72.) “Φόρκυνος θυγάτηρ ἁλὸς ἀτρυγέ- τοιο μέδοντος.” ἀντὶ γὰρ τοῦ, μέδοντος, φησὶν, ἵνʼ ᾖ ἐπὶ τοῦ Ποσει- δῶνος καὶ συνάπτηται τῷ ἑξῆς. H.Q. ὁ λιμὴν οὗιος ἔκ τινος Φόρ- κυνος θεοῦ ποτε γέγονε κἀκ τούτου τὴν κλῆσιν ἔσχεν. H.Q.

Φόρκυν δαίμων θαλάσσιος, τὸ πρότερον διατρίβων πρὸς τῷ Ἀρυ- μνίῳ λεγομένῳ ὄχει τῆς Ἀχαίας, οἰκῶν τε τὴν Φόρκυνος ἀπʼ αὐτοῦ καλουμένην βῆσσαν. κᾆτα φανὲν αὐτῷ καταλιπεῖν τὰς τρίβους ταύ- τας ἀφίκετο εἰς τὴν Κεφαλληνίαν, καὶ τόπον ἐκλεξάμενος ἐπιτήδειον αὐτῷ ἐνταῦθα ᾤκησεν. λέγεται δὲ Ἄμμος ὁ τόπος. προσορμίσας δὲ εἰς τὸν τῆς Ἰθάκης λιμένα ἠξίωσεν αὐτὸν ἀφʼ ἑαυτοῦ προσαγορεύεσθαι Φόρκυνος. ἡ δὲ ἱστορία παρὰ Ἡροδώρῳ. V.

97. προβλῆτες] ἔξω τοῦ λιμένος προβεβλημέναι. H.

98. ἀκταὶ ἀπορρῶγες] προπερισπαστέον τὸ ἀπορρῶγες. σημαίνει δὲ τὰς μὴ ἐρριζωμένας, ἀλλʼ ἀποπεσούσας. τὸ δὲ, λιμένος ποτι- [*](5. λέγουσι νῦν ὀξύπτερον correxi pro plane absurda. Videtur scholiasta λέγουσιν ἐνεξίπτερον. Quod in H. ad- hoc dicere voluisse, μέδοντι,” ἀντὶ ditur θείῃ τῇ νηΐ videtur esse ἀκολου- τοῦ μέδοντος, ἵνʼ ᾖ etc. Nam ἔγραφεν θήσειε τῇ νηΐ ad ὁμαρτήσειεν adscri- indicio est Aristophanem non in- ptum. terpunctionem tantum, sed etiam 11. ὁ Ἀριστοφάνης] Distinxit Ari- scripturam mutasse. stophanes post θυγάτηρ, et sequen- 14. συνάπτηται H. συνάπτεται Q. tia cum versu sequenti conjunxit. 15. κἀκ—ἔσχεν om. Q. PORSOH. Hæc si fuit sententia 16. Ἀρυμνίῳ Barnes. ex cod. Ἀ- Aristophanis, mirum est non scri. ρυηνίῳ V. psisse eum μέδοντι, quod recte con- 18. καταλιπεῖν Mueller. Fragm. jecisse puto Nauckium Aristopb. Hist. vol. 2. 9. 41. pro καταλιπών. 9. 52., licet genitivum agnoscat 20. προσορμίσας — Ἡροδώρῳ Butt- schol. ad α, 72. mannus pro προσορμήσας—Ἡροδότῳ. 13. μέδοντος.” ἀντὶ—ἵν’ ᾖ] Hæc δὲ post π. addidit Muellerus. )

562
πεπτηυῖαι, οἷον πολὺ προήκουσαι τοῦ λιμένος, ὥστε καὶ σκέπην αὐτῷ ποιεῖν. B.Q.

ἀπορρῶγες] διερρωγυῖαι, οὐχ ὡς μέντοι τῶν ῥιζῶν ἀποτετμῆσθαι. V.

ποτιπεπτηυῖαι] ἔσω νενευκυῖαι. V.

101. ὅρμου μέτρον] ὅταν πρὸς τὸ ὁρμισθῆναι ἀφίκωνται. τὸ μέ- τρον, ἢ τὸ πλῆρες τῆς καταγωγῆς. V.

102. ἐπὶ κρατὸς λιμένος] ἐπὶ τῆς ἀρχῆς. V. ἄνω, ἐν ἀρχῇ τοῦ λιμένος. ἀρχὴ γὰρ τοῦ σώματος ἡ κεφαλή. B.

103. ἄντρον ἱρὸν Νυμφάων] ἀλληγορικῶς λέγει ἄντρον τὸν κόσμον, νύμφας τὰς ψυχὰς, τὰς αὐτὰς καὶ μελίσσας, καὶ ἄνδρας τὰ σώμα- τα. δύο δὲ θύρας τὴν τῶν σωμάτων ἔξοδον, ἤτοι τὴν γένεσιν, καὶ τὴν τῶν ψυχῶν εἴσοδον, ἐν ᾗ οὐδὲν τῶν σωμάτων εἰσέρχεται, μόναι δὲ αἱ ψυχαί. ἀθάνατοι γάρ εἰσι. ὅθεν καὶ ἐλαίαν φησὶν, ἢ διὰ τὸν νικητι- κὸν στέφανον, ἢ διὰ τὸ . . . ὅ ἐστι τὴν τροφὴν . . . B.

ἠεροειδές] ἀντὶ τοῦ μέγα καὶ ἀναπεπταμένον. Q.

104. νηιάδες] αἱ τῶν ναμάτων σύντροφοι· οὐ γὰρ ἀπὸ Νηΐου ὄρους. H. αἱ τῶν ναμάτων νύμφαι, ἢ ἀπὸ τοῦ Μηΐου ὄρους. B. ἀπὸ τοῦ Νηίου ὅρους. ἢ ναΐδες νύμφαι εἰσὶ τῶν ὑδάτων. V.

105. ἀμφιφορῆες] εἶδος κεράμων ἀμφώτων. V. καὶ τὰ αὐτὰ ἀναθήματα ὡς οἱ κρατῆρες καὶ ἀμφιφορεῖς. H.

106. τιθαιβώσσουσι μέλισσαι] τὴν βόσιν, τὴν τροφὴν, ἀποτιθέα- σιν, ὅ ἐστι τὰ κηρία. Q. ἀποτίθενται τὴν βόσιν, ὅ ἐστι τὸ μέλι, οἷον θησαυρίζουσι τὰ κηρία καὶ νεοττοτροφοῦσιν. V.

108. φάρεʼ ἁλιπόρφυρα] ἐοικότα τῇ θαλάσσῃ πορφυριζούσῃ. Q.

109. δύω—θύραι—αἱ μὲν—αἱ δὲ—] πῶς ἐπὶ τῶν δύο θυρῶν ἐν τῷ διαιρεῖν φησιν αἱ μὲν, αἱ δέ; ἐνδεχέται τὴν μίαν ἑκάστην θύραν δίθυρον εἶναι. B.H.Q.

110. καταιβαταὶ ἀνθρώποισι] βάσιμοι, διʼ ὧν κατάβασίς ἐστιν ἀνθρώποις. V. ὀξυτόνως ἐπὶ τῷ καταιβαταί. H.

[*](14. Sequuntur in B. duo scholia 25. Addidi πῶς. Est ἀπορία et futilia et ab hoc loco plane aliena, λύσις ἀπορίας, quomodo de duabus alterum, σχοῖνος τὸ βροῦλον (cf. schol. januis αἱ μὲν —αἱ δὲ—pro ἡ μὲν—ἡ ε, 463.)· σχίνος δὲ τὸ θαμνῶδες φυτόν. δὲ—dici potuerit. In H. esse di- βάτος κατʼ ἀντίφρασιν ἡ ἄβατος. alte- citur λύσις ἐπὶ τῶν etc. rum, τὸ ἴσαν, τὸ ἐγίνωσκον, κανονίζεται ἐπὶ] ἐπὶ δὲ B.Q. qui verba ἐπὶ δὲ οὕτως· ἴσημι, καὶ ὁ παρατατιλὸς ἴσην, τῶν — δίθυρον εἶναι infra collocant ἴσης, ἴση, ἴσατον, ἰσάτην, ἴσαμεν, ἴσατε, p. 563, 1. post ἄβατοι ἀνθρώποις. ἴσασον καὶ ἴσαν κατὰ συγκοπήν. 29. ἐπὶ τῷ] Exspectes τό. 15. Habet etiamV., addito εὔσκιον.)
563

111. θεώτεραι] θειότεραι καὶ ἄβατοι ἀνθρώποις. B.H.Q. θειότε- ραι, διʼ ὧν μόνοι θεοὶ εἰσέρχονται. V.

113. πρὶν εἰδότες] ἀντὶ τοῦ πρὶν εἰδῆσαι, ὡς τὸ “καρπῷ βριθο- μένη (Il. θ, 307.). λείπει τὸ ὡς. οὐ γὰρ οἱ Φαίακες, ἀλλ᾿ αἱ νῆες αὐτῶν μόναι τοὺς τόπους ἐπίστανται. H.

119. καδδʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν] οὐ διανιστᾶσιν αὐτὸν περὶ τοῦ μὴ δοκεῖν χάριν τῆς παραπομπῆς ἀπαιτεῖν· ἢ ἵνα μὴ κατασχεθῶσιν ὑπʼ αὐτοῦ· ἢ οὕτως ᾠκονόμησε διὰ τὰ ἑξῆς. ἀνῄρητο γὰρ ὑπὸ τῶν μνηστήρων φανερῶς κατιών. V.

