Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Ἐκκλησίαν τῶν θεῶν δευτέραν ποιησάμενος ὁ Ζεὺς Ἑρμῆν πέμπει πρὸς Καλυψὼ κελεύων ἀποπέμπειν τὸν Ὀδυσσέα. ἡ δὲ τὸ κελευσθὲν ποιεῖ. τῇ δὲ ὀκτωκαιδεκάτῃ ἡμέρᾳ ἰδὼν αὐτὸν ὁ Ποσειδῶν καὶ χαλε- πήνας, λύει τὴν σχεδίαν. Ἰνὼ δὲ αὐτῷ κρήδεμνον δίδωσιν ἐντειλα- μένη ἐπιβάντι τῆς γῆς ἀπορρῖψαι αὐτό. καὶ πολλὰ παθὼν εἰς τὴν τῶν Φαιάκων χώραν ἔρχεται διασωθείς. P.Q.V.

1. Τιθωνοῖο] Τιθωνὸς Λαομέδοντος παῖς, Πριάμου ἀδελφὸς, Ἠοῦς ἀνήρ. ὁ Ἐνδυμίων λέγεται συνευνᾶσθαι τῇ Σελήνῃ καὶ ὁ τῇ Ἡμέρᾳ. ἀλληγορεῖται δὲ οὕτως. ὁ Ἐνδυμίων εἰς ἄνδρα κυνηγέ- την, καὶ τῇ μὲν νυκτὶ κοιμώμενον, τῇ δὲ ἡμέρᾳ οὐδὲ ποσῶς, διὰ τὸ ἠσχολῆσθαι περὶ τὰ κυνηγέσια· ὁ δὲ Τιθωνὸς εἰς ἀστρονόμον καὶ τῇ [*](12. Pars hujus scholii est in H. 13. εἴσπλους καὶ P.V. εἰς πλοῦν ἀμφίδμοι δὲ οἱ ἀμφοτέρωθεν εἰσδύσεις B.E.Q., omisso καἱ. ἔχοντες, εἴσπλους καὶ καταγωγάς. In 18—23. Hoc argumentum le- P.V. sunt verba ἀμφοτέρωθεν—δι- gitur etiam apud Eustath. p.1520. πλοῖ.)

241
μὲν ἡμέρᾳ κοιμώμενον, τῇ δὲ νυκτὶ ἐπαγρυπνοῦντα, διὰ τὸ ἠσχολῆ- σθαι περὶ τὰ ἄστρα. V.

ἠὼς σημαίνει ἕξ· ἠὼς ἡ πρωΐα· ἠὼς τὸ ἀπὸ πρωΐας μέχρι με- σημβρίας· ἠὼς τὸ ἀπὸ μέσης ἡμέρας ἕως ἑσπέρας· ἠὼς τὸ νυχθή- μερον· ἠὼς ἡ ἀπὸ πρωΐας ἕως ἑσπέρας· καὶ Ἠὼς ἡ σωματοειδὴς θεὰ, ὡς ἐνταῦθα. μῦθος δέ ἐστιν ὅτι ἡ Ἠὼς ἠράσθη τοῦ Τιθωνοῦ καὶ ἐμίγνυτο αὐτῷ. ἐζήτησε δὲ ἀπαθανατισθῆναι, καὶ ἐγένετο αὐτῷ. οὐκ ἐζήτησε δὲ καὶ τὸ μὴ γηράσαι, καὶ ἔζη πολλὰ ἔτη γέρων ὢν. καὶ ἀγανακτήσας τὸ γῆρας ἐζήτησε τοὺς θεοὺς μεταβαλεῖν αὐτὸν εἰς ὄρνεον, καὶ μετεβλήθη εἰς τέττιγα, ἡ δʼ Ἠὼς ἀθάνατον ἐποίησεν αὐ- τόν. καλῶς δὲ τοῦ Τιθωνοῦ γυνὴ λέγεται ἡ Ἠώς. ὁ γὰρ Τιθωνὸς ἀλληγορεῖται εἰς τὸν ἥλιον, καὶ ἡλίου μὴ ὄντος, οὐδὲ ἡμέρα. ὅταν δὲ δύνῃ, τρόπον τινὰ συνευνάζεται τῇ ἡμέρᾳ ἐν νυκτὶ, ἀνίσταται δὲ ἡ ἡμέρα ἐκ τοῦ σκότους τοῦ ἡλίου ἀνατείλαντος. λέγεται δὲ καὶ ὅτι ἡ Ἄρτεμις ἀνεῖλεν αὐτὸν, ἤτοι ἡ σελήνη. τοὺς γὰρ αἰφνιδίους θανάτους ταύτῃ καὶ τῷ ἡλίῳ ἀνετίθουν, ἤτοι τῷ Ἀπόλλωνι. ἡ δὲ θεραπεία τοῦ μύθου, ὅτι τοὺς ἔτι νέους ὄντας καὶ αἰφνιδίως ἀποθνήσκοντας ἔλεγον ἁρπάζεσθαι παρὰ τῆς Ἠοῦς. καὶ σὺν τούτοις ἡρπάγη καὶ ὁ Τιθωνός. διὸ καὶ τοὺς οὕτω θνήσκοντας ἔθαπτον πρὸ τοῦ τὴν ἠῶ παντελῶς ἀνα- τεῖλαι. ἔλεγον δέ τινες ὅτι ἡ πρόνοια καὶ ἡ εὐταξία ἀπὸ τῶν ἀνθρω- πίνων σωμάτων ἄχρι τῆς σελήνης ἐστὶ, τὰ δὲ ἄλλα ἀτάκτως καὶ ὡς ἔτυχε φέρονται διὰ τὰς ἀστραπὰς, τοὺς σεισμοὺς, τὰς ἀνεμοζάλας καὶ τὰ τοιαῦτα. ὁ δὲ Ὅμηρος ἄθροισιν τῶν θεῶν τὴν ἄνω πρόνοιαν λέγει, καθημένην ἐκεῖ καὶ τὰ τῇδε οἰκονομοῦσαν καὶ ὑπὲρ τῶνδε βου- λευομένην. ὅτι δὲ λαλεῖν αὐτούς φησι, τοῦ μύθου· ἐπεὶ καὶ σωμα- τοειδῶς αὐτοὺς παριστᾷ ὁμιλοῦντας. E.

2. ἵνʼ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν] ἢ ὅτι ἔθος ἦν τοῖς παλαιοῖς μὴ ἐᾶν ὁρᾶσθαι νέκυν εὐγενῆ παρὰ τοῦ ἡλίου, ἀλλὰ θάπτειν τοῦτον πρὸ τοῦ ἀνατεῖλαι τὸν ἥλιον· ἢ λέγουσιν ὅτι ἡ Ἠὼς ἠράσθη τοῦ Τιθωνοῦ καὶ ἥρπαξε τοῦτον, υἱὸν ὄντα Λαομέδοντος, ἀδελφὸν τοῦ [*](9. ἐζήτησε τοὺς θεοὺς] Cum accu- μηνεία. De simili usu verbi θερα- sativo constructum ex more re- πεύειν dixi in Thesauro vol. 4. p. centiorum scriptorum, quorum ex- 323. De sepultura matutina cf. empla attuli in Thesauro vol. 4. infra p. 256, 4. p. 34. 23. ἄθροισιν] ἄθρησιν E. Correxit 16. θεραπεία] Idem fere quod ἑρ- Struvius.)

242
Πριάμου. ἀλληγορικῶς δὲ Τιθωνὸς ἡ πρωΐα, ἐν ᾗ τίθενται τὰ ὤνια. B.

τοῖς μὲν βροτοῖς δεόντως· τοῖς δὲ ἀθανάτοις διὰ τί; μὴ οὐκ ἔστι τοῖς θεοῖς φῶς; ἀλλʼ ἐνταῦθα φῶς τὸ ἡλιακόν φησιν. ἢ ἀθανάτους τὰ στοιχεῖα ὑποληπτέον, ὃ καὶ κρεῖττον. E.

ἀθανάτοισι] τοῖς στοιχείοις. τὰ στοιχεῖα ἤγουν τοὺς ἀστέρας ἢ τοὺς οἰκοῦντας τὸν καλούμενον τόπον Ὄλυμπον, διότι ὁμοίως τοῖς θεοῖς καὶ αὐτοὶ ἔζων. P.

3. οἱ δὲ θεοὶ] οἱ φίλοι τοῦ Ὀδυσσέως. P.

δευτέρα αὕτη περὶ τοῦ Ὀδυσσέως θεῶν ἐκκλησία. ἡ μὲν γὰρ πρώτη βουλὴ περὶ τοῦ σώζεσθαι Ὀδυσσέα, αὕτη δὲ περὶ τοῦ πῶς. κατὰ μὲν τὴν πρώτην ἐκκλησίαν ὁ Ζεὺς παρεῖχεν ἀφορμὴν τῇ Ἀθηνᾷ αὐτὸς ἐναρχόμενος τοῦ λόγου, νῦν δὲ ἡ Ἀθηνᾶ κατάρχεται. καὶ οὐκ ἐκεῖνα λέγει περὶ τοῦ σώζεσθαι αὐτὸν, “ἀλλά μοι ἀμφʼ Ὀδυσῆϊ δαΐφρονι δαίεται ἦτορ δυσμόρῳ, ὃς δὴ δηθὰ φίλων ἄπο τῆλʼ ἀλάληται” (α, 49.), ἀλλὰ τῶν πολιτῶν καταβοᾷ, ὅτι ἐπὶ τοσοῦτον ἀμνημονοῦσι τοῦ ἄρχοντος ὥστε καὶ τῷ υἱῷ αὐτοῦ ἐπιβουλεύειν. ἐν μέσῳ δὲ κατε- τέθη τὰ περὶ τοῦ Ὀδυσσέως. H.P.Q.T.

5. τοῖσι δʼ Ἀθηναίη] ἄλλη ἡ ἄνω φρόνησις καὶ ἄλλη ἡ τῶν ἀνθρώπων. ἡ μὲν γὰρ τῶν ἀνθρώπων πολλάκις ἁμαρτάνει τοῦ δέοντος, ἡ δὲ ἄνω ἤτοι τῆς προνοίας οὐδέποτε. E.

7. ἐκ τῆς ἐν Ἰλιάδι Νέστορος εὐχῆς μετατέθειται. P.

8. ἀγανὸς] ἄγαν τοῖς λόγοις ἱέμενος, ἢ ἡδυλόγος. P.

11. ὡς οὔτις] ἄμεινον ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν, ἵνʼ ᾖ θαυ- μαστικόν. P.

13. ἀλλʼ ὁ μὲν —] οἰκειότερον ἐν Ἰλιάδι (β, 721.) κεῖται περὶ Φιλοκτήτου. νῦν δὲ ἔδει τετιημένος ἦτορ εἶναι. H.

16. οὐ γάρ οἱ πάρα νῆες] λεληθότως ἀφορμὴν παρέχει τῷ πατρὶ περὶ τοῦ τρόπου τῆς σωτηρίας αὐτοῦ διατάξασθαι. Q. T. ἀναστρεπτέον τὴν παρά· ἀντὶ γὰρ τοῦ πάρεισί ἐστι. P. πάρεισιν. Gl. H.

[*](10. Hoc scholion in T. adscrip- T. Illud τὸ αὐτό nihil aliud esse tum est versui 1., in libris ceteris videtur quam εἰς τὸ αὐτό, quod in duo scholia divisum est, quo- scholiis ut ἄλλως praescribi solet. rum prius δευτέρα—περὶ τοῦ πῶς ver- 15. ὃς—φίλων] ὃ—φίλοι κʼ H.P. sui 3., alterum κατὰ—τοῦ Ὀδυσσέως ἄπο τῆλʼ] ἀπὸ τῇδʼ Q. In T. est versui 8. adscriptum. ἄπο πήματα πάσχει. περὶ τοῦ Ὀδυσσέως om. Q. 17. αὐτοῦ ἐ.] ἐ. αὐτοῦ T. 11. πῶς. κατὰ] πῶς. τὸ αὐτὸ κατὰ 30 πάρεισι] εἰσι P.)
243

22. ὁ νοῦς, ποῖος λόγος ἐξῆλθε τῶν χειλέων σου; H.

23. οὐ γὰρ δὴ] τοῦτο ἐν ἐρωτήσει προενεκτέον. E.P.V. ἐβού- λευσας] ἐβουλεύσω, ἐσκέψω. E.V.

25. ἀπαλλάττει ἀγωνίας τὸν ἀκροατὴν ἐπὶ τῷ Τηλεμάχῳ. P.T.

26. ὥς κε μάλʼ ἀσκηθὴς] σχέθω, ἀσχεθής καὶ ἀσκηθής, ἤγουν ἀβλαβής, ὁ μὴ παθὼν ἀεικέλια μηδʼ ἄσχετα. τούτῳ ἴσον τὸ ἀρτε- μής. E. ὑγιὴς ἐξ ἐπιμελείας. V.

27. παλιμπετὲς] ἀντὶ τοῦ παλιμπετεῖς, ὡς “ἐς δʼ ἐρέτας ἐπιτηδὲς ἀγείρομεν” (Il. α, 142.). B.P. ἐξ ὑποστροφῆς, εἰς τὰ ὀπίσω. V. εἰς τοὐπίσω στρεφόμενοι. P.

29. Ἑρμεία] ἐκτατέον τὸ α διὰ τὸ μέτρον, ὁμοίως τῷ “ἀποπέσῃ- σιν” (Od. ω, 7.). H. ἐν μὲν Ἰλιάδι τῇ Ἴριδι χρῆται διακόνῳ, κα- ταπληκτικὴ γὰρ καὶ τοῖς πολεμικοῖς ἐοικυῖα· ἡ δὲ Ὀδύσσεια μυ- θώδης ἐστὶν, ὡς καὶ ὁ Ἑρμῆς. παρατηρητέον δʼ ὅτι καὶ ἐν Ἰλιάδι ἅπαξ ἐπέμφθη τῷ τοῖς λύτροις διασῶσαι τὸν Πρίαμον. H.P.Q. T. ὡς συγγενῆ ὄντα τῆς Ἀτλαντίδος Καλυψοῦς αὐτὸν πέμπει. P.Q.T.

σὺ γὰρ αὖτε] σὺ γὰρ κατὰ ἄλλα ὑπάρχεις, ἐν τοῖς θεοῖς δηλον- ότι, ἤτοι ὅμοιος τοῖς θεοῖς ἐσσι, εἶ δὲ καὶ ἄγγελος. ἢ ἔξωθεν τὸ γενοῦ, ἵνʼ ᾖ, σὺ γὰρ κατὰ ἄλλα ὅμοιος τοῖς θεοῖς, γενοῦ δὲ καὶ ἄγγε- λος. B. ἀντὶ τοῦ ἐπεί· οὐ γὰρ προτίθεται ὁ γάρ. E.

30. εἰπεῖν] ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον. ἀπαρέμφατον γάρ ἐστιν ἀντὶ προστακτικοῦ τοῦ εἰπέ. P.

33. σχεδίης] ἡ ὀρθὴ εὐθεῖα σχεδίη παροξυτόνως. H. λείπει νεώς, τῆς αὐτοσχεδίως πηχθείσης. V. λείπει νεώς. ἡ δὲ σχεδία πηδάλιον οὐκ ἔχει. P.T. εἶδος πλοίου. H.Q.

ὥσπερ παρὰ τὸ ἀμφαδὸν ἐγένετο ἀμφάδιος καὶ ἀμφαδία, οὕτω καὶ παρὰ τὸ σχεδὸν σχέδιος λόγος, ὁ μὴ ἀναβολὴν ἔχων κατασκευῆς, ἀλλ᾿ ἐκ τοῦ συνεχοῦς λεγόμενος, καὶ σχεδία ναῦς. E.H.P.Q. πο- λυδέσμου δὲ ἀντὶ πολυγόμφου. E.Q. ἤτοι γόμφοις ἐμπεπηγμέ- [*](2. προενεκτέον Buttm. pro προσε- τὸν νεκρὸν τοῦ Ἕκτορος. Vid. Il. ω, 144. νεκτέον. 17. Schol. legisse videtur τά τʼ 11. ὁμοίως τῷ scripsi pro ὁμοίως τό. ἄλλα καὶ ἄγγελος. BUTTM. 13. πολεμικοῖς vel πολέμοις Buttm. 21. τὸ ἀπαρ. ἀντὶ τοῦ π. etiam in E. pro πολεμίοις. 23. σχεδίη] σχεδίως H. 14. ὁ Ἑρμῆς] γράφεται ἑρμῆς Q. 26. ἐγένετο addidi ex H. 15. τῷ τοῖς λύτροις] ἐν τοῖς λύτροις ἀμφαδία H. P. ἀμφαδίως E.Q. H. Schol. dicere debebat ἐπέμφθη Conf. Eustath. p. 1521, 28. πρὸς τὸν Πρίαμον, ὅπως λύτροις διασώσαι 28. συνεχοῦς] σύνεγγυς E.Q.T.)

244
νης. Q. πολλοῖς ἐμπεπηγμένης γόμφοις. H.P. et Ms. Barnes. πολλοὺς σχοίνους ἐχούσης. B.

34. ἤματί κ᾿ εἰκοστῷ] χωρὶς τοῦ κε αἱ κοινότεραι. H.

Σχερίην] Σχερία ἐκαλεῖτο ἡ νῆσος τῶν Φαιάκων, τὸ δὲ μετὰ ταῦτα ἐκλήθη Κέρκυρα. τὸ δὲ ἀρχαιότατον ἐκαλεῖτο Δρεπάνη. P.V.

ἡ Σχερία τὸ μὲν πρῶτον ἐκαλεῖτο Δρεπάνη διὰ τὸ ἐκεῖ φυλάτ- τεσθαι τὴν δρεπάνην τὴν τμητικὴν τῶν τοῦ Κρόνου αἰδοίων. ἐκλήθη δὲ Σχερία διὰ τὸ δεηθῆναι τὴν Δήμητραν τοῦ Ποσειδῶνος ὥστε στῆναι τὴν ῥοὴν τῶν ὑδάτων τῶν μελλόντων προσχῶσαι αὐτὴν ὡς πολλῶν ἐπεισρευσάντων. σχεθέντων οὖν τῶν ὑδάτων Εχερία ἐκλήθη. μετὰ δὲ ταῦτα μετωνομάσθη, Κέρκυρα καλουμένη. E.

35. Φαιήκων ἐς γαῖαν] Κέρκυραν τὴν Ἀσωπίδα ἀγαγὼν αὐτόθι Ποσειδῶν καὶ μιγεὶς ἴσχει παῖδα Φαίακα, ἀφʼ οὗ οἱ Φαίακες. P.Q.T.

ἀγχίθεοι] ἐγγὺς αἵματος θεῶν. H.T. ἤτοι καθότι τρίτοι εἰσὶν ἀπὸ Ποσειδῶνος οἱ βασιλεῖς αὐτῶν, ἢ ὅτι εὐδαίμονές εἰσιν, ἢ καθὸ οἱ θεοὶ συνδιατρίβουσιν αὐτοῖς καὶ εὐωχοῦνται. V. διὰ τὴν εὐδαιμο- νίαν καὶ τὴν εὐπάθειαν, ἢ διὰ τὴν εὐγένειαν· ἀπὸ γὰρ Ποσειδῶνος τρίτοι εἰσὶν οἱ βασιλεῖς αὐτῶν· ἢ καθὸ οἱ θεοὶ συνδιατρίβουσιν αὐτοῖς καὶ εὐωχοῦνται διὰ τὴν φιλοξενίαν. E.

38. ἐσθῆτά τε δόντες] ψιλωτέον τὸ ἐσθῆτα. πᾶν γὰρ φωνῆεν τὸ σ ἔχον ἐπιφερομένου δασέος ψιλοῦται, ἀσχάλλων, ἆσθμα, ἐσθλός, ὄσχος. B.H.P.

39. Τροίης ἐξήρατο] διαιρετέον. τὸ γὰρ ἑξῆς, Τροίης ἀπὸ ληΐδος, ἀπὸ τῆς Τρωϊκῆς λείας, ἐξαίρετα ἔλαβεν. H.P.V. Τροίης δισυλ- λάβως, ἵνα τὴν χώραν ἀκούσωμεν. P.

ἐξήρατʼ Ὀδυσσεύς] ὡς ἐξαίρετα ἔλαβεν, ἢ πλείονα τῶν ἄλλων. E.

40. λαχὼν] κληρωσάμενος. P.V.

ἀπὸ ληΐδος] ἡ ἀπό παρέλκει. διὸ τηρεῖ τὸν τόνον. P.

αἶσαν] αἰτῶ ἐπὶ τῶν μὴ ἀντιστρεφομένων, αἰτοῦμαι δὲ ἐπὶ τῶν ἀντιστρεφομένων. B.

43. ὣς ἔφατο] μετηνέχθησαν οὐ δεόντως ἐντεῦθεν εἰς τὰ περὶ τῆς [*](12. τὴν Ἀσωπίδα] Vid. Pausam. 22. ἐπιφερομένου δασέος H. ἐπιφε- 2, 5. et alios. BUTTM. ρόμενον μετὰ δασέος B.P. 13. ἀφʼ οὗ οἱ Φ.] καὶ ἐξ αὐτοῦ φ. 23. ὄσχος] ὤσχος H. ἐσθής B. T. 25. ἐξαίρετα ἔλαβεν om. P.V. 15. ἀγχίθεοι] τὸ δὲ ἀγχίθεοι T. 32. μετηνέχθησαν] Versus 43 —)

245
Ἀθηνᾶς ἐν α΄ λεγόμενα (α, 96.) καὶ εἰς τὰ περὶ Ἑρμοῦ ἡνίκα ἀπʼ Ὀλύμπου εἰς τὴν Τροίαν κάτεισιν (Il. ω, 339.). H.P.Q.

διάκτορος] ἐκ τοῦ διάκτωρ διάκτορος. καὶ μετάγεται ἡ γενικὴ εἰς εὐθεῖαν. ἢ παρὰ τὸ διάτορος ὁ μεγάλως φωνῶν, πλεονασμῷ τοῦ κ. E.

45. τά μιν φέρον] ὁ λόγος γὰρ ἐν χάρταις γραφόμενος φέρεται διά τε θαλάσσης καὶ ξηρᾶς καὶ πανταχοῦ. τοῦτο γὰρ αἰνίττεται τὸ καὶ ἐφʼ ὑγρὴν καὶ ἐπʼ ἀπείρονα γαῖαν. B.

47. εἵλετο δὲ ῥάβδον] λόγου παραίνεσιν νοητέον τὴν τοῦ Ἑρμοῦ ῥάβδον, ὥστε ψυχὰς μὲν τεταραγμένας παύειν, ἐκλελυμένας δὲ διε. γείρειν. E.V. ὀρθότητα λόγου σημαίνει ἡ ῥάβδος. τοὺς μὲν νή- φοντας κηλεῖ, τοὺς δὲ ἠκαιρημένους ὀρθοῖ, καὶ ψυχὰς παραγομένας παύει, ἐκλελυμένας δὲ διεγείρει. H.P.Q.T. οὐδὲν δέ φασιν ὄφελος ἐνθάδε ῥάβδου, ὥσπερ ἐν Ἰλιτάδι (ω, 445.) πρὸς τὸ κοιμίσαι τοὺς πυλωρούς. οὐ συνορῶσι δὲ ὅτι ἴδιά τινά ἐστι θεῶν φορήματα, ὡς εἴ τις μέμφοιτο ὅτι Ποσειδῶν εἰς Αἰθιοπίαν πορευόμενος τὴν τρίαιναν ἔχει. P.Q.T.

Ἄλλως. κατὰ τὰς κοινὰς Ἀθηνᾷ μὲν ἔγχος, Ποσειδῶνι δὲ τρίαιναν, Ἑρμῇ δὲ ῥάβδον παρατίθησιν. λόγος γὰρ ὢν τοὺς μὲν λυσσῶντας καταπραΰνει, τοὺς δὲ χαλίφρονας μεριμνητὰς λόγων ἐργάζεται. H.P.Q. βραχὺ τὸ α τοῦ ῥάβδον. P.

[*](49. iisdem verbis perscripti legun- κοιμίσαι] κατακοιμῆσαι T. tur Il. ω, 339–345., pluribus vero 15. φορήματα] φρονήματα H.Q. mutatis vel additis in Odyssea α, 16. τὴν τρίαιναν ἔχει] διατί τρίαιναν 96–101., ubi 97–101. προηθετῆ- ἔχει P.Q. Correxi ex T. in quo est σθαι (ab Aristophane) dicuntur in ἔχει τὴν τρίαιναν. scholiis. 19. λόγος γὰρ ὢν τοὺς λυσσῶντας] ὁ 1. Ἑρμοῦ] ἐμοῦ H.P. λόγος γὰρ τοῦς μὲν λυποῦντας T. Verba 9. παραίνεσιν] ὀρθότητα V. λόγος γὰρ ὢν—ἐργάζεται habet etiam 11. ὀρθότητα λόγου σημαίνει T. in E., sed supra lin. 10. post διεγεί- quo hoc scholion praefixo ἄλλως le- ρειν. gitur post scholion proximum. ὀρ- 20. λόγων om. P.Q. θοτάτου λόγου σημεῖον ceteri. 21. ἐργάζεται] Post hoc verbum 12. ἠκαιρημένους] εἰκῆ ἐρριμμένους T. T. pergit, ἐκ τοῦ Ἡρακλείτου. καὶ παραγομένας H. παραγενομένας P. μὴν καὶ ἡ Καλυψὼ——οὐδὲν ἐν ἀν- Q. Illud confirmat etiam T. qui θρώποις λόγου. (Haec ex scholio ad ψυχὴν παραγομένην habet, licet in v. 85.) Tum sequuntur verba ex plurali ἐκλελυμένας consentiat. Heraclito (c. 68.) excerpta δεῖ δὲ 13. διεγείρει] ἐγείρει T. ἡμᾶς—ἀφορμὴν χαρίζεσθαι, de quibus δέ om. T. v. ad v. 121. φασιν] φησιν Q. ῥάβδον] In codicibus interdum 14. ῥάβδου] τῆς ῥάβδου T. ῥάβδος scribitur.)
246

50. Πιερίην] ὄρος Μακεδονίας Μουσῶν ἱερόν. E.Q.V. ἐπίηρος γὰρ ὁ λόγος. E.Q. ὄνομα ὅρους ἐν τῇ Θρᾴκῃ. B.

Πιερίης ἐπιβὰς] ἀναγκαῖον τὸ ἔπος, ὅτι ὄρος Ὄλυμπος θεῶν οἰκη- τήριον κατὰ τὸν ποιητήν. εἰς δὲ τὸ “ἐξ αἰθέρος” βραχὺ διασταλτέον. δαιμονίως δὲ ἐπὶ μὲν τοῦ ἐδάφους ἐπιβῆναι, ἐπὶ δὲ τῆς θαλάσσης ἐμπεσεῖν φησι. H.P.

ἐξ αἰθέρος ἔμπεσε] ἀθρόως, οἰκειοθελῶς, ὡς οἱ νήχοντες. E.

51. λάρῳ ὄρνιθι ἐοικώς] τὴν ὁρμὴν, οὐ τὸ σῶμα. λάρος δὲ ὄρνεον θαλάσσιον. V. κατὰ τὴν ὁρμὴν, οὐ κατὰ τὴν μορφὴν, ὡς καὶ “Ἶρις μολυβδαίνῃ ἰκέλη (Il. ω, 80.). P.

διὰ τί λάρῳ καὶ μὴ ἀετῷ ἐοικὼς ἢ ἄλλῳ τινὶ τοιούτῳ; διότι οὔτʼ ἀετὸς οὔτʼ ἄλλο τι χερσαῖον ὄρνεον δύναται πλέειν ὡς τῶν πτερῶν ἠραιωμένων ὄντων, ὁ δὲ λάρος θαλάσσιος καὶ πυκνότερος. καὶ οὐκ ἦν ὁμοιωθῆναι ἄλλῳ τινὶ θαλασσίῳ διʼ εἶδος, ἀλλὰ διὰ τὸ λαμπρὸν καὶ λευκὸν τοῦ θεοῦ· τοιοῦτος γὰρ καὶ ὁ λάρος· ὡς τῷ ἡλίῳ ὁ κύκνος ἀνατίθεται. E.

52. ἀτρυγέτοιο] ἢ τὴν μὴ τρυγωμένην διὰ τὸ πικρὸν τοῦ ὕδατος, ἢ τὴν ἣν οὐ δύναταί τις τρυγῆσαι διὰ τὸ πολὺ τοῦ ὕδατος. B.

53. ἰχθῦς ἀγρώσσων] ἡ ἀμφιβολία τῆς διαστολῆς οὐδὲ τοὺς ἐξηγησαμένους ἔλαθεν. ἤτοι γὰρ ἀγρώσσων πυκινῶς, ἢ πυκνοτέρα ἡ [*](1. ἐπίηρος] ἐπίερος E.Q. Correxi 20. ἢ πυκνοτέρα ἡ πύκνωσις] Simi- ex Eustath. p. 1522, 44. litudo verborum hic quoque lacu- 4. κατὰ τὸν ποιητήν] Rationem nam protulit, sic fere supplendam: quære ad v. 55. BUTTM. Conf. ἢ, πυκινὰ πτερά. τῶν γὰρ πτερῶν ἐν schol. Il. ξ, 266. et Lehrs. Ari- τοῖς θαλασσίοις πυκνοτέρα ἡ πύκνωσις starch. p. 170. κ. τ. λ. BUTTM. Lacunam recte 6. φησι om. P. animadvertit Buttmannus, sed pa- 9. ὁρμὴν, οὐ κατὰ τὴν addidit rum probabiliter explevit servato Buttm. πυκνοτέρα ἡ πύκνωσις, quod πυκνοτέρα 15. λάρος Struvius. λόγος E ἡ πτέρωσις dicendum fuisset. Lo- 19. ἡ ἀμφιβολία τῆς διαστολῆς] Du- cum integriorem in libro suo legit bitarunt utrum πυκινὰ pro adverbio neglectus hic ut alibi a Buttmanno πυκινῶς acceptum cum verbo ἀγρώσ- Eustathius p. 1522, 60. —πυκινὰ σῶν conjungendum esset, an πυκινὰ πτερὰ δεύεται ἅλμῃ· τοῦτο δὲ ἴδιον τῶν πτερὰ dixisset poeta: quem vix ἐναλίων ὀρνίθων, οἶα τῆς φύσεως, ὥς φησι opus moneri non lam absurde lo- Πίος (scr. Πῖος), τὴν πύκνωσιν πα- cuturum fuisse ut adverbio πυκι- ρεσχημένης τοῖς ἐξ ὑγρῶν ποριζομένοις τὸ νῶς adjectivum praeferret πυκινά ita ζῆν, ἵνα μὴ ῥᾳδίως πρὸς τὴν σάρκα δι- collocatum ut nemo non cum πτερά ικνούμενον τὸ ὑγρὸν πημαίνῃ αὐτήν. Ex sit conjuncturus, quum praesertim quibus colligi potest scholiastae πυκινός vel πυκνός frequens sit ala- verba sic fere esse redintegranda, rum epitheton. ἤτοι γὰγ ἀγρώσσων πυκινά, τουτέστι πυ-)

247
πύκνωσις τυγχάνει, τῆς φύσεως πρὸς τὴν χρείαν αὐτοῖς ταύτην σκέπην πορισαμένης, ὡς μὴ ῥᾳδίως πρὸς τὴν σάρκα διικνούμενον τὸ ὑγρὸν πημαίνοι. H.P.Q. τὸ πυκινά δύναται καὶ τὸ πυκνῶς καὶ τὸ πυκνά. P.

54. τῷ ἴκελος—] προσέθηκέ τις οὐ δεόντως τὸν στίχον. καὶ μέντοι καὶ βραδύτερον πορεύεται μὴ χρώμενος τῷ ἰδίῳ τάχει, ἀλλʼ ἐποχούμενος κύμασι καὶ μιμούμενος λάρον κατὰ τὸ ἔπος. H.P.Q.

55. ἀλλʼ ὅτε δὴ τὴν νῆσον] πρὸς τὰ περὶ τῆς πλάνης, ὅτι πόρρω που ἐν ἐκτετοπισμένοις τόποις ἀορίστοις. φησὶ γοῦν τηλόθι που τὴν νῆσον εἶναι. καὶ πρὸς τὰ περὶ Ὀλύμπου σεσημείωται. εἰ γὰρ μὴ ἀπὸ Μακεδονίας ὁ θεὸς ἐξορμᾷ, ἀλλʼ ἄνωθεν ἐξ οὐρανοῦ, οὐκ ἂν πολ- λὴν ἐπῆλθεν, ἕως εἰς τὴν νῆσον παραγένηται, ἀλλʼ εὐθὺς βουληθεὶς κατὰ κάθετον γενόμενος. P. Q.

56. ἤπειρονδε] τὸ ἤπειρον ἄμεινον τοῖς ἄνω συνάπτειν· ἐκβὰς ἐπὶ τὴν ἤπειρον ἐκ τῆς θαλάσσης. P.Q. καταχρηστικῶς ἀντὶ τοῦ ἐπὶ τὸ ξηρὸν, ὡς καὶ ἐπὶ τῆς Ἰθάκης “ἠπείρῳ ἐπέκελσεν” (ν, 114.). H.P.T.

57. ᾧ ἔνι] ἐν ᾧ. V.

58. τέτμεν] κατέλαβεν. ἐκ μεταφορᾶς τῶν τὴν ὁδὸν τεμνόντων καὶ καταλαβόντων τὸ διωκόμενον. τὸ δὲ τέτμεν, τέτομεν, καὶ ἐκ- βολῇ τοῦ ο, ὡς τὸ ἴδομεν ἴδμεν. E. τέτμεν ἀντὶ τοῦ μετὰ σπου- δῆς καὶ συντομίας κατέλαβεν. B.

59. τηλόσε] πόρρω. V.

60. εὐκεάτοιο] ἢ εὐτρίπτου, ἢ εὐκαύστου. B. εὐσχίστου εἶδος δένδρου, ἢ εὐκαύστου. E. εὐκατακλάστου. Q. εὐσχίστου, ἢ λῶς καιομένου. T. εὐκατασκευάστου, εὐκλάστου, εὐσχίστου. V.

[*](κινῶς, ἢ πυκινὰ πτερά· τοιαύτη γὰρ, ὥς hæc haud dubie Aristarchi nota: φησι Πῖος, τῶν ἐναλίων ὀρνίθων ἡ vid. Lehrs. Aristarch. p. 250. πύκνωσις τυγχάνει, τῆς φύσεως etc. 9. ἐκτετοπισμένοις] De hoc usu Pii aliquoties in scholiis ad Odys- verbi v. Lehrs. l. c. p. 254. seam mentio it. 10. σεσημείωται] Hoc verbum in 1. φύσεως] χρήσεως H. Q. omissum et ejus loco, in Me- 3. πημαίνοι] ποιμαίνει H.P.Q. Cor- diol. certe, ad sequentia novum rexi ex verbis Eustathii. lemma Ἔνθ᾿ ἐκ πόντου βάς positum 5. προσέθηκέ τις—] Scholion in est. BUTTM. H.P.Q. versui 51. adscriptum huc 12. παραγένηται] παραγίνεται P. transtuli cum Eustath. p. 1522, 62. 24. εὐτρίπτου Buttm. pro εὐπίπτου. 8. πρὸς τὰ περὶ τῆς πλάνης—] Conf. 26. εὐκατασκευάστου] εὐκατακεά- schol. δ, 556. ζ, 204. Est autem στυο Struvius.)
248

61. γράφεται καὶ οὕτως, δαιομένων, νύμφη δὲ ἐϋπλοκαμοῦσα Κα- λυψώ. H.P.Q.

62. ἱστὸν ἐποιχομένη] διότι μέγα ἦν, ἐπορεύετο κάμνουσα αὐτό. E.

64. κλήθρη] εὕρηται ὁ αἴγειρος καὶ ὁ πρῖνος, τὸ δὲ κυπάρισσος μόνον θηλυκῶς. H.P.Q. T.

65. τανυσίπτεροι] οἱ ἐν τῇ πτήσει τείνοντες τὰ πτερά. σκῶπες δὲ ὄρνεα νυκτονόμα κακόφωνα. B.P.Q.V. σκαιόπες οὖν τινές. V. σκῶπες παρὰ τὸ σκαιὰν ὄπα ἔχειν, ἢ παρὰ τὸ ἐν τῇ σκιᾷ, ἤγουν τῇ νυκτὶ, τὴν ὦπα ἔχειν. T.

66. τανύγλωσσοι δὲ μεγαλόγλωσσοι. τὰς αἰθυίας δέ φησι. B. P.Q.

67. θαλάσσια ἔργα] αἱ ἐν τῇ θαλάσσῃ διατριβαί. P.V. μέμηλεν] γρ. μεμήλει. H.

68. ἡ δʼ αὐτοῦ τετάνυστο] διὰ τοῦ ἡ ἐμφαίνει τὴν ἀναφορὰν καὶ ἐξοχὴν τῆς ἀμπέλου πρὸς τὰ ἄλλα δένδρη. H. τὴν ἄμπελον τε- τάσθαι περὶ τὸ) σπήλαιόν φησιν ὥσπερ στέφανόν τινα. εὐμορφοτέρα δὲ γίνεται ἄμπελος βότρυσιν ἀνθοῦσα, ὃ δηλοῖ διὰ τοῦ ἡβώωσα. P.Q.

69. ἡμερὶς ἡβώωσα] τὴν ἄμπελον εἶπεν· ἅπαξ δὲ ἐνταῦθα τὸ ὄνομα· πρὸς ἀντιδιαστολὴν τῆς ἀγρίας. E.P.Q. τὸ ἡβώωσα ἀντὶ τοῦ ἀκμάζουσα. E.Q.

71. πλησίαι ἀλλήλων] ὅρα τὴν τάξιν. οὐ γὰρ τῷ περὶ τῶν δέν- δρων λόγῳ καὶ τοὺς λειμῶνας ὑπέθηκεν, ἀλλʼ εἰπὼν περὶ τοῦ ὕδατος, τοὺς ὑπʼ αὐτοῦ ἀνθοῦντας λειμῶνας δείκνυσιν. Q.T.

ἄλλυδις ἄλλη] ἄλλη ἀλλαχοῦ. τὸ ἄλλη εὐθεῖά ἐστιν, ὅθεν ἄνευ τοῦ ι γραπτέον. V. ἄλλυδις ἀντὶ τοῦ ἀλλαχοῦ. τὸ δὲ ἄλλη εὐθεῖα, ὅθεν οὐδὲ τὸ ἰῶτα προσγραπτέον. P.

72. λειμῶνες μαλακοὶ] κακῶς τινες περιέσπασαν, ἵνʼ ᾖ μαλακοὶ, [*](5. μόνον] μόνως H. 15. τετάσθαι περὶ correxi pro πε- 8. σκιᾷ] σκαιᾷ T. Correxi ex ριπετάσθαι. Eustathio p. 1523, 56. Porro in T. 17. διὰ τοῦ] διὰ τὸ P.Q. σκῶπες: σκαιοὶ τὴν ὄπα ὄρνιθες, καὶ ἕτερα 25. Recte Barnes. e MSS. suis μεγαλόγλωσσα τὰς αἰθυίας φασί:— pro ἐπίρρημα reposuit εὐθεῖα (v. mox 10. αἰθυίας] αἰθάλας Q. Conf. Pal.) laudans simul schol. ad 369. schol. α, 441. ubi est ἄλλῃ ἐπίρρημά ἐστι καὶ μετὰ 14. ἡ δ᾿] Sic lemma cod. Pal. τοῦ ἰῶτα γραπτέον. BUTTM. pro ἠδ᾿. Nam e Q. lemma tantum 28. μαλακοὶ, ἁπαλοί] Scr. μαλα- affertur αὐτοῦ τετάνυστο. BUTTM. κοῦ, ἁπαλοῦ, quorum verborum po-)

249
ἁπαλοί. ἀλλαχοῦ γὰρ λέγει “ὑδρηλοὶ μαλακοί” (Od. ι, 133.). V. τινὲς δὲ περισπῶσιν, ἵνʼ ᾖ κατὰ συναλοιφὴν τὸ μαλακοί, οὐκ εὖ. H.

ἴου ἠδὲ σελίνου] τὸ ἴον εἶδος βοτάνης πλατυφύλλου ὅμοιον σε- λίνῳ. T. τὸ σέλινόν τινες ἐτυμολογοῦσιν ὅτι σευόμενον ἐξ ἕλους. ἔστιν ὅτε καὶ τὸν Ὅμηρον ἐτυμολογοῦντα προσθεῖναι ἑλεόθρεπτόν τε σέλινον. δυνάμει γὰρ τὸ τρέφεσθαι σημαίνει τὸ σεύεσθαι. διώκεται γὰρ ἀπὸ τῆς αὔξης τὰ τρεφόμενα. λύειν γὰρ τὴν στραγγουρίαν τῶν ἵππων τὴν ἐκ τάσεως πολλῆς ἢ ἀργίας γινομένην τὸ σέλινον. ὅθεν καὶ τὸν Ὅμηρον τεχνικῶς φῆσαι ἐπὶ τῶν Ἀχιλλέως ἵππων “λωτὸν ἐρεπτόμενοι ἑλεόθρεπτόν τε σέλινον ἕστασαν” (Il. β, 776.). B.

74. θηήσαιτο] ἀντὶ τοῦ θαυμάσειεν. ἐν δὲ τοῖς ἑξῆς ἡμῖν συνή- θως “ἔνθα στὰς θηεῖτο.” P.

75. θηεῖτο] ἐθεᾶτο. H.

76. θηήσατο] ἐθεᾶτο, ἐθαύμασεν· πρόσκειται γὰρ τῷ θυμῷ. H.

79. οὐ γάρ τʼ ἀγνῶτες] οὐ γὰρ τῷ προεωρακέναι, ἀλλὰ κατά τινα θείαν δύναμιν ἐγνώρισεν ἰδοῦσα ἡ Καλυψὼ τὸν Ἑρμῆν. ψεύδεται οὖν Ὀδυσσεὺς ὅταν λέγῃ “ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠϋκόμοιο· ἡ δʼ ἔφη Ἑρμείαο διάκτορος αὐτὴ ἀκοῦσαι” (α, 389.). οὐδέπω γὰρ αὐτὸν ἑωράκει. τὸ δʼ “εὐδ᾿ εἴ τις ἀπόπροθι δώματα ναίει,” πρὸς τὰ περὶ τὼν θεῶν οἰκητήρια συμβάλλεται. ὡς γὰρ ἐπὶ ὑποκειμένων τό- πων τὰ τῶν διαστημάτων λαμβάνει. P.Q.

80. οὐδʼ εἴ τις] Ἀρίσταρχος, οὐδʼ ἥτις. H.P.

Ἀρίσταρχος, ναίει, ὁριστικῶς. H.P.

81. οὐδʼ ἄῥ Ὀδυσσῆα] ἑτέρα δὲ ἐπίτασις τῆς Ὀδυσσέως ἐγκρα- τείας, εἴ γε τὰ οὕτως ἐπαγωγὰ περιορᾷ. ἔοικε δὲ ὁ ποιητὴς ἐφʼ [*](sterius interpretamentum est, et 14. πρόσκειται γὰρ τῷ (fort. τὸ) quidem violæ tantum aptum, non θυμῷ] Hæc verba habet etiam P. prato. Sed mirum, hanc varieta- 15. προεωρακέναι] Recta scriptura tem μαλακοῦ pro μαλακοί, solo ac- προεορακέναι est, sed ω relinquen- centu indicari, τινὲς περιέσπασαν: ut dum scholiastis aliisque inferiorum dixeris derivatum hoc ex antiquio- temporum scriptoribus. ris grammatici libro, cui ante ocu- 23. ὁριστικῶς] Erant igitur qui los fuisset prisca scriptura ΜΑΛΑ- legerent ναίοι. PORSON. ΚΟΙΟ h. e. μαλακοῦ ἴου, vel μαλακοὶ ἑτέρα δὲ ἐπίτασις H. ἑτέρα δὲ om. ἴου. BUTTM. Probabilius Cobetus T. ἐτεὸν ἐπίτασις Q. ἄλλως. ἐπίτασις conjicit fuisse qui μαλακοῖʼ ἴου scri- P. in quo hoc scholion subjunc- berent, quod merito ut imperite tum est scholio ad v. 82. excogitatum notat scholiasta, quum 25. ἔοικε δὲ (καὶ add. H.Q.)—] litera ο genitivi illius elidi non pos- Inde ab his verbis hoc scholion sit. σίου var. lect. ap. Eustath. spectat potius ad v. 75. BUTTM. 3. σελίνῳ correxi pro σελίνου.)

250
ἑαυτῷ ἐπιφθέγξασθαι, ὡς τὸ τοιοῦτον ἀναπλάσας χωρίον τῷ λόγῳ ωστε κρατεῖν καὶ θεῶν ὄψεως. δύο δὲ τρόποι ἐμφάσεως, ὁ μὲν διὰ τῆς καθʼ ἕκαστον ἐπεξεργασίας, ὁ δὲ διὰ τοῦ συμπεράσματος. H.P.Q.T.

Ἄλλως. τὸ μὲν εἰς τὸ περιπαθὲς, οἷος Ὀδυσσεὺς ἐν τῇ νήσῳ ἀπειλημμένος καὶ διημερεύων ἐπὶ τῇ ἀκτῇ. σιωπᾷ δὲ τοῦ εὐπρεποῦς χάριν· οὐ γὰρ ἔδει περὶ τοῦ παρόντος τοῦ ἀνδρὸς ἀπερικαλύπτως θεοὺς ἀλλήλοις διαλέγεσθαι. H.P.Q.

82. ἔνθα πάρος περ] τὸ “ἔνθα πάρος περ” μεταξὺ ἀναπεφώνηται. καὶ ἔστι πλήρης ὁ λόγος μέχρι τοῦ “θυμὸν ἐρέχθων,” ὡς μάτην προσ- κεῖσθαι τὸν μετʼ αὐτὸν ἑξῆς “πόντον ἐπʼ ἀτρύγετον δερκέσκετο δά- κρυα λείβων.” P.Q.

83. στοναχῇσι] διὰ τοῦ ε στεναχῇσιν αἱ Ἀριστοφάνους. H.P.

ἐρέχθων] μίμημα φωνῆς ἐπὶ στεναγμοῦ ἐξερχομένης. B.E.H. διασχίζων, κατατέμνων· ὅθεν καὶ ἐρεικτὰ ὄσπρια. ἢ ἐν αὐτῷ λυ- πούμενος καὶ στένων. B.E.H. τὸ δὲ ἐρέχθων, κατατέμνων, δια- σχίζων· ὅθεν καὶ ἐρικτὰ ὄσπρια. πλεονασμὸς δὲ τοῦ χῖ. P.T. ἐρέχθων, ὡς κατέσθων. δῆλον δὲ ἐκ τοῦ, “νῆα θοὴν ἰθύνει ἐρεχθομένην ἀνέ- μοισι” (Il. ψ, 317.). P. στένων, λυπούμενος βαρέως, δαμάζων τὴν ψυχήν. P. καταπίνων ἐν ἑαυτῷ, στένων, λυπούμενος βαρέως. Q.V.

84. ὁ στίχος οὗτος περιττός· ὁ γὰρ προκείμενος ἀρκεῖ. H.P.

85. Ἑρμείαν δʼ ἐρέεινε Καλυψὼ] ἐκ τοῦ Ἡρακλείτου. καὶ μὴν καὶ ἡ Καλυψὼ τὴν πειθὼ τῶν ποικίλων παῤ Ὀδυσσέως λόγων Ἑρμῆν προσηγόρευσε, μόγις μὲν, ἀλλʼ ὅμως καταθέλξαντος αὐτοῦ τὸν [*](1. χ. τῷ λόγῳ] τῷ λόγᾳ χ. H. et Aristoph. p. 21. Στεναχή per ε qui τὸ ante τοιοῦτον om. T. scriptum etiam Ζenodotus proba- 6. τῇ ἀκτῇ. σιωπᾷ δὲ Buttm. pro vit: vid. schol. Il. ω, 512. τῇ ἀκτησίω (in P. ἀκτησία, ut vide- 15. ἐρεικτὰ Buttm. ἐριεικτὰ B.E. tur) περὶ δὲ—. ἐρεχθὰ H. σιωπᾷ] Tacitus enim Mercurius 17. π. δὲ τοῦ χῖ om. P. Fuerunt antrum intrat neque Ulyssem sta- qui ἐρέχθων pro ἐρέθων dictum acci- tim requirit. Cf. schol. 96. BUTTM. perent: vid. Eustath. p. 1524,64. 9. In Pal. lemma habet πάρος γε, 21. ὁ στίχος—] Conf. schol. ad sed scholium περ. Porsonus: “Ἔνθε 82. et 158. πάρος γε scholiis præfigitur.” BUTT. 22. ἐκ τοῦ Ἡρακλείτου (Alleg. c. 11. δερκίσκετο P. δερδέσκετο Q. 67. p. 132. ed. Mehler.) addidi ex Quod v. 84. in textu habet H. T. 13. αἱ Ἀριστοφάνους] Sic etiam in καὶ μὴν T. ναὶ μὴν E. schol. Il. θ, 513. Sed una tantum 24. μόγις T. ut ap. Heraclitum. fuit Aristophanis editio: unde ἡ μόλις E. Ἀριστοφάνους utrobique Nauck. de καταθέλξαντος T. καταθέλγεται E.)

251
ἔρωτα τῆς νύμφης, ἵνʼ εἰς Ἰθάκην προπεμφθείη. διὰ τοῦτο ὄρνιθι προσωμοιωμένος Ἑρμῆς ἐλήλυθεν ἀπʼ Ὀλύμπου, πτερόεντα γὰρ τὰ ἔπη κατὰ τὸν Ὅμηρον, καὶ τάχιον οὐδὲν ἐν ἀνθρώποις λόγου. E.T.

88. θαμίζεις] ἀντὶ τοῦ ἐθάμιζες, παρεγένου οὐδʼ ὅλως. B.P.Q. οὐ λέγει ὅτι παραγίνῃ μὲν, οὐ θαμὰ δὲ, ἀλλʼ ὅτι οὐδʼ ὅλως παραγίνῃ. ὡς ἐπὶ τοῦ “ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν, ἐπειδὴ λίπε δῶμα Καλυψοῦς” (θ, 451.). B.P.Q.T.

90. εἰ δύναται] τοῦτο πρωθύστερον. ὤφειλε γὰρ πρῶτον εἰπεῖν τὸ “εἰ τετελεσμένον ἐστίν,” εἶτα “εἰ δύναμαι τελέσαι.” E.

εἰ τετελεσμένον ἐστί] εἰ φύσιν ἔχει τοῦ δύνασθαι τελειωθῆναι, ἢ δυνατόν ἐστι γενέσθαι. T.V.

93. κέρασσε δὲ νέκταρ ἐρυθρόν] ἀντὶ τοῦ ἔχεεν. οὐ γὰρ κιρνᾶται τὸ νέκταρ. B.E.Q.

κέρασσε δὲ νέκταρ ἐρυθρόν] εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ τὸ νέκταρ, διὰ τί αὐτὸ ἡ Καλυψὼ τῷ Ἑρμῇ κεράσασα δίδωσιν; εἰ γὰρ κεκέρασται σὺν ὕδατι, οὐ μόνον τὸ νέκταρ, ἀλλὰ καὶ τὸ ὕδωρ πίνου- σιν. καίτοι, φησὶ, ψιλὴν ἀμβροσίαν παρέθηκε, “κέρασσε δὲ νέκταρ ἐρυθρόν.” λύων οὖν ὁ Ἀριστοτέλης τὸ κέρασσε, φησὶν, ἤτοι τὸ μῖξαι ἄλλο ἄλλῳ ὑγρῷ δηλοῖ, ἢ τὸ ἐγχέαι· ἄμφω γὰρ δηλοῖ τὸ κερά- σαι. νῦν οὖν τὸ “κέρασσε δὲ νέκταρ ἐρυθρόν” οὐ τὸ μῖξαι δηλοῖ, ἀλλὰ ψιλῶς ἐγχέαι. T.

εἰ μηδὲν ἄλλο πίνουσιν οἱ θεοὶ ἢ νέκταρ, πῶς ἡ Καλυψὼ αὐτὸ κιρνᾷ ὕδατι; ἔστιν οὖν ψιλῶς ἀντὶ τοῦ ἐνέχεεν ἀπὸ τῆς ἀρχαίας συνηθείας. εἰς κέρας γὰρ ἐγχέοντες ἔπινον. ἢ ὅτι τὸ κέρασε κατὰ τὸν Ἀριστοτέλην, ὡς ὁ Πορφύριος λέγει, οὐ μόνον δηλοὶ τὸ ἄλλῳ ὑγρῷ, ἀλλὰ καὶ τὸ ἐγχέαι ψιλῶς. B.E.Q.

94. 95. εὐτελεῖς κατὰ τὴν σύνθεσιν καὶ κατὰ τὴν διάνοιαν οἱ στί- χοι. H.P.

96. καὶ τότε δή μιν ἔπεσσιν] δαιμονίως οὐκ εὐθὺς ἀποκρίνεται τῆς παρουσίας τὴν αἰτίαν, ἀλλʼ ὡς ἀναγκαζόμενος ὑπʼ ἐκείνης ἧκεν [*](1. προπεμφθείη] πεμφθείη E. 22. εἰ μηδὲν— ἀντὶ τοῦ ἐνέχεεν] 2. προσωμοιωμένος] προσομοιούμενος T. Hæc etiam in P. Ἑρμῆς] ὁ ἑρμῆς E. 27. 28. Porsonus ob incertum 3. ἐν ἀνθρώποις λόγου T. λόγου πα- hujus scholii positum conjiciebat ρὰ τοῖς ἀνθρώποις E. pertinere illud ad 94. 95. In P. 19. ἄλλο—δηλοῖ, ἢ τὸ—ἄμφω γὰρ scriptum est interiori margine in- δ.] τὸ ἐγχέαι ἄλλο—δηλοῖ τὸ—ἄμφω cipiens ob angustiam a v. 96. et δ. T. desinens proxime ante 98. BUTT.)

252
ἐπὶ τὴν ἀπόκρισιν· οἷόν ἐστι καὶ τὸ ἐπιφερόμενον, κέλεαι γὰρ, οὐχ ὡς ἡδέως λέγων, ἀλλὰ διὰ τὴν ἐρώτησιν. P.Q

99. οὐκ ἐθέλοντα] ἐκ τούτου ἐμφαίνεται ἀκουσίως ἀφῖχθαι. V.

100. τίς δʼ ἂν ἑκὼν] πρόσκειται καὶ τῆς ἀκουσίου παρουσίας ἡ αἰτία τὸ μῆκος τῆς ὁδοῦ. P.Q.

ἁλμυρὸν ὕδωρ] σαφῶς ἐδήλωσεν Ὅμηρος ὅτι ἔξω τῆς καθʼ ἡμᾶς θαλάσσης ἡ τῆς Καλυψοῦς νῆσος τυγχάνει. B.E.P.Q.T.

101. ἄσπετον] τοῦτο δύναται κομματικῶς ἀναπεφωνῆσθαι κατʼ εὐθεῖαν, ὡς ἐκεῖ “νήπιος, οὐδὲ τὰ ᾔδη” (Il. β, 38.). εἰ δὲ συνάπτοιτο τοῖς ἄνω, αἰτιατική ἐστιν. P.Q.

102. ἑκατόμβας] λείπει ἔξωθεν, ἵνα μεταλήψηταί τις βρώσεως τοσοῦτον τόπον ἐρχόμενος. B.

103. ἀλλὰ μάλʼ οὔπως] τῷ μὲν δοκεῖν ὑπὲρ ἑαυτοῦ ἀπολογεῖσθαι, ὅτι ἀναγκαῖον ἦν ἐπακοῦσαι Διὶ, ἔργῳ δὲ κἀκείνην παρασκευάζει δέξα- σθαι τὰ πράγματα. οὐ γὰρ δυνατὸν παρακούειν Διός. P.Q.

104. οὔτε παρεξελθεῖν οὔθʼ ἁλιῶσαι] οὔτε μάταιον ἡγήσασθαι, οὔτε παρεξελθεῖν καὶ ἀπειθῆσαι. Q.V. ἁλιῶσαι, ματαιῶσαι. P. ἐκ πλήρους ὁ τέ, οὔτε ἁλιῶσαι· ἢ ὑποστικτέον εἰς τὸ ἁλιῶσαι λείποντος τοῦ ἐρῶ· ἢ στικτέον, ἵνʼ ᾖ ἀπόδοσις τῶν ἀνωτέρων. P.

105–111. περιττοὶ οἱ στίχοι καὶ πρὸς τὴν ἱστορίαν μαχόμενοι. οὐ γὰρ καθʼ ὃν καιρὸν ὑπὸ τῆς Ἀθηνᾶς ὁ ἄνεμος ἐκινήθη καὶ οἱ ἄλλοι ἀπώλοντο, Ὀδυσσεὺς τῇ νήσῳ προσηνέχθη. οἱ δὲ τελευταῖοι δύο ἐκ τῶν μετὰ ταῦτά (133. 134.) εἰσι μετενηνεγμένοι. P.Q.

105. ἄνδρα] ἄνδρα τινὰ ἐξ ἐκείνων τῶν ἀνδρῶν οἳ ἐν Ἰλίῳ ἐμά- χοντο. Q.T.

φησί τοι ἄνδρα παρεῖναι ὀϊζυρώτερον] ἐξ ἀμφοῖν πρὸς πειθὼ παρα- [*](6. ἐδήλωσεν] δεδήλωκεν P. ad septem hos omnes versus. BUT. 9. ἐκεῖ—ᾔδη Buttm. pro ἐκενήϊος 23. μετενηνεγμένοι] μετηνεγμένοι P. οὐδὲ τὰ εἴδη. Q. 11. ἔξεθεν] ἑξῆς Maius. 26. φησί τοι (τὸν Maii editio) ἄν- 14. κἀκείνην Buttm. pro κἀκείνη. δρα—] His verbis lemma ὀϊζυρώτα- 20. Numeros 105—111. Maius τον praefixum in Maii editione. In posuit. In P. scholium hoc in an- P. lemma est φησὶ—ὀϊζυρότερον. Ap- gulo infimo paginæ, quæ desinit paret Majum hæc verba ipsi scho- in v. 110., et satis procul a textu lio tribuisse et lemma ὀϊζυρώτατον scriptum est. Porsonus ex H. superinduxisse ipsum. Porsonus: enotavit hoc tantum: “110. 111. “ὀϊζυρότερον semel schol. semel ὀϊζυ- περιττοὶ οἱ στίχοι.” Sed quicquid est, ρότατον:” nimirum illud in lem- hoc ex ipso scholio manifestum, mate, hoc in fine scholii: nam verba περιττοὶ οἱ στίχοι recte referri plane sic et bis quidem per ο in P.)

253
σκευάζει, ἔκ τε τοῦ ἀποσεμνύνειν τὸν Διὸς φόβον καὶ ἐκ τοῦ καθυ- βρίζειν τὴν περὶ τὸν οὕτως ταπεινὸν σπουδήν. διὸ οὐχ ἥρωα, οὐκ ἀρι- στέα, ἀλλʼ ἄνδρα ὀϊζυρώτατον αὐτὸν καλεῖ. P.Q.T.

106. ἀναστρεπτέον· ἔστι γὰρ περὶ ἄστυ, ὡς “ἀμφὶ πόλιν Καλυ- δῶνα” (Il. ι, 530.). H.P.

110. ἀπέφθιθεν] ἐφθάρησαν. V. ἀπέφθιθεν] ὡς κόσμηθεν. H. P.Q.

δαιμονίως τὰ τοῦ ἔρωτος ἐσιώπησεν· οὐ γὰρ ὅτι τοῦτον τὸν μά- ταιον ἄκοντα φησὶν ἀγαπᾷς, ἀλλʼ ἁπλῶς τέθεικε τὴν παρουσίαν αὐτοῦ. P.Q.

112. ἠνώγει] ἠνώγειν ἀντὶ τοῦ ἠνώγεεν, ὡς τὸ “ἤσκειν εἴρια καλά” (Il. γ, 388.) P.

113. τῇδε] ἐν ταύτῃ τῇ νήσῳ. H.P.T.