τὴν τῶν Φαιάκων ἀτοπίαν καθʼ ἣν τὸν Ὀδυσσέα καθεύδοντα μὴ διυπνίσαντες εἰς τὴν γῆν κατέθεντο, τοῦ τε Ὀδυσσέως τὸν ἄκαιρον ὕπνον, διαλύειν πειρώμενος ὁ Ποντικὸς Ἡροκλείδης φησὶν ἀτόπους εἶναι τοὺς ἐξ ὧν εἴρηκεν ὁ ποιητὴς μὴ στοχαζομένους περὶ τοῦ παν- τὸς τρόπου τῶν Φαιάκων. συνειδότας γὰρ ἑαυτοῖς φιληδονίαν καὶ ἀπολαυστικὸν τρόπον, καὶ δεδιότας μή τις αὐτοὺς ἄλλος ἐπελθὼν ἐκ- βάλῃ ἀπὸ τῆς χώρας, δύο ταῦτα ὑποκρίνασθαι, φιλοξενίαν τε πρὸς τοὺς παρόντας, ταχεῖάν τε ἀπόπεμψιν πρὸς τοὺς ἐλθόντας, πάντα δὲ ἐργάζεσθαι ὅπως αὐτῶν ἡ οἴκησις λανθάνῃ, καὶ διάστημα ὅσον ἐστὶ μὴ γινώσκηται, νῆσον ἀγαθὴν οἰκοῦντας, πρὸς δὲ τὸν πόλεμον οὔτε γεγυμνασμένους οὔτε προαιρουμένους, ἀλλʼ ἐναντίαν βιοτὴν τοῖς πο- λεμικοῖς ἐπιτηδεύμασιν ἔχοντας· “οὐ γὰρ Φαιήκεσσι μέλει βιὸς οὐδὲ φαρέτρη” (ζ, 270.)· καὶ πάλιν φησὶν αὐτοῖς αἰεὶ δαῖτα μέλειν κίθαρίν τε καὶ ᾠδάς (θ, 248.). τοιούτους οὖν ὄντας καὶ τοιαύτην γῆν ἔχοντας οὐδὲν ἀπεικὸς εὐλαβεῖσθαι μὴ κατοπτευθέντες ὑπό τινων πο- λεμῆσαι δυναμένων ἐκπέσωσι τῆς χώρας, καὶ ταχυτάτας ἀποπομπὰς ποιεῖσθαι τῶν ξείνων, οὐ διὰ φιλοξενίαν· “οὐ γὰρ ξείνους οἵγε μάλʼ ἀνθρώπους ἀνέχονται, οὐδʼ ἀγαπαζόμενοι φιλέουσιν ὅτε κέν τις ἵκη- ται” (η, 32.). οὐδὲν οὖν ἄλογον διά τινα τοιαύτην αἰτίαν αὐτοὺς ἀποστέλλειν ταχέως τοὺς ξένους, πρὶν ἐντὸς γενέσθαι τῶν παῤ αὐτοῖς [*](6. διανιστᾶσιν Buttm. pro διανί- utentem. 18. ἐστὶ om. Q. στησιν. 10. τὴν τῶν Φαιάκων ἀτοπίαν] Hanc 22. αἰεὶ— μέλειν κίθαρίν τε καὶ ᾠδάς questionem tractavit etiam Eu- H. nisi quod μέλλειν. ἀεὶ—μέλει κί- stathius p. 1733. θαρίς τε καὶ ᾠδαί Q. 14. συνειδότας— δεδιότας] συνειδότες 23. οὖν om. Q. —δεδιότες H. Nominativus συνει- 25. ταχυτάτας ἀποπομπὰς correxi δότες est etiam apud Eustathium, pro ταχυτάτους ἀποπόμπους. ταχεῖαν oratione non obliqua, sed recta ἀπόπεμψιν dixit supra l. 17. )

564
τοὺς ἐπιδημήσαντας. εὔλογον δὲ ἦν μάλιστα τὸν Ὀδυσσέα φοβηθῆ- ναι. τούτῳ γὰρ συμβεβήκει τὰ μὲν περὶ πόλεμον δεινότατον τῶν θνητῶν εἶναι καὶ διὰ τὴν φύσιν καὶ διὰ τὴν ἐν τῇ Τροίᾳ γυμνασίαν. πρὸ τοῦ γνῶναι οὖν εὐκαταφρόνητον εἶναι νομίζοντες ἧττον ἔκρυπτον τὴν ἑαυτῶν διαγωγὴν, ἀλλά τι καὶ παρεδήλουν· ἐπεὶ δὲ ᾔσθοντο ὃς ἦν, βουλόμενοι μήτε τὸν τόπον ὅπου τὴν νῆσον αὐτῶν εἶναι συμβέβη- κε μήτε πόσος ἦν αὐτῷ ὁ πλοῦς ἐκ τῆς Ἰθάκης πρὸς αὐτοὺς γνῶναι, πρῶτον μὲν ἔφασαν αὐτῷ ὅτι δεῖ καθεύδειν αὐτὸν ἀναβάντα εἰς τὸ πλοῖον, εἶτα πολὺ τῆς Ἑλλάδος ἀπέχειν τὴν νῆσον αὐτῶν ὑπολαβεῖν τὸν Ὀδυσσέα θέλοντες παρενέβαλον ὡς αὐθημερὸν εἰδεῖεν αἱ νῆες κατανύειν εἰς ὃν ἂν οἱ ναῦται πρόθωνται τόπον (η, 326.). καὶ τὸ λέ- γειν ὅτι ῥαδίως αὐτὸν ἀπάξουσιν εἰς τὴν πατρίδα, εἰ καὶ μάλα πολ- λὸν ἑκαστέρω ἐστʼ Εὐβοίης, ἥνπερ τηλοτάτω φασὶν ἔμμεναι οἵπερ ἴδοντο ἡμετέρων προγόνων (η, 321.), συνῳδόν ἐστι τῷ προσποιεῖσθαι πόρρω τῆς Ἑλλάδος τὴν χώραν αὐτῶν εἶναι. τῷ γὰρ τὴν Εὔβοιαν τηλο- τάτω λέγειν εἶναι παντελῶς φασιν ἑαυτοὺς κατοικεῖν πόρρω τῆς Ἑλ- λάδος. ἀλλὰ δῆλον ὅτι πάντα ταῦτα συνέτεινεν αὐτοῖς πρὸς τὸ μὴ γνωσθῆναι καθʼ ὃν ᾤκουν τόπον. τοιαύτης δὲ αὐτῶν οὕσης τῆς προαι- ρέσεως, ἐπειδὴ καθεύδοντος τοῦ Ὀδυσσέως εἰς τὴν Ἰθάκην ἥκειν αὐ- τοὺς συνέπεσε, κάλλιστον, οἶμαι, τοῦτο ἡγήσαντο ὑπάρχειν αὐτοῖς καθεύδοντα αὐτὸν ἐκθεῖναι, πρὸς τὸ μηδὲ εἰς ὃν ἀποπλέουσι τόπον εἴτε πρός ἕω εἴτε πρὸς ἑσπέραν γνωσθῆναι. τό τε παθεῖν τι τὸν Ὀδυσ- σέα ὑπὸ τῶν περιτυχόντων τάχα μὲν ἴσως οὐδὲν αὐτοῖς διέφερεν, ἐπειδή γε αὐτοῖς συμβέβηκε μηδὲν εἰς αὐτὸν ἀσεβῆσαι, καθάπερ ὑπέσχοντο μετὰ τῶν σπονδῶν εἰς τὴν πατρίδα ἀπαγαγεῖν. οὐ μήν ἀλλʼ εἴ τινα φιλανθρωπίαν δεῖ αὐτοῖς ἀποδοῦναι πρὸς τὸν Ὀδυσσέα, ἔξεστι λέγειν ὡς ἐξ ὧν ἤκουσαν αὐτοῦ λέγοντος, σὓς ὁ Τειρεσίας αὐτῷ χρησμοὺς εἶπε, συνελογίσαντο ὅτι οὐδὲν παθεῖν αὐτῷ εἵμαρτο δεινὸν, ἀλλὰ τιμωρήσασθαι τοὺς ἐχθρούς. εἰδότες δὲ ἐκεῖνον οὐδὲν βλαβη- [*](2. συμβεβήκει] συμβέβηκε Q. 15. τῷ γὰρ Buttm. pro τὸ γάρ. 4. πρὸ τοῦ γνῶναι οὖν] πρὸ τʼ οὖν (i. e. 16. φασιν correxi pro φησιν. πρὸ τοῦ οὖν) γνῶναι H. 21. εἴτε πρὸς ἕω addidit Buttm. 5. ἀλλά τι καὶ π. H. ἄλλα τε π. 23. διέφερεν] συνέφερεν Buttm. 24. ἐπειδή Buttm. pro ἐπεὶ δέ. 11. κατανύειν Buttm. pro κατα- 25. μὴν scripsi pro μέν. νεύειν. 38. συνελογίσαντο—εἴμαρτο] συνε- πρόθωνται] πρόθωνται H. λογίζοντο—ἥμαρτο H. 14. τῷ Buttm. pro τό.)
565
σόμενον, αὐτοὶ δʼ ὅπερ προετέθειντο ἀπεργασάμενοι, τήν ἀγωγὴν ἐποιή- σαντο, οὐκ ἐπεγείραντες αὐτόν. κἀνταῦθα μὲν δεῖ θεωρεῖν παρὰ τί ποτε τὴν ἀπολογίαν ποιούμεθα. οἱ μὲν γὰρ κατηγοροῦντές φασί τι πρᾶξαι τοὺς Φαίακας τοιοῦτον, ἐξ οὗ κίνδυνος ἦν ἀδοξίᾳ περιπεσεῖν, οὐ προσαποδεικνύουσι δὲ ὅτι διὰ τὴν πρᾶξιν αὐτοῖς ταύτην οὐδὲν ἀγα- θὸν συνέβαινεν. ἔδει δὲ τοῦτο ποιῆσαι τοὺς μέλλοντας μὴ παραδώ- σειν ἀπολογίαν. πολλάκις γὰρ τῶν ἐν μιᾷ πράξει καὶ δυσχερὲς ὑπάρχει τι καὶ ἀγαθὸν, καὶ μᾶλλόν ἐστιν αἱρετὸν τὸ ἀγαθὸν ἢ τὸ κακὸν φευκτόν. διόπερ οὐκ ἀποδοκιμάζομεν τὰς τοιαύτας πράξεις· καὶ τοῖς Φαίαξι δὲ τοῦτο συμβαίνειν λέγομεν. οὐ γὰρ τὴν ἀπόδειξιν ἐφοβήθησαν, ὡς λαθεῖν ἐβουλήθησαν ἐν ᾧ τόπῳ κατοικοῦσιν. ἡ μὲν οὖν ἀφορμὴ τῆς ἀπολογίας ἐκ τούτου γέγονεν ἡμῖν· ἤδη δὲ πλάττομεν ἐκ τῶν ἐπῶν τι τοῖς Φαίαξιν αἱρετώτερον ἄλλο συμβαῖνον· διόπερ ἴδιον τρίτης ἀδοξίας κίνδυνος. H.Q.