114. ἀλλʼ ἔτι οἱ μοῖῤ ἐστὶ] καὶ τοῦτο πειστικὸν, ἵνα καὶ αὐτὴ εἴξῃ τῇ εἱμαρμένῃ. ὑπερφυῶς δὲ ἐξεῖλε τοῦ λόγου τὴν Πηνελόπην, οὐ βουλόμενος λυπεῖν τὴν ἀγαπῶσαν ἐκ τῆς ζηλοτυπίας. H.Q.

116. ῥίγησεν] ῥιγῶ ῥιγώσω ἐπὶ κρύους, ῥιγῶ ῥιγήσω ἐπὶ φόβου. E.

118. σχέτλιοί ἐστε, θεοὶ] παρεκτικοὶ κακῶν ἅτινα οὐ δύναταί τις σχέσθαι καὶ τλῆναι. B. μὴ κρατοῦντες ἑαυτοὺς τῆς ὁρμῆς τοῦ θυμοῦ. ἀπὸ τοῦ σχῶ τὸ κρατῶ. ἢ οἱ σχετλιάζειν ἡμᾶς ποιοῦντες. E.

Ἄλλως. ἐπιλαμβάνονταί τινες τῆς Καλυψοῦς διαρρήδην ἀναι- σχυντούσης. ἀναισχύντου γὰρ χαλεπαίνειν μὴ ἐωμένην ἀνδράσιν εὐνάζεσθαι καὶ ἐπὶ τούτῳ αὐτῷ σχετλιάζειν. φαίνεται δὲ ὅτι οὐ διὰ τὸ κωλύεσθαι εὐνάζεσθαι σχετλιάζει, ἀλλὰ διὰ τὸ εὐλαβεῖσθαι μὴ ζήλῳ τῷ πρὸς αὐτὴν ἀποκτείνωσι τὸν Ὀδυσσέα. δηλοῖ δὲ τὰ παρα- δείγματα τὴν γνώμην αὐτῆς. ὑπομιμνήσκει δὲ ὅτι, ἐγὼ διὰ φιλαν- θρωπίαν σαώσασα κατεῖχον, εἰ καὶ ὁ Ζεὺς νῆα θοὴν ἀργῆτι κεραυνῷ βαλὼν ἐκέασεν ἐν μέσῳ πόντῳ. δηλοῖ δὲ καὶ τὸ φράσαι, αὐτάρ οἱ πρόφρων ὑποθήσομαι, τὸ πρόθυμον αὐτῆς εἰς τὸ σώζεσθαι τὸν Ὀδυσ- σέα, καὶ οὐδαμῶς διὰ τὸ ἐρωτικὸν πάθος σχετλιάζειν. οὐδὲ γὰρ οὐδὲ [*](BUTTM. In T. lemma φησί τοι 6. ἀπέφθιθεν] Vide ad η, 251. ἄνδρα, præfixo ἄλλως. BUTTM. P. 252, 26. πειθὼ] πειστικὸν Q. 8. ἐσιώπησεν· οὐ γὰρ—φησὶν Buttm. P. 253, 2. οὐκ ἀριστέα om. Q. pro οὐ γὰρ ἐσιώπησεν—φασὶν. 3. ἀλλ᾿ ἄνδρα ὁϊζυρώτατον] ἀλλʼ ἄν- 9. ἀγαπᾳς] ἀγαπῶν Q. δρα ὀϊζυρώτερον Q. ἀλλὰ ὀϊζυρότατον P.T. 14. πειστικὸν] πιστικὸν H. 4. ἔστι γὰρ om. P. 16. λυπεῖν H. ζητεῖν Q.)

254
δακρύουσαν πεποίηκε. σχέτλιοι γοῦν ὅτι γάμων φθονοῦσι θεαῖς φα- νερῶν, οὐ κρυφίων, καὶ ζηλήμονες ὅτι ἀναιροῦσι τοὺς εἰς γάμους προ- κριθέντας. καὶ σχετλιασμοῦ ἄξιον ὅτι πείσεται καὶ Ὀδυσσεὺς τὰ ὅμοια. καὶ τούτου πίστις, τοῦ μὴ διὰ πάθος αἰσχρόν σχετλιάζειν, τὸ ἑτοίμως ἔχειν ἀποπέμπειν, καὶ ὑποτίθεσθαι τότε τὰ σωτήρια, καὶ ὅτι διʼ ἔλεον κατεῖχεν ἐκ τοῦ ναυαγὸν λαβοῦσα τρέφειν καὶ φιλεῖν, καὶ ὅτι εἰ καὶ ἀπολέσθαι αὐτὸν κεκρίκασιν, ἐρρέτω. E. οὐ πάθους ἐρωτι- κοῦ κατηγοροῦσιν οἱ λόγοι τῆς Καλυψοῦς· οὐ γὰρ ἀσχάλλει τῷ ἔρωτι· δέδιε δὲ μὴ κατακληθεὶς ἀνὴρ αὐτῆς Ὀδυσσεὺς ἀναιρεθείη παρὰ τῶν θεῶν. ἄμφω γὰρ οἶδε, καὶ τὸν Δία κεραυνοβολήσαντα τὴν ναῦν Ὀδυσσέως, καὶ τοὺς θεοὺς ζηλήμονας ὄντας τοῖς ἀνδράσι τῶν θεαινῶν καὶ θάνατον αὐτοῖς ἀντὶ γάμων ἀλλασσομένους. τοῦτο δὲ δείκνυται διά τε τοῦ μὴ δακρῦσαι τὴν θεὸν, ἀλλὰ καὶ προθυμότερον ἀποστεῖλαι τὸν ἄνδρα, διά τε τοῦ λέγειν “ἐπεὶ οὔπως ἔστι Διὸς νόον αἰγιόχοιο ἐξαπατῆσαι, ἐρρέτω” (137.), ὡς τοῦ Διὸς ἐθέλοντος αὐτὸν κακῶσαι κατὰ θάλασσαν, καὶ διὰ τοῦ “αὐτάρ οἱ πρόφρων ὑπο- θήσομαι.” H.P.Q.T.

σχέτλιοί ἐστε, θεοὶ, ζηλήμονες] βραχὺ διασταλτέον ἐπὶ τὸ θεοί· ἐμφαντικώτερον γὰρ οὕτως. ἀμφίβολον δὲ τὸ ζηλήμονες, πότερον ὀρ- θῆς ἐστιν ἢ κλητικῆς. ἴσως δʼ ἄν τις καὶ μετὰ τὸ ἐστέ βραχὺ διαστέλλοι, συνάπτων οὕτως, θεοὶ ζηλήμονες, ὡς οὐ δεῖ θεοὺς ὄντας ζηλοτυπεῖν. H.P.Q. ζηλήμονες] ζηλότυποι· ἢ δηλήμονες, βλαπτι- κοί. V. γράφεται δηλήμονες. E.

ἄλλο ζηλωτής καὶ ἄλλο ζηλήμων. τὸ μὲν γὰρ ζηλωτής ἐπὶ καλοῦ. τὸ δὲ ζηλήμων ἐπὶ κακοῦ. E.

120. ἀμφαδίην] τὸ ἀμφαδίην ἑκατέροις δύναται προσδίδοσθαι. P. ἤν τις] γράφεται ἥτις, ἤτοι ὁποία. Q.

121. Οἰνεὺς τῆς Βοιωτίας ἦν βασιλεύς. οἱ οὖν θεοὶ βουληθέντες [*](9. τατακληθεὶς] κληθης (i. e. κλη- 28. Οἰνεὺς] Plane assentior Creu- θεὶς) T. zero (Melet. I. p. 51.) pro Οἰνεὺς 10. κεραυνοβολήσαντα correxi pro legendum esse Ὑριεύς. Vide eandem κεραυνοβλήσαντα. quam hic legimus historiam nar- 19. ἐμφαντικώτερον H. ἐμφαντι- rantes schol. Il. σ, 486. Palæphat. κοτέρως Q. ἐμφατικώτερον P. 5. Ovid. Fast. 5, 531. Quanquam 22. Ad ζηλήμονες etiam in M. ad- affini Œneo nomine Œnopionem scriptum ἢ δηλήμονες. Et Eustath. patrem Orionis dicunt Servius ad 9. 1527. 29. τὸ δὲ ζηλήμονες γράφεται Æn. 10, 763. et schol. Stat. 3, 27. καὶ δηλήμονες, ὅ ἐστι βλαπτικοί. Sed hæc manifesta est confusio, ut)

255
ἰδεῖν εἰ φιλόξενοι οἱ ἄνθρωποι ἦλθον πρὸς αὐτὸν ὡς ξενισθησόμενοι ὑπʼ αὐτοῦ. ὁ δὲ ἐδέξατο καὶ ἔθυσε βοῦν καὶ ἐξένισεν αὐτούς. ξενι- σθέντες οὖν καὶ ἐρχόμενοι οἱ θεοὶ εἶδον τὴν βύρσαν τοῦ σφαγέντος βοὸς κειμένην κάτω, καὶ οὐρήσαντες εἰς αὐτὴν ἐξ αὐτοῦ τοῦ οὔρου καὶ τῆς βύρσης ἐποίησαν τὸν Ὠδρίωνα. οὗτος γενόμενος ἠράσθη τῆς Ἀρτέμιδος. αὕτη δὲ σκορπίον ἀνῆκε κατʼ αὐτοῦ, καὶ κρουσθεὶς οὕτως ἐν τῷ σφυρῷ τέθνηκεν. οἱ οὖν θεοὶ ἐλεήσαντες αὐτὸν διʼ ἄστρων ὑπε- ζωγράφησαν αὐτὸν ἐν τῷ οὐρανῷ μετὰ τοῦ σκορπίου. H.P.Q.

ἐὰν μετὰ τὸ * * βραχὺ διαστείλωμεν, μᾶλλον τὴν τάξιν τοῦ λόγου σώσομεν. P.

ὡς μὲν ὅτʼ Ὠρίωνα] πρὸς τὸ ξένον τῆς ἱστορίας. H. ὁ μέν ἀντὶ τοῦ δή. ὁ δὲ νοῦς, ὥσπερ δὴ ὅτε Ὠρίωνα ἔλαβεν ἡ Ἡμέρα. H.T. τούτου γὰρ ἐρασθεῖσα ἡ Ἡμέρα ἥρπασεν ἀπὸ Τανάγρας εἰς Δῆλον, ἔνθα τὴν ἀμαλλοφόρον Οὖπιν ἰδὼν ἠθέλησε βιάσασθαι. ἐφʼ ᾧ ὀργι- σθεῖσα ἡ θεὸς ἀναιρεῖ αὐτὸν, ὡς Εὐφορίων δηλοῖ. P.Q.T.

ἐκ τοῦ Ἡρακλείτου. δεῖ δὲ ἡμᾶς οὐδὲ τὰ μικρὰ παροδεύειν, ἀλλὰ καὶ διʼ ἐκείνων τὴν λεπτὴν ἐξετάζειν Ὁμήρου φροντίδα. τὸν γὰρ Ἡμέ- [*](patebit Servii scholium ipsum per- illud ad verba ὣς μέν. Possis au- legeni, in quo verus etiam Œno- tem referre etiam ad ἀμφαδίην. pion, Orionis inimicus, inducitur. Nam margo ita refertus est ut ex BUTTM. δινεὺς Maii editio. ordine et loco nulla certa conjec- 4. κειμένην] Sic liquido; non, ut tura sit. BUTTM. refert Creuzer., κείμενον. BUTTM. 12. δή — ὥσπερ δὴ] διὸ —ὥσπερ οὖνT. 5. ἠράσθη] ἐράσθη P.Q. 15. Εὐφορίων] Euphorionem auc- 6. καὶ] Vere quidem refert Creu- torem prodit in eadem historia zer. duplicatum in codice esse καί; schol. Il.σ,486. Pherecydem schol. sed manifesto scribæ errore id fac- Leid. Vid. Heyn. ad Iliadis l. c. et tum inter exitum et initium ver- ad Apollod. p. 23. Add. Pherecvd. suum. Memoro ista hoc loco, ne p. 65. Sturz et Müller ad schol. quis parum accurate me agere Lycophr. 328. Istrum laudat Hy- suspicetur, qui alias silentio talia ginus Poet. Astr. 2, 34. Cf. Istri transeo. BUTTM. fragm. ed. Lenz. et Siebelis p. 69. 7. ὑπεζωγράφησαν] Laudat Creu- Ceterum hanc fabulam etiam ex zer. ignotam lexicis formam ut ele- Nonni narrat. altera in Greg. Naz. gantissimam eique rei aptissimam. orat. in laud. Basilii exhibemus. Vide uberiorem ejus notam in Me- CREUZER. ὡς ἱστορεῖ εὐφορίων T. let. l. c. BUTTM. 16. Præfixi verba ἐκ τοῦ Ἡρα- 8. τοῦ om. P.Q. κλειτοῦ. Conf. schol. ad v. 85. Ex- 9. Hoc scholion in quo post ar- cerpta autem hæc sunt ex Hera- ticulum τὸ deest verbum designa- cliti Alleg. c. 68. p.133. ed. Mehl. tum, in codice Pal. positum erat δεῖ δὲ—Ἠώς habet T., om. E. inter hæc ipsa duo scholia ubi hic 17. τὸν —ἔρωτα] τὸ —ἐρωτικὸν T. posui. Unde conjicias, spectare Correxi ex Heraclito.)

256
ρας καὶ Ὠρίωνος ἔρωτα, πάθος οὐδʼ ἀνθρώποις εὔσχημον, ἠλληγορη- σεν “ὡς μὲν ὅτʼ Ὠρίων᾿ ἕλετο ῥοδοδάκτυλος Ἠώς.” παρεισάγει γὰρ αὐτὸν ἔτι νεανίαν ἐν ἀκμῇ τοῦ σώματος ὑπὸ τοῦ χρεῶν πρὸ μοίρας συνηρπασμένον. ἦν δὲ παλαιὸν ἔθος τὰ σώματα τῶν καμνόντων, ἐπειδὰν ἀναπαύσηται τοῦ βίου, μήτε νύκτωρ ἐκκομίζειν μήθʼ ὅταν ὑπὲρ γῆς τὸ μεσημβρινὸν ἐπιτείνηται θάλπος, ἀλλὰ πρὸς βαθὺν ὄρ- θρον ἀπύροις ἡλίου ἀκτῖσιν ἀνιόντος. ἐπειδὰν οὖν εὐγενὴς νεανίας ἅμα κάλλει προέχων τελευτήσῃ, τὴν ὄρθριον ἐκκομιδὴν ἐπευφήμουν Ἡμέ- ρας ἁρπαγὴν, ὡς οὐκ ἀποθανόντος, ἀλλὰ διʼ ἐρωτικὴν ἐπιθυμίαν ἀνηρ- πασμένου. καθʼ Ὅμηρον δὲ καὶ τοῦτό φασιν. Ἰασίων ἀνὴρ γίας ἐπιμελούμενος καὶ δαψιλῶς ἀπὸ τῶν ἰδίων ἀγρῶν καρποὺς λαμ- βάνων εἰκότως ὑπὸ τῆς Δήμητρος ἔδοξεν ἠγαπῆσθαι· διʼ ὧν Ὅμηρος οὐκ ἀσελγεῖς ἔρωτας ἱστορεῖ θεῶν οὐδʼ ἀκολασίας, σημαίνει δὲ τὰς εὐαγεστάτας, Ἡμέραν τε καὶ Δήμητραν, τοῖς εὐσεβῶς ἐρευνᾶν ἐθέ- λουσι φυσικῆς ἀκριβῆ θεωρίαν ἀφορμὴν χαρίζεσθαι. E.T.

οἱ πλείονες ὑπὸ σκορπίου φασὶν αὐτὸν ἀνῃρῆσθαι τὴν Ἄρτεμιν διώκοντα. E.

οἱ πλείονες ὑπὸ σκορπίου φασὶν αὐτὸν ἀνῃρῆσθαι βιαζόμενον τὴν Ἄρτεμιν. ὁ γὰρ Ἀπόλλων οὐκ ἀνεῖλεν, ἴσως μὴ παρὼν τότε. V.

123. εἵως μιν ἐν Ὀρτυγίῃ] ἡ ἐν τῇ Ὀρτυγίῃ τῇ νῦν Δήλῳ θεῖσα. Ὀρτυγίη δὲ ἐκαλεῖτο πρώην διὰ τὸ χθαμαλὸν καὶ οἷον χα- μαιπετὲς πρὸ τοῦ ἀναδοθῆναι καὶ φανῆναι. τοιοῦτον γὰρ καὶ τὸ ὄρνεον, οὐχ ὑψιπετὲς, ἀλλὰ πρόσγειον. E. τῇ Δήλῳ. νῆσος δὲ ἡ Δῆλός ἐστιν ἀνὰ μέσον τῶν Κυκλάδων. E.V.

χρυσόθρονος Ἄρτεμις ἁγνὴ] ἐπὶ κυνηγετικῆς θεοῦ ἄκαιρον τὸ ἐπί- θετον. Q. Ἀπίων τὸ ἁγνή περισπᾷ κατὰ δοτικὴν, ἀκούων ἐν Ὀρτυγίῃ ἁγνῇ. H.P.Q.

[*](2. γὰρ] νῦν E. ber T., om. E. 4. συνηρπασμένον] ἀνηρπασμένον E. καὶ τοῦτο addidi ex Heraclito. 6. ὑπὲρ] ἐπὶ E. 11. δαψιλῶς] δαψιλεῖς (alii libri ἐπιτείνηται] ἐπιτείνεται E.T. δαψιλῶς) τοὺς Heraclitus. 7. ἐπειδὰν] ἐπὰν E. 12. ὑπὸ] ἀπὸ T. ἅμα κάλλει] ἅμα καὶ κάλλος E. διʼ ὧν] διὸ, T. Correxi ex Hera- 8. τελευτήσῃ τὴν ὄρθριον] τελευτήσει clito. τὴν ὀλέθριον E. 16. οἱ πλείονες] Precedit in E. ἐπευφήμουν Ἡμέρας] ἐπʼ εὐφήμου ἡ- ὥσπερ δή, glossema ad ὡς μέν refe- μέρας E. rendum. Vid. p. 255. 12. 10. καθʼ Ὅμηρον—χαρίζεσθαι ha- 25. κυνηγετικῆς] κυνηγετικοῦ Q.)
257

124. οἷς ἀγανοῖς] ἢ τοῖς ταχυτάτοις παρὰ τὸ ἄγαν, ἢ τοῖς μὴ γάνος ἐμποιοῦσιν. P.

τὸ ἑξῆς, βελέεσσι κατέπεφνεν αὐτὴ ἐποιχομένη. P.

οὐδέποτε παῤ Ὁμήρῳ ἡ Ἄρτεμις ἄρρενας φονεύει· διό τινες ἀθε- τοῦσι τοὺς στίχους, εἰ μὴ ἄρα τῆς ἱστορίας μέμνηται ὡς τὸν Ὠρίωνα πλημμελοῦντα εἰς αὐτὴν ἠμύνατο ἡ Ἄρτεμις. H.P.Q.

125. ὡς δʼ ὁπότʼ Ἰασίωνι] οὗτος Κρὴς τὸ γένος Κατρέος καὶ Φρο- νίας υἱός· ὡς δὲ Ἑλλάνικος, Ἠλέκτρας καὶ Διὸς υἱός· παῤ ᾧ μόνῳ μετὰ τὸν κατακλυσμὸν εὑρέθη σπέρματα, οὗ καὶ Δήμητρος ὁ Πλοῦ- τος κατὰ Ἡσίοδον. πάντα γὰρ ἰᾶται ὁ πλοῦτος. H.P.Q.

τούτου καὶ Δήμητρος ὁ Πλοῦτος. ἦν δὲ Κρὴς ὁ Ἰασίων. Ἑλ- λάνικος δὲ Ἠλέκτρας καὶ Διὸς αὐτὸν γενεαλογεῖ. ἔνιοι δέ φασιν αὐτὸν γεωργικώτατον ὄντα δόξαν ἔχειν ὅτι τῇ Δήμητρι συνῴκει. τινὲς δέ φασι μετὰ τὸν ἐπικλυσμὸν παρὰ μόνῳ Ἰασίωνι σπέρμα πυ- ρῶν εὑρεθῆναι ἐν Κρήτῃ, ὅθεν διαδοθῆναι φήμην ὅτι ἡ Δημήτηρ αὐτῷ συνῴκει καὶ ἐγέννησε Πλοῦτον. H.P.Q.V.

ὁ Ἰασίων γεωργὸς ἦν καὶ ἐδίδου αὐτῷ ἡ γῆ καρπὸν περιττὸν εἰσαεὶ ἐμφοροῦσα, καὶ ἦν πλούσιος. ἔλεγον οὖν αὐτὸν συνευνάζεσθαι τῇ γῇ, καὶ διὰ τοῦτο διδόναι αὐτῷ τὴν εὐφορίαν. E.

126. ᾧ θυμῷ εἴξασα] οὐκ ἀντιστᾶσα τῇ ἐπιθυμίᾳ, ἀλλὰ πεισθεῖσα καὶ ὑποχωρήσασα. B.P.T.

127. νειῷ] νενεασμένῃ γῇ, ἠρωμένῃ. V. τῇ νεωστὶ ἠροτριασμένῃ γῇ. P.Q.

τριπόλῳ] τρίτον ἐστραμμένῃ. B.V. τινὲς δὲ γράφουσι, νειῷ ἐνὶ τριπύλῳ, οὐκ εὖ. H.P.Q.

128. ἀργῆτι] ταχέως διικνουμένῳ διὰ λεπτότητα. E.

129. ἀγάασθε] ὡς δύνασθαι, τοῦ δευτέρου α συστελλομένου. δυνα- τὸν δὲ καὶ ὡς η * * *. οἶδε γὰρ αὐτοῦ καὶ τὸ κατὰ διαίρεσιν, ὡς τὸ “θεαῖς ἀγάασθαι” (119.), καὶ “τόφρα οἱ ἠγάασθε θεοί” (122.). P.

130. τὸν μὲν ἐγὼν ἐσάωσα] ὅρα τὴν δικαιολογίαν, ὅτι ὃν ἔσωσα, [*](5. τοὺς στίχους] Versus 123. 124. quorum loco statim continuantur μέμνηται] μέμνηνται Q. hæc, ἦν δὲ Κρὴς in schol. sq. usque 7. Κατρέος Cramerus. κρατρέος H. ad finem.” BUTTM. κράτεος P. “Hujus loco Minoëm 10. Ἡσίοδον] Theog. 969—970. prodit schol. Theocr. 3, 50. In 15. Δημήτηρ] δήμητρα P. cod. Q., certe in ed. Mediol., de- 28. ὡς η] In P. parva lacuna. ficiunt |verba Κράτεος— Ελλάνικος, Fort. ὡς τιμᾶσθε. BUTTM. item ultima inde a κατὰ Ἡσίοδον,)

258
εἰμὶ δικαία τοῦτον κατέχειν, ὑμεῖς δὲ διαφθείραντες ἄλλως βουλεύ- εσθε. T.

περὶ τρόπιος βεβαῶτα] ὅτι καὶ γενικὴ ἀντὶ δοτικῆς, ἀντὶ τοῦ περιβεβηκότα τῇ τρόπιδι. B.E.P.Q.T.

132. Ζεὺς ἐλάσας] γράφεται, ἔλσας. E.

ἔλσας] Ζηνόδοτος “ἐλάσας” γράφει. οἱ δὲ “ἔλσας·” ποιητικώτε- ρον γάρ. ἔλσας μὲν τὸ συστρέψας, ἐλάσας δὲ τὸ ἐκ χειρὸς πλήξας. H.P.Q. ἔλσας] πλήξας, κεραυνώσας. V.

135. τὸν μὲν ἐγὼ φίλεον] οὐκ ἀλόγως οἴεται τὰς εἰς αὐτὸν ἐργα- σίας καταριθμεῖν, ἀποδεικνῦσα ὅτι δίκαιον τὸν εὐπαθοῦντα συνεῖναι αὐτῇ. P.Q.

136. ἀγήραον] Ἀρίσταρχος, ἀγήρων. H.

139. ἐρρέτω πόντον ἐπʼ ἀτρύγετον, εἰ ὁ Ζεὺς ἐποτρύνει καὶ ἀνώγει αὐτὸν διαφθαρῆναι. P.Q.T.

τὸ ἑξῆς, ἐρρέτω πόντον ἐπʼ ἀτρύγετον. τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον. P.

ἐρρέτω] ἀμφίβολον, πότερον εἰς Δία ἢ εἰς Ὀδυσσέα. V.

141. καὶ ἑταῖροι] ὅτι ἐπὶ τῶν συμπλεόντων τίθησι τοὺς ἑταίρους πολλάκις. P.Q.

143. πρόφρων ὑποθήσομαι] τὸ ἑξῆς, ὑποθήσομαι ὡς κε μάλʼ ἀσκη- θής· τὸ δὲ “οὐδ᾿ ἐπικεύσω” διὰ μέσου. δύναται καὶ ἀφʼἑτέρας ἀρχῆς ἀναγινώσκεσθαι, οὐδʼ ἐπικεύσω ὥς κε μάλʼ ἀσκηθής, οὐκ ἀποκρύψομαι πῶς ἂν σωθείη. P.Q.T.

144. ἀσκηθὴς] ἀβλαβὴς, ἀπὸ τοῦ σχῶ τὸ κρατῶ, ἤτοι ὁ μὴ κρα- τούμενος τῇ βλάβῃ, καὶ κλίνεται τοῦ ἀσκηθοῦς. B.

146. τὸ νῦν ἔφαμεν ἐκτείνεσθαι παρὰ τῷ ποιητῇ, εἰ μὴ μέτρον κωλύοι. P.

151. οὐδέ ποτʼ ὄσσε] ἐν ἄλλοις φησὶν “αἰψηρὸς δὲ κόρος πέλεται κρυεροῖο γόοιο” (Od. δ, 103.). εἰ τοίνυν οὕτως ἀδιαλείπτως κλαίει, ὅρα τὴν ὑπερβολὴν τῆς λύπης. P.Q.T.

[*](3. ὅτι καὶ om. B.E.Q. ἡ est in T. Q. etiam ad δ, 465., ubi T. sim- 6. οἱ δὲ ἔλσας] ἠ δὲ ἐλέας P. ἠδὲ pliciter διὰ μέσου. ἔλας H. unde Porsonus conjiciebat 17. Ὀδυσσέα] ὀδυσῆ V. ἡ δὲ (deficiente nomine vel editoris 21. οὐδ᾿] οὐκ P. vel editionis) ἔλσας. Mox pro ἔλ- 28–30. Sic P.Q.: in T. est δα- σας iterum H.P. ἔλας. BUTTM. κρυόφιν: ἐν δάκρυσιν. ὅρα τ. ὑ. τ. λ. 7. γάρ —μὲν] μέν —γὰρ Q. ὅτι καὶ ἀδ. κλαίει. 15. ὡς διὰ μέσου διορθωτέον] Sic P. 28. πέλεται scholiasta addidit.)
259

152. τέρσοντο] ἐξηραίνοντο· ἐξ οὗ καὶ ταρσός, ὁ καλαθίσκος. E.

κατείβετο] ἐν δάκρυσιν ἦν αὐτῷ ὁ τοῦ βίου χρόνος καὶ κατετή- κετο. V. κατέρρει, ἐφθείρετο, ἀνηλίσκετο. B. ἐν δάκρυσιν ἀνη- λίσκετο. T.

153. ἐπεὶ οὐκέτι ἥνδανε νύμφῃ] κατʼ οὐδὲν ἤρεσκεν ἀποπέμπειν ἔτι αὐτὸν, ἤτοι τὸ μὲν πρῶτον ὡς σώσασαν ἔστερξεν, τὸ δὲ μετὰ ταῦτα οὐκέτι. P.Q.V. δύναται δὲ κυρίως κεῖσθαι τὸ ἔτι, ἤρεσκε γὰρ αὐτῷ πρότερον ἀναλαβοῦσα αὐτὸν ἐκ τοῦ ναυαγίου, κατέχουσα δὲ οὐκέτι. P.Q.

θρηνοῦντι τὴν ἐπάνοδον τὴν μὴ γινομένην αὐτῷ. P.T.

154. ἰαύεσκεν] διενυκτέρευσεν, ἢ ἐκοιμᾶτο. Q.V.

155. παῤ οὐκ ἐθέλων ἐθελούσῃ] ἀντιστροφὴ Ἰωνική. P.

156. ἐν πέτρῃσι] ἀμπέτρῃσι, αἱ Ἀριστάρχου. H.P.

158. ἐντεῦθεν εἰς τὸ ὀλίγον ἀνωτέρω (84.) μετάκειται ὁ στίχος. H.

160. κάμμορε, μή μοι] δαιμονίως ἀποκρύπτει τὸ πρόσταγμα ἐξι- διοποιουμένη τὴν εὐεργεσίαν. P.Q.

κάμμορε] καταμεμορημένη, ταλαίπωρε, κακόμοιρε. P.

163. σχεδίην] τὴν εἰκαίως κατασκευασθεῖσαν ναῦν λέγει. V.

ἐν δʼ ἰκρία πῆξαι ἐν αὐτῇ] Super ἐν δ᾿ —γρ. αὐτάρ: et in marg. ἐπʼ αὐτῆς. H.

ἴκρια] τὰ ὀρθὰ ξύλα, ἐφʼ ὧν τὰ τῆς νεὼς καταστρώματα προσ- πήγνυται, τὰ ἐγκοίλια λεγόμενα. E.P.Q.V.

ἰκρία] ὡς ἴχνια. H.P. . . . . . . . . . διαφέρει. ὅτε μὲν δέξη τὸ ι βραχὺ, προπαροξύνεται, ὅτε δὲ μακρὸν, παροξύνεται. P.

164. ὑψοῦ] βέλτιον τὸ ὑψοῦ τοῖς ἄνω συνάπτειν. ἐπεὶ γὰρ περὶ [*](1. ἐξηραίνοντο] ἐξήραιντο P. 21. ἐγκοίλια] Sic et Eustath. In 4. νύμφῃ] Sic dativo casu Q. P. ἐγκόλλια, MS. Barnesii ἐγκύλια. Nam in P. et V. vox hæc non est Vulg. τὰ ἐγκύλα λεγόμενα παῤ ἡμῖν. addita. BUTTM. BUTTM. 5. σώσασαν ἔστερξεν V. στέρξασαν 22. ἰκρία] Sic H. P. in textu. ἔστεργεν Q. ἔστερξεν P., omisso par- Conf. schol. ad 236. 252. 254. ticipio. ὡς ἴχνια] Conf. Etym. M. v. ὅρκος. 13. ἐντεῦθεν] Cf. schol. ad v. 84. BUTTM. Præcedens versus 157. δάκρυσι— Litteræ evanidæ vix dubium ἐρέχθων in H. omissus, in P. ad mar- quin fuerint ἴκριον καὶ ἰκρίον, quorum ginem positus et signis inter 158. vocabulorum accentum a quanti- (πόντον) et 159. (ἀγχοῦ) relatus est. tate primi ι pendere vult gram- Illatus est ex 83. maticus, ut in μόριον et μηρίον. BUT. 14. ἐξιδιοποιουμένη I. G. Schneide- δέξη corruptum. δέξηται vel δόξῃ rus apud Buttm. pro ἐξειδοποιουμένη. Buttm. Sensus postulat ἔχει. Vid. η, 305.)