123. Ἀρίσταρχος, μήπω, χρονικῶς. διὸ καὶ ἐπήγαγε, πρὶν Ὀδυ- σῆʼ ἔγρεσθαι. H.

124. δηλήσαιτο] βλάψοι, ἀντὶ τοῦ ἀφέληται. V.

128. Ζεῦ πάτερ] ὅτι Ποσειδῶν, ὃς ἦν ἀδελφὸς, πατέρα προσαγο- ρεύει τὸν Δία πρὸς τιμήν. H.

130. Φαίηκες, τοίπερ τοι ἐμῆς ἔξ εἰσι γενέθλης] ἐξ ἐμῆς ὑπάρ- χουσιν. “ἐξ ἐμῆς ὡς τὸ “Μυρμιδόνων δʼ ἔξ εἰμι” (Il. ω, 397.). H. τοῦτο ἐν ἤθει. Ποσειδῶνος γὰρ καὶ Κερκύρας. Q. ἐν ἤθει ταῦτα. ὁ γὰρ Φαίαξ Ποσειδῶνος καὶ Κορκύρας τῆς Ἀσωποῦ. τὸ δὲ ἀπηύρων ἀντὶ τοῦ ἀφειλόμην. V.

133. ἐπεὶ σὺ πρῶτον] χρονικῶς. V.

135. ἀγλαὰ] γρ. ἄσπετα. H.

137. ἐξήρατο] ἐξαίρετα ἔλαβεν. V.

138. ἀπὸ] οὐκ ἀναστρεπτέον τὴν πρόθεσιν· πρὸς γὰρ τὸ ἑξῆς ἐστιν, ἢ παρέλκει. H.

142. πρεσβύτατον] οὐ καθʼ ἡλικίαν, ἀλλὰ τιμιώτατον· ὡς Ἥρα “καί με πρεσβυτάτην τέκετο” (Il. δ, 59.). B. τοῦτο μάλιστα [*](2. τί om. Q. 15. μήπω] Sic in textu H., sed 3. τι om. Q. mutatum in μήπως. Alii μή που. 5. οὐ προσαποδεικνύουσι] οὔπας ἀπο- Mirum si μήπω probaverit Aristar- δεικνύουσι Q. chus. 6. δὲ addidit Buttm. 26. ἄσπετα] Hoc in textu habet 14. τρίτης] ταύτης Q. M., sed in margine γρ. ἀγλαά )

566
Ποσειδῶν αἰτιᾶται, τάχα δʼ ὅτι καὶ περιπεμφθῆναι αὐτὸν ὑπʼ ἄλλων, οὐχ ὑπʼ ἐκείνων ἔδει. H. Q.

ἐντιμότατον. ἀλλαχοῦ γὰρ λέγει “ἀλλὰ Ζεὺς πρότερος ἐγεγόνει” (Il. ν, 355.). V.

ἰάλλειν] περιβάλλειν, διδόναι, ἐκτείνειν. V.

143. βίῃ καὶ κάρτει εἴκων] νικώμενος ὑπὸ τῆς ἑαυτοῦ βίας καὶ τῆς ἰσχύος, ὥστε διὰ τοῦτο ἐξυβρίζειν. V.

144. τὸ ἑξῆς, οὔτι τίει βίῃ τῇ σῇ καὶ κάρτει εἴκων—ἐν σοὶ ζῇ τιμωρία τοῦ ἀτιμάζοντός σε. H.

148. ὀπίζομαι] διὰ φροντίδος ἔχω, ἢ αἰδοῦμαι. B. φυλάττο- μαι, αἰδοῦμαι, ἐντρέπομαι. V.

15. μέγα δέ σφιν ὄρος] ἵνα μὴ ζητῶμεν νῦν ὅπου οἱ Φαίακές εἰ- σιν· φαίνεται γὰρ τὰ περὶ αὐτῶν. Q.

Ἀριστοφάνης δὲ γράφει, μὴ δέ σφιν. ἀντιλέγει δʼ ἐν ὑπομνήμα- σιν Ἀρίσταρχος. H.

πόλει ἀμφικαλύψαι] οὕτως ἀμφικαλύψαι. καὶ ἀπὸ κοινοῦ τὸ ἐθέλω. B.H.

154. ὣς μὲν ἐμῷ] γρ. ᾗ. H. οὕτως. Gl. H.

156. θεῖναι λίθον ἐγγύθι γαίης] ποιῆσαι τὴν νῆα λίθον. H.

157. θαυμάζωσιν] ὁρῶντες ἐκπλήττωνται. V.

160. γεγάασι] καταχρηστικῶς ἀντὶ τοῦ οἰκοῦσιν· ἐκ γὰρ τῆς Ὑπερησίας μετεληλύθασιν. B. Q.

161. ἔμενʼ] τὸ ἔμενʼ ἀντὶ τοῦ ἔμενεν, ὅ ἐστιν, ἐκεῖ ἐκαρτέρει. H.

163. ὅς μιν λᾶαν ἔθηκε] ὃς τὴν ναῦν ἀπελίθωσεν. H.

170. οὐκ ἴσαν] οὐκ ᾔδεισαν. V.

173. ὃς ἔφασκε] ὅτι ἐκ τοῦ τόπου τούτου μετάκεινται εἰς τὰ κατʼ [*](2. ὐπʼ ἐκείνων ἔδει H. ὐπὲρ ἐκείνων 16. πόλει] πόλει H. M. in textu. Q., omisso ἔδει. Aristophanis scripturam fuisse μηδέ 8. οὔτι τίει] οὔτι εἰ H. Quod et- σφιν ὄρος πόλει ἀμφικάτυψον conjicit iam οὐ τίει esse potest. Nauck. l. c. 14. δʼ ἐν ὑπομνήμασιν Porsonus οὕτως—καὶ om. B., in quo hæc pro δὲ ν ὑπομνημάτων. Quod etiam annotatio versui 149. adscripta. δὲ διὰ ὑπομνημάτων esse potest, præ- 20. ἐκπλήττωνται] ἐκπλήττονται V. latum ab Nauckio Aristoph. p. 40. 23. ἔμενʼ] ἔμεν H. utrobique. Aristarchus ἐν τοῖς κατʼ Ἀριστοφάνους 26. μετάκεινται] Versus 173- ὑπομνήμασιν citatur ab schol. Il. β, 178. 133. Cum διὰ in schol. Il. φ, 131. εἰς τὰ κατʼ ἀρχὴν] Significantur Ἀρίσταρχος διὰ τῶν ὑπομνημάτων Ἀρι- versus θ, 564—571. στοφάνη φησὶ στίχους ἓξ ἠθετηκέναι. )

567
ἀρχὴν πρὸς Ὀδυσσέα ὑπὸ Ἀλκινόου λεγόμενα· οὐκ ὀρθῶς· εἰ γὰρ ἐμέμνητο τοῦ χρησμοῦ, οὐκ ἂν ἀπεκομίσθη ὁ Ὀδυσσεύς. Q.

ἀγάσασθαι] ἄγαν ὀργισθῆναι. V. διὰ τοῦ σ ἀγάσασθαι. H.

174. πομποὶ ἀπήμονες] ὅτι καί τῶν μὴ ἀναξίων ἀπήμονες, μὴ ἐῶντες αὐτοὺς πημαίνεσθαι. Q.

175. εὐεργέα] γρ. περικαλλέα. M.

177. βαρυντέον τὴν ἡμῖν. H.

180. παύεσθε] γρ. παύσασθε. M.

183. μὴ δʼ ἡμῖν] ἐκ τοῦ προτέρου καὶ τὸ δεύτερον προσδοκῶσιν. οὐ γὰρ ἂν θῦσαι καιρὸν εἶχον. H.Q.

ἀπόλυτος ἡ ἡμῖν. H.

185. ὡς οἱ μέν ῥʼ εὔχοντο] κατὰ τὸ σιωπώμενον, ἠφανίσθησαν. τὰ γὰρ κυρωθέντα ὑπὸ θεῶν ἐξ ἀνάγκης πληροῦται. V.

190. ὄφρα μιν αὐτόν] Ἀριστοφάνης “αὐτῷ” γράφει καὶ τὸ “μιν” ἐπὶ τῆς Ἰθάκης τίθησιν. H.

191. ἄγνωστον] ἀφανῆ. V.

195. ἀτραπιτοί τε] στεναί τε καὶ εὐθεῖαι ῥὕμαι, ἢ αἱ ἱππήλατοι. αἱ γὰρ τραχεῖαι καὶ ἐκτροπὰς ἔχουσαι παιπαλόεσσαι καλοῦνται παῤ αὐτοῦ. λέγει δὲ νῦν τὰς παρὰ τοὺς λιμένας, οὐχ ἣν μικρὸν ὕστερόν φησι τραχεῖαν ἀταρπόν. B.H.P.Q. ἀτραπιτοί] αἱ μὴ ἔχουσαι ἐκτροπὴν ὁδοί. V.

πάνορμοι] οἱ πᾶσαν ναῦν δεχόμενοι εἰς τὸ ὁρμισθῆναι. εἰσὶ γὰρ λιμένες μὴ ὑποδεχόμενοι μεγάλας ναῦς. ἢ ἐν παντὶ μέρει ὁρμισθῆ- ναι δυνάμενοι καὶ ἰσοβαθεῖς πανταχόθεν. B.Q. σκέπην ἔχοντες παντὸς ἀνέμου. P.V.

196. πέτραι τʼ ἠλίβατοι] τινὲς παρὰ τὸ ἀλιτεῖν τοὺς ἐπιβαίνον- τας. B.Q.

τηλεθάοντα] ἄγαν θάλλοντα. V.

199. χερσὶ] τοὺς δύο μηροὺς ἔπληξε ταῖς δύο χερσίν. H. ὀλοφυρόμενος δὲ προσηύδα] γρ. ὀλοφυρόμενος δʼ ἔπος ηὔδα. H.

[*](1. ὑπὸ Ἄλκινόου—ὁ (ὁ om. Q.) Ὀ— ferendum. Nisi quis pertendat le- δυσσεύς hoc loco habet H. In Q. gendum διὰ τοῦ ε ἀγάσεσθαι. POR- leguntur ut separatum scholion v. SON. 172. cum lemmate μάλα δή με πα- 19. νῦν om. B.H.Q. λαίφατα θέσφαθʼ ἱκάνει. 20. ἀταρπόν] ἀτραπόν H. τρηχεῖαν 3. διὰ τοῦ σ] διὰ τοὺς H. Legen- ἀταρπόν est ξ, 1. dum videtur, διὰ τοῦ σ ἀγάσασθαι et 30. γρ. ὁ. δʼ ἔπος ηὔδα huc rettulit ad variam lectionem ἀγάασθαι re- Porsonus. In H. legitur ad v. 221. )
568

204. πλάζομαι] γρ. πλάγξομαι. M.

πλάγξομαι] πλανηθῶ. V.

αἴδʼ ὄφελον] τὸ ὄφελον πληθυντικόν ἐστιν ἐπὶ τῶν χρημάτων λε- γόμενον· ἀντιδιαστέλλει γὰρ, ἐγὼ δέ κεν ἄλλον ἐξικόμην. H.Q. τὰ χρήματα δηλονότι. B.V.

206. ἐξικόμην] ἱκέτευσα. V.

211. ὑποπτεύει κατὰ τὴν ἐκείνων κέλευσιν ἐκτεθεῖσθαί που. H.

213. σφέας] ἀπόλυτος ἡ σφέας. H.

τίσαιτο] Ζηνόδοτος, τίσασθαι. H.

ἱκέσιος] ἱκετῶν ἐπόπτης. V.

214. ἐφορᾷ καὶ τίνυται] οὕτως τίνυται, τιμωρεῖ, κολάζει. H.

215. ἀλλʼ ἄγε δὴ τὰ χρήματʼ ἀριθμήσω] οὐχ ὡς μικρολόγος, ἀλλʼ ἐκ τούτου τεκμαιρόμενος εἰ καὶ περὶ τὴν ἀγωγὴν τῆς πατρίδος ἠδί- κησαν αὐτὸν, ἢ ὡς ἀναλωθέντων. H.Q. ἐκ γὰρ τῆς ἐκπλήξεως οὐ προσέσχε τῷ δεσμῷ τῆς Κίρκης “τόν ποτέ μιν δέδαεν φρεσὶ πότνια Κίρκη.” (Od. θ, 448.). H. ἵνα τὴν γνώμην αὐτῶν καταμάθῃ. εἰ γὰρ μηδὲν ἔλιπε τῶν χρημάτων, ψευδὲς ἦν τὸ εἰς ἀλλοτρίαν γῆν αὐ- τὸν ἀφῖχθαι. οὐ πιστεύει δὲ τῷ δεσμῷ τῆς Κίρκης, ἤτοι διὰ τὴν ἔκπληξιν, ἢ οἰηθεὶς μεμαθηκέναι αὐτοὺς τὸν δεσμόν. V.

216. οἴχονται] ἀπεληλύθασι. V.

219. τῶν μὲν ἄρʼ οὔτι πόθει] οὐδὲν τούτων ἐζήτει, πάντα γὰρ σῶα ἦν. B.Q.

πόθει] ἀπεζήτει. ὀδύρετο] ἀπεκλαίετο. V.

220. ἑρπύζων] κατὰ τὸν αὐτὸν τόπον ἀναστρεφόμενος, ἢ ἕρπων, ἢ βαδίζων. V.

222. ἀνδρὶ δέμας εἰκυῖα] ὅτι ὁ ποιητῆς ἄρρενας μὲν θεοὺς, θηλείας δὲ ἄρρεσιν οὐδέποτε εἰκάζει. H.Q.

ἐπιβώτορι] ποιμένι, ἐπὶ τῶν βοσκημάτων τεταγμένῳ. B.V. πε- ρισσὴ ἡ πρόθεσις, ὡς καὶ εἰς τὸ “βοῶν ἐπιβουκόλος ἀνήρ.” B.

223. παναπάλῳ] πάνυ νέῳ, κατὰ παντὸς τοῦ σώματος ἁπαλῷ. [*](3. In lemm. schol. vulg. ed. ant. 9. τίσαιτο] τίσαιθ᾿ H. in textu ab est ὄφειλον: quod ideo annoto, quo- correctore. Vera versus scriptura niam in text. Harl. quoquo ει super est Ζεὺς σφέας τίσαιτο ἱκετήσιος, non ε verbi ὄφελον scriptum Porsonus quod Wolfius ex Barnesii interpo- tamen e verbis scholii suspicabatur latione edidit Ζεὺς σφείας τίσαιθʼ ἱκε- fuisse ὄφελε: ad χρήματα scilicet. τήσιος. BUTTM. 27. ἄρρεσιν om. Q.)

569
B.Q. τοιούτῳ ὁμοιοῦται πρὸς τὸ θαρσῆσαι τὸν Ὀδυσσέα. ὅθεν καὶ ἐπιφέρει, Ὀδυσσεὺς γήθησεν. παναπάλῳ δὲ, πάνυ ἁπαλῷ. V.

οἷοί τε ἀνάκτων παῖδες ἔασι] ὅτι καὶ οἱ βασιλεῖς ἔνεμον δῆλον διʼ ὧν φησιν Ἀνδρομάχη “πάντας γὰρ κατέπεφνε ποδάρκης δῖος Ἀχιλ- λεὺς βουσὶν ἐπʼ εἰλιπόδεσσιν” (Il. ζ, 423.). H.Q. καὶ Αἰνείας περὶ Ἀχιλλέως “ὅτε βουσὶν ἐπήλυθεν ἡμετέρῃσιν” (Il. υ, 91.). H. τὸ παλαιὸν καὶ οἱ τῶν βασιλέων παῖδες πανάπαλοι ἐκαλοῦντο, καὶ ἐποίμαινον. V.

224. ἔχουσʼ] οὐ γραπτέον, ἔχειν· εἴη γὰρ ἂν τοῦ ποιητοῦ ὁ λό- γος. H.

λώπην] ἱμάτιον, ἤτοι περιβόλαιον. ἔνθεν καὶ λωποδύτης ὁ τούτων ἀφαιρέτης, λῃστής. V.

226. τὴν θ᾿ Ὀδυσεὺς γήθησεν ἰδὼν] διὰ τὴν ἡλικίαν εἰκότως· οὐδὲν γὰρ δέδοικεν ὑπὸ τοῦ τοιούτου παθεῖν. H.Q.

228. ὀρθοτονητέον τὴν σέ, ὡς καὶ Ἡρωδιανός. H.

229. ἀντιβολήσεις] συναντήσεις. V.

233. τίς γῆ] ἡ γῆ ποία ἐστὶν, Ἀσία ἢ Εὐρώπης ὁ δῆμος ποῖος, Λάκων ἢ Πύλιος; οἱ ἄνδρες τίνες, δίκαιοι ἢ ἄδικοι; B.Q.

234. ἐνθάδε ὁ η ἐρωτηματικὸς, διὸ περισπασθήσεται· ἐπὶ δὲ τοῦ Κύκλωπος ἀποφαντικὸς, διὸ ὀξύνεται. H.

235. λείπει ἡ ἐξ. ἔγκειται οἷον χερσόνησος περιοριζομένη θα- λάσσῃ. H.