260
τοῦ πλάτους εἶπεν, εὐρεῖαν σχεδίην, ἀναγκαῖον καὶ περὶ τοῦ βάθους εἰπεῖν. P.Q.

166. μενοεικέα] ἢ ἐντιθέντα μένος, ἢ πρέποντα τῷ μένει· ἢ ἀρκε- τόν. B.

ὅτι καὶ ἐπὶ δίψης ὁ λιμός. P.

168. ἵκηαι] Ἀριστοφάνης ἵκοιο. H.P.

171. ῥίγησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς] κινεῖ αὐτὸν πρὸς τὸ δεδιέναι καὶ ἡ ὥρα τοῦ ἔτους καὶ ὁ τρόπος τῆς πορείας. ὅτι γὰρ τοιοῦτον ἦν τὸ κατάστημα δῆλον κἀκ τοῦ παρὰ Καλυψοῖ πῦρ καί- εσθαι ἐπὶ τῆς ἐσχάρας καὶ παρὰ Φαίαξι καὶ παρὰ Εὐμαίῳ. P.Q.T.

173. ἄλλο τι βουλεύῃ, καὶ οὐ τὴν πομπήν. P.T.`

μήδεα] βουλεύματα. V.

175. ἐϊσαι] πλεονασμός ἐστι τοῦ ε, οὐ διαίρεσις. P.

179. ἄλλο] Ἀριστοφάνης ἄλλοις γράφει. οἷον σώζειν μὲν ἐμὲ, ἐν δὲ τοῖς ἄλλοις κακόν μοι τὶ βουλεύειν. H.P.Q.

182. ἦ δὴ] περισπαστέον τὸ η· ἔστι γὰρ βεβαιωτικός. P.

ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ καὶ οὐκ ἀποφώλια εἰδώς] ἀλιτήριος καὶ ἁμαρ- τωλός. ἀποφώλια δὲ τὰ ἀπαίδευτα. πῶς οὖν ἁμαρτωλός τε εἶ καὶ οὐκ ἀπαίδευτος, φησίν. οὐκ ἔστιν οὕτως, ἀλλὰ λέγει, πάνυ ἥμαρ- τες, καίπερ οὐκ ὢν ἀπαίδευτος. καίτοι οὐκ ἀποφώλια εἰδὼς οὐδὲ ἀπαίδευτος ὢν ἀλιτρὸς γέγονας καὶ ἥμαρτες τοῦτο εἰπών. H.P.Q. ἀλιτρὸς ὁ μὴ ἀπηλλαγμένος πανουργίας, ὁ ἁμαρτωλός. V. ἀλι- τρὸς λέγεται ὁ κατὰ ψυχὴν ἁμαρτωλός. λέγεται δὲ καὶ ὁ τῆς ἀλη- θείας ἀποτυχῶν καὶ ἁμαρτὼν, ὡς καὶ νῦν Ὀδυσσεύς. τὸ ἑξῆς δὲ οὕτως, ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ, καίτοι οὐκ ἀποφώλια εἰδώς. ἤτοι ὄντως ἁμαρτάνεις τῆς ἀληθείας, καίτοι οὐκ εἰδὼς ἀπαίδευτα. εἰ μὴ γὰρ συννοοῖτο τὸ καίτοι, ἄλλως οὐκ ἂν ἀκολουθήσαι. ἢ ἀλιτρὸς ἀντὶ τοῦ πολύπειρος, πολλὰ προσκρούσας· καίτοι μὴ εἰδὼς ἀποφώλια, ἀλλʼ ὅμως ἀπαίδευτα ἥμαρτες. φωλεὸν δὲ λέγεται τὸ σχολεῖον. ὁ γοῦν μὴ φοιτῶν εἰς τὸ ᾠδεῖον λέγεται ἀποφώλιος. E.

ἦ δὴ ἀλιτρός γʼ ἐσσὶ] τῷ Ὀδυσεῖ Ἀθηνᾶ μὲν ἐμαρτύρησε φι- [*](1. ἀναγκαῖον post βάθους P. que sit τ᾿. BUTTM. 14. ἄλλοις] ἄλλως Aristophanem 18. τε εἶ καὶ οὐκ] τε εἶ . . . οὐκ H. scripsisse conjicit Nauck. Aristoph. τις εἶ οὐκ P.Q. p. 39. 19. φησί] Sic P.Q. Vid. ad α, 17. γ᾿] Sic P. et H. in lemmate 263. BUTTM. scholii, quamvis in textu utrius- 21. ἀλιτρὸς—εἰπών om. Q.)

261
λεῖσθαι αὐτὸν καίπερ “δύστηνον ἐόντα, οὕνεκʼ ἐπητής ἐστὶν καὶ ἀγχί- νοος καὶ ἐχέφρων” (Od. ν, 331.). Καλψὼ δὲ ἰδοῦσα τὸ δύστηνον αὐτὸν ἐόντα, ὅτʼ “ἄλλοι μὲν πάντες ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, τὸν δʼ ἄρα δεῦῤ ἄνεμός τε φέρων καὶ κῦμʼ ἐπέλασσεν οἶον” (Od. ε, 110.), καὶ διὰ τοῦτο ἐξηγήσατο πῶς δύστηνον λέγει. πάλιν “ἦ δὴ ἀλιτρὸν” ὄντα. πῶς οὖν ἀλιτρός τε ὁ αὐτὸς καὶ ἀποφώλια εἰδότος καὶ τοῦ ἀγχίνου καὶ ἐχέφρονος; καὶ πῶς ὁ ἀλιτρὸς εἴρηται; ῥητέον οὖν ὅτι εἰς ὅρκον προκαλουμένου τὴν Καλυψὼ τοῦ Ὀδυσσέως “μή τί μοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,” φησὶν ἐκείνη ἀλιτρὸν ὄντα, τουτέστι διαμαρτάνοντα τῆς ἀληθείας καὶ σφαλλόμενον, καίπερ ἀπαίδευτα εἰδότα. τὸν γὰρ ἀπαίδευτον οὐκ ἀπεικὸς ὄντα σφάλλεσθαι, τὸν δὲ πεπαιδευμένον θαυμαστὸν ὄντα σφαλῆναι. θαυμάζουσα οὖν λέ- γει “ἦ δὴ ἀλιτρός ἐσσι,” ἀντὶ τοῦ εἶ ἄρα σφαλερὸς, καίπερ οὐκ ἀπαίδευτος ὤν. τὸ δὲ ἀμφίβολον ἐποίησιν ὁ πλεονασμὸς τοῦ τε καὶ ἔλλειψις τοῦ περ. ῥηθεὶς γὰρ οὕτω “ἦ δὴ ἀλιτρός ἐσσι, καίπερ οὐκ ἀποφώλια εἰδώς,” οὕτως ἂν εἴη ὁ αὐτός. τὸ ἐπητὴς δʼ ἐστίν παρὰ τὸ ἔπος γέγονεν, ὥσπερ παρὰ τὸν λόγον λόγιος. λόγιος δὲ ὁ πεπαιδευ- μένος καὶ τῷ λόγῳ καὶ τῷ ἔπει χρῆσθαι δυνάμενος διὰ τὴν παίδευσιν, λόγῳ δὲ οὐ τῷ προφορικῷ μόνῳ, ἀλλὰ καὶ τῷ ἐνδιαθέτῳ. ὁ δʼ αὐτὸς ἂν εἴη ἄριστος ἐν μύθοις, ὥσπερ ἀγχίνους καὶ ἐχέφρων ὁ ἐν βουλῇ ἄριστος. καὶ γὰρ ἀγχίνοια καὶ φρόνησις συνήρτηται λογιότητος· καὶ ἐξηγεῖται συλλαβὼν λογιότητα καὶ ἀγχίνοιαν καὶ φρόνησιν ἐν οἷς φησι πρὸς τὸν αὐτόν “ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχʼ ἄριστος ἁπάν- των βουλῇ καὶ μύθοισιν” (Od. ν, 296.) ὁ γὰρ ἄριστος ἐν βουλῇ ὁ φρόνιμος καὶ ἀγχίνους, ὁ δὲ ἄριστος ἐν μύθοις ὁ ἐπητὴς καὶ λόγιος. τοιοῦτος δʼ ἂν εἴη ὁ οὐκ ἀποφώλια εἰδὼς μόνος. T.

ἀποφώλια] ἀπαίδευτα. φωλεοὶ γὰρ τὰ παιδευτήρια. ἢ ἃ οὐκ ἄν τις ἀποφήναιτο ὡς ἄρρητα ἢ ἀσύνετα. P.V.

φωλεοὺς ἔλεγον οἱ παλαιοὶ τὰ παιδευτήρια. ἀποφώλια οὖν τὰ ἀπαίδευτα. καίτοι οὐκ ἀποφώλια εἰδὼς οὐδʼ ἀπαίδευτος ὢν, γέγονας καὶ ἥμαρτες τοῦτο εἰπών. B.

183. ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκειν βέλτιον, ἵνα θαυμασμὸν μᾶλ- λον παραστήσωμεν. P.

184. ἴστω νῦν τόδε γαῖα καὶ οὐρανὸς] ἡ γῆ μετέχει ἀέρος, ὕδατος [*](32. Ad hunc versum manifesto cod. statim subjunctum est scholio referendum hoc scholium, quod in ad 179. BUTTM.)

262
καὶ πυρός. ἡ γοῦν Καλυψὼ πρὸς τὰ τέσσαρα στοιχεῖα τὸν ὅρκον ποιεῖται, ἃ καὶ συνεκτικώτατα πάντων. κέντρον γάρ ἐστιν ἡ γῆ, περὶ δὲ τὸν οὐρανὸν τὰ ἄφθαρτα σώματα, περὶ δὲ τὴν γῆν φθαρτά. διὸ καὶ αὐτὸ περὶ τοῦ τῆς ἐν τῷ Ἅιδῃ Στυγὸς ὕδατος λέγουσιν ὡς, ἐὰν ψευσώμεθα, ἐκεῖ κατέλθωμεν, ὥσπερ καὶ βασιλεὺς βουλόμενος ὀμόσαι φησὶν, ἐκπέσοιμι τῆς ἀρχῆς, εἰ μὴ τόδε γένηται, ὡς καὶ αὐτὴ τῆς ζωῆς. E.

185. γράφεται καὶ, ὕδατος, πρὸς ὃ ἐσημειοῦτο Ἀριστοφάνης. H.

188. ἀλλὰ τὰ μὲν νοέω καὶ φράσσομαι] ἀλλὰ ταῦτά σοι εἴπω, ὅσα φρονῶ καὶ ὅσα ἂν ἐμαυτῇ συνεβούλευσα ἐν τοσούτῳ τῆς χρείας κα- θεστῶσα. B.E.V. ὅτε με, φησὶ, τοσοῦτον χρεία καταλάβοι ὅσον καὶ σέ. B.E.P. ἀλλὰ τοσαῦτά σοι νοῶ καὶ συμβουλεύω, ὅσα ἂν καὶ ἐμαυτῇ συνεβούλευσα ἐν τούτῳ τῆς χρείας καθεστηκυίᾳ. ὁ δὲ περ παρέλκει. P.Q.

190. ἐναίσιμος] δίκαιος, ἀγαθός. B.

193> καρπαλίμως] οὐχ ὅτι ταχέως βαδίζει. ποίαν γὰρ εἶχεν αἰ- τίαν ἐπείξεως; ἀλλὰ μετὰ τὰ εἰρημένα καρπαλίμως ἐτράπετο. P.Q.

194> ἷξον] δύο θέματά εἰσιν, ἥκω διὰ τοῦ η, καὶ ἵκω διὰ τοῦ ι, σεσιγημένον δέ. εἰ γὰρ διὰ τοῦ ι, οὐκ ἂν ὁ| δεύτερος ἀόριστος ἦν, ᾧ προστεθέντος τοῦ σ ἷξον γίνεται. τὸ γὰρ ξ ἐκ τοῦ κ καὶ σ σύγκει- ται. B.

γλαφυρὸν] κοῖλον διὰ τὸ γλύφεσθαι. H.

196. ἐτίθει πάρα πᾶσαν] ἀναστρεπτέον τὴν πρόθεσιν. P.

198. αὐτὴ δʼ ἀντίον ἷζεν] ἥδιστον τοῖς ἐρῶσιν ἡ καταντικρὺ καθέ- δρα. P.Q.

199. πιθανῶς καὶ περὶ τροφῶν διέστειλεν, ἵνα μὴ ἐπιζητῶμεν εἰ ταὐτὰ προσεφέροντο. P.

202. τοῖς] ὅτι ἑνὸς πρὸς ἕνα διαλεγομένου φησὶ, τοῖς ἄρα μύθων ἦρχεν. P.

204. οὕτω δὴ οἶκόνδε] ἤγουν ἐν καιρῷ χειμῶνος. προσῆκται δὲ ὁ λόγος ἐν ἐπερωτήσει. B.E. οὕτω δὴ, ἐν ἐπερωτήσει. P.

[*](9. εἴπω] μηνύσω V. assignare. BUTTM. 12. τοσαῦτα] τοιαῦτα P. 20. τοῦ σ Buttm. pro τοῦ ι. 17. ἐπείξεως Buttm. pro ἐπιδείξεως. 24. ἥδιστον] ἴδιον Q. 19. σεσιγημένον δὲ] Apparet hunc 27. ταὐτὰ προσεφέροντο Buttm. pro grammaticum præsens ἵκω nullum ταῦτα προεφέροντο. agnoscere, sed ejus loco ubique ἥκω, 28. φησὶ Buttm. pro φασί. Cf. formas autem per ἱκ aoristo soli ad η, 47. et Il. φ, 287.)
263

205. ἔμπης] τὸ ἔμπης, ὃ καὶ ἔμπα λέγεται, ἐν τούτῳ τῷ τόπῳ ὅμως σημαίνει, ποτὲ δὲ ὁμοίως καὶ ἐπίσης, ὡς τὸ “ἔμπης εἰς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.” (Il. ξ, 174.). MS. Barnes.

206. εἴ γε μὲν εἰδείης] ἂν δὲ ἐγίνωσκες. ἠθικῶς ἐκτρέπει αὐτὸν ταῖς φιλοφρονήσεσι. P.

208. τὸ, σὺν ἐμοί, τοῖς ἑξῆς συναπτέον, ἐπὶ δὲ τὸ φυλάσσοις βραχὺ διασταλτέον. P. σὺν ἐμοὶ δὲ, οὐ παῤ ἐμοί. M.

209. ἀθάνατός τʼ εἴης] ὅρα ποῦ τὴν τῆς ἀθανασίας ὑπόσχεσιν παρέλαβεν, ὅτι οὐ τῆς Πηνελόπης μνημονεύειν ἔμελλεν, εἰ μὴ ἀντι- θεῖσα τῷ μεγέθει τῆς ὑποσχέσεως τὴν περὶ τὴν γυναῖκα σπουδήν. P.Q.

211. οὐ μέν θην κείνης γε χερείων] Ἀντισθένης φησὶν εἰδέναι σο- φὸν ὄντα τὸν Ὀδυσσέα ὅτι οἱ ἐρῶντες πολλὰ ψεύδονται καὶ τὰ ἀδύ- νατα ἐπαγγέλλονται. ἐπισημαίνεται δὲ καὶ τὴν παραίτησιν διʼ ἣν πεποίηται τῆς θεοῦ. ἐκείνης μὲν γὰρ ἐπὶ σώματος εὐμορφίᾳ καὶ μεγέθει μεγαλαυχούσης καὶ τὰ καθʼ ἑαυτὴν προκρινούσης τῆς Πε- νελόπης, συγχωρήσας μὲν τοῦτο καὶ τῷ ἀδήλῳ εἴξας, ἄδηλον μὲν γὰρ αὐτῷ εἰ ἀθάνατος καὶ ἀγήρως, ἐπισημήνασθαι ὅτι τὴν γαμετὴν ζητεῖ διὰ τὸ εἶναι περίφρονα, ὡς κἀκείνης ἂν ἀμελήσας, εἰ τῷ σώματι καὶ μόνῳ κάλλει κεκόσμητο. τοῦτο γὰρ καὶ τοὺς μνηστῆρας εἰρηκέναι πολλάκις λέγοντας “οὐδʼ ἐπὶ ἄλλας ἐρχόμεθʼ ἃς ἐπιεικὲς ὀπυιέμεν ἐστὶν ἑκάστῳ” (β, 207.), ταύτης δὲ ἕνεκα τῆς ἀρετῆς ἐπιδικαζόμεθα. τὰ δὲ τῆς Καλυψοῦς ἐστι τοιαῦτα· οὐ μὲν ἐγὼ κείνης χερείων εὔχομαι εἶναι, οὐ δέμας, οὐ φυὴν, οὐδὲ ἔοικε θνητὰς ἀθανάτῃσι δέμας ἐρίζειν καὶ εἶδος, τὰ σωματικὰ μόνον παραβαλλούσης. τοῦ δὲ οἶδα καὶ αὐτὸς πάντα μάλʼ οὕνεκα σεῖο περίφρων Πηνελόπεια εἶδος ἀκιδνοτέρη μέγεθός τʼ εἰς ἄντα ἰδέσθαι· ἡ μὲν γὰρ βροτός ἐστι, σὺ δʼ ἀθάνατος καὶ ἀγήρως. τὸ γὰρ περίφρων Πηνελόπεια ἔμφασιν ἔχει τῆς κατʼ ὄρεξιν προκρίσεως. E.

212. οὐ δέμας] ἐν ἄλλοις μὲν ὁ ποιητὴς ὅταν ἐγκωμιάζειν γυναῖκα [*](1. Conf. schol. λ, 565. π, 143. 8. ὑπόσχεσιν παρέλαβεν (παρέβαλεν σ. 354. BUTTM. Buttm.)] ἰσχὺν πῶς κατέλαβεν Q. 4. εἰ γέμεν] E textu P. hoc lemma 9. εἰ μὴ addidit Buttm. sumo; simulque observo hanc sol- 12. Ἀντισθένης] Conf. schol. η, lemnem esse in cod. (etiam Arati) 257. scripturam formula: γὲ μὲν quoties 20. κεκόσμητο Buttm. pro κεκόσμη- vicem gerit particulæ δέ. BUTT. ται.)

264
βούληται, εἶδος καὶ ἔργα ἐπαινεῖ. αὕτη δὲ ἄμφω ἀπὸ τῆς μορφῆς ἔλαβεν. P.Q.

213. θνητὰς ἀθανάτῃσιν] ἄκρως αὐτὸ συνέλαβεν ἐπὶ τῇ γνωμο- λογίᾳ. τὸ γὰρ καταβαίνειν εἰς ἔριν εὐμορφίας οὐκ εὐχερῶς τὴν θεάν. P.Q.

215. πότνα θεὰ] ἄριστον τὸ περὶ πρώτης ἀπολογήσασθαι τῆς περὶ τὴν Πηνελόπην φιλοστοργίας. οὐδὲν γὰρ οὕτως ἥπτετο τῆς Καλυ- ψοῦς ὡς ἡ παρευδοκίμησις. H.P.Q. ὥσπερ γὰρ τὸ πόντα ἀπὸ τοῦ πότνια κατὰ συγκοπὴν, καὶ τὸ πρέσβα ἀπὸ τοῦ πρέσβειρα, οὕτω καὶ τὸ αὐγούστα ἀπὸ τοῦ αὐγούστηρα. διὰ τοῦτο γὰρ καὶ ἐπὶ τῆς γενι- κῆς οὐ τρέπουσι τὸ α εἰς η, ἀλλὰ κλίνονται ἄτρεπτα. B. πότνα] σεβασμία, τιμία. V.

216. περίφρων Πηνελόπεια] διὰ τοῦ περίφρων δηλοῖ ὡς εἰ καὶ σώματι, ἀλλὰ φρονήσει οὐκ ἔστιν ἐλάττων αὐτῆς. P.Q.

217. εἶδος ἀκιδνοτέρη] ἐπιμελῶς τὸ ἀκιδνὸν ἐπὶ τοῦ κατὰ εἶδος τίθησιν. P.Q.

οἱ μὲν γλωσσογράφοι, ἀσθενεστέρα, οἱ δὲ, εὐτελεστέρα. καὶ γὰρ ἐν ἄλλοις “οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώπο” (Od. σ, 130.), ἀντὶ τοῦ εὐτελέστερον. νῦν δὲ οἱ γλωσσογράφοι ἀπέδοσαν αὐτὸ ἀσθε- νεστέραν. M.V.

Ἀρίσταρχος, εἰς ἄντα, αἱ κοινότεραι, εἰς σῶμα. H.P.

220. οἴκαδέ τʼ ἐλθέμεναι] ἐπʼ ἄλλα τρέπει τὸν πόθον. ἡ μὲν γὰρ ἔφη, ἱμειρόμενός περ ἰδέσθαι σὴν ἄλοχον, ὁ δὲ ὁμολογῶν τὴν ἐπιθυ- μίαν, οὐκ ἐπὶ τὴν Πηνελόπην πεποίηται τὴν ἀπόστασιν, ἀλλʼ ἐπὶ τὰ οἴκοι. H.P.Q.

222. ταλαπενθέα] ὑπομονητικὸν πένθους καὶ κακοπαθείας. B.E.Q.

δαιμονίως σύλληψιν τῶν κινδύνων πεποίηται. P.

230. ἐνήλλαξε τὴν τάξιν ὅτι κοινότερον νῦν τὸν πέπλον φάρος εἴρηκεν. P.

[*](1. βούληται] βούλεται P.Q. 10. αὐγούστηρα] Fort. αὐγούστειρα. 4. εὐχερῶς] εὐχὴν P. Scholion non 12. σεβασμία Barnes. pro σε- integrum. βασμένα. 6. ἄριστον—παρευδοκίμησις] Scho- 19. νῦν δὲ οἱ M. οἱ μέντοι V. lion v. 209. male adscriptum huc αὐτὸ M. πάλιν V. rettulit Buttm. 21. εἰς σῶμα] Scribendum, εἰς ὦπα 8. παρευδοκίμησις] παρευδοκίμευσις cum Porsono. P.Q. 24. ἀπόστασιν] ὑπόστασιν Q.)
265

231. περὶ δὲ ζώνην βάλετʼ ἰξυῖ] ῥάχει ὅλῃ. ἰξὺς δὲ τὸ ἄνω, ὀσφὺς τὸ κάτω. ἰξὺς οἷον ἄξυστις οὖσα, ἣν οὐχ οἷόν τε ξύσαι καὶ κνήσασθαι τῇ χειρὶ, ἣν ἀλλαχοῦ λέγει ἄκνηστιν. καὶ ἑρμηνεύων τὴν λέξιν φησὶ, κατ᾿ ἄκνηστιν μέσα νῶτα. ῥάχις δὲ καλεῖται ἡ σύμπηξις τῶν τριά- κοντα τεσσάρων σπονδύλων, ὧν οἱ πρῶτοι ἑπτὰ συμπληροῦσι τὸν τρά- χηλον, οἱ δὲ τελευταῖοι δεκαπέντε τὴν ὀσφὺν, οἱ δὲ μέσοι δώδεκα ὄντες τὸν νῶτον, ὃν νῦν ἰξὺν ἐκάλεσεν ὁ ποιητής. B.E.Q.

232. καλύπτρην] τὸ κάλυμμα τῆς κεφαλῆς. E.Q.V.

αἱ Ἀριστάρχου, ἐφύπερθε· αἱ εἰκαιότεραι, ἐπέθηκεν. H.

236. στειλειὸν] στειλειὸς ἡ λαβὴ τοῦ πελέκεως. V. ὀξυτονητέον τὸν στειλειόν. λείπει δὲ τὸ ἦν. ἢ ἀπὸ κοινοῦ τὸ ἔδωκεν. P.Q. Ἄλ- λως. στελεὰ ἡ τρύπη τοῦ πελέκεως, στειλεὸν δὲ τὸ ξύλον. B.E. P.Q. ἰκρίον δὲ τὸ περὶ τὴν πρύμναν κατάστρωμα, ὡς αὐτὸς ἑτέρωθι ἐξηγεῖται αὐτά. ἰκρίον δὲ ἀπὸ τοῦ ἱκνεῖσθαι εἰς τὸν ἀέρα. B.E.Q.

238. νήσου ἐπʼ ἐσχατιῆς] οὐχ ὅτι ἠγνόει τοσοῦτον χρόνον διατρί- βων ἐν τῇ νήσῳ, ἀλλʼ ὅτι διὰ τὸν ἔρωτα ἑτοίμως ὑπουργεῖ. ἑξῆς γοῦν μυρίας ἀφορμὰς εὑρίσκει τοῦ συνεῖναι καὶ ἐντυγχάνειν αὐτῷ. ἐξὸν γὰρ ἅμα πάντα δοῦναι, ἡ δὲ ἕκαστον πρὸς τὴν χρείαν κομίζει. Ἄλ- λως. τὸ πρὸς τοῖς ἐσχάτοις τῆς νήσου εἶναι τὰ ξηρὰ πιθανὸν, ὧν κατεφρόνει ἡ θεός. ἀμελούμενα οὖν τοιαῦτα ἦν. ἅμα δὲ καὶ ὑπὲρ τοῦ μὴ ἀχθοφόρον τὸν ἥρωα φαίνεσθαι μακρόθεν φέροντα τὰ ξύλα εἰς θάλασσαν. P.Q.

240. αὖα πάλαι] κατάξηρα καὶ ἐξαυλισμένα. E.Q.V. ἢ διʼ εὐ- φωνίαν ἔγκειται τὸ α. V.

περίκηλα] Ἀρίσταρχος ὥσπερ ξηρὰ ἐκδεχόμενος, τὰ περικεκαυ- μένα ὑπὸ ἡλίου. Χρύσιππος δὲ διῄρει, περὶ κῆλα, περισσῶς ξηρά. P. [*](1–7. ἰξύς, ῥάχις. ῥάχις δὲ καλεῖται 9. αἱ ante Ἀριστάρχου addidit Por- ἡ σύνταξις τῶν εἴκοσι τεσσάρων σπον- Son. δύλων ὧν οἱ π. ε. σ. τ. τ. οἱ δὲ τελευταῖοι 11. ἦν Buttm. pro ῆ. πέντε τ. ο. οἱ δὲ μέσοι δώδεκα ὄντες— κοινοῦ] τοῦ κοινοῦ P. —ὁ ποιητής B.H.P.Q. alio scholio. 13. ἑτέρωθι] Vid. ad 254. Et ἰξύϊ] οἷον ἄκνηστίς τις οὖσα ἣν οὐχ 23. ἐξαυλισμένα] ἐξηυλημένα emen- οἷόν τε ξύσαι καὶ κνήθεσθαι τῇ χειρὶ— do Hesychii et Etym. M. auctori- (ut supra)—μέσα νῶτα P.Q. iterum tate. BARNES. alio scholio. Excerpsit hæc Eu- ἢ διʼ εὐφωνίαν] Nescio quid hoc stath. p. 1531, 1. inficetiarum: nam in ed. ant. lem- 5. τεσσάρων σπονδύλων] τριῶν σφον- ma scriptum est ita ΑΥΑΠΑΛΑΙ. δύλων E. BUTTM. 6. δώδεκα] ἕνδεκα E.)

266
Ἄλλως. διχῶς, περίκηλα καὶ περὶ κῆλα, περισσῶς κεκαυμένα ὑπὸ ἡλίου, οὐκέτι θάλλοντα οὐδὲ ὑγρά. E.P.Q.

244. εἴκοσι δʼ ἔκβαλε πάντα] παρέλκει τὸ πάντα, ὡς ἐν τῷ “τριχθὰ δὲ πάντα δέδασται” (Il. ο, 189.). P. Q. ἐπιφέρει γὰρ “γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος” (ib. 193.) Q.

245. στάθμην] κανόνα, ὑπομεμιλτωμένον σχοινίον. P.Q.V. τεκτο- νικὴν σπάρτον. P.V.

246. τόφρα δʼ ἔνεικε τέρετρα] “τόφρα δὲ φάρεʼ ἔνεικε Καλυψὼ δῖα θεάων” (258.). Q.

τέρετρα] τρυπάνους. P. πάντα τὰ τρῆσαι δυνάμενα. B.P. ἀπὸ τοῦ τορῶ τὸ τρυπῶ. B. πάντα τὰ διατρῆσαι δυνάμενα, γομφωτήρια καὶ τρύπανα. V. τὰ ὀρθὰ ξύλα, οἷον στήμονος τάξιν ἐπέχοντα. T.

247. 248. τέτρηνεν—ἁρμονιῇσιν ἄρασσεν] Ἀριστοφάνης τὸ αὐτὸ ᾤετο περιέχειν ἄμφω. διὸ τῷ μὲν σίγμα, τῷ δὲ ἀντίσιγμα ἐπιτίθησιν. B.P.Q. Vind. ὁ δὲ Ἀρίσταρχός φησι διὰ τοῦ πρώ- του τὸ μὲν τέλειον τῆς ἁρμογῆς μὴ εἶναι, ἀλλʼ, ὡς ἄν τις εἴποι, ἁρμόζοντα κατεσκεύασε, καὶ πρὸς ἄλληλα συγκαταγαγὼν ἐσκέψατο εἰ ἁομόζει ἀλλήλοις. τῷ δὲ ἑξῆς συνέκλεισε καὶ κατεγόμφωσε. διὰ γὰρ τοῦ ἄρασσε τὸ τέλος τῆς ἁρμογῆς παρέστησε. B.H.M.P. Q.T.

248. γόμφοισιν] οἷς ἁρμόζεται τὰ ξύλα πρὸς ἄλληλα. ἢ πασ- σάλοις, ἢ πλατέσιν ἐπιούροις, ἢ σφήναις. V.