κεκλιμένη] περιερχομένη. V.

241. μετόπισθε] εἰς τὰ ὀπίσω· πρόσωπον γὰρ εἶναι ὑποτίθεται τὴν ἀνατολὴν, νῶτα δὲ τὴν δύσιν. B.Q. εἰς τὰ ἐναντία μέρη. V.

242. ὁ ἤτοι πλεονάζει. H.

243. οὐδὲ λίην λυπρὴ, ἀτὰρ οὐδʼ εὐρεῖα] πρὸς τὰ δύο τὰ ἄνω ἀπέδωκεν. ἐπεὶ γὰρ εἶπε τρηχεῖα μὲν, ἐπάγει, ἀλλʼ οὐ λίαν ἄκαρπος· εἰπὼν δὲ, οὐχ ἱππήλατός ἐστιν, ἐπάγει, ἀτὰρ οὐδʼ εὐρεῖα. ἐνδέχεται γὰρ πλατεῖαν μὲν εἶναι, μὴ δύνασθαι δὲ ὑπὸ ἵππων ἐλαύνεσθαι διὰ τὸ τραχύ. H.Q.

οὐκ εὐρεῖα] οὕτως, οὐδʼ εὐρεῖα. H.

244. περὶ γὰρ τὸ γεῶδες τῆς Ἰθάκης εὔφορον. H.

[*](6. περὶ Ἀχιλλέως] παρʼ ἀχιλλεὺς H. 13. εἰκότως om. Q. 9. ἂν addidi. 17. Πύλιος] ἀττικός B.)
570

245. τεθαλυῖά τε] θάλλειν ποιοῦσα καὶ αὔξειν τὰ φυτά. V. ἐέρση] δρόσος. V.

246. καὶ βούβοτος] ψεύδεται ἐγκωμιάζων τὴν νῆσον. τὰ γὰρ βου- στάσια Ὀδυσσέως ἐν ἠπείρῳ ἦν. H. πῶς οὖν ἔνδροσος, εἰ ἐν ἠπείρῳ νέμονται; οὐδὲν κωλύει καὶ ἐν Ἰθάκῃ. ἢ βούβοτος, βοσκημάτων πλή- ρης. V.

247. ἀρδμοὶ] ποτισμοὶ, ἔνθα ποτίζουσι τὰ ζῷα. B.H.Q. ἀρδμὸς. ἐκτατέον τὸ α. ὁμοίως τὸ ἄρδω ὁ Ἀριστοφάνης. H.

254. πάλιν δʼ ὅγε λάζετο] εἰς τὸ ἐναντίον ἔστρεφεν. H. εἰς τοὐναντίον τοῦ ἀληθοῦς, ὅ ἐστιν, ἐκ δευτέρου δὲ τὸν λόγον ἀνελά- βετο. V.

258. χρήμασι σὺν τοίσδεσσι] προπαροξυτονητέον τὸ τοίσδεσσι. H.

259. φεύγω] Ἰδομενεὺς παῖς μὲν ἦν Δευκαλίωνος τοῦ Μίνωος, Κρὴς δὲ τὸ γένος, ἄριστος τὰ πολέμια. παῤ ἑκάστοις γοῦν ἀρι- στείαις σεμνὸς φαινόμενος, μέχρι τῶν νόστων ἄρραιστος διεφυ- λάχθη. οὗτος δὲ, ὡς λέγεται, γενομένου τοῦ κατʼ Εὔβοιαν χειμῶνος ὑπὸ τῆς Ἀθηνᾶς, ὤκειλε μετὰ τοῦ Κάλχαντος καὶ Σθενέλου εἰς Κο- λοφῶνα, καὶ ἐνταῦθα τὸν βίον κατέστρεψε. ἡ δὲ ἱστορία παρὰ Λυ- κόφρονι. V.

261. ἀνέρας ἀλφηστὰς] ἐφευρετάς· γίνεται δὲ ἐκ τοῦ ἀλφῶ τὸ ψηλαφῶ, ἀφʼ οὗ καὶ τὸ ἄλφα. B.

262. οὕνεκά με στερέσαι τῆς ληΐδος] καὶ τοῦτο ἵνα δοκῇ τιμω- ρεῖσθαι τοὺς ἀποστερεῖν αὐτὸν ἐπιχειροῦντας, ὅς γε μήτε βασιλέως παιδὸς ἐφείσατο. Q.

265. οὐχ ᾧ πατρὶ θεράπευον] ἐπεὶ οὐκ ἤμην θεράπων τοῦ πατρὸς [*](2. In Vind. 133. est ὀπώρη, ad- Ἤπειρον. Correxeris fortasse scho- scripto γρ. ἐέρση. lium inducenda sola voce ἔνδροσος, 4. πῶς—] Confusum scholium; ut nata ex male intrusa glossa quod “bene explicari dicit Barnes- ἕρση, δρόσος (cf. infra not. ad ω, ius his Eustathii verbis p. 1740, 43. 192.) BUTTM. φασὶ δὲ οἱ παλαιοὶ —μὴ λέγειν τὸν ποιη- 7. ποτίζουσι] ποτίζονται B.Q. τὴν οἵα ἐστὶν ἡ κραναὴ αὕτη νῆσος, ἀλλʼ 8. Ἀριστοφάνης] Non liquet utrum οἴαν εἶναι χρὴ νῆσον εὐδαιμόνως οἰκουμέ- poetam an grammaticum dicat. νην. δίχα οὖν τῶν ἄλλων οὐδὲ βούβοτος 13. Hoc etiam schol. in ed. ant. ἡ νῆσος, εἴγε τὰ τοῦ Ὀδυσσέως βου- collocatum in calce libri præceden- στάσια, φασὶν, ἐν Ἠπείρῳ ἦν. εἰ μὴ tis. BUTTM. ἄρα συλληπτικῶς ἴσως τῇ Ἰθάπῃ συνε- 22. δοκῇ Maius pro δίκη. πινοητέον καὶ τὴν ἀντικρὺ αὐτῆς κειμένην )

571
αὐτοῦ Ὀρσιλόχου. οὕτως Ἀριστοφάνης, οὐχ, ᾧ πατρὶ, τῷ ἐκείνου· ὡς τὸ “αἱ μὲν ἔτι ζωὸν γόον ᾧ ἐνὶ οἴκῳ” (Il. ζ, 500.). Q.

χαριζόμενος θεράπευον] τὰ κεχαρισμένα ποιῶν ὑπηρέτουν. B.Q.

266. ἄλλων ἦρχον ἑταίρων] ἀντὶ τοῦ βασιλεύων τῷ Ἰδομενεῖ. H.

267. τὸν μὲν ἐγὼ κατιόντα] σκήπτεται τὸν Ἰδομενέως υἱὸν ἀνῃρη- κέναι, ἵνα αὐτὸν πρόσωνται οἱ μνηστῆρες ὡς ἐχθρὸν τοῦ Ὀδυσσέως φίλου. ἑαυτῷ δὲ ἐν Κρήτῃ υἱούς φησιν εἶναι, ὅτι τοὺς τιμωρήσοντας ἕξει. καὶ τὸν Ὀρσιλόχου δὲ θάνατον λέγει διὰ τὴν λείαν, δεικνὺς ὅτι οὐδὲ ἐκείνῳ παραχωρήσει ἀναιμωτί. Φοίνιξι δὲ πιστεῦσαι λέγει, ἵνα μὴ ἀδικήσῃ, λογισάμενος ὅτι οἱ φιλοκερδέσταται αὐτοῦ ἐφείσαντο. V.

268. λοχησάμενος σὺν ἑταίρῳ] ἄμεινον ἐκεῖνον σὺν ἑταίρῳ νοεῖν, ἵνα φοβερώτερον ἑαυτὸν καταστήσῃ. Q.

270. λάθον δέ ἑ θυμὸν ἀπούρας] ἔλαθον πάντας ἐκεῖνον φονεύσας. οὐκ εἶπε δὲ σφέας. μᾶλλον οὗν εἷς ἐστιν ὁ ἀνῃρημένος ὑπὸ δυοῖν ἐνεδρευόντων. H.

273. ἀπὸ τῶν ἐξ Ἰλίου λαφύρων. Ἀριστοφάνης ἤϊα τὰ βρώ- ματα. H.

274. Πύλονδε καταστῆσαι] ἀντέστραπται. ἐπιβιβάσαι γὰρ τῇ νηὶ καὶ καταστῆσαι ἢ εἰς Πύλον ἢ εἰς Ἤλιδα δῖαν. Q.

ἐφέσσαι] ἱδρῦσαι εἰς τὴν ναῦν. V.

ἡ Ῥιανοῦ, ἀποφάσσαι, ἀποπέμψαι. H.

276. ἐγκλιτικὴ ἡ σφέας· διὸ τὴν τοι συλλαβὴν ἐγερτέον. H.

277. οὐδʼ ἤθελον ἐξαπατῆσαι] ἐπαινεῖ τοὺς Φοίνικας, ἵνα μὴ καὶ ὁ ἀκούων πονηρεύσηται. H.V.

279. προερέσσαμεν] οὕτως αἱ πᾶσαι. ἀπόλυτος δὲ ἡ ἡμῖν. H. καθειλκύσαμεν, ἀντὶ τοῦ εἰσήλθομεν. V.

282. ἐπέλαβε] κατέσχεν. V.

285. οἱ δʼ ἐς Σιδονίην] ἐνταῦθα ἔδειξεν ὅτι οὐχ ἑκόντες ἔβλαψαν [*](6. πρόσωνται pro παρήσωνται cor- istud ἀποφάσσαι, equidem non di- rectum ex Eustathio. cam. BUTTM. 17. ἤῖα] Hoc igitur Aristopha- 24. ἵνα—πονηρεύσηται H. ἵνα ὁ nes pro ληΐδα legit. ἀκούων μιμήσηται V. 22. ἀποφάσσαι] Non potest quin 27. καθειλκύσαμεν] Hoc verbo pro ἐφέσσαι Rhianus voluerit ἀφῆ- explicatur altera lectio προερύσσα- σαι; quæ non mala foret lectio; μεν, ut monet Buttm. unde tamen quomodo natum sit )

572
οἱ Σιδόνιοι· καὶ γὰρ ἂν ἔλαβον αὐτοῦ καθεύδοντος τὰ χρήματα· ἀλλ᾿ ὅτι σπεύδοντες εἰς τὴν πατρίδα κατέλιπον αὐτὸν, ἵνα μὴ ἀναστὰς ἀλλαχοῦ αὐτὸς παρακαλέσῃ λαβεῖν αὐτόν. H.Q.

Σιδονίην] τὴν τῆς Σιδῶνος χώραν, τὴν Φοινίκην. V.

288. δέμας δʼ ἤϊκτο γυναικὶ] ὡμοίωσε γὰρ ἑαυτὴν γυναικὶ, ἵνα πιστώσηται αὐτὸν ὅτι θεά ἐστιν ἐκ τοῦ μεθομοιωθῆναι. Q. ἐντεῦθεν Ξενοφῶν τὴν Ἀρετὴν καὶ τὴν Κακίαν ἀνέπλασεν. V.

289. καλῃ τε μεγάλῃ τε] ἐκ τῆς κατὰ τὴν ὄψιν κοσμιότητος καὶ αἰδοῦς καὶ τοῦτο ὑπονοεῖν δίδωσι, καθὰ καὶ Ξενοφῶν καὶ Τελέσιλλα ἡ Ἀργεία διαγράφουσιν Ἀρετῆς καὶ Καλοκαγαθίας εἰκόνα. Q.

291. ὅς σε παρέλθοι] νικήσει, μεταφορικῶς. V. νικήσει. ὁμοίως “ἐπεὶ οὐ παρελεύσεαι οὐδέ με πείσεις (Il. α, 132.). ὁ δὲ νοῦς, εἰ καὶ παρέλθοι θεός σε τοῖς δόλοις, δοξασθήσεται ὡς τοιοῦτον παρελθών. B.Q.

293. τινὲς δόλων ἄτερ, τοῖς ἑξῆς συνάπτοντες κακῶς αὐτό. H.

294. ὁ γὰρ ξένος διὰ τὸ εὐεπήραστον ἀναγκάζεται καὶ παραλογί- ζεσθαι ὡς ἐν ἀλλοτρίοις ὤν. H.

295. κλοπίων] τῶν κεκλεμμένων καὶ μὴ ἀληθῶν. V. πλοκίων] πεπλεγμένων. H.

οἵ τοι πεδόθεν φίλοι εἰσίν] μεταφορικῶς, οἷον ἐκ ῥίζης, ἐκ γενε- τῆς, ἀπὸ φυτῶν· ἢ ἀπὸ τοῦ τοὺς γεννωμένους ἐν τῷ πέδῳ πατεῖν. B.Q. πεδόθεν] ἐκ νέας ἡλικίας. ἢ ἀπὸ τοῦ πέδου. V. ἤτοι παι- δόθεν φίλοι εἰσί. H.

296. ἄμφω] ἐγώ τε καὶ σὺ, ἀμφότεροι ἀμφοτέρους ἰδόντες. H.

300. αἰεὶ] γρ. ἄγχι. H.

302. ἔθηκα] παρεσκεύασα εἶναί σε φίλον πάντων Φαιήκων. H.

306. ποιητοῖσι] γρ. τυκτοῖσι. H.

313. σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις] ὑπονενόηκεν ὅτι ἐν τοῖς Φαίαξι καὶ παρθένῳ καὶ ἀνδρὶ ὁμοιωθεῖσα παρώρμηκεν αὐτόν. V.

σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκω γρ. σὲ γὰρ αὐτὴν πάντη ἐίσκεις. H. ἑαυτήν. Gl. H.

[*](1. καὶ γὰρ ἂν ἔλαβον Buttm. pro ἤτοι] In H. letmma μύθων τε κλο- ἢ γὰρ ἀνέβαλον (ἂν ἔβαλον H.). πίων præixum. 9. Τελέσιλλα] Τελεσίλλα Q. 29. ἐΐσκω] ἐΐσκω H. ὴν 12. ἐπεὶ οὐ H. οὐδέ με B.Q. γρ. σὲ γὰρ αὐτὴν] γρ. σε γὰρ αὐτῆ 20. πατεῖν] πίπτειν B. H. In Vind. 133. est σὺ γὰρ αὐτὴν 21. ἐκ νέας ἡλικίας] Spectat ad παντὶ ἐΐσκεις cum γρ. σὲ γὰρ αὐτῇ παν- παιδόθεν, scripturam vitiosam, quae τὶ ἐΐσκεις. est in H.)
573

320—323. ἀλλʼ αἰεὶ φρεσὶν ᾖσιν ἔχων] νοθεύονται δʼ στίχοι. ὁ μὲν πρῶτος ὅτι ἀντὶ τοῦ ἐμῇσιν ἔχει τὸ ᾗσιν, ὅπερ ἐστὶ τρίτου προσώπου, τηροῦντος ἀεὶ τοῦ ποιητοῦ τὴν ἐν τούτοις διαφοράν· ὁ δὲ δεύτερος ὅτι Ἀθηνᾶς παρούσης θεοῖς ἀνατίθησι τὴν σωτηρίαν· ὁ δὲ τρίτος καὶ τέταρτος ὅτι οὐκ ἐγίνωσκεν ὡς ἡ φανεῖσα αὐτῷ παρὰ Φαίαξι θεὰ ἦν, ὅτι οὐκ ἐθάρσυνεν, ἀλλὰ τοὐναντίον μηδέ τινʼ ἀνθρώ- πων ποτιόσσεο, οὐ γὰρ ξείνους οἵδε μάλʼ ἀνθρώπους ἀνέχονται” (η, 31.). H.Q. Vind. 133.

320. 321. νοθεύονται. οὐκ ἂν παρούσης τῆς Ἀθηνᾶς θεοῖς ἀναθή. σει τὴν σωτηρίαν. H.

322. ὡς ὅτε· ἢ ἀντὶ τοῦ πλὴν, δίχα. H.

323. θαρσύνας] καὶ μὴν οὐκ ἔδειξε τῷ Ὀδυσσεῖ σαφῶς ἑαυτὴν παρὰ Φαίαξιν. ἢ οὐ κατὰ παρθένον θνητὴν ὡμοιώθη παρὰ Φαίαξι τῆς θεοῦ συμβουλή· διὸ ἔγνω. Q.

330. τοιοῦτο νόημα] οὐκ εὐεξαπάτητον, ἀλλὰ συνετόν. H.V.

332. ἐπήτης—ἀγχίνοος] ταχὺς περὶ τὸ νοῆσαι. ἐπήτης, λόγιος. καὶ ὥσπερ ὁ λόγιος παρὰ τὸν λόγον, οὕτως καὶ ἐπήτης παρὰ τὸ ἔπος. τινὲς δὲ, δίκαιος, ὁ τὸ ἐτεὸν φιλῶν. B.

ἐπητής] φρόνιμος καὶ λόγιος, παρὰ τὸ ἔπος. ἀγχίνοος] περὶ τὸ νοῆσαι ταχύς. V.

οὕνεκʼ ἐπήτης ἐσσὶ] χωρὶς τοῦ τε, τῇ δὲ προσῳδίᾳ ὡς ἀεικὴς, φησὶν Ἀρίσταρχος. οὕτω δὲ καὶ Ἡρωδιανός. ἐπήτης ἤγουν λόγιος. καὶ ὡς ὁ λόγιος παρὰ τὸν λόγον, οὕτω καὶ ἐπήτης παρὰ τὸ ἔπος. H.

333—338. ἀσπασίως γάρ κʼ ἄλλος] ἀθετοῦνται στίχοι Ϛ΄ ὅτι οὐδὲν εἴληφε παῤ αὐτοῦ σημεῖον τοῦ μήπω βούλεσθαι τὴν γαμετὴν ἰδεῖν. τοὐναντίον γὰρ διὰ τοῦτο αὐτῷ ἐπιφαίνεται, ἵνα κρύψῃ αὐτοῦ τὴν εἴσοδον. διὸ καὶ φησὶν “ἦ μάλα δὴ Ἀγαμέμνονος Ἀτρείδαο φθίσεσθαι κακὸν οἶτον ἐπὶ μεγάροισιν ἔμελλον, εἰ μή μοι σὺ ἕκαστα θεὰ κατὰ μοῖραν ἔειπες” (383.). οὕτως οὖν αὐτὸς ἠπείγετο ἰδεῖν τὴν γαμετήν. H.Q.

335. σοὶ δʼ οὔπω φίλον] οὐκ ἔστι σοι φίλον μαθεῖν τὴν σὴν ἄλο- [*](2. τρίτου Buttm. pro περὶ τοῦ. χωρὶς τοῦ τε] Nam alii ἐπητής τʼ. 15. In V. εὐεξαπάτητον. ἀντὶ τοῦ τῇ δὲ προσῳδίᾳ] De accentu ἐπη- οὐκ ἐ. οὐδὲ συνετόν. τής, qui τοῖς παλαιοτέροις placuerit, et 21. ἐπήτης] ἐπῆτυς superscriptum ἐπήτης dixit etiam Eustath. p. 1743, in H. Vide quae de hoc scholio 60. Ante ἀεικής addidi ὡς. dicentur ad φ, 306.)