γόμφοισιν δʼ ἄρασσεν, ἀντὶ τοῦ κατεγόμφωσεν. ἁρμονιῇσιν ἄρασ- σεν ἀντὶ τοῦ συνήρμοσε καὶ συνέκλεισε. B.H.M.P.Q.T.

ἄραρεν] ἥρμοσεν. γράφεται καὶ ἄρηρεν. V.

[*](2. ὑγρά] χλωρά P. 14. τὸ αὐτὸ —π. ἄμφω] τοὺς δύο 6. τεκτονικὴν] ἢ τεκτονικὴν V. τούτους στίχους τὸ αὐτὸ—π. P. Vind. 8. φάρεʼ ἔνεικε] ἔνεικε φάρεα Q. σίγμα] In codicibus sola litera σ “Videtur aliquis hos versus hic expressum, cujus saltem ponenda conjunxisse, ut demonstrent id erat forma majuscula C. quod dictum est ad 238. ἐξὸν γὰρ 15. ὁ δὲ—εἶναι, ἀλλ᾿ om. M. T. ἅμα κ. τ. ἐ. Hoc autem in suis 17. ἁρμόζοντα] ἀρμοζόντως M. quoque antiquorum commentario- συγκαταγαγὼν H.M. T. καταγαγὼν rum exemplis ita invenit Eusta- ceteri. thius; unde factum ut vocem φά- 18. ἁρμόζει] ἁρμόζοι M.T. ρεα hic statim explicaret, longe τῷ δὲ (sc. στίχῳ) Buttmannus pro antequam ordine ad illum versum τὸ δέ. perveniret. Faciunt talia ad mate- 19. τέλος—παρέστησε] τέλεον— riam de Eustathii fontibus.” BUT. κατέστησεν T.)
267

ἁρμονιῇσιν] προπερισπωμένως. ἐστὶ γὰρ Ἰώνων ὁ καταβιβασμός. H.P.

249. ἔδαφος νηὸς] ἀλλαχοῦ γαστέρα λέγει τὴν τρόπιν τῆς νηός. E. τὸ κατώτατον κύτος τῆς νηὸς, ἣν νῦν καλοῦσι γάστραν. H.Q. T.V.

τορνώσεται] περιγράψηται καὶ περιορίσηται, ὡς ἐπὶ τοῦ “τορνώ- σαντο δὲ σῆμα” (Il. ψ, 255.). B.E.P.Q.T.

250. φορτίδος] φορταγωγοῦ, τῆς καὶ ὁλκάδος καλουμένης. P.V.

251. ποιήσατʼ Ὀδυσσεύς] ἔνιοι, τορνώσατʼ Ὀδυσσεύς. B.E.H.Q.

252. ἴκρια] τὰ ἐπιτεταμένα ξύλα ἀπὸ πρύμνης ἕως πρῴρας. E.

τὰ σανιδώματα, παρὰ τὸ διʼ αὐτῶν ἱκνεῖσθαι καὶ διαβαίνειν τὸν κυβερνήτην. B.P.Q.T. ἴκριον ἐκάλεσε διὰ τὸ ἐπʼ αὐτοῦ ἱκνεῖσθαι καὶ διαβαίνειν τὸν κυβερνήτην. P.T. ad

σταμίνεσσι δὲ τοῖς ἐπιμήκεσι ξύλοις καὶ στήμονος τάξιν ἐπέχου- σιν, ἃ παρατίθεται τοῖς ἰκρίοις ἐξ ἑκατέρων τῶν μερῶν πρὸς τὸ ἑστά- ναι· ἢ τοῖς ὀρθοῖς ξύλοις, οἷς τὰ πηδάλια πήσσεται. B.E.H.Q.V.

253. ἐπηγκενίδεσσι] ταῖς διατεταμέναις σανίσι, κατὰ μετάθε- σιν τοῦ ν, οἷον ἐπενδοκίδεσσι, ταῖς ἐπικειμέναις δοκοῖς. B.E.H.P.Q.

τὸ δʼ ἐπηγκενίς οὕτω σχηματίζει ὁ Ἀπολλώνιος· ἐνέγκω, ἐπε- [*](1. καταβιβασμός] ὑπερβιβασμός H. 15. παρατίθεται] περιτίθεται E. Sed huic voci, de cujus sensu 16. πήσσεται] ἐμπήσσεται E.V. grammatico vid. Schaef. ad Greg. 17. ἐπηγκενίδεσσι] Scribebatur ἐ- Cor. p. 649. locus hic non est. πηγκενίδεσι. Καταβιβασμός autem est, cum to- 18. τοῦ ν] τοῦ γ V. nus descendit versus finem vocis, ἐπενδοκίδεσσι] ἐπενδοκίδεσι P. ἐπινε- ut in ἁρμονία, ἁρμονιά. BUTTM. κίδεσσι H. ἐπινεκήδεσι ceteri, nisi 3. τὴν τρόπιν τῆς νηός] Hoc nus- quod ἐπηνακήδεσι V. in edd. vet. quam quod sciam ita reperitur. In δοκοῖς] τοῖς δοκοῖς B.E.Q. P. inter lineas scriptum τὸ κοῖλον, 19. Ἀπολλώνιος] Apollon. Lex. ἣ γάστρα λέγεται. Cf. Il. σ, 348. et Hom. ἐπηγκενίδεσσι: τῆς σχεδίας τὰ Od. θ, 437. ubi γάστρη dicitur cavi- διηνεκῆ ξόλα. Sic etiam Hesyct., tas sive fundus tripodis. BUTTM. qui addit, αἱ εἰς μῆκος λαθηλούμεναι 4. τὸ κ.] ἤτοι τὸ κ. V. σανίδες. οἱ δὲ τὰ παραθέματα, ἢ πλά- για. Explicatius Etym. M. p. 357. νηὸς] νεὼς H. ἣν—γάστραν om. Q.V. 3. ἐπηγκενίς: τὸ ἐπὶ μῆκος παρατετα- νῦν om. H. μένον μακρὸν ξύλον, ἤγουν ἡ μακρὰ σα- γάστραν] γαστέρα T. νίς. παρὰ τὸ ἐνέκω ἢ ἐνέγκω γίνεται 6. περιγράψηται καὶ περιορίσηται P. ἐνεγκίς, καὶ ἐκτάσει ἐνηγκὶς, καὶ καθʼ περιγράψεται καὶ περιορίσεται B.E.Q. ὑπερβιβασμὸν καὶ μεταθέσει τοῦ ν εἰς γ T. ἐπηγκενὶς ἐπηγκενίδος. Eust. p. 1533. 11. τὸν κυβερνήτην om. B.P.Q. 39. ἐπηγκενίδες δὲ σανίδες ἐκ πρῴρας εἰς 14. δὲ om. E. πρύμναν τεταμέναι καὶ ἐπενηνεγμέναι, 14. τάξιν] τρόπον E. ὅθεν καὶ ἐτυμολογεῖται. παρὰ γὰρ τὸ ἐπέχουσιν H. ἔχουσιν ceteri. ἐπενεγκεῖν ἐπενεγκὶς γίνεται, καὶ κατὰ)

268
νεγκίς, καὶ ἐν ὑπερβιβασμῷ καὶ ἐκτάσει ἐπηνεγκίς καὶ ἐπηγκενίς. ἡ ἀπὸ πρῴρας ἕως πρύμνης ἐπενεχθεῖσα σανίς. Ἄλλως. ἐπηγκε- νίδες τὰ παρατεταμένα ξύλα καὶ οἷον ἀντὶ κρόκης. B.E.H.P.Q.T.

Ἄλλως. ἐπηγκενίδεσσι. οὕτως Ἀρίσταρχος. Ῥιανὸς δὲ ἐπητανί- δεσσι· ἤγουν ταῖς μακραῖς καὶ ἐπεκτεταμέναις. P.

254. ἐπίκριον] τὸ κερατάριον. καὶ ἑξῆς γοῦν φησι “τηλοῦ δὲ σπεῖρον καὶ ἐπίκριον ἔμπεσε πόντῳ” (318.). B.E.P.Q.T. τὴν κεραίαν, τὸ πλάγιον ξύλον τοῦ ἱστοῦ, ᾧ προσδέδεται τὸ ἄρμενον. P.Q.V.

Ἄλλως. ἴκριον, τὸ περὶ τὴν πρύμναν κατάστρωμα, ὡς αὐτὸ ἑτέ- ρωθι ἐξηγήσατο· “ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα εἰς ἄντλον κατέχυνθ᾿, ὁ δʼ ἄρα πρύμνῃ ἐνὶ νηῒ πλῆξε κυβερνήτεω κεφαλήν” (Od. μ, 410.)· εἶτα ἑξῆς “κάππεσʼ ἀπʼ ἰκριόφιν” καὶ ὃ πρύμναν ὠνόμασεν ὑποκατιών. P.T.

256. ῥίπεσσι] πλέγμασι ψιαθώδεσιν οὖσι πεπλεγμένοις. οἰσυί- νῃσι δὲ, τοῖς τῆς ἰτέας κλάδοις, ἢ ἀπὸ τοῦ οἰσυΐνου. ἔστι δὲ ἱμαν- τῶδες φυτόν. H.P.Q. ψιαθώδεσι πλέγμασι. ἱμαντῶδες δὲ φυτὸν ἡ οἰσυΐα, θρύῳ ὁμοία. γίνεται δὲ ἀπὸ τοῦ ῥίπτω. B.E.Q.T.

257. κύματος εἶλαρ] κώλυμα, ἀσφάλειαν καὶ φυλακήν. E.Q.V.

ἐπεχεύατο ὕλην] ἔρεισμα τῆς σχεδίας. V. ξύλα, λίθους, ψάμ- μον, πρὸς τὸ μὴ εὐρίπιστον εἶναι τοῖς πνεύμασιν ἐλαφρὰν οὖσαν. B.E.P.Q.T.

260. ὑπέρας] τοὺς ἐκ τοῦ ἄκρου τῆς ὀθόνης ἐξημμένους κάλους. [*](μετάθεσιν ἐπεγκενὶς καὶ κατὰ ἔκτασιν ἐπιπτύγματα. Idem grammaticus ἐπηγκενίς. ἔστι δὲ ἐπεγκενὶς ἢ καθʼ ἣν paullo post ἐπηγκενίδες· τὰ διηνεκῆ τῆς οἱ σκαλμοὶ πήγνυνται, ἢ ὅπερ κοινῶς σχεδίας ξύλα, αἱ εἰς μῆκος καθηλούμεναι περίτονον λέγεται παρὰ τὸ διόλου τείνε- σανίδες· οἱ δὲ τὰ παραθέματα ἢ πλάγια. σθαι. παρὰ δὲ τοῖς παλαιοῖς φέρεται 6. κερατήριον B.E.Q. Quod κερα- καὶ ὅτι ἐπηγκενίδες μακρὰ ξύλα τῆς τάριον scribendum, ut est in T. et σχεδίας, ἢ τὰ παραθέματα. schol. ad 315. De quo voc. vid. Du- 3. παρατεταμένα correxi ex Etym. cangii Glossarium. κεράτιον P. M. περιτεταγμένα P. et fortasse H. 8. τὸ ἄρμενον] τὰ ἄρμενα V. ἐπιτετμημένα ceteri. 9. Hæc potius referenda ad v. 4. ἐπηγκενίδεσσι] Scribebatur ἐ- 252. BUTTM. πηγκενίδεσι. 12. ἰκριόφιν] Addi poterat ν, 75. ἐπητανίδεσσι] ἐπιτανίδες P. quod ubi post ἰκριόφιν infertur πρύμνης. in ἐπεκτανίδες mutabat Buttm., in Sed eodem modo μ, 230. post ἐπητανίδες Lobeck. Pathol. Elem. ἴκρια additur πρῴρης. BUTTM. vol. 1. p. 508. (cui ego ἐπητανί- 14. πλέγμασι] πλάσμασι Q. δεσσι prætuli) collata Hesychii οἰσυΐνησι] οἰσυίνεσσι H. glossa ἐπηγανίδες· ἐπηνύγματα, quod 15. τοῦ om. Q. scribendum videri, quatmquam con- οἰσυίνου] οἰσυίνων V. οἰσυῶν Barnes tra seriem literarum, ἐπητανίδες· 18. καὶ φυλακήν om. E.Q.)

269
ἢ τὰς τροχιλίας. V. ὑπέρας τὰς τροχιλίας, ἢ σχοινία οἷς μετά- γεται τὸ κέρας. Ἄλλως. τὰ ἄνω εἰς ἄκρον ἑκατέρωθεν τοῦ κέρατος δύο σχοινία διʼ ὧν μετάγεται τὸ κέρας ὑπέρας καλεῖ. κάλους δὲ τὰ ἐν μέσῳ τοῦ κέρατος ἀνάγοντα καὶ κατάγοντα τὸ ἄρμενον. B.E.H. P.Q.T. πόδας δὲ, τὰ κάτω ἑκατέρωθεν δύο σχοινία πρὸς πρῷραν καὶ πρύμναν ἀναδεσμοῦντα τὸ ἄρμενον. B.E.Q.T.

κάλους] οἷς ἀνίεται τὸ ἱστίον. Q.

ὑπέρας, τὰ ὑπεράνω σχοινία. P.

κάλωας, σχοινία διʼ ὧν ἀνάγεται καὶ κατάγεται ἡ κεραία. V.

ὑπέρας] οἷς μετάγεται τὸ κέρας. P. πόδας] οἷς μετάγεται τὸ ἱστίον. P.Q. κάλους] οἷς συσπᾶται καὶ ἀνίεται τὸ ἱστίον. P.

πέδας λέγει τοὺς σχοίνους τοὺς κάτωθεν συνέχοντας τὴν ὀθόνην, ἢ τοὺς μεταγωγοὺς τοῦ κέρατος. ἕτεροι δέ φασι σχοινία οἷς συνέχε- ται ἀπὸ πρῴρας καὶ πρύμνης ὁ ἱστός· ἢ τὰ ἑκατέρωθεν δεδεμένα τοῖς ἀρμένοις σχοινία. P.Q.V.

266. μέγαν] διὰ τὸ τριπλάσιον τοῦ οἴνου δεῖν εἶναι. P.T.

267. κωρύκῳ] οἱονεὶ χώρυκός τις ὢν παρὰ τὸ χωρεῖν, καὶ κώρυκος. σημαίνει δὲ τὸν θύλακον. B.E. κώρυκος κυρίως λέγεται ὁ θύλακος, οἱονεὶ (P. δηλαδὴ) ὁ ἀσκὸς, οἷον χώρυκός τις ὤν. καταχρηστικῶς δὲ λέγεται καὶ πᾶν εἶδος σακκίου. P.Q.

268. οὖρον] οὖρος ὁ ἄνεμος παρὰ τὸ ὀρούειν καὶ ὁρμῆς αἴτιον εἶναι. T. λιαρόν τε] ἢ χλιαρὸν, ἢ ὁμαλὸν, ἀπὸ τοῦ λεῖον τὸ ὁμαλόν. B.

272. Πληϊάδας τʼ ἐσορῶντι] ὅτι οὐδὲ τῶν κατὰ τὸν οὐρανὸν ἄστρων ἀπείρως Ὅμηρος εἶχε φανερόν ἐστιν ἐξ ὧν πεποίηκε “Πληϊά- δας θ᾿ Ὑάδας τε τό τε σθένος Ὠρίωνος” (Il. σ. 486.), καὶ τὴν Ἄρκτον τὴν ἀεὶ στρεφομένην περὶ ἀειφανῆ πόλον τὸν βόρειον καὶ διὰ τὸ μετέωρον μὴ ἁπτομένην τοῦ ὁρίζοντος, ὅτι ἐν ἴσῳ χρόνῳ ὅ τε σμικρότατος κύκλος, ἐν ᾧ ἐστιν ἡ Ἄρκτος, καὶ ὁ μέγιστος, ἐν ᾧ ὁ Ὠρίων, στρέφεται ἐν τῇ τοῦ κόσμου περιφορᾷ. καὶ τὸν βραδέως δυόμενον Βοώτην, ὅτι πολυχρόνιον ποιεῖται τὴν κατάδυσιν οὕτω πεπτω- κότα τῇ θέσει ὥστε ὀρθὸν καταφέρεσθαι καὶ συγκαταδύεσθαι τέτ- ταρσι ζῴοις τῶν πάντων εἰς ὅλην τὴν νύκτα μεριζομένων ἓξ ζωδίων. E.

[*](1. τροχιλίας] τροχῃλίας V. legitur a manu prima hoc quoque: τροχιλίας scripsi pro τροχαλὶας γρ. θυλάκῳ. V. ad α, 361. BUTTM. (τροχαλιὰς T. τροχαλαίας P.) τοὺς 28. καὶ ὁ μέγιστος Buttm. pro ἡ τροχίλους dixit Eustath. p.1534, 8. μεγίστη. 18. ὁ θύλακος] Hinc in marg. P.)
270

ἐσορῶντι] γρ. καὶ, εἰσορόωντα. διχῶς αἱ Ἀριστάρχου. H.

Πληϊάδας] Πληϊάδες Πληϊόνης τῆς Ὠκεανοῦ καὶ Ἄτλαντος θυ- γατέρες. P.

Ἄλλως. Πληϊάδας ἑπτὰ ἀστέρας συνεχεῖς κατʼ οὐρὰν τοῦ Ταύρου κειμένους, ὧν οἱ ἓξ μόνοι φαίνονται. E.P.V.

καὶ ὀψὲ δύοντα Βοώτην] σημειοῦνταί τινες ὅτι ὁ αὐτὸς καὶ Ἀρκτοῦρος λέγεται. E.P.Q.T.

Ἄλλως. ὀψὲ δύοντα] μετὰ πολὺν χρόνον τῶν συνανατειλάντων δύνοντα. κατὰ γὰρ τὸν Ἄρατον “τέτρασι γὰρ μοίραις ἄμυδις κα- τιόντα Βοώτην ὠκεανὸς δέχεται.” συγκαταφέρεται δὲ τέτρασι ζω- δίοις, σκορπίῳ, ἀφʼ οὗ ἄρχεται δύεσθαι, τοξότῃ, αἰγοκέρωτι, καὶ ὑδροχόῳ, ἐφʼ οὗ λήγει. E.H.P.Q.V.

ὀψὲ δύοντα] τότε γὰρ μάλιστα τοῦ ἔργου ἀπολύονται οἱ βόες. B.V.

ὀψὲ δὲ δύοντα τὸν Ὠρίωνα εἶπεν ὡς πρὸς τὰς Πλειάδας, μετὰ γὰρ τὸ δῦσαι ταύτας καιροῦ παραρρυέντος ἐπιδύεται καὶ οὗτος. B

Βοώτην δὲ αὐτὸν ἐκάλεσε διὰ τὸ πλησίον φέρεσθαι τῶν Ἄρκτων τῶν ἐοικυιῶν βουσὶ φευγούσαις διὰ φόβον τὸν βουκόλον, ὡς αἱ αὐταὶ τὸν Ὠρίωνα φεύγειν δοκοῦσι διὰ τὴν ἀπόστασιν. B.

Βοώτην ἀστέρα λέγει, οὗ φαινομένου περὶ τὴν ἑσπέραν οἱ ἐλευθεροῦνται τῆς ζεύγλης καὶ πρὸς μονὰς ἀπολύονται. P.Q.

ὁ Βοώτης καὶ Ἀρκτοφύλαξ καλεῖται. καὶ δοκεῖ εἶναι ὁ Ἰκάριος. Βοώτης δὲ λέγεται ὅτι κατὰ τὴν ἐπιτολὴν αὐτοῦ βοηλατοῦσι καὶ ἀροτριῶσιν. ἢ ἐπεὶ ὁ Ἰκάριος ἐπὶ ἀμαξῶν παρεκόμιζε τὸν οἶνον. E.H.P.Q.V.

ὁ ἀρκτικὸς κύκλος περιέχει τὰς Ἄρκτους καὶ τὸν Δράκοντα, περὶ ὧν φέρεται ἡ ἱστορία ἥδε. τὸν Δία ἐν Κρήτῃ τεχθέντα δύο νύμφαι ἐκεῖσε ἀνέτρεφον, καὶ ἡ μὲν Ἑλίκη ὠνομάζετο, ἡ δὲ Κυνόσουρα. [*](1. Nempe duæ lectiones com- 10. συγκαταφέρεται—λήγει] Haec mixtæ erant, ἐσορῶντα et ὁρόωντα, E. repetit infra ad v. 275. vel ἐσορῶντι et ὁρόωντι. PORSON. ζωδίοις] ζώοις E.Q. 2. Πληἰόνης] πληόνης P. 11. δύεσθαι addidi ex Eustathio θυγατέρες Buttm. θυγατρός P. 9. 1535, 32. 4. οὐρὰν] οὐνον (i. e. οὐρανὸν) MS. 12. ἐφ᾿ οὖ] Male ἀφʼ οὗ ap. Eu- Barnes. Ex H. annotatum πληϊά- stath. δας λέγει τοὺς κατʼ οὐρανὸν ὄντας πλανή- 18. αἱ addidit Buttm. τας. 24. παρεκόμιζε] ἐκόμιζε H. In illo 9. Ἄρατον] 581. consentit Eustath. p. 1535, 39.)

271
Κρόνου δέ ποτε ἐπελθόντος ὁ Ζεὺς τὸν ἑαυτοῦ πατέρα παραλογισάμε- νος τὰς νύμφας μετέβαλεν εἰς ἄρκτους, αὐτὸς δὲ εἰς δράκοντα μετε- βλήθη. εἶτα τῆς βασιλείας ἀντιλαβόμενος τῇ ἄρκτῳ ἀνεστήριξε φημὶ τὰς νύμφας καὶ ἑαυτόν. ἄξων δὲ λέγεται ἐπεὶ περὶ αὐτὸν ἄγεται ὁ οὐρανός. Q.

273. Ἄρκτον θ᾿, ἣν καὶ ἅμαξαν] ἅμαξα καλεῖται ἡ Ἄρκτος ἐπεὶ ἐκ τεσσάρων ἀστέρων σύγκειται τρόπον ἐχόντων πλινθίου, καὶ ἄλλων τριῶν δίκην ἐχόντων ῥυμοῦ. E.P.Q. ἐξ ἀμφοτέρων δὲ ὥσπερ ἐκ τρο- χῶν καὶ ῥυμοῦ ἁμάξης σχῆμα ἀποτελεῖται. E.P.Q.T.

ὅτι καὶ ἐν Ἰλιάδι (α, 487.) τὰ αὐτὰ περὶ τῆς Ἄρκτου καὶ τῶν ἄλλων ἀστέρων φησίν. P.

275. οἴη δʼ ἄμμορός ἐστι] μόνη δὲ, φησὶν, ἡ ἅμαξα τῶν λοιπῶν ἀστέρων ἐστὶν ἄμοιρος τῶν λοετρῶν τοῦ ὠκεανοῦ. λοετρῶν λέγει τού- των, ἐπειδὴ γὰρ, ὡς οἶμαι, ὁ περὶ τὸν ὠκεανὸν τόπος οὐκ ἀναδίδωσιν ἀτμοὺς παχεῖς, ὡς ἐπισκοτίζεσθαι τοὺς ἐπανατέλλοντας φωστῆρας ἐκεῖσε τούτοις, ἀλλὰ μένειν αὐτοὺς εἰλικρινεῖς καὶ φαιδροὺς, λέγει πως τούτους λούεσθαι καὶ καθαίρεσθαι ἐν τοῖς τοῦ ὠκεανοῦ λουτροῖς, τῇ τούτου καθαρότητι. ταύτην οὖν μοι λέγειν δοκεῖ ἔννοιαν λουτροῦ. P.Q. λοετρῶν] τοῦ λουτροῦ. H.

277. πρὸς τὸ περὶ τῆς πλάνης, ὅτι ὡς ἀπὸ τῶν περὶ τὸ Ἀτλαν- τικὸν πέλαγος φέρεται ἐπʼ ἀνατολάς. H. νοητέον ὅτι εἰκὸς ἦς τότε πλημμυρῆσαι τὸν ὠκεανόν. H.

χειρὸς] γρ. νηός. H.M.

280. ὅθι τʼ ἄγχιστον] τὸ ὅθι χρονικῶς οἱ Ἀριστάρχου, ἀντὶ τοῦ ὅτι, ἵνʼ ᾖ, ὅτι ἐγγὺς γέγονεν. Ἄλλως. ὅθι τʼ ἄγχιστον ἀντὶ ὅτι, ὡς “τότε με σχεδίης ἀποβῆναι ἀνώγει” (357.). ἄγχιστον δέ φησι καθὸ τούτους ὑφίσταται τῆς γῆς ἐσχάτους οἰκοῦντας. καὶ ἡ [*](3. ἀνεστήριξε φημὶ] Hæc cor- versu allegato, in quo diversa aber- rupta. κατηστέρισε, φασὶ Buttm. ratione τότε scriptum pro ὅτε, sive 7. σύγκειται] συνάγεται E.Q. potius ὡς τὸ ὅτε—. Ex eadem au- 15. φωστῆρας] ἀστέρας P. tem allegatione colligas Aristar- 17. πως] περὶ P. chum vocem ὅθι hic, ut alias alte- 18. καθαρότητι] καθαρειότητι P. ram ὅτε, cepisse sensu Latini quan- 24. οἱ Ἀριστάρχου] οἱ Ἀριστάρχειοι doquidem. BUTTM. Buttm. 26. Verba ἄγχιστον φασὶ δὲ καθὸ ἀντὶ τοῦ ὅτι —] Pro ὅτε mirum in P. (nam sic scriptum) —πόντῳ habet quoque ter continuo hic legi ὅτι. etiam T., omisso ἐσχάτους. Sed mendum manifestum vel e)

272
Ναυσικάα φησὶν “οἰκέομεν δʼ ἀπάνευθε πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχα- τοι” (ζ. 204.). P.Q.

281. εἴσατο δʼ ὡς ὅτε ῥινὸν] εἰ μὲν ῥινόν ἀναγνωστέον, ἔσται, ἐφάνη ὡς ἀσπὶς, ὅ ἐστι βύρσα· εἰ δὲ ἐρινόν, ἔσται συκέα. οἱ δὲ λέγουσιν Ἰλλυριοὺς ῥινόν λέγειν τὴν ἀχλύν. ἐφάνη οὖν ὡς ἀχλὺς ἡ γῆ. V. ῥινὸν λέγει τὴν ἀχλύν. P. ἐφάνη ὡς ἀχλὺς ἡ γῆ. P.Q.

εἴσατο δʼ ὡς ὅτε ῥινὸν] ἀντὶ τοῦ βύρσαν, ὡς καὶ ἐν Ἰλιάδι (κ, 155.) “ὑπὸ δʼ ἔστρωτο ῥινὸν βοὸς ἀγραύλοιο· αὐτὰρ ἐπὶ κράτεσφι τάπης τετάνυστο φαεινός.” ἢ ἐρινὸν τὴν ἐρινεὸν εἴρηκεν. Ἄλλως. ὡσανεὶ δέρμα βοὸς ἐφηπλωμένον τοῖς ὕδασιν οὕτως εἶδε τὰ ὄρη. τινὲς δὲ κακῶς ῥινόν φασιν ἀντὶ τοῦ τὴν ἀσπίδα. οἱ δὲ ἐρινὸν τὸν καρπὸν τῆς ἀγρίας συκῆς. ὁ μέντοι Ἀρίσταρχος ἐρινὸν αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους, ὡς ὁ δίφρος τὸ δίφρον. ἔνιοι δὲ ῥινὸν κατὰ Οἰνωτροὺς τὸ νέφος. οὐ μέντοι Ἡρωδιανὸς Ἀριστάρχῳ συγκατατί- θεται. Ἄλλως. ἐρινὸν οὐδετέρως ὁ καρπὸς, τὸ δὲ ἀρσενικῶς μένον ἐρινὸς τὸ δένδρον σημαίνει, ὥσπερ ἡ κέδρος θηλυκῶς τὸ φυτὸν τὸ δὲ κέδρον οὐδετέρως τὸν καρπόν. Ἀρίσταρχος δὲ ἐρινὸν αὐτὴν τὴν συκῆν κατὰ μεταβολὴν γένους. τὸν γὰρ καρπὸν μὴ νοεῖσθαι, ἐπεὶ βραχύς ἐστι πάνυ. P.Q.T.

ὥστε ῥινὸν] ἵνʼ ᾖ, ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων. Ἀρί- σταρχος ἀποδίδωσι σύκινον δένδρον. καὶ ἔστι μεταβολὴ γένους, ὡς δίφρος δίφρον, κύκλος κύκλον, ἐρινός ἐρινόν. E.