574
χον ἐπιδημίαν τὴν σὴν, εἰ μήπω πρῶτον ταύτην πειράσεις, εἰ παρ αὐτῆς ἦς γνώριμος. H.

φίλον] νῦν ἀντὶ τοῦ ὠφέλιμον. V.

340. ᾔδεʼ ὃ νοστήσεις] ἀλλʼ ἠπιστάμην ὅτι νοστήσεις, ὅτι ἐπα- νέλθοις. B. ὅτι νοστήσεις] ὅτι ἐπανέλθοις. V.

342. χόλον] γρ. κότον. H.

348. ἰρόν] ἀποκεκομμένον ψιλοῦται. B.

349. ἐστὶ] γρ. εὐρύ. H.

κατηρεφὲς] χθαμαλὸν, κατακαλύπτον καὶ καταστέγον. V.

351. Νήριτον] ὅρος Ἰθάκης ἀντικρὺ τῆς Ἠπείρου. V.

351. καταειμένον] κεκαλυμμένον, μεταφορικῶς ἀπὸ τῶν ἐσθή- των. B.H.Q. κατεσκεπασμένον. V.

352. ὣς εἰποῦσα θεὰ σκέδασʼ ἠέρα] οὐκ εἶπεν ἐσκεδάννυεν, ἀλλʼ ἐσκέδασε, δεικνὺς ὅτι πρῶτον ἐσκέδασε τὴν ἀχλὺν εἰποῦσα τὸ “ἀλλʼ ἄγε τοι δείξω” καὶ οὕτως αὐτῷ ἔδειξε, Φόρκυνος μὲν ὅδʼ ἐστὶ λιμήν. οὐ γὰρ ἔτι ἀορασίας οὔσης ἐφαίνετο αὐτῷ τὰ μὴ ὁρώμενα. Q. τὸ “ὣς εἰποῦσα” νοητέον μετὰ τὸ “ἀλλʼ ἄγε τοι δείξω Ἰθάκης ἕδος.” Q.

ἅς εἰποῦσα] τάδε, φησὶν, ἡ Ἀθηνᾶ εἰποῦσα τῷ Ὀδυσσεῖ ἐσκέ- δασε τὴν ἀορασίαν καὶ ἀγνωσίαν αὐτοῦ, καθʼ ἣν οὐκ ἐγίνωσκε ποῦ ἦλθεν ὅτε ταῖς νηυσὶν εἰς Ἰθάκην αὐτὸς ἤτοι τὴν πατρίδα αὐτοῦ παρεγένετο. Q.

σκέδασʼ ἠέρα] τοῦτο ἐπιλαμβάνεται Πτολεμαῖος. ἔδει γὰρ πρῶ- τον σκεδάσασα, φησὶ, τὸν ἀέρα εἶτα δεῖξαι· εἰ μὴ ἄρα ὅμοιόν ἐστι τῷ “τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε” (Od. μ, 134.). Q.

357. ὔμμ’] ὑμᾶς, Αἰολικῶς. H.

ἀγανῇσι] προσαγαγέσθαι καὶ πεῖσαι δυναμέναις. V.

358. διδώσομεν] παράσχομεν, ἀπὸ τοῦ διδῶ περισπωμένου. δυσχε- ραίνων δὲ ὁ Ἀριστοφάνης τὸ διδώσομεν γράφει παρέξομεν· καὶ τὸ ἐν Ἰλιάδι διδοῦναι παρέκοπτε. H. Q. Vind. 133.

[*](7. Versus 347. 348. ἔν τισι τῶν illic διδῶναι legisse ex Herodiano ἀντιγράφων οὐ κεῖσθαι annotavit Eu- περὶ μον. λέξεως cognovimus p. 25 stathius p. 1743, 31. 4. In versu Odvsseæe Macrob. Sa- 29. Ἰσιάδι] ω, 425. turn. 2. 9. 304. ed. Bip. δεδώσομεν διδοῦναι παρέκοπτε Buttm. pro δι- scriptum memorat et cum simili δόναι προέκοπτες. Idem Aristopha- reduplicatione δεδοικήσω, quod Sχ- nem illic διδόμεν scripsisse conji- racusanorum esse dicit, comparat: cit: quod valde incertum est. Alios quae unde hauserit non constat. )
575

359. ἐᾷ] συγχωρήσῃ· τουτέστιν, ἐὰν ἐπιτρέψῃ μοι τὸ ζῆν ἡ Ἀθη- νᾶ. H. ἀγελείη] ἡ ἄγουσα τὰ λαφυραγώγια. H.

360. ἀέξῃ] γρ. ἀέξειν. H.

365. ὅπως ἔσται τάδε ἔργα] γρ. ὅπως ὄχʼ ἄριστα γένηται. H. (in Vind. 133. vice versa.)

366. σπέος ἠεροειδὲς] τὸ καθαρὸν ἀέρα ἔχον. ὅμοιον τῷ “ὅσσον δʼ ἠεροειδὲς ἀνὴρ ἴδεν” (Il. ε, 770.). ἄτοπον γὰρ θεοῖς σκότος ἀνα- κεῖσθαι. ὅθεν ἐπιτίθησε καὶ λίθον. H.Q. νῦν καθαρὸν ἀέρα ἔχον. V.

367. κευθμῶνας] τὰς καταδύσεις ἢ τοὺς κοίλους τόπους καὶ ἀνα- κεχωσμένους. Q.

368. ὁ χρυσὸς καὶ τὰ ἱμάτια ὅλων ἦν ἐν τῇ χηλῷ. τάχα οὖν διὰ τὸ βάρος σεσιωπημένως λέλυκε καὶ ἐχώρισεν αὐτὰ, ἵνα βα- στάσῃ κατὰ μέρος. H.

369. τά τοι] γρ. οἱ. H.

372. τὼ δὲ καθεζομένω] οὗτοι δὲ ἡ Ἀθηνᾶ καὶ Ὀδυσσεὺς καθεζό- μενοι. ἱερὰν δέ φησι τὴν ἐλαίαν διὰ τὸ ἀνακεῖσθαι αὐτὴν τῇ Ἀθηνᾷ, ὡς ἀναδοθεῖσαν αὐτὴν τῆς γῆς εἰς τὸ ταύτης ὄνομα, ὅτε οἱ θεοὶ συνη- δρίαζον καὶ εἰς ἑκάστου τὸ ὄνομα ἓν φυτὸν ἀνεδίδοτο, καθάπερ καὶ τῷ Διονύσῳ ἡ ἄμπελος ἀνεβλάστησεν. Q.

373. φραζέσθην] ἐβουλεύοντο. ἔστι δὲ ἡ τοῦ τρίτου προσώπου τῶν δυικῶν κατὰ χρῆσιν τῆς Ἀττικῆς διαλέκτου. Q.

377. οἳ δή τοι τρίετες] κατὰ τὸν ἀπαρτίζοντα ἀριθμὸν εἶπε τρίε- τες, ἐπιστάντος ἤδη καὶ τετάρτου· “ἤδη γὰρ τρίτον ἐστὶν ἔτος, τάχα δʼ εἶσι τέταρτον” (Od. β, 89.)· ἔστι γὰρ ἀντὶ τοῦ ταχέως διελεύσεται. καὶ ἀλλαχοῦ “ὡς τρίετες μὲν ἔληθε δόλῳ, ἀλλʼ ὅτε τέτρατον ἦλθεν ἔτος, καὶ τότε δή τις ἔειπε γυναικῶν” (Od. β, 106.) Q.

380. πάντας μέν ῥʼ ἔλπει] πάντας τοὺς μνηστῆρας ἡ σὴ ποιεῖ ἄλοχος μνηστεῦσαι αὐτὴν, ὅπως ἀπατήσῃ αὐτοὺς ἀταράχους μένειν, ἕως ἂν σὺ καταλάβῃς ἐν τῷ οἴκῳ σου. H.Q.

384. φθίσεσθαι] γρ. πείσεσθαι. H.

[*](Ea tamen scriptura Nauckius Ari- δρίαζον. stoph. p. 59. usus conjecit ἀτὰρ καὶ 22. Conf. schol. ad β, 89. δῶρα δὲ δώσομεν. 24. ταχέως διελεύσεται] Vid. Lehrs. 3. ἀέξῃ] ἀέξει pr. H. Arist. p. 102. 7. ἴδεν] εἶδεν H. 30. ἕως—σου om. Q. 17. συνηδρίαζον scripsi pro συνε- )
576

387. πὰρ δέ μοι αὐτὴ στῆθι] πῶς οὐ πρὸς Νέστορα καὶ Μενέλαον μετέρχεται στρατείαν λαβεῖν; τάχα ὅτι τοῖς λοιποῖς πολίταις οὐδὲν αἰτίοις οὖσι πόλεμον ἐπάγειν ἀδικώτατον ἔδοξε. μεμάθηκε γὰρ καὶ παρὰ τῆς μητρὸς ἐν Ἀιδου τὰς δημοσίας Τηλεμάχῳ φυλασσομένας τιμὰς, καὶ ὅτι τοὺς τρυφῶντας μνηστῆρας τιμωρήσεται καὶ καθ᾿ ἑαυτὸν, οἵ τε μνηστῆρες εἰ ᾔσθοντο, ἔφυγον ἂν μὴ δόντες δίκην. Q.