πολλάκις ἀπὸ διαφόρων πτώσεων συνέμπτωσις γινομένη πλανᾷ [*](4. ἐρινόν] ἐρινεὸν V. Correctum ῥινὸν τὰς βύρσας, ὡς τὸ, ὑπὸ δʼ ἔ. ῥ. ex scholio proximo. βοὸς, ὡσανεὶ δ. β. ἔφη πλωμένον—τινὲς 5. ἔρινον λέγειν Barnes. pro ῥινὸν δὲ ῥινόν φασι τὴν ἀσπίδα κακῶς. λέγειν, collato Hesych. qui ἔρινος per εἷδεν T. οἶδε P.Q. νέφος explicat. Sed ῥινὸν etiam in ὄρη—ἀσπίδα] ὄρνεα. τινὲς δὲ ῥινόν scholio proximo et ap. Eustath. p. φασὶ τὴν ἀσπίδα κακῶι T. 1536, 15. 11. ἐρινὸν T. ἐρινεὸν P.Q. 7. ὥς ὅτε] ὥστε P. ter in lem- 13. γένους] τοῦ γένους T. mate repetito; sed semel in con- ἔνιοι—Ἄλλως om. T. textu scholii, et in textu poetæ, ὡς 14. Οἰνωτροὺς] Supra lin. 5. et ὅτε. BUTTM. ap. Eustath. p. 1536, 27. Ἰλλυριούς. ἀντὶ τοῦ] τὴν T. τοῦ om. Q. 15. ἐρινὸν—ὥσπερ] οὐδετέρως δὲ λέ- ὡς] ὡς τὸ T., omisso καὶ ἐν Ἰλιάδι. γεται ὁ καρπὸς, ἀρσενικῶς δὲ τὸ δένδρον 8. ἀγραύλοιο—εἴρηκεν. Ἄλλως om. ἐρινὸς. ὥσπερ T. T. 17. δὲ om. P.Q. 10. ἐφηπλωμένον] ἔφη πλώϊμον Q. 18. γένους] τοῦ γένους T. ἐφηπλφθη T. In B. hoc scholion,)

273
τοὺς πολλοὺς, ὡς ἑνὸς ὄντος τοῦ σημαινομένου, ὥσπερ ἔχει τὸ εἴ- σατο. σημαίνει γὰρ καὶ τὸ ὑπέλαβε καὶ τὸ ἐπορεύθη καὶ τὸ ἴσος καὶ ὅμοιος ἐγίνετο. ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ εἴδω, τὸ δὲ ἐπορεύθη ἀπὸ τοῦ ἴω τὸ πορεύομαι, τὸ δὲ ὡμοιώθη ἀπὸ τοῦ ἐΐσκω. τὸ μὲν οὖν ὑπέλαβεν “εἴσατο δʼ ὡς ὅτε ῥινόν,” ἀντὶ τοῦ ὡς δέρμα ὑπέλαβε τὰ ὄρη τῶν Φαιάκων. καὶ “εἴσομαι αἴ κε τύχωμι” (Od. χ, 7.), ἀντὶ τοῦ νοήσω, ὑπολάβω, ἀπὸ τοῦ εἴδω. εἴσατο ἀντὶ τοῦ ὡμοιώθη, ἀπὸ τοῦ ἐίσκω, ὡς τὸ “εἴσατο φθογγήν” (Il. β, 791.), καὶ τὸ “εἰσά- μενος Κάλχαντι δέμας” (Il. ν, 45.) εἴσατο ἀντὶ τοῦ ἐπορεύθη ἀπὸ τοῦ ἴω, ὡς τὸ “εἴσατο γὰρ νηῶν ἐπʼ ἀριστερά” (Il. μ, 119.) E.P.Q.T. καὶ τὸ “οἵη τʼ Ἄρτεμις εἶσι κατʼ οὔρεος ἰοχέαιρα” (Od. ζ, 102.). E.Q.

282. τὸν δʼ ἐξ Αἰθιόπων] ἀπὸ τῶν πρὸς ἀνατολὰς Αἰθιόπων ἀνιὼν τὸν ἀπὸ δυσμῶν ἀντίον προσιόντα ὁρᾷ Ὀδυσσέα. P.Q. Ἄλλως. ποίων; τῶν ἀνατολικῶν. ἐκεῖθεν γὰρ τὸν ἀπὸ δυσμῶν ἐρχόμενον εὐχερῶς ὁρᾷ. P.Q.T. ἐξ Αἰθιόπων ἀνιὼν καὶ γενόμενος ἐν Σολύμοις. P.T.

283. ἐκ Σολύμων] τῆς Κιλικίας εἰσί. ὅθεν καὶ οἱ Σόλυμοι ὠνο- μάσθησαν ἀπὸ Σολύμου τοῦ Διὸς καὶ Καλχηδονίας, ὡς Ἀντίμαχος δηλοῖ. P.T. Σόλυμα ὄρη τῆς Πισιδίας. T.V.

285. κινήσας δὲ] ὅτι μὴ ἀντιμηχανώμενον τῇ αὐτοῦ βουλήσει ἑώρα τὸν Ὀδυσσέα. P. κάρην] κεφαλήν. V.

286. μετεβούλευσαν θεοὶ ἄλλως] εἰς τὸ νοστῆσαι δηλονότι, ἐπεὶ συνέθεντό μοι τοῦτον ἐκτοπίσαι. B. μετεμελήθησαν, μετέγνωσαν. πρώην γὰρ οἱ θεοὶ ἠμέλουν αὐτοῦ. P.Q.

289. πεῖραρ] τὸ πέρας ἢ τὸ τέλος· ἢ τὸ λιπαρὸν καὶ ἀκμάζον. E.P.V.

290. φημὶ ἅδην ἐλάαν κακότητος] δασέως τὸ ἅδην ἀντὶ τοῦ λίαν ἀθρόως. τὸ δὲ ἐλάαν κακότητος δηλοῖ τὸ κόρον σχεῖν τῆς κακίας. ὁ δὲ νοῦς, οἶμαι αὐτὸν ἐμφορηθήσεσθαι δυστυχίας ἑτέρας. B.P.Q.

292. τρίαιναν ἑλὼν] εὐτρεπίσας πρὸς τὸ κινῆσαι. φόρημα γὰρ αὐτῷ ἐστιν ἀχώριστον ἡ τρίαινα. H.P.Q.V.

[*](P. 272, 123. πτώσεων συνέμπτωσις] 16. ὠνομάσθησαν] δὲ addit T., κλίσεων σύμπτωσις T. recte. omissis τῆς Κ.—οἱ Σόλυμοι. P. 273, 2. καὶ τὸ ἴσος—ἐπορεύθη 17. Καλχηδονίας] Χαλδήνης ap. om. E.Q.T. Steph. Byz. s. v. Πισιδία. 4. 10. ἴω T. ἔω E.Q. 18. δηλοῖ T. λέγει P. 4. τὸ πορεύομαι om. T. 29. εὐτρεπίσας] εὐπρεπῶς V. 13. Ἄλλως—τῶν ἀ.] ἐξ αἰθιόπων δὲ 30. ἐστιν om. P.Q.V. τῶν ἀ. T. qui hæc scholio proximo ἀχώριστον] ἀχώρητον H. Q. Conf. adjungit. Ἄλλως et ποίων om. Q. Eustath. p. 1537, 22.)
274

293. σὺν δὲ νεφέεσσι] εἰκαίως. οὐ νεφεληγερέτης ἐστὶν ὁ Πο- σειδῶν. ἀλλʼ οὖν γε πρὸς ἀνθρώπους πάντως οἱ θεοὶ πάντων ἐξουσίαν ἔχουσιν. ὁ δὲ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς κατὰ τὴν τῶν πολλῶν δόξαν εἰς Δία ἀναφέρει τὴν αἰτίαν. Q.

294. ὀρώρει δʼ οὐρανόθεν νὺξ] σκότος ἐγένετο ὡς νύξ· οὐκ εἶπε δὲ ὀρώρει Ὀλυμπόθεν. H.T. τοῦτό ἐστιν ἐπιφώνημα. ἴδιον δὲ τοῦ ἐπι- φωνήματος τὸ ἔχεσθαι μὲν τῶν ἀνωτέρω προσεχῶς ῥηθέντων κατά τι, ἀφίστασθαι δὲ τούτων τῷ κατά τι καὶ δοκεῖν ἀλλότριον εἶναι, ὡς καὶ ἐνταῦθα. σκότος μὲν γὰρ ἐγένετο ἀπὸ τῆς συναγωγῆς νεφελῶν καὶ τοῦ ταραγμοῦ τοῦ πόντου καὶ τῶν ἀελλῶν, οὐ μὴν καθόλου· ἡ δὲ σκότος ἐστὶ καθόλου. καὶ ἔχεται μὲν ἡ νὺξ τοῦ μερικοῦ σκότους, ἐπεὶ καὶ αὐτὴ σκότος· ἀφίσταται δὲ τούτου, εἰ οὖν οὐ συγκρίνεται πρὸς τοῦτο οὐ σκότος οὖσα καθόλου. αὕτη ἡ φύσις τοῦ ἐπιφωνήμα- τος. B.

οὐχὶ ἐν τῷ καθόλου, ἀλλὰ τότε γενόμενος. H.P.Q.T. τὸ δʼ αἰ- θρηγενέτης, Ῥιανὸς καὶ Ἀριστοφάνης αἰθρηγενεής λέγουσιν. H.P.Q.

295. σὺν δʼ εὖρός τε νότος τε] τὴν τάξιν αὐτῶν ὁ ποιητὴς ὡς ἔχει διέθηκε. τούτων γὰρ ὁ μὲν ἀπὸ ἀνατολῆς ὁρμᾶται, ὁ δὲ ἀπὸ με- σημβρίας, ὁ δὲ ζέφυρος ἀπὸ δύσεως, ὁ δὲ ἀπὸ ἄρκτου. καὶ ὁ μὲν ἀπηλιώτης ὑγρὸς ὢν μεταβάλλει εἰς νότον [ὑγρὸς ὢν] θερμὸν ὄντα, δὲ νότος λεπτυνόμενος εἰς ζέφυρον, ὁ δὲ ζέφυρος ἔτι μᾶλλον λεπτυνό- μενος εἰς βορέαν ἀποκαθαίρεται. διὸ “ἐπὶ κραιπνὸν βορέην, τὰ δὲ κύματα ἄξε” (385.). κατὰ τὴν ἀντίθεσιν δὲ αὐτῶν φυσικῶς ἐξηγή- σατο “ἄλλοτέ μέν τε νότος ἐπέεικε φέρεσθαι, ἄλλοτε δʼ εὖρος ζε- φύρῳ εἴξασκε διώκειν” (331.) ἠπίστατο δὲ ὁ ποιητὴς ὅτι ὁ βόρειος πόλος ὑπὲρ γῆν ἐστι μετέωρος, ὡς πρὸς ἡμᾶς τοὺς ἐν τῷ κλίματι τούτῳ κατοικοῦντας, ὁ δὲ νότος ἐκ τοῦ ἐναντίου βαθύς. ὅθεν ἐπὶ μὲν τοῦ βορείου φησὶ “καὶ βορέης αἰθρηγενέτης μέγα πῆμα κυλίνδων,” τὴν ἄνωθεν ἐμπίπτουσαν φορὰν τοῦ ἀνέμου σημαίνων, τὸ δὲ ὠθεῖ τὴν ἀπὸ τοῦ κοιλοτέρου πρὸς τὸ ἄναντες βίαν. E.

[*](8. τῷ addidit Buttm. αἰθριγενέτης ibi etiam in lemmate v. 12. εἰ οὖν οὐ] Nescio quomodo 296. BUTTM. his medendum sit, in quibus tres 16. Ῥιανὸς Porson. pro ἠριανός. voculæ οὖν οὐ—οὐ sensum turbant, 22. In Homeri textu est πρὸ δὲ qui esse videtur hic: ἀφίσταται δὲ κύματʼ ἔαξεν. τούτου (ἡ νὺξ τοῦ σκότους), εἰ συγκρί- 24. In Hom. textu νότος βορέῃ νεται πρὸς τοῦτο, σκότος οὖσα καθόλου. προβάλεσκε φ. BUTTM. 28. αἰθρηγενέτης] αἰθριγενέτης E. 15. In Q. mendose primo loco 30. ὦθεῖ pro ἐώθη ex Od. γ, 295. αἰθριγενέτης, altero αἰθρηγενέτης. Et ubi vid. schol. Porphyrii ad v. 296.)
275

ζέφυρός τε δυσαὴς] ζέφυρος ὁ ἀπὸ δυσμῶν πνέων. ἀλλαχοῦ φησι “ζεφύροιο λιγὺ πνείοντας ἀήτας” (Od. δ, 567.). δυσαὴς δὲ ἤτοι δύσπνους, ἢ ἀπὸ δυσμῶν πνέων· ἢ διπλοῦς κατὰ τὸ πνεῖν. καὶ γὰρ ἀναψύχει τοὺς ἀνθρώπους. P.Q.

296. καὶ βορέης αἰθρηγενέτης] αἰθρίαν καὶ εὐδίαν ποιῶν, ἢ αἶθρον ποιῶν, τουτέστι πάγον. P.Q.V.

299. δειλὸς] δυστυχὴς, κατὰ συγκοπὴν τοῦ δείλαιος. E.

τί νύ μοι] τί μεῖζον ἔσται τούτων, οἷον ἐπὶ τί προκόψει τὰ κακά τίνα μοι τούτων δύναται γενέσθαι μείζονα κακά; τινὲς δὲ διὰ τοῦ χ μήχιστα, ἵνʼ ᾖ, τίς μοι γένηται μηχανή; οἱ δὲ τὸ τί νυ πῶς ἀντὶ τοῦ, πῶς μοι τούτων δύναται μείζω γενέσθαι; ὡς κἀκεῖ “τί νύ βίο- μαι” (Il. χ, 431.). P.Q. τινὲς μήχιστα, ἵνʼ ᾖ ἀνύσματα. H.

302. ἀναπλήσειν] γράφεται ἀναπλῆσαι. T.V.

304. Ζεὺς, ἐτάραξε δὲ πόντον] κατὰ τὴν κοινὴν δόξαν εἰς Δία ἀναφέρει τὴν αἰτίαν τοῦ χειμῶνος. P.Q.T.

ἐπισπέρχουσι] ἐπισπεύδουσιν, ἐπείγονται. B.

305. σῶς] τέλειος, ἀναμφίβολος. B.Q. ὁλόκληρος, οὐκέτι ὁρῶν ἐλπίδα σωτηρίας. E.

310. περὶ Πηλείωνι] ὅτι ὑπερεμάχησαν τοῦ σώματος Ἀχιλλέως Ὀδυσσεὺς καὶ Αἴας. καὶ ὁ μὲν ἐβάστασεν, ὁ δʼ Αἴας ὑπερήσπισεν, ὡς καὶ ἐπὶ Πατρόκλῳ. B.P.Q.

διὰ τί Ἀχιλλέως ἀποθανόντος μάλιστα τοῦ νεκροῦ προὔστησαν Ὀδυσσεὺς καὶ Αἴας; φαίνονται οὗτοι φίλτατοι γεγονότες Ἀχιλλεῖ. διὰ τοῦτο ὑβρίζων Ἀγαμέμνων τὸν Ἀχιλλέα καὶ τούτους ὑβρίζει [*](1. δυσμῶν] δυσμικῶν Q. In B. est —μηχανή; οἱ δὲ, τί νυ πῶς, omisso scholion ζέφυρος ὁ ἀπὸ δυσμῶν πνέων. τό, festinantius credo aut per cor- et in E. δύσ πνους, ἀπὸ δυσμοῦ πνέων. rectionem. Sed veriorem emen- 3. δύσπνους—ἀνθρώπους habet V. dationem ipse verborum contextus διπλοῦς κατὰ τὸ πνεῖν] Hoc ad ministrat hanc: οἱ δὲ τὸ, τί, νῦν aliam lectionem, δισαής, pertinere πῶς: h. e. τί hic valere πῶς. BUTT. conjicit Eustath. p. 1538, 25. 11. βίομαι] Sic in V. pro βείομαι; 8. In Mediol. magna confusio ceteri corruptius, Q. τί νυ βῶσθαι Hoc enim lemma corruptum in εἰ P. τί νύ μοι βῶσθαι. BUTTM. νύ μοι contextui adhæsit sic: εἰ νό 13. γράφεται] γράφε V. μοι τὸ μεῖζον: quo facto novum 14. κοινὴν] ἰδίαν Q. lemma superinductum: τί—γένη- 19. ὅτι] Sic in P. cum signo ται. BUTTM. relato ad verba quæ pro lemmate τί μεῖζον Buttm. pro τὸ μεῖζον. posui. Nam in Mediol. minus 10. τὸ τί νυ πῶς] Ex Harl. Por- bene ὅτε, cum lemmate ὅτε μοι— sonus hæc tantum excerpsit τινὲς—δοῦρα. BUTTM.)

276
λέγων “ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας ἢ Ὀδυσῆος” (Il. α, 138.). καὶ εἰς τὴν Χρύσην ἐκ τούτων μάλιστα ἡγεμόνα προαιρεῖται ἐκπέμπειν, εἷς δέ τις ἀνὴρ βουληφόρος ἔστω, “ἢ Αἴας, ἢ Ἰδομενεὺς, ἢ δῖος Ὀδυσσεὺς, ἠὲ σὺ Πηλείδη” (ib. 144.). καὶ εἰς τὴν πρεσβείαν τού- τους ἀποστέλλει, ὅτε Αἴας φησὶν Ἀχιλλεῖ “μέμαμεν δέ τοι ἔξο- χον ἄλλων κύδιστοί τʼ ἔμεναι καὶ φίλτατοι” (ι, 637. s. 641.). E. ἴσως διὰ τὴν Θέτιν Ἀχιλλέως μέμνηται. P.V.

311. τῷ κ᾿ ἔλαχον κτερέων] οὕτως ἂν ἠξιώθην ἐνταφίων. E.

312. λευγαλέῳ θανάτῳ] ὅτι λευγαλέον θάνατον οἱ γλωσσογράφοι ἀποδεδώκασι τὸν ἐν ὑγρῷ, ἔκ τε τούτων καὶ ἐκ τῶν ὑπʼ Ἀχιλλέως ἐν τῇ πρὸς τὸν ποταμὸν μάχῃ λεγομένων. ἄμεινον δὲ ὀλέθριον, παρὰ τὸν λοιγόν. Q. ἀδόξῳ, ἢ ἀδυνάτῳ, ἢ τῷ διʼ ὕδατος. V.

ἁλῶναι] Ἰξίων. ἀλέσθαι. H.

313. μέγα κῦμα κατʼ ἄκρης] ὡς φαμὲν κατάκρας πόλιν ἑλεῖν. B.P.Q. Ἄλλως. κατὰ παράλειψιν τῆς κεφαλῆς, ὡς τὸ “νῦν ὤλετο πᾶσα κατʼ ἄκρης” (Il. ν, 772.). ἑκατέροις δὲ δύναται προσδίδοσθαι. P.Q. κατὰ παράλειψιν τοῦ, κεφαλῆς· ἢ ἀντὶ τοῦ ὅλως συνέστρεψεν· ἢ νηός. E. κατὰ κεφαλῆς. ἢ ἀντὶ τοῦ ὅλον. καὶ γὰρ κατʼ ἄκρας πόλιν ἑλεῖν φαμέν. V. κατάκρης] κατὰ κεφαλήν. P.

314. ἐπεσσύμενον] Ἀρίσταρχος ἐπισσύμενον διὰ τοῦ ι. H.P.

315. αὐτὸς πέσε] Ῥιανὸς, αὐτὸν βάλε. τὸ κῦμα δηλονότι· ὃ καὶ ἄμεινον. ἀντιστρόφως δὲ ἡρμήνευσεν. οὐ γὰρ πρότερον ἔπεσεν, εἶτα ἀφῆκε τὸ πηδάλιον. B.H.P.Q.

317. δεινὴ μισγομένων] τινὲς οὕτως, σὺν τῇ δίνῃ τῶν ὑδάτων ἐλ- θοῦσα ἡ τῆς συμμίξεως τῶν ἀνέμων θύελλα. B.P.Q.T. δεινὴ] γράφεται, δίνη. B.H.

[*](2. Χρύσην] χρύσαν E. timam, in aoristo autem (ἑσσύμην, 13. ἀλέσθαι] ὀλέσθαι Buttm. σύμενος) tertiam a fine occupat. 16. ἑκατέροις P. ἑκατέρως Q. Nunc ἐσσύμενος referendum est ad προσδίδοσθαι hic et p. 254, 27. illa ἐληλαμένος, ἀκηχέμενος, de quibus correxi pro προδίδοσθαι. Vide etiam vid. Gramm. m. ampl. §. 98. obs. p. 201, 26. 230, 13. 19. cui addere hoc verbum neg- 17. παράλειψιν] παράληψιν E. lexi. BUTTM. διὰ τοῦ ι om. P. 19. κατὰ κεφαλήν (κατακεφαλήν 21. Ῥιανὸς] In B.Q. ubi hæc P.)] Ex hoc potissimum accusa- adhærent scholio 313. hic insertum tivo apparet fuisse qui hanc for- δέ post αὐτόν, et mox verba καὶ ἄμει- mulam ita dividerent κατὰ κράς vel νον omissa. BUTTM. Addidi ὅ. κρής (v. schol. Il. α, 531.) BUTTM. 24. ὑδάτων—συμμίξεως] ῥευμάτων 20. ἐπισσύμενον] Nimirum ob ac- —μίξεως T. centum, qui in partic. perf. penul-)
277

318. σπεῖρον τὸ ἱστίον, ἐπίκριον δὲ τὸ κερατάριον. B.P.T.

319. ὑπόβρυχα] εἴτε ἐπίρρημα εἴτε ἀπὸ τοῦ βρύξ προπαροξυνθή- σεται. τὸ δʼ ἐδυνάσθη ἀπὸ τοῦ δυνάζω, ὡς πελάζω. B.E.P.Q. ὑπόβρυχα] ὑποβρύχιον. βούλεται δὲ λέγειν τὸν καταδεδυκότα εἰς τὸ ὕδωρ. B.E.P.Q.V.

324. ἀλλʼ οὐδʼ ὣς σχεδίης] μεγάλη τῆς συνέσεως ὑπερβολὴ τὸ ἐν τοιούτῳ καιρῷ μνημονεῦσαι καὶ τῶν δεινῶν κρείσσω γενέσθαι καὶ ἐπὶ τὴν μόνην ἐλπίδα τῆς σωτηρίας καταφυγεῖν. P.Q.

328. ὡς δʼ ὅτʼ ὀπωρινὸς βορέης] ὥσπερ ὁ βορέας φέρει τὰς ἀκάν- θας, φέρονται δὲ συνεχόμεναι ἀλλήλαις, οὕτω καὶ τὴν σχεδίαν ἔφε- ρεν ὁ ἄνεμος συγκεκολλημένην. B.P. σφοδρότατοι δὲ οἱ ἐτήσιοι. ἡ δὲ ἄκανθα ὑπεξηραμμένη ὑπὸ τοῦ θέρους ἐλαφροτάτη γίνεται. B.P. ὅτι ἅμα, ἔτι δὲ καὶ πρὸς τὸ εὔκολον τῆς κινήσεως ἡ εἰκών. H.P.

ὀπώρα τὸ θέρος, ἐν ᾧ πεπαίνονται αἱ ὀπῶραι, καὶ ὀπωρινὸς βορέας ὁ θερινός. B. ὀπωρινὸς ὁ ἐν τῷ καιρῷ τῆς ὀπώρας, ὅ ἐστιν ἐν τῷ θέρει, πνέων. V.

329. 330. καὶ τὸ ἀμπεδίον καὶ τὸ ἀμπέλαγος διὰ τοῦ μ γραπτέον. P.

333. Κάδμου θυγάτηρ] διὰ τί αὕτη μόνη οἰκτείρει τὸν Ὀδυσσέα; λύεται δὲ ἐκ τῆς λέξεως. φησὶ γὰρ αὐτὴν ἄνθρωπον εἶναι πρότε- ρον. ὡς ὁμοιοπαθὴς οὖν ἄνθρωπος εἰκότως οἰκτείρει τὸν Ὀδυσσέα. οὐκ ἐναντιοῦται οὖν Ποσειδῶνι. κἀκεῖνος γὰρ οἶδεν ὅτι δεῖ σωθῆναι αὐτόν. Q. ἐλεεῖ αὐτὸν ὡς ἄνθρωπος γενομένη Ἰνώ. ἢ ὅτι ἦν φιλο- γύνης ὁ Ὀδυσσεὺς, ἡ δὲ διὰ τὸν Ἀθάμαντα ἐδυστύχησεν. V. Λευκοθέη] Λευκοθέα ἐκλήθη ἡ Ἰνὼ ἀπὸ τοῦ θεῦσαι, ὅ ἐστι δραμεῖν, διὰ τοῦ Λευκοῦ λεγομένου πεδίου τῆς Μεγαρίδος. E.V. τὴν αἰτίαν τῆς διωνυμίας ἀπέδωκεν, Ἰνὼ μὲν ὅτε ἄνθρωπος ἦν, ὅτε δὲ ἀπεθεώθη, Λευκοθέα. B.E.P.Q.T.

τὰ δὲ περὶ τὴν Λευκοθέαν οὕτως ἔχει. Ἀθάμαντι συνῴκει ἡ Ἰνὼ, καὶ παῖδες αὐτῇ γίνονται Λέαρχος καὶ Μελικέρτης. μανεὶς δὲ Ἀθά- μας διὰ τὴν μῆνιν Ἥρας, ὅτι ἔθρεψε τὸν Διόνυσον ἡ Ἰνὼ, τὸν μὲν Λέαρ- χον ἀναιρεῖ, ἔμελλε δὲ καὶ τὸν ἕτερον. ἀναλαβοῦσα δὲ αὐτὸν ἡ Ἰνὼ [*](1. κερατάριον] Vid. schol. ad 254. fra post ἐδυστύχησεν. 12. ὑπεξηραμμένη] ὑπεξηραμένη P. 29. ἡ Ἰνὼ] Nomen hic et l. 32. 22. οὖν] δὲ V. ubi verba οὐκ ἐναν- om. P.T. τιοῦται—σωθῆναι αὐτὸν leguntur in- 31. μὲν om. B.P.Q.)

278
φεύγει καὶ ἑαυτὴν εἰς τὴν θάλασσαν ῥίπτει. διὰ δὲ τὴν Διονύσου τροφὴν σὺν τῷ παιδὶ ἰσοθέου τιμῆς ἔλαχε, καὶ τὰ ὀνόματα μετέβα- λεν ἡ μὲν Λευκοθέα κληθεῖσα διὰ τὸ φυγὴν πεποιῆσθαι διὰ τοῦ Λευκοῦ πεδίου τῆς Μεγαρίδος, ὁ δὲ Παλαίμων διὰ τὸ συλλαμβά- νεσθαι τοῖς παλαίουσι κατὰ θάλασσαν. B.P.Q.T.

βροτὸς αὐδήεσσα] ἤτοι διαβόητος διὰ τὰ συμβάντα, ἢ ἐπεὶ οἱ ἄνθρωποι φωνήεντες πρὸς τὰ ἄλλα ζῷα. οὐδήεσσα ἡ ἐπίγειός ποτε. V.

ὁ μὲν Ἀριστοφάνης τὰς ἀνθρωποειδεῖς θεὰς αὐδηέσσας φησὶν οἱονεὶ φωνὴν μετειληφυίας, ὁ δὲ Ἀριστοτέλης οὐδήεσσαν λέγει οἱονεὶ ἐπίγειον. οὕτως καὶ Χαμαιλέων. H.P.Q.

φωνῇ ἀνθρωπίνῃ χρωμένη, ἀλλʼ οὐχὶ θείᾳ. διὰ σημείων γὰρ καὶ οἰωνῶν καὶ ἱερείων καὶ θυσιῶν καὶ διʼ ὀνείρων, οὐκ αὐδῆς, φθέγγονται οἱ θεοί. καὶ ἐφετμαὶ αὗται. “οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. δ, 353.), τῶν θεοπροπιῶν λέγει. E.

ζητεῖ Ἀριστοτέλης, διὰ τί τὴν Καλυψὼ καὶ τὴν Κίρκην καὶ τὴν [*](7. αὐδήεσσα] Sic omnes ante Nos observamus Inonem quidem Barnes. qui, nullum codicem (quod revera eo epitheto, qualecunque il- alias facit) laudans reposuit οὐδή- lud est, hic non appellari. Immo εσσα. Vera autem est emendatio cum dicitur eam olim fuisse βροτὸν (vid. not. sq.) nisi quod, ut obser- αὐδήεσσαν, manifestum est, nunc, vat Ern., scribendum ἢ οὐδήεσσα. ubi dea est, hoc epitheton non BUTTM. Restitui οὐδήεσσα. amplius cadere in illam. Deinde 9. οὐδήεσσαν] Libri αὐδήεσσαν, de non tacebo parum sollertes fuisse quo Buttm. “Mirum in mendosa interdum in grammaticis his minu- hac scriptura conspirare codices tiis antiquiores; qui hic quidem H.P.Q. hic et mox in alio scho- naturam formationis in εις εντος lio p. 279, 4.; item Etymol. M. non perspexerunt, quæ nunquam p. 169, 11 Veram autem scriptu- usurpatur nisi de iis quæ referta ram, in his scholiis nimirum, esse sunt aliqua re aut naturam ejus οὐδήεσσαν tum re ipsa patet; nam induerunt ut vel per lingua: ra- explicatio ἐπίγειος, ἐπὶ γῆς vocem tionem fieri plane non possit ut spectat ab οὖδας formatam; tum οὐδήεσσα, αὐλήεσσα dicatur ea quæ testimonio Eustathii et schol. H. sit in terra, in aula. Manifestum ad κ, 136.” Ineptam autem illam est itaque hunc quidem de Inone correctionem οὐδήεσσα merito no- locum referendum esse ad eum tavit Lehrs. Arist. p. 50. usum qui est ζ, 125. ubi hominum 13. αὗται Buttm. pro αὐταί. epitheton est αὐδήεις, h. e. μέροψ. 14. λέγει] Cf. ad ζ. 125. BUTT. cf. Il. τ, 407. de equo loquente. 15. Turbatum esse aliquid in Tamen illa etiam de Circa et Ca- hoc scholio vel ex eo apparet quod lypso explicatio, dici eas ita, quod non satis clara inde emergit Ari- hæ quidem deæ solæ humana et stotelis et ratio et argumentatio; natura et voce utantur, non satis- quæ ut conjectando elici possit fa- facit; neque dubito quin in his ciant fortasse varietates codicis E. quidem epitheton hoc spectet vo-)

279
Ἰνὼ αὐδηέσσας λέγει μόνας. πᾶσαι γὰρ καὶ αἱ ἄλλαι φωνὴν εἶχον- καὶ λῦσαι μὲν οὐ βεβούληται, μεταγράφει δὲ ποτὲ μὲν εἰς τὸ αὐλή- εσσα, ἐξ οὗ δηλοῦσθαί φησιν ὅτι μονώδεις ἦσαν· ἐπὶ δὲ τῆς Ἰνοῦς οὐδήεσσα. τοῦτο γὰρ πάσαις ὑπῆρχεν αὐταῖς καὶ μόναις. πᾶσαι γὰρ αὗται ἐπὶ γῆς ἄκουν. μήποτε δὲ τὸ αὐδήεσσα οὐ τὸ φωνῇ μόνῃ χρῆσθαι δηλοῖ, ὡς το “αὐδήεντα δʼ ἔθηκε˜” (Il. τ, 407.), σημαίνει δὲ καὶ τὸν ἔνδοξον καὶ ἐπίφημον. καὶ ἑκάστη δὲ τούτων ἔνδοξος, ὥσπερ ἡ Ἰνώ. ὅτε γὰρ ἐν ἀνθρώποις ἦν, ἔνδοξος καὶ ἐπίφημος ἐν πᾶσιν ἐτύγχανεν. E.P.Q.T.

335. ἐξέμμορε] δύναται πρὸς ἀμφοτέρας χωρεῖν ἡ λέξις. H.

336. ἥ ῥʼ Ὀδυσῆʼ ἐλέησε] δαιμονίως τῷ ἐπεισοδίῳ. ἅμα γὰρ ἀρχαίαν ἱστορίαν ἐνδέδεικται ἔξω τῆς ὑποθέσεως, καὶ τόπῳ ἁρμόζον πρόσωπον παρέλαβεν. ἔθος τε Ὁμήρῳ ἐν τοῖς ἐσχάτοις κινδύνοις θεῶν βοήθειαν εἰσάγειν. H. Q.

337. αἰθυίῃ δʼ εἰκυῖα ποτῇ ἀνεδύσατο λίμνης] οὐκ ἐφέρετο ἐν τοῖς πλείοσι. Ἀρίσταρχος δὲ περὶ μὲν τῆς ἀθετήσεως διστάζει, γράφει δὲ διὰ τοῦ ὑπεδύσατο. ἐν δέ τισιν ἀνεδύσατο. ἔοικε δὲ ὁ στίχος ἐκ τῶν ὕστερον (352.) εἰρημένων ὑπό τινος παρεμβεβλῆσθαι “αὐτὴ δʼ ἂψ ἐς πόντον ἐδύσατο κυμαίνοντα αἰθυίῃ εἰκυῖα.” H.P.Q. τινὲς εἰς τὸ εἰκυῖα στίζουσιν, ἵνʼ ᾖ, πετομένη ἀνῆλθεν ἐκ τῆς λίμνης. [*](cem canoram, qua utraque καλὸν χρῆσθαι E. ἀοιδιάει (ε, 61. κ. 227.). BUTTM. 8. καὶ ἐπίφημος ἐν πᾶσιν ἐτύγχατεν] P. 278, 15. ζητεῖ A.] Ἄλλως. προσ- ἐν πᾶσι καὶ ἐπίφημος ἡ πρὶν μὲν ἔην βρο- κείσθω δὲ καὶ τὸ, ἢ πρὶν μὲν ἔην βροτὸς τὸς αὐδήεσσα T. αὐδήεσσα. ζητεῖ γὰρ ὁ ὰ. T. in quo 11. τῷ ἐπεισοδίῳ Buttm. correxit hoc scholion adjunctum est ei quod pro τὸ ἐπισοδίῳ. Idem post δαιμε- v. 337. apponetur. Ἄλλως etiam νίως addidit κέχρηται, quo non opus in E.Q. præfixum. esse ostendi ad δ, 720. P. 279, 1. καὶ αἱ om. T. 14. βοήθειαν εἰσάγειν H. βοηθείας 2. βεβοόληται] βούλεται E.Q. τυγχάνειν Q. 3. μονώδεις] In P. μονώδεις: sed 17. διὰ τοῦ ῦ] Cum solum υ me- illud sine dubio verum, quaquam moret scholiastes, et mox ἐν δέ τισι hæc vox de eo qui est solitarius, tantum dicat, non ἐν τοῖς λοιποῖς, aliunde mihi nota non est. BUTT. dixeris fuisse tertiam etiam scrip- Usitatum est μονήρεις. turam ἐπεθύσατο. Et sane dea ne- 4. οὐδήεσσα] Libri αὐδήεσσα. que ἀναδύεσθαι, cui pugnat illud τοῦτο] ἐκεῖνο E. ποτῇ, neque ὑποδύεσθαι poterat. An 5. ἐπὶ γῆς] ἐπʼ αὐλὰς E. igitur ἐπιδύεσθαι mergorum motum δὲ E.T. οὖν Q. δ᾿ οὖν P. illum significabat quo advolantes οὐ τὸ] οὐ τῇ T. aquam attingunt et innatant ei ? φωνῇ μόνῃ χρῆσθαι T. φωνῇ μόνῃ BUTTM. κεχρῆσθαι P. Q. ἀνθρωπίνῃ φωνῇ μόνον 19. κυμαίνοντα] κὠδίνοντα H. P.)

280
P. T. Ἄλλως. οὐ τῷ σώματι, ἀλλὰ τῷ τάχει τῇ αἰθυίᾳ εἰκυῖα, οὐ μεταβαλοῦσα τὸ σῶμα πρὸς τὸ ὄρνεον, ἀλλὰ πρὸς τὴν ἀνάδυσιν ἡ εἰκών. P.Q.T. οὐ μεταμεμόρφωται ἄρα εἰς αἴθυιαν, ἀλλὰ δίκην αἰθυίας ἀνῆλθεν. οὐ γὰρ ἂν διελέγετο τῷ Ὀδυσσεῖ οὐδὲ ἐδίδου αὐτῷ τὸ κρήδεμνον. B.P.Q.T. πρὸς τὸν ἀναδυσμόν ἐστιν ἡ εἰκὼν καὶ τὸ παράδειγμα, οὐ κατὰ σῶμα. οὕτω καὶ ὁ Ἑρμῆς “σεύατʼ ἔπειτʼ ἐπὶ κῦμα λάρῳ ὄρνιθι ἐοικώς (51.). οὕτω καὶ ἐπὶ Ἥρας καὶ Ἀθηνᾶς. “αἱ δὲ βάτην τρήρωσι πελειάσιν ἴθμαθʼ ὁμοῖαι” (Il. ε, 778.), οὐ περιστεραὶ γενόμεναι, ἀλλʼ ὁμοῖαι τοῖς ἴθμασι τῶν περιστερῶν εἰς τὸ στρατόπεδον ἔρχονται. ἴθματα δὲ οὐκ ἔστιν ἴχνια, ἀλλʼ ὁρμήματα καὶ πτήσεις ἀπὸ τοῦ ἰέναι καὶ ἀπὸ τοῦ ἴθι ἰθμός· καὶ γὰρ καὶ τὴν εἴσοδον εἰσιθμὴν (ζ, 264.) καλεῖ. τὸ δὲ ποτὴν, ἵνʼ ᾖ κατὰ τὴν πτῆσιν καὶ τὴν ὁρμήν. ἀπαλλασσομένη μέντοι εἴκασται τῇ αἰθυίᾳ, ὡς καὶ Ἀθηνᾶ, “ὄρνις δʼ ὡς ἀνόπαια διέπτατο,” καὶ “φήνῃ εἰδομένη.” αἴ- θυια δὲ εἶδος ὀρνέου θαλασσίου. E.

αἰθυίῃ δʼ εἰκυῖα ποτὴν ἀνεδύσατο λίμνης] σὺν τῷ ν γραπτέον, ἵνʼ ᾖ πτῆσιν καὶ τὴν ὁρμήν. ἀπαλλασσομένη δὲ — — θαλασσίου. V. ποτὴν ἢ ποτῇ, τὴν πτῆσιν, τῇ πτήσει. V.

γράφεται καὶ ποτὴν, πτῆσιν. ἄμεινον δὲ χωρὶς τοῦ ν ἐν δοτικῇ. H.P.Q. δύναται δὲ καὶ τοῦτο ὑπὸ τὴν συγκοπὴν εἶναι καὶ ἀπὸ τοῦ πετῶ γεγενῆσθαι ὡς νέμω νομή, στρέφω στροφή, σκέπω σκοπή· P.Q.

ἀνεδύσατο λίμνης] πῶς τὸ τεταραγμένον πέλαγος λίμνην φησί; ὅτι πρὸς τιμὴν τῆς θεοῦ πρὸς τὸ παρὸν ἐγαληνίασε. P. Q.

341. μενεαίνων] προθυμούμενος· σημαίνει γὰρ ἑκάτερον ἡ λέξις. τὸ δὲ ὧδʼ ἔρξαι ἀντὶ τοῦ οὕτως ἔρδε. H.

342. ἔρξαι] πρᾶξον. ἀπαρέμφατον ἀντὶ προστακτικοῦ. V.

ἀπινύσσειν] μωραίνειν, ἀπὸ τοῦ πινυτός ὁ φρόνιμος. πινύσσω ῥῆμα, καὶ μετὰ τοῦ στερητικοῦ α, ἀπινύσσω τὸ μωραίνω. B.E.

344. ἐπιμαίεο] ἐφίεσο τοῦ νόστου τῆς γῆς τῶν Φαιάκων. H. T.

346. τῆ δὲ, τόδε κρήδεμνον] τὸ μὲν ἵνα ἀξιόπιστος ὁ λόγος γένη- [*](11. Ἄλλως om. T., qui post σώ- 17. καὶ τὴν correctum ex schol. ματι addit δέ. præcedente pro ὡς τήν. τῇ αἰθυία εἰκυῖα om. P. Q. 21. σκοπή] σκεπή P. οὐ μ. T. ἀλλʼ οὐ μ P. Q. 26. ἀντὶ τοῦ] τοῦ om. H. 12. εἰσιθμὴν Buttm. pro ἰθμήν. 28. πινύσσω Buttm. pro πινυέω.)

281
ται ἐπὶ τοσοῦτον διανηχομένου τοῦ Ὀδυσσέως. τὸ δὲ πρὸς ἀσφά- λειαν αὐτῷ ἔμελλεν, ὥσπερ σύμβολον τῆς θείας βοηθείας. P.Q.T. στέρνοιο] στέρνοισι, διχῶς αἱ Ἀριστάρχειαι. H. P. τὸ δὲ τανύσ- σαι ἀπαρέμφατον διὰ τὸ βαλέειν. P.

347. κακὸν] γρ. δέος. H.

349. ἂψ ἀπολυσάμενος] μακρὸν ἀπὸ τῆς γῆς. P.

βαλέειν] πάλιν τοῖς ἀπαρεμφάτοις ἀντὶ προστακτικῶν χρῆται. λέγει δὲ ὅτι ῥίπτων τὸ ἱμάτιον ἀποστραφήσεται. H.P.Q.

350. πολλὸν ἀπʼ ἠπείρου] ἵνα μὴ τὸ κῦμα ἐκβράσῃ αὐτὸ εἰς τὴν γῆν. B.P.Q.T.

352. ἄψ] γρ. καὶ, αἶ ψα. H.M.P.

354. αὐτὰρ ὁ μερμήριζε] οἱ μὲν δειλοὶ καὶ τὰ εὐηθέστατα προσίεν- ται ὑπὸ φιλοψυχίας, ὁ δὲ χαίρειν ἐάσας τὰς ὑποθήκας τῆς θεᾶς τῷ ἑαυτοῦ λόγῳ προσέχει, πείρᾳ μαθὼν ἐκ τῶν ἔμπροσθεν συμπτωμάτων καὶ τὰ φιλανθρωπότατα ὑποπτεύειν. P. Q.T.

356. αὖτε] γρ. καὶ ἄλλον. M.

357. ὅτε με] ἐπειδή. Gl. M. γρ. ὅ τε με. χωρίζει Ἀριστοφάνης διὰ τὸ ὅτε. H. P.

358. ἀλλὰ μάλʼ οὔπω πείσομʼ] οὐκ εἰς ἅπαντα καταφρονεῖ τῆς ὑποθήκης, ἀλλʼ εἰς δευτέραν ἐλπίδα αὐτῷ χρήσασθαι τῷ κρηδέμνῳ. P.Q.

364. ἀναστρεπτέον τὴν πάρα. δηλοῖ γὰρ τὸ πάρεστιν, ἐπεὶ οὐδέν μοι πάρεστιν ἄμεινον προνοήσασθαι. H.M.T.

367. κατηρεφὲς] ὑψηλὸς ὥστε σκεπάσαι αὐτόν. B.P.T.

[*](3. τανύσσαι] τάνυσαι H. P. pro διό τε h. e. διʼ ὅ τε, h. e. διό. 8. δὲ ὅτι Buttm. pro διότι. BUTTM. ἀποστραφήσεται] ἀποστραφῆ P. ἀπο- 19. Lemma ἇδʼ ἔρξω (v. 360.) γραφῆ H. ἀπογράφων Q. præfixum in P. 9. ἵνα—γῆν] Hæc verba scholio 22. ἀναστρεπτέον — τὸ πάρεστιν] superiori μακρὸν ἀπὸ τῆς γῆς adjungit Hæc verba sunt etiam in P. οὐδέν μοι] μοι ab scholiasta addi- 15. τὰ φιλανθρωπότατα] τὴν φιλαν- tum esse potest. Non improbabi. θρωπότητα Q. lis tamen Cobeti conqectura est 17. γρ. ὅ τε με] Voculæ ὅ super- veterem versus scripturam fuisse scriptum in P. διό. νήξομʼ, ἐπεὶ οὐ μέν μοί τι πάρα προνοῆ- Ἀριστοφάνης] Nempe Aristopha. σαι ἄμεινον, syllabis πει et ου per nes cepit pro ὅς τε, non pro ὁπότε. synizesin in unam coalescentibus, PORSON. Immo, ut ex allatis ut alibi non raro. ἐπεὶ—πάρεστιν apparet, pro neutro ὅ τε, quod sit om. T.)
282

ὅρα δὴ πῶς ἑαυτῷ ἐπαγωνίζεται ἐν τῇ ἐπαγγελίᾳ ὁ ποιητής. ἄνω γὰρ εἰπὼν “ἔλασεν μέγα κῦμα κατάκρης” ἤγουν ὁλοκλήρως, νῦν κατηρεφὲς τὸ κῦμα εἶπεν, οἱονεὶ τὸ καταστεγάζον αὐτοῦ τὴν κεφαλήν. P.Q.

368. ὡς δʼ ἄνεμος ζαὴς ἠΐων] μεγάλως. H. ὀξυτόνως τὸ ζαής. B.H.PT.

ἤϊα δὲ τὰ ἄχυρα παρὰ τὸ πανταχόθεν ἰέναι διὰ τὴν ἀσθένειαν. B.P.T. ἀχύρων, παρὰ τὸ ἰέναι ταχέως τὸ ἄχυρον. δηλοῖ δὲ καὶ τὰ βρώματα καὶ ἐφόδια. V.

ἠΐων θημῶνα] πάντα κοινῶς τὰ σιτία τινῶν ἤϊα Ὄμηρος καλεῖ. οὕτως γοῦν καὶ τὰς ἐλάφους εἴρηκεν “αἵτε καθʼ ὕλην θώων πορδα- λίων τε λύκων τʼ ἤϊα πέλονται” (Il. ν, 103.). καὶ τὰ ἄχυρα δὲ σιτία ζῴων τινῶν εἴη. P. Q. παρὰ τὸ ἰέναι καὶ φέρεσθαι ταχέως. B.

369. καρφαλέων—μακρὰ] ἑκάτερον τῷ ἐπιθέτῳ ἐπέτεινεν. P.

371. κέληθʼ ὡς ἵππον ἐλαύνων] οἶδε μὲν ὁ ποιητὴς τὸν κέλητα, οὐκ εἰσάγει δὲ τοὺς ἥρωας αὐτῷ χρωμένους, εἰ μὴ ἐξ ἀνάγκης ἐν τῇ Δο- λωνείᾳ τὸν Διομήδην. P. Q.T. κέλητα ἵππον λέγει τὸν ἄζυγον τὸν κατὰ μόνας ἐλαυνόμενον. T. μονοκάβαλλον. Gl. P. ὡς κέλης, ὅ ἐστιν ὁ ἄζευκτος ἵππος. V.

377. ἀλόω] πλανῶ σύ. Gl. M. διαίρεσίς ἐστι τοῦ ἀλῶ, διὸ βα- ρυτόνως ἀναγνωστέον. P. T.

378. διοτρεφέεσσι] γράφεται, Φαιήκεσσι. B.

379. ἀλλʼ οὐδʼ ὥς σε ἔολπα] πάλιν ἄλλων δεινῶν προσδοκίαν ὑπο- βάλλει ἀνακινῶν ἀγῶνα τῷ ἀκροατῇ. B.P.Q.

ὀνόσσεσθαι] διχῶς νοεῖται, ἢ ὀνόσσεσθαι καὶ μέμψασθαί σε τῆς κακότητος ἤτοι τῆς ταλαιπωρίας, ἧς ἔπαθες, ἢ ὀνόσσεσθαι καὶ ἀπό- νασθαί σε, ἤτοι ὠφεληθῆναί σε τῆς κακότητος τῆς σῆς ἕνεκα, ἤτοι τῆς κακουργίας, ὅτι ἐφόνευσας τὸν ἐμὸν υἱόν. B. ἐκφυγεῖν ἢ ἐξευ- τελίζειν τὴν κάκωσιν. E.

381. Αἰγὰς] τόπος, ἐξ οὗ καὶ Αἰγαῖον πέλαγος. B. Αἰγαὶ πό- [*](1. δὴ] Præstat δέ. 22. Φαιήκεσσι] Aut est var. lect. 2. ἤγουν ὁλοκλήρως om. R. pro ἀνθρώποισι, aut, quod verosimi- 11. πορδαλίων] παρδαλίων P. lius, glossa ad ἀνθρ. διοτρ. Cf. not. 14. Scholion ad ἐσκέδασε rela- ad α, 361. BUTTM. Nisi ortum tum in P. ex varia lect. ὅππως Φαιήκεσσι anno- 17. ἄζυγον] ἄζυγα Eustath. p. tata ad v. 386. 1539, 20. 23. π. ὑ. ἀνακινῶν] ὑ. π. κινῶν P.)

283
λις Ἀχαΐας. οἱ δὲ νῆσον πρὸ τῆς Εὐβοίας ἱερὰν Ποσειδῶνος. E.V. Αἰγῆ, νῆσος πέραν Εὐβοίας ἱερὰ Ποσειδῶνος, ἥτις νῦν ἐπεκλύσθη. οἱ δὲ, πλησίον Σαμοθρᾴκης. P.

383. ἀνέμων κατέδησε κελεύθους] κατέπαυσε τὰς πνοάς. E. τῶν ἄλλων ἀνέμων δηλονότι. B.P.Q.T.

385. πρὸ δὲ κύματʼ ἔαξεν] κατέαξε τὰ τῶν ἄλλων κύματα. ἐπι- φέρει γὰρ, μεγάλου ὑπὸ κύματος ἀρθείς. V.

καὶ πῶς κύματι πηγῷ ἐπλάζετο; δῆλον οὖν ὅτι τὰ τῶν ἄλλων ἀνέμων κύματα ἔπαυσε, μόνον δὲ βορρᾶν ἀφῆκε πνεῖν. B.P.Q.T. τοῦτο δοκεῖ μάχεσθαι τῷ ἐπιφερομένῳ “ἔνθα δύο νύκτας, δύο δʼ ἤματα κύ- ματι πηγῷ πλάζετο.” λύοιτο δʼ ἂν ἐκ τῆς λέξεως· τὰ γὰρ πρότερα, φησὶ, κύματα κατέαξε τὰ ἐκ τῶν ἄλλων ἀνέμων, μόνον δὲ τὸν βορέαν εἴασε πνεῖν. τινὲς δὲ μεταγράφουσιν “πρὸ δὲ κύματʼ ἔαγεν.” E.T.

386. τὸ ἕως ἀντὶ τοῦ ἵνα, ὡς καὶ ἀλλαχοῦ “εἵως χυτλώσαιτο σὺν ἀμφιπόλοισι γυναιξί” (Od. ζ, 80.). τινὲς δὲ γράφουσιν, ὅπως Φαιήκεσσιν. B.H.P.Q.

388. κύματι πηγῷ] οἱ μὲν γλωσσογράφοι μέλανι καὶ ἰσχυρῷ, ψνχρῷ, ἀδιαλύτῳ. τινὲς δὲ γαληναίῳ. κρεῖσσον δὲ εὐπαγεῖ, εὐτραφεῖ καὶ εὐμεγέθει. E.P.Q.V.

389. προτιόσσετʼ ὄλεθρον] προεμαντεύετο, προέβλεπε. B.

ἐπιστροφὴν ἐποίει καὶ ἔβλεπε. E. ἐν ὀφθαλμοῖς καὶ φανερῶς ἑώρα τὴν ἑαυτοῦ ἀπώλειαν. P.Q.V.

πλάζετο] ὁ μὲν Ἀρίσταρχος τὸ πλάζετο, Αἰολικῶς ἐκτείνων τὸ α, ἐπὶ τοῦ ἐπλήσσετο λαμβάνει, ἔνιοι δὲ ἐπὶ τοῦ ἐπλανᾶτο. P. Q.

391. ἠδὲ γαλήνη ἔπλετο] γαλήνη ἀνέμων, οὐ κύματος. ἐπάγει οὖν “μεγάλου ὑπὸ κύματος ἀρθείς.” πολλάκις δὲ μετὰ τὴν τῶν ἀνέμων λῆξιν τὸ ἐνδόσιμον τοῦ πνεύματος ἔτι ἐπεγείρει κύματα. B.E.H. P.Q.T. ἡ γαλήνη οὖν οὐ τῶν κυμάτων ἦν, ἀλλὰ τῶν ἀνέμων. πολ- [*](1. et 2. ἱερὰν et ἱερὰ scripsi pro 13. τινὲς—ἔαγεν] Hæc sunt etiam ἱερόν, quo servato Buttmannus νῆσον in P. et νῆσος in νησιον mutari volebat, πρὸ] πρὸς E. P. quod non convenit loco alteri ubi κύματʼ] κύματος E. sequitur ἥτις. τόπον ἱερὸν τῷ Ποσειδῶνι 14. τὸ ἕως—χυτλώσαιτο est in T. dixit Eustath. p. 1544. 31. 15. ὅπως] Immo ὅππως. 5. πρὸ δὲ κύματʼ ἔαξεν] Cf. schol. 17. οἱ μὲν γλωσσογράφοι om. E.P. ad 293. BUTTM. Q. 8. πηγῷ] κωφῷ P. 18. ψυχρῷ, ἀδιαλύτῳ om. P. V. 9. τοῦτο om. T. 27. ἐπεγείρει] ἐγείρει H.)

284
λάκις δὲ παυσαμένων τῶν ἀνέμων μένει τὸ πέλαγος κύματι κωφῷ κυλινδούμενον. Q. T.

ἠδὲ γαλήνη] Ἀρίσταρχος ἡ δέ, ἄρθρον δεχόμενος τὸ η. οἱ δὲ ἀντὶ τοῦ καί. H.

393. ὑπὸ κύματος] ἐν τῇ Ἀριστοφάνους καὶ Ῥιανοῦ, ἐπὶ κύμα- τος. H.

394. ὡς δʼ ὅταν ἀσπάσιος] κάλλιστα παραδείγματα παρὰ γονέων χρηστῶς ἐκτίθεται ὁ ποιητὴς παιδεύων, πῶς ἔχειν πρὸς γονέας δί- καιον· καὶ “ζώειν μὰν ἔτι φασὶ Μενοίτιον, ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι, τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα” (Il. π, 14.). P. Q.

οὐ μόνον πρὸς τὴν χαρὰν καὶ τὸ ἀνέλπιστον ἡ παραβολὴ, ἀλλὰ καὶ τὸ χρόνιον τῶν πρόσθεν δεινῶν. P. T.

396. ἔχραε] ἐπέσκηψε, μετὰ βλάβης ἐπῆλθεν, ἢ ἐπεβάρησε καὶ ἐπέθετο. H.P.V.

397. ἀσπάσιον δʼ ἄρα τόν γε] ἀσπασίως θέλοντα ἐκεῖνον. B.

398. ἀσπαστὸν ἐείσατο γαῖα] παρὰ Καλυψοῖ μὲν διατρίβων Ἰθά- κην ποθεῖ, ἐν θαλάττῃ δʼ ὢν οὑχ ὅπως πόλιν, ἀλλʼ αὐτὴν μόνην τὴν ξηρὰν οὐσίαν. P. Q.

400. γέγωνε βοήσας] ὅστις γεγωνὼς ἐβόησε. τὸ δὲ ἐγεγώνει ἀντὶ τοῦ εἰς ἀκοὰς ἐγένετο βοήσας τις. B. ὥστε ἐξακουστὸν γενέσθαι βοήσαντά τινά. E.V. ἐγνώσθη, ἠκούσθη. P.

401. ὅτι πᾶσι καλῶς ἐδόκει ἔχειν τὰ πεπονημένα Ὀδυσσεῖ, ἕτερα ὑπεκκαύματα καὶ φιλοτιμίας ἀρχὴν κενῆς ἐξεῦρεν ὁ ποιητὴς ἐπαγω- νιζόμενος ἑαυτῷ. H. P.

402. ῥόχθει γὰρ μέγα κῦμα] τὴν πρὸς τὰς πέτρας ἀντίκρουσιν τοῦ κύματος διὰ τοῦ ῥήματος παρεστήσατο. οὐ γὰρ ἐκχεῖται ἐπʼ αἰγιαλὸν, ἀλλʼ ἔστιν ἀγχιβαθὴς ἡ ἐκβολὴ, ὥστε προσπελάζον τὸ κῦμα τοιοῦτόν τινα ἀποτελεῖν ἦχον διὰ τῶν πετρῶν. P. Q.T. ποιὸν ἦχον ἀπετέλει. τῶν δὲ πεποιημένων ἡ λέξις. τραχὺ γὰρ τὸ ρ, τὸ θ, τὸ χ. τὸ δὲ ἄχνη ἀπὸ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ ἔχω, ἀέχνη καὶ ἄχνη. E.

[*](5. Ῥνανοῦ Porsonus pro ἀρειανοῦ. 18. αὐτὴν μόνην] αὐτὸ μόνον P. 14. 15. ἐπέσκηψε—ἐπέθετο H. με- 25. ἑαυτῷ H. ἑαυτόν P. Conf. τὰ βλάβης ἐπέσκηψε, ἐπῆλθεν, ἢ ἐπε- p. 282, 1. βάρησεν P. V.)
285

ποτὶ ξερὸν ἠπείροιο] πρὸς τὸ ξηρὸν τῆς γῆς. λέγει δὲ τὸ πετρῶδες τῆς ἀκτῆς. V. ξερὸν] συστολὴ τοῦ η εἰς ε. E.

403. ἁλὸς ἄχνη] τῷ λεπτομερεστάτῳ τοῦ ἀφροῦ τῆς ἁλὸς πάντα ἐκεκάλυπτο, ἢ τῇ ἀκαθαρσίᾳ. P. V.

404. νηῶν ὀχοὶ] οἱ συνέχοντες τὰς ναῦς. ἢ ἐφʼ ὧν ὀχοῦνται καὶ ἀναπαύονται αἱ νῆες. V. διὰ τὸ ὀχεῖσθαι ἐν αὐτοῖς τὰς ναῦς. ἢ οἱ ἔχοντες καὶ φυλάσσοντες τὰς ναῦς. E.P.

ἐπιωγαὶ δὲ τόποι σκέπην ἀνέμων ἔχοντες, παρὰ τὴν ἰωὴν καὶ τὸ ἄγνυσθαι, ἔνθα κλῶνται τὰ κύματα ἢ ὁ ἄνεμος διὰ τὸ μὴ εὑρίσκειν δίοδον. E.P.T. οἱ ἀνέμου σκέπην ἔχοντες τόποι, ἢ αἱ ἐξοχαὶ καὶ οἱ πλατεῖς αἰγιαλοί. V. καταδύσεις. διενηνόχασι δὲ τῶν λιμένων, ὅτι τόποι εἰσὶν ἀλίμενες μὲν, δυνάμενοι δὲ διὰ τὴν ἀπὸ τῶν ἀνέμων σκέ- πην δέξασθαι νῆας. γίνεται δὲ ἀπὸ τοῦ ἰωὴ ἡ κραυγὴ καὶ ἡ πνοὴ καὶ τοῦ ἄγω τὸ κλῶ, ἐν ἡ κλῶνται τὰ κύματα. E.

τίνι διενηνόχασιν αἱ ἐπιωγαὶ τῶν λιμένων, φημὶ οὖν ὅτι ἰωὴν τὴν πνοὴν λέγει, ὥς που εἴρηκεν “ἐξ ἀνέμοιο πολυπλάγκτοιο ἰωῆς” (Il. λ, 308.) ποιήσας ἐκ τοῦ ἄειν, ὃ σημαίνει τὸ πνεῖν. ὅθεν ἐπειδἡ καὶ ἀντὶ τοῦ φωνεῖν καταχρηστικῶς εἶπεν “αὖε δʼ ἑταίρους” (Il. λ, 461.), ἰωὴν καὶ τὴν φωνὴν κέκληκε “τὸν δʼ αἶψα περὶ φρένας ἤλυθʼ ἰωή” (Il. κ, 139.), καὶ τὸ ἤϋσε παρὰ τὸ ἄειν. καὶ μεταφορικῶς “λεύσσω δὴ παρὰ νηυσὶ πυρὸς δηίοιο ἰωήν” (Il. π, 127.). κυρίως οὖν τῆς πνοῆς ἰωῆς οὔσης, ἐκ ταύτης καὶ τοῦ ἄγνυσθαι τοῦ σημαίνοντος τὸ κλᾶ- σθαι εἴρηται “βορέω ἐπιωγὴ” (Od. ξ, 533.), ὅπου ἄγνυται ἡ πνοὴ τοῦ βορέου. ἐπιωγαὶ οὖν ῥηθήσονται τόποι ἀλίμενες μὲν, δυνάμενοι δὲ διὰ τὴν ἐκ τῶν ἀνέμων σκέπην δέξασθαι νῆας. P.Q.T.

405. ἀλλʼ ἀκταὶ προβλῆτες] πέτραι αἱ ἐν αἰγιαλῷ πεπηγμέναι ἐν ὕψει. E. Ἄλλως. προβεβλημέναι καὶ ἐξέχουσαι τῆς θαλάσσης, λεπιδωταὶ πέτραι ὀξυβελεῖς, τὰ λεγόμενα βράχη. E. ἐξοχαί. H. οἱ προνενευκότες εἰς θάλασσαν πετρώδεις τόποι. H.P.T. αἱ προβε- βλημέναι τῆς θαλάσσης πέτραι. ἀκταὶ, ἐξοχαί. V.

σπιλάδες δὲ αἱ διεσχισμέναι καὶ κεκοιλωμέναι πέτραι ὑπὸ τῆς συν- [*](8. τὴν ἰωὴν P. τὸ ἰὼ, E. 21. κυρίως—ἰωῆς οὔσης] πόθεν—ἰού- 9. κλῶνται] κλᾶται P. T., omisso σης Q. 23. ἐπιωγή] Legitur ὑπ᾿ ἰωγῇ. 15. τίνι] τί T. 26. ἐν ὕψει] Spectat hoc ad πά- 16. πολυπλάγκτοιο] πολυπλάτοιο P. γους. BUTTM. 17. ἄειν P. T. αὕειν Q. 31. καὶ κεκοιλωμένοι om. E.P.Q.T.)