388. λιπαρὰ κρήδεμνα] ἔκδηλα, λαμπρά. μεταφορικῶς τὸ τεῖ-

389. Ἀθήνη] γρ. γλαυκῶπι. M.

390. ὑπονοεῖται ὁ στίχος, διὰ τὸ μὴ ἔχειν ὑπερβολήν. ἐν τῇ λ γοῦν τῆς Ἰλιάδος πλείοσι τριακοσίων ἀντέστη καὶ παρούσης Ἀθη- νᾶς. H.

391. πότνα] σεβασμία, τιμία. V.

397. ἀλλʼ ἄγε σʼ ἄγνωστον] καὶ πῶς ἡ Εὐρύκλεια γινώσκει; ὅτι χρεία αὐτῆς ἐστιν ἐν τῇ μνηστηροκτονίᾳ. Q. πάντεσσι βροτοῖσι] πῶς οὖν ἡ Εὐρύκλεια γινώσκει; ἐπειδὴ χρεία αὐτῆς. V.

398—401. ἀθετοῦνται διὰ τὸ ἦθος ὡς ἕκαστον ἐπεξιέναι. H. ἀθετοῦνται μετὰ ἀστερίσκων ὡς ἐκ τῶν ἑξῆς μετενηνεγμένοι. H.

κάρψω] ξηρανῶ. ὅθεν καὶ τὰ κάρφη ἐκ τοῦ κάρφω τὸ ξηραίνω. B.Q. μειώσω, ξηρανῶ. V.

399. λαῖφος] ἱμάτιον παχὺ, ἤτοι χοντρὸν, ὡς ἄρμενον. B.

401. κνυζώσω δέ τοι ὅσσε] ψωριάσαι σε ποιήσω· ῥυσώσω, κα- κώσω σου τοὺς ὀφθαλμοὺς, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων. B.Q. κνυζώσω] ῥυσώσω, ἀπρεπεῖς καὶ ῥυσοὺς ποιήσω, ὁποῖοί εἰσιν οἱ τῶν καθευδόντων, καὶ συσπάσω καὶ κα- κώσω. V

402 ἀεικέλιος] ᾐκισμένος, οἰκτρὸς, ἀπρεπὴς, εὐτελής· ὡς “δί- φρον ἀεικέλιον” (Od. υ, 259.). B.Q.

405. ἐπίουρος] ἐπίσκοπος, φύλαξ. V. ὅς τοι ὑῶν ἐπίουρος] ἐπίσκοπος. δύναται ἡ πρόθεσις εἶναι καὶ ἐν [*](10. ὑπονοεῖται] ὑπονοοῖτο H. ὐπονο- schol. ad 430. οῦσι τὸν στίχον οἱ παλαιοὶ Eustath. 21. χοντρὸν] Vid. Schneid. in 9. 1744, 52. χονδρός. BUTTM. 17. ἀθετοῦνται διὰ — ἐπεξιέναι] 22. ῥυσώσω—ῥυσοὺς] εὐρώσω—ῥυ: Verba non integra, que a proxi- τοὺς B.Q. mis, quibuscum non cohaerent, 25. συσπάσω] συμπλἀσω V. Cor- separavi. rexit Heinrichius collato Hesych. 18. ἐκ addidit Buttm. Conf. κνυζώσω: συσπάσω, κακώσω. )

577
πλεονασμῷ, ἵνʼ ἦ ἐφορῶν καὶ ἐπιβλέπων· ἢ παρέλκει ὡς τὸ βοῶν ἐπιβουκόλος. τὸ δὲ, ὁμῶς, ὁ χοιροβοσκὸς ὅμοιά σοι καὶ ὁμόφρονα οἶδεν. Q.

ὁμῶς] ὁμοίως τῷ πρώην χρόνῳ, ὡς ἀπʼ ἀρχῆς καὶ νῦν. ἢ ὡς σὺ σαυτῷ εὐνοεῖς. B.H.

408. πὰρ Κόρακος πέτρῃ] Ἀρεθούσης υἱὸς καὶ Κόραξ ἐγένετο. οὗτος οὖν ὁ Κόραξ κυνηγῶν εὑρῶν λαγὼ καὶ διώκων ἠνέχθη κατὰ κρημνοῦ, καὶ πεσὼν ἐπὶ τῆς πέτρας ἐτελεύτησεν. ἡ δὲ μήτηρ αὐτοῦ Ἀρέθουσα διὰ τὴν λύπην ἐλθοῦσα ἐπί τινα κρήνην ἑαυτὴν ἀπήγξατο. ἔνθα ἀπὸ τοῦ Κόρακος ἡ πέτρα, ἀπὸ δὲ τῆς Ἀρεθούσης ἡ κρήνη. εἰώθαμεν δὲ σημαίνειν ἀπὸ τῶν ἐνοικούντων πολλάκις τοὺς τόπους, ὡς οἱ Ἀττικοί. λέγει δʼ οὖν τὰ συφόρβια. ἰστέον ὅτι Ἀρέθουσαι κρῆναί εἰσι τέσσαρες, ἐν Συρακούσαις, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. B.H.Q. οὗτος ὁ Κόραξ κυνηγῶν ἀπὸ τῆς πέτρας πεσὼν ἐτελεύ- τησε, καὶ ἡ μήτηρ αὐτοῦ Ἀρέθουσα ἑαυτὴν ἀπήγξατο. Ἀρέθουσαι δὲ τέσσαρες, ἐν Συρακούσῃ, ἐν Σμύρνῃ, ἐν Χαλκίδι, καὶ ἐν Ἰθάκῃ. V. Ἀρέθουσα κρήνη Ἰθάκης καὶ Ἄργους. V.

409. βάλανον μενοεικέα] ἁρμόζοντα τῇ δυνάμει αὐτῶν. Q. βά- λανον ἁρμόζουσαν καὶ οὖσαν κατάλληλον τῇ δυνάμει τῶν χοίρων. Q.

413. καλέουσα] καλέσαι ὀφείλουσα. V.

421. ἐνθύμιος] ἔμφροντις, ὅ ἐστι διὰ φροντίδος. B.

423. πόνον] γρ. μόρον. M.

427. ἕως τοῦ ὀίω ἡ στιγμή. Vind. 133. καθέξει] γρ. παρέξει. H. Vind. 133.

[*](8. ἐπὶ] ἀπὸ H., superscripto ἐπί. omisit Stephanus, Arethusa Smyr- 12. οἱ et δʼ addidi ex H. næa, sex erunt. Scholiastam Ho- 13. τέσσαρες] Stephanus Byzant. meri exscripsit Tortellius de ortho- s. v. Ἀρέθουσα, allato hoc Odysseæ graphia s. v. Arethusa fol. 43 a. ab versu, Δίδυμος inquit, ὑπομνηματίζων Osanno (Anecd. Rom. p. 107.) in- τὴν N τῆς Ὀδυσσείας φησὶν “Ἀρέθου. dicatus, “Sane in glossulis Ari- σαι δέ εἰσιν ὀκτώ.” Ἡρακλέων δὲ ὁ starchi super xiii. Odysseæ Homeri Γλαύκου τὴν αὐτὴν ὑπομνηματίζων φη- librum comperi quatuor in diversis σὶν “Ἀρῶ ἐστι τὸ ποτίζω” οὗ τὸ ἄρδω mundi partibus fuisse Arethusios παράγωγον. ἐκ τούτου ἀρέθω ὡς φλέγω fontes: umum apud Syracusas, αἰ- φλεγέθω. ἀφʼ οὗ πᾶσα κρήνη ἐπιθετι- terum apud Smyranam tertium in κῶς οὕτω λέγεται.” Stephanus enu- Chalcidia, et quartum in Ithaca.” merat quinque, quibus si addatur Qui quod de glossulis Aristarchi quam scholiasta Homeri et Eusta- dicit, ipse excogitavit.· thius p. 1746. memorant, sed quam 18. ἁρμόζοντα] Immo ἁρμόζουσαν. )
578

429. ὡς ἄρα μιν φαμένη] εἰπὼν τὸ κατὰ μέρος ἐπήγαγε τὸ ὄλον ἀντὶ τοῦ συνελόντα εἰπεῖν, δέρμα γέροντος αὐτῷ περιέθηκε πρότερον τὸν χιτῶνα, εἶδʼ οὕτως τὸ ῥάκος. B.Q.

430. ὅτι ἐντεῦθεν οἱ ἄνω μετενηνεγμένοι εἰσίν. H.

435. μεμορνγμένα] οἷον πεπονημένα καὶ ἠφανισμένα, παρὰ τὸν μόρον. H. μεμολυσμένα καὶ πεφυρμένα. V.

438. πυκνὰ ῥωγαλέην] ἤτοι συνεχεῖς ἔχουσαν ῥαγάδας, ἢ πολλῶν ῥηγμάτων πεπληρωμένην, ἢ συνεσχισμένην. Q.V.

στρόφος] συνεστραμμένος δεσμὸς, ἢ εἰς σχοινίον ἐστραμμένος, ἢ ἐξ ἱμάντος. B.Q. ἢ ἐκ σχοινίου ἐστραμμένος. ἢ ἱμὰς περιεστραμ- μένος. H.V.

ἀορτήρ] νῦν ὁ τῆς πήρας δεσμὸς, σχοινίον, ὁ ἀναφορεὺς, ἐξ οὗ ἀπήρτητο, ὅ ἐστι παρεκρέματο. B.H.Q. ὅπερ λέγομεν βαστά- γιον. B.