286
εχοῦς πλήξεως τῶν κυμάτων. E.P.Q.T.V. ἐπεὶ σπηλυγγοειδεῖς τινες οὖσαι. P. οἱ δὲ, ὕφαλοι πέτραι. E.

πάγοι] αἱ εἰς ὕψος διήκουσαι πέτραι, ἢ πετρώδεις ἐξοχαί. Q. T. οἱ ὀξεῖς τόποι, αἱ πετρώδεις ἐξοχαί. ἢ ὀξεῖαι πέτραι, ἢ εἰς ὕψος ἀνέ- χουσαι πέτραι. ἀνατεταμένοι τόποι. V.

409. ὑποστικτέον εἰς τὸ Ζεύς, καὶ ἐπέρασα· ἡ γὰρ ἀνταπόδοσις εἰς τὸ “ἔκβασις οὔ πη φαίνεται.” H.

ἐτέλεσσα] γρ. ἐπέρασα. H. P.

410. πρὸ πολλοῦ τὸ δεινὸν σκοπεῖ. οὐχ ἄμα τῷ πλησιάσαι. P.

αὐτός ἐστιν ἑαυτοῦ συναισθανόμενος Ὄμηρος εἰς ὅσον ἀγωνίας προήγαγε τὸν λόγον. P.

412. ῥόθιον] τὸ μετὰ πολλοῦ ῥοίζου φερόμενον καὶ ὁρμητικόν. ἐκ τοῦ γινομένου ἤχου τὸ σημαινόμενον. B.E.P.V.

413. ἀγχιβαθὴς] ἡ ἐγγὺς τῆς γῆς βάθος ἔχουσα. P. V.

415. ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνωστέον. μάλα γὰρ αὐτοῦ τὴν εὐλά- βειαν κομματικῶς λεγόμενον παρίστησι. P.

λίθακι ποτὶ πέτρῃ] ἐφερμηνευτικὸν πρὸς τῇ τραχείᾳ πέτρᾳ. H. P. πέτρᾳ λιθώθει, ὅ ἐστι τὸ αὐτό. B. τῇ μικροὺς λίθους ἐχούσῃ ἐξέ- χοντας, τουτέστι τῇ τραχείᾳ πέτρᾳ ὑποπεπτωκυίᾳ τῇ θαλάσσῃ. E.

417. εἰ δέ κʼ ἔτι προτέρω] ἀντὶ τοῦ, εἴ που ἔμπροσθεν. καὶ περισ- σὸς ὁ κέ. P. T. προσωτέρω καὶ ἐκβολῇ τῆς σω προτέρω. B.

418. ἠϊόνας τε παραπλῆγας] τοὺς αἰγιαλούς. H. ὀξυτόνως τὸ παραπλήξ. παραπλῆγας δὲ τὰς μὴ ῥᾳδίως ἢ οὐ σφοδρῶς πλησσο- μένας ὑπὸ τῶν κυμάτων, διὰ τὸ μὴ ἀντικρὺς διαιρεῖν τῷ κύματι. ἢ τὰς μὴ κατὰ τὸ ἐναντίον, ἀλλʼ ἐκ πλαγίου πλησσομένας. E.P.Q. T. τοὺς ἐκ πλαγίου καὶ οὐχὶ ἀντικρὺ ἢ ὁμαλοὺς τόπους. τινὲς δὲ τοὺς ἀπὸ κυμάτων παραπλησσομένους λιμένας, ἐπιθετικῶς. V.

[*](1. σπηλυγγοειδεῖς Struvius pro λογ- 23. ἢ οὐ σφοδρῶς om. T. γοειδεῖς 24. ὑπὸ τῶν κυμάτων om. T., sed 3. ἢ π. ἐξοχαί om. T. habet in alio scholio, παραπλησια- 8. γρ. ἐπέρασα (ἐπέρασσα P.)] Est ζομένας τῇ γῇ, οὐκ ἐξ ἐναντίου πλησσο- haud dubie glossema, quod ipsum μένος ὑπὸ τῶν κυμάτων, quod emen- in textu habet M., ἐπέρασσα scri- datius scriptum vide infra ad v. pium, sed superscripto ἐτέλεσσα. 440. 17. ἐφερμηνευτικὸν] ἐφερμηνεύεται P. ἄντικρυς διαίρειν (sic) T. ἀντιδαιρεῖν 22. ὀξυτόνως τὸ π. (hæc verba et. E.P.Q. iam ex H. enotata, omisso τό.) et 26. ἢ ὁμαλοὺς—κυμάτων ex cod. παραπλῆγας δὲ om. E.P.Q. addidit Barnes.)
287

421. ἢ ἔτι μοι] διὰ γὰρ τὴν τοῦ θεοῦ ἐπήρειαν πάντα δεινὰ προσ- δοκᾷ. P.Q.T.

422. ἐξ ἁλὸς, οἷά τε πολλὰ] Ἀρίσταρχος γράφει, εἰν ἁλὶ, οἷά τε πολλά. H.

κλυτὸςʼ Ἀμφιτρίτη] ὡς τὸ “κλυτὸς Ἰπποδάμεια,” ἀντὶ τοῦ κλυ- τή. E. ἀπὸ τῆς δαίμονος ἡ θάλασσα. E.V.

Ἀμφιτρίτη] ἡ μεγάλη θάλασσα. ἡ δὲ διπλῆ πρὸς τὸ σχῆμα· καὶ ὅτι ἐν θαλάττῃ ὢν λέγει ἐξ ἁλός. H.P.Q.

Ἀμφιτρίτη λέγεται ἡ θάλασσα. ἀδελφὰ γάρ εἰσι τὰ στοιχεῖα ὁ Ποσειδῶν, ὁ Ζεὺς, καὶ ὁ Πλούτων. τῷ μὲν Διὶ ἔλαχεν ἡ τρίτη μοῖρα, ἤγουν τὰ οὐράνια, τῷ δὲ Ποσειδῶνι ὡσαύτως ἡ θάλασσα, τῷ δὲ Πλούτωνι ὡσαύτως ἡ τρίτη, ἤγουν τὰ καταχθόνια. ἡ γῆ δέ ἐστι καὶ τῶν τριῶν. E.

κλυτὸς Ἀμφιτρίτη] πῶς οὖν ἀλλαχοῦ φησι “κῆτος ἃ μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη;” (Od. μ, 97.) ἀλλὰ τὸ μὲν ἐπὶ τοῦ ὕδατος, τὸ δὲ ἐπὶ τοῦ στοιχείου. P.Q.T.

423. ὀδώδυσται] τὸ θέμα ὀδύω ὡς τανύω, ὤδυσται καὶ Ἀττικῶς ὀδώδυσται. B.P.T.

426. ῥινοὺς] ῥινὸς τὸ δέρμα, ὡς ἀλλαχοῦ ὁ ποιητὴς “ὑπὲ δʼ ἔστρωτο ῥινὸς βοὸς ἀγραύλοιο.” (Il. κ, 155.) M. ἐτυμολογεῖται ἀπὸ τοῦ ῥέω ῥινόν. B.

δρύφθη] συνετρίβη, ἐρράγη. H. ἀπεδρύφθη, ἀπεξύσθη. ἀπὸ τοῦ δέρας δρύπτω. B. ἐμφαντικῶς διέτεμε τὰς λέξεις. H. P.

439. ὣς] τινὲς περιέσπασαν τὸ ὧς, ἵνα σημαίνῃ τὸ ὅμως, ἔνιοι δὲ ὤξυναν. B.P.T.

παλιρρόθιον] παλινόρμητον, εἰς τοὐπίσω φερόμενον, ἐκ τοῦ ἀντικρὺ ῥέοντος. V. παλινορμήτως ὑποστρέψαν τὸ κῦμα πάλιν ἀπήνεγκεν αὐτὸν ἀπὸ τοῦ αἰγιαλοῦ εἰς τὸ πέλαγος. B.P.T.

431. ἐπεσσύμενον] ὁ Ἰξίων, ἀπεσσύμενον, καὶ μᾶλλον τὸ παλιρ- ρόθιον. H. P.

[*](3. εἰν ἁλὶ, οἷά τε Buttm. εἰν ἁλὶ est in H. In Q. ἔξοδον, in P. εξηδ. ἅτε H. Aristarchus cur scripturam 20. βοὸς ἀ.] ἢ ἀ. M. Recte scri- vulgatam mutaverit ex iis colligi ptum ap. schol. supra ad v. 281. potest quae infra de praepositione 23. ἐμφαντικῶς H. ἐμφατικῶς P. ἐξ dixit scholiasta. 24. ἔνιοι δὲ ὤξυναν om. B. T. 8. ἐξ ἁλός correxi pro ἔξοδος, quod)
288

432. ὡς δʼ ὅτε πουλύποδος] ὥσπερ οἱ πολύποδες ἀποσπώμενοι τῶν πετρῶν ἀντιλαμβάνεσθαι εἰώθασι ταῖς κοτυληδόσι καρτερῶς, οὕτως ἀντείχετο ταῖς χερσὶ καὶ προσεπεφύκει ὁ Ὀδυσσεὺς, ὥστε καὶ ἀπο- ξέσαι αὐτοῦ μέρος τι τοῦ δέρματος, καὶ προσείχετο τῇ πέτρᾳ. E. οὐκ ἔξωθεν ἡ εἰκὼν, ἀλλʼ ἐκ τῶν ἐνύδρων. δύσριγον δὲ ὃν τὸ ζῷον ἀντέχεται τῆς πέτρας θερμαῖνον αὐτὴν καὶ ἀντιθαλπόμενον ὑπʼ αὐ- τῆς. H.P.Q.T. καθὼς δὲ ἐκ θαλάσσης πολύποδος ἑλκομένου πυκνοὶ καὶ συνεχεῖς λίθοι πρὸς τὰς κοτύλας συνέχονται. T.

τοῦ ὀκτάποδος. εἶδος δὲ ἰχθύος ὁ ὀκτάπους. V.

433. πρὸς κοτυληδονόφιν] ὡς χαλκόφιν. λάιγγες τὰ μικρὰ λιθά- ρια, ἢ μικρὰ ψηφίδια. P. Q. πρὸς ταῖς κοτυληδόσι. κοτυληδόνες δέ εἰσιν αἱ τοῦ πολύποδος πλεκτάναι. ἐναντίως δὲ παραβέβληνται. V.

434. ὣς τοῦ πρὸς πέτρῃσι] σημειοῦνταί τινες ὅτι οὐ κατὰ πᾶν ὡμοίωται τὰ τῆς παραβολῆς. ἐκεῖ μὲν γὰρ τὸ σῶμα λίθακας ἀπο- σπᾷ, ὧδε δὲ πρὸς ταῖς πέτραις ἐναπομένει μέρος τοῦ δέρματος. Q.

436. ὑπὲρ μόρον] δύο εἰσὶ μέρη λόγου. P.

437. εἰ μὴ ἐπιφροσύνην δῶκε] σύνεσιν, ἐπίνοιαν. H. γρ. εἰ μὴ ἐπὶ φρεσὶ θῆκε. H. P.

438. κύματος ἐξαναδὺς] ὁ ἀναδύνων ἐκ τοῦ κύματος, τῶν κυμάτων ἐκείνων ἅτινα ἀποπτύονται καὶ ἐξερεύγονται εἰς τὴν ἤπειρον. B. τό τʼ] ὅπερ. Gl. P. ὅπερ ἐρεύγεται καὶ προσρήγνυται μετὰ ἤχου. P.

439. νῆχε παρὲξ] ὀξύτονον τὸ παρέξ, μεθʼ ὃ βραχὺ διασταλ- τέον. δηλοῖ τὸ παρενήχετο. P. οὔτε πλησίον πάνυ, ὅπερ δηλοῖ ἡ παρά, οὔτε πόρρω, ὅπερ δηλοῖ τὸ ἐξ. E.

ἄμφω εἰς τὴν καρτερίαν Ὀδυσσέως. ὡς νηχόμενος γὰρ τῆς παρα- τηρήσεως οὐκ ἠμέλει. P. Q.

440. ἠϊόνας τε παραπλῆγας] παραπλαγιαζομένας τῇ πληγῇ, οὐκ [*](6. θερμαῖνον] θερμαίνων H. 5. ἐνύδρων] ἐνύγρων Q. T. χονται. 6. θερμαῖνον] θερμαίνων H. 28. Hoc scholion in T. adscri- 6. θερμαῖνον] θερμαίνων H. ptum versui 418. ubi eadem verba ἀντιθαλπόμενον T. quod legit Eu- poetæ. stath. p. 1541, 9. ἀντιθερμαινόμενον πραπλαγιαζομένας] παραπλησιαζο- ceteri. μένας T. 12. παραθέβλνται Buttm. pro προ- τῇ πληγῇ H. τῇ γῇ T. ταῖς πληγαῖς βέβληνται, collato scholio proximo. B.E.T. 19. ἀναδὺνων Buttm. pro ὀδύων. οὐκ H. T. οὐδ᾿ P., om. B.E. 20. ἐξερεύγονται Buttm. pro ἐξέο-)

289
ἐξ ἐναντίου, πλαγίως δὲ πλησσομένας ὑπὸ τῶν κυμάτων. B.E.H. P.T.

441. ἀλλʼ ὅτε δὴ ποταμοῖο] Σώσωνά φασι τοῦτον λέγεσθαι τὸν ποταμόν. P. Q.

443. λεῖος πετράων] ἢ ὅτι πέτρας οὐκ εἶχεν, ἢ ὅτι εἶχε μὲν, λείας δὲ ὅμως αὐτὰς εἶχεν. B.P.Q.T.

444. ἡ ἀνταπόδοσις εἰς τὸ “ἔγνω δὲ προρέοντα,” ἵνα περιττεύῃ ὁ σύνδεσμος. P.

καὶ εὔξατο ὃν κατὰ θυμόν] οἰκεῖον γὰρ τῷ νηχομένῳ μὴ φθέγγε- σθαι, ἀλλὰ τῷ λογισμῷ τὴν εὐχὴν ἐκφέρειν. B.P.Q. εἶτά φησιν ὁ ποιητὴς ηὔξατο. P.

445. πολύλλιστον] πολυλιτάνευτον, ἀπὸ τοῦ λιτή ἡ παράκλησις. B.E. οὕτω πολύλλιστον κατʼ αἰτιατικὴν ἀντὶ τοῦ πολυλίστως. P. T. εὔχεται τῷ ποταμῷ ὡς ἂν ἑκάστου ἔχοντος δαίμονα. ὁ δὲ καὶ ἐν ταῖς κρήναις οἶδεν θεὰς, ἂς Νύμφας καλεῖ “Νύμφαι κρηναῖαι, κοῦραι Διός” (Od. ρ, 240.), καὶ ἄλλαι “Νύμφαι ὀρεστιάδες, κοῦραι Διός” (Il. ζ, 240.). οὕτω πεπληρῶσθαι θείων δυνάμεων Ὅμηρος ἡγεῖται πάντα. T.

447. αἰδοῖος μέν τʼ ἐστί] οἶμαι διὰ τὸν ἱκέσιον Δία, ὅς ἐστι πα- τὴρ ἀνδρῶν τε θεῶν τε. E. ὁ μέν παρέλκει. ὁ δὲ νοῦς, ἀνδρῶν ὅστις ἵκηται ἀλώμενος, αἰδοῖός ἐστι καὶ ἀθανάτοισι θεοῖσι. B.P.Q. καὶ παρὰ τοῖς θεοῖς, φησὶν, ὁ ἱκέτης αἰδέσιμος καὶ προσδεκτός ἐστι. B. P. Q.

449. σόν τε ῥόον σά τε γούναθʼ ἱκάνω] μιᾷ δεήσει καὶ τὴν φύσιν τοῦ ῥεύματος καὶ τὸ σῶμα συνέπλεξεν. P.Q.T.

451. παῦσεν ἑὸν ῥόον, ἔσχε δὲ κῦμα] μιᾷ δεήσει τὸ ἴδιον κῦμα καὶ τὸν ἴδιον ῥοῦν ἐπέσχεν. Q. T.

453. ἐς ποταμοῦ προχοάς] ἀντὶ ἀντωνυμίας τὸ ὄνομα. οὐ γὰρ εἶπεν εἰς τὰς ἑαυτοῦ προχοάς. ἡ διπλῆ οὖν παράκειται πρὸς τὸ τῆς ἑρμηνείας ἴδιον. B.E.P.Q.

ὁ δʼ ἄρʼ ἄμφω γούνατʼ ἔκαμψε] τὰ γὰρ νεῦρα ἀπὸ πολλοῦ κρύους ἀκινητοῦσιν. ἵνα γοῦν μὴ κρατηθῶσιν αὐτῷ ταῦτα ἔκαμψεν. E.

[*](1. πλαγίως δὲ solus habet H. expleo: ἐστί, γραπτέον, οὐκ ἐσσί. κυμάτων] τῶν πλαγίων addit P. BUTTM. 22. ἐστι] Huic scholio in P. sta- 24. δεήσει] θελήσει Buttm. tim subjungitur; γραπτέον οὐκ ἐσσί: 26. μιᾷ δεήσει om. T. quod assumpta præcedente voce 28. ἀντὶ—προχοάς habet T.)
290

οἱ γὰρ ἐπὶ πλέον ἐν ὑγρῷ διατρίψαντες ἀπορθοῦνται τὰ νεῦρα, καὶ δέονται μαλάξεώς τινος εἰς τὸ καταπεσεῖν. P.Q.T.

454. ἁλὶ γὰρ δέδμητο] τῇ θαλάσσῃ καταπεπονημένος ἦν. V.

455. ὤδεε] εἰ μὲν ἄνευ τοῦ ι, ὦζεν, εἰ δὲ σὺν τῷ ι, ᾠδήκει. H. P. ἔνιοι ᾤδησεν ὄγκῳ. V.·

κήκιε] ἀπὸ τοῦ κίω τὸ παραγίνομαι. ἀνηκοντίζετο πολλὴ καὶ ἐβρώμει, ἀφʼ οὗ καὶ καπνός. B.

457. ὀλιγηπελέων] ὀλίγον ἔχων τοῦ πέλειν. B.E.P.T. ὁ δὲ λό- γος, ὡς ὀλιγοδρανέων. P. T. ἤγουν ὀλιγοψυχῶν. B.E.

458. ἄμπνυτο] ἔμπνυτο, διὰ τοῦ ε. H.

459. καὶ τότε δὴ κρήδεμνον] ἐν πρώτοις μέμνηται τῶν ἐντολῶν τῆς εὐεργέτιδος. P.Q.T.

Ζηνόδοτος, ἀπὸ ἕο. ἡ κοινὴ, ἀπὸ ἕθεν. H. P.

460. ἁλιμυρηέντα] τὸν τῇ ἁλὶ ὁμοῦ ῥέοντα, ἤγουν ἀναμεμιγμένον τῇ θαλάσσῃ. ἢ τὸν εἰς ἅλα μυρόμενον. E. ἐπιθετικῶς τὸν εἰς τὴν θάλασσαν ἐρευγόμενον, τουτέστιν εἰς θάλασσαν ῥέοντα. P. Q.

461. κατάρροον διὰ τοῦ ἑτέρου ρ. H. P.

463. ὑπεκλίνθη] ἐφίλησε, ἠσπάσατο. H. τῇ σχοίνῳ ὑπέκλινεν ἑαυτόν. H. T.

σχοίνῳ ὑπεκλίνθη] τῇ λεγομένῃ βρούλῳ ὑπέπεσε. E.

465. τί νύ μοι μήκιστα γένηται] τί πλέον μοι τούτων γενήσε- ται; B. T. τὸ τέλειον, τί μοι τούτων γενήσεται; P.

466. δυσκηδέα νύκτα] δυσφρόντιστον, κακὰς φροντίδας ἐμποιοῦ- σαν. B.P.Q.T. ἀμφότερα δὲ ἄπορα, τὸ κοιμηθῆναι, διὰ τὸ κρύος, καὶ τὸ πόρρω ἀπιέναι, διὰ τὰ θηρία. B.P.Q.

φυλάξω] Ἀρίσταρχος, φυλάσσω, ἐν παρατάσει, καὶ προσυπα- κούει τὸ ἐμαυτόν. τὸ ἑξῆς, μή με δαμάσῃ. H. P.

[*](5. ᾤδησεν correxi pro ὠδῆς ἐν. Vi. (Il. υ, 261. ω, 293.) οὗ pro ἕο pro- detur autem sub voce ἔνιοι varia basse constat, licet alienum ab dia- lectio latere. BARNES. Eust. p. lecto Homerica. Conf. ad η, 217. 1541, 64. τὸ δὲ ᾤδεε χρόα, ἀντὶ τοῦ, 17. κατάρροον] κατἄρῥόον P., id est ἐξώγκωτο. κατʼ ἂρ ῥόον. 10. ἔμπνυτο] Est lectio Aristar- 20. βρούλῳ] βροῦλλον vel βροῦλον, chea, ut liquet e schol. ad Il. χ, τὸ, frequens in scriptis recentiorum 475. PORSON. Græcorum, etiam βρύλλον vel βρόλον 13. ἕο—ἕθεν] Hæc manifeste cor- scriptum: vid. Ducang. Conf. rupta: nam ἕθεν metrum non fert. schol. in annot. nostra ad ν, 103. Recte Duentzer. Zenod. p. 58. οὖ — 24. τὸ κ. Buttm. pro τοῦ κ. ἕο. quemadmodum Zenodotum alibi)
291

467. στίβη τε] ἡ ἑωθινὴ ψύχρα. B. T. ἡ πάχνη, ἀπὸ τοῦ στι- βάζεσθαι. B. τὸ ἐξ αἰθρίας κρύος γενόμενον μάλιστα παρὰ τοὺς πόδας καὶ τὰς χεῖρας ἅμα ἡμέρᾳ, ὅπερ ἔνιοι λέγουσι μάλκην. E. ἡ ἑωθινὴ ψύχρα, ἡ πάχνη. τῶν ἅπαξ δὲ εἰρημένων ἡ λέξις. P. Q. ἡ πάχνη κατὰ ἀντίφρασιν, ἢ τὸ ἑωθινὸν ψῦχος. V.

θῆλυς ἐέρση] ἡ τρόφιμος δρόσος. τρόφιμον γὰρ τὸ θῆλυ. οὐκ εἶπε δὲ θήλεια, ἀλλὰ θῆλυς ἀρσενικῶς, ὡς ποιητικώτερον. εἰ γὰρ καὶ ἀρσενικῶς λέγεται ὁ θῆλυς, ἀλλʼ ἔχει τὸ σημαινόμενον θῆλυ. B. Q. ἡ πάχνη ἡ θάλλουσα ἐκ τοῦ πυκνοῦσθαι. εἰ γὰρ μὴ πυκνωθῇ ἡ ἀναθυμίασις ἐκ τοῦ ὕδατος καὶ ἐκ τοῦ κρύους, πάγος ἄλλως οὐ πήγνυται. E. θῆλυς] θάλλουσα. ἐέρση] δρόσος. V.

468. κεκαφηότα θυμόν] ἐκπεπνευκότα· κάπος γὰρ τὸ πνεῦμα. E.

469. αὔρη δʼ ἐκ] γρ. αὔρη γάρ. H. P.

ψυχρὴ πνέει] ἐντεῦθεν παρίσταται ὅτι καὶ ἀνέμων φύσιν ἀκριβῶς κατενόησεν Ὅμηρος, ὧν ἡ γένεσις ἐκ τῶν ὑγρῶν ἐστι. τοῦ μὲν γὰρ ὕδατος ἡ μεταβολὴ εἰς ἀέρα γίνεται, ὁ δʼ ἄνεμός ἐστιν ἀὴρ ῥέων. E.

470. ἐς κλιτὺν ἀναβὰς] τὴν ὑψηλὴν πρόσβασιν τοῦ ὄρους, τὴν ἀκρώρειαν, ἢ τὴν ἀπόκλισιν. E.P.Q.V.

471. θάμνοις] ἐκ τοῦ θαμινοῦ τὸ συχνὸν γίνεται θάμνος. B.

474. δοάσσατο] οὕτως ἔδοξεν αὐτῷ κέρδιον, οὕτω πως ὡς κατιὼν ὁ λόγος δηλώσει, “βῆ ῥʼ ἴμεν εἰς ὕλην.” B. τὸ καθʼ ἑαυτό. P.

475. βῆ ῥʼ ἴμεν] γράφεται, βῆ δʼ ἴλεν. E.

476. περιφαινομένῳ] πάντοθεν κατοπτευομένῳ. T. περιορωμένῳ, περὶ ὃν τόπον οὐκ ἔστιν ὕλη, ἀλλὰ μόνον θάμνος, τὸ δὲ περὶ αὐτὸν ψιλόν. V.

477. ἐξ ὁμόθεν πεφυῶτας] ἐν τοῖς ὑπομνήμασι, γεγαῶτας. H. Q. τὸ δὲ σχῆμα ἀντίπτωσις, ἵνʼ ᾖ, τὸν μὲν φυλίης, τὸν δʼ ἐλαίης. ἢ στικτέον μετὰ τὸ πεφυῶτας, ἵνα ἐν τοῖς ἑξῆς λείπῃ τὸ ἦν ῥῆμα, ὁ μὲν φυλίης ἦν, ὁ δὲ ἐλαίης. P. Q.

[*](1. ψύχρα] Substantivum ψύχρα habet etiam P. et omisso δρόσος T. confirmatum vide ad ξ, 476. not. 10. ἄλλως Buttm. pro ἄλλος. Et conf. substantivum ἡ ἔχθρα. 17. κλιτὺν] In marg. Harl. cita- BUTTM. tur κλίτην. PORSON. 3. Pro μάλην reposui μάλκην mo- πρόσβασιν V. πρόβασιν ceteri. nente J. G. Schneidero. BUTTM. τὴν ἀ—ἀπόκλισιν om. V. ἡ ἑωθινὴ ψύχρα P. τὸ ἑωθινὸν ψύ- 26. ἐξ ὁμόθεν] ἐξομόθεν P. in textu χος ἰQ. et in scholio. 6. ἢ τρόφιμος -δὲ θήλεια] Haec In T. annotatum γρ. γεγαότος.)
292

πλεονάζει ἡ ἐξ πρόθεσις. P.

φυλίης] φυλία εἶδος ἐλαίας, μυρρίνης ὅμοια φύλλα ἐχούσης. οἱ δὲ τὸ ἀγριέλαιον λέγουσιν. B.P.Q.T.

478. τοὺς μὲν ἄρʼ οὔτʼ ἀνέμων διάει μένος ὑγρὸν ἀέντων] ἐξ οὗ ἔλαβε τὸν στίχον ὁ Ἡσίοδος. E.

τοὺς μὲν] ἀντὶ τοῦ δή· ἢ συνέσταλται Ἰακῶς. P.

ἀμφίβολον· ὑγρὸν μένος, ἢ ὑγρὸν ἀέντων, ἀντὶ τοῦ ὑγρῶς ῥεόν- των. τῆς ἀμφιβόλου διαστολὴ ἡμᾶς ἀπαλλάττει. P. Q.

481. τὸ ἔφυν συσταλτέον. P.

ἐπαμοιβαδίς] ἐπαλλακτικῶς. P. ἐπιπεπλεγμένοι ἐναλλάξ. V.

483. φλλων γὰρ ἔην χύσις] ἐὰν ἀφ᾿ ἑτέρας ἀρχῆς ἀναγνῶμεν τοῖς ἑξῆς συνάπτοντες, ἔσται καθολικὸς ὁ λόγος, ὅτι τοσαῦτα ἦν τὰ φύλλα ὥστε καὶ δύο καὶ τρεῖς καλύψασθαι. ἐὰν δὲ ὡς διὰ μέσου κείμενον διορθῶμεν, ἔσται τοσαῦτα φύλλα ἐπιβεβλημένος ὅσον δύο ἢ τρεῖς καλύψαι, πλεῖον τῶν δεόντων δηλονότι. P. Q. ἤλιθα πολλὴ] ἀπὸ τοῦ ἅλις καὶ τοῦ θα ἐπιτατικοῦ μορίου. E.

484. ἔρυσθαι] προπαροξυτόνως, ἵνα σημαίνῃ παρατατικόν. P.

485. εἰ καὶ μάλα περ χαλεπαίνοι] ἡ ὥρα. ἤτοι χαλεπῶς ὑπὸ ῥίγους διατεθείη. B.E.Q.T.

488. δαλὸν] κεκαυμένον ξύλον. H. T. σποδιῇ] σποδῷ, κονίᾳ. H.

489. ἀγροῦ ἐπʼ ἐσχατιῆς] ἄκρως τῇ ἐπεξεργασίᾳ. οὐ γὰρ ἐν τῇ πόλει χρεία ταύτης τῆς προνοίας. Q.

490. σπέρμα πυρὸς] πᾶσα οὐσία μείωσιν πάσχει. τὸ δὲ πῦρ ἐν ὅσῳ κἂν τὸ τυχὸν ἔχῃ, πάλιν αὔξεται. ὃ εἰδὼς πρῶτος ὁ ποιητὴς εἶπε σπέρμα πυρός. καὶ τὸ σπέρμα γὰρ ἐξ ἐλαχίστου αὔξεται. ἔστι δὲ ὁ τρόπος μεταφορά. πρὸς τοῦτο καὶ ὁ Αἰσχύλος ἀντεμηχα- νήσατο εἰπὼν πηγὴν πυρὸς ἐν Προμηθεῖ δεσμώτῃ ἐν οἷς φησι “ναρ- [*](2. μυρρίνης] μυρίνης P.Q.T. pro ἔθεν. ἔβαν. Pronuntiandum igi- 2. 3. Cf. Apollon. Lex. s. v. φυλίης. tur ἔφυν ἐπαμοιβαδὶς, plane ut βέλος 8. ἀπαλλάττει] Majus defectus ἐχεπευκές. BUTTM. signum hic posuit, nimirum pro 10. ἐπαλλακτικῶς Buttm. pro ἀ- διαστολή ipse habens διαστολῆς. παλλακτικῶς. Nunc ad τῆς ἀμφιβόλου intelligen- 14. διορθῶμεν] Vid. ad p. 258, 15. dum est λέξεως. BUTTM. Fort. τοῦ. ὅσον] Exspectes ὥστε ut supra: 9. Hoc vult: syllabam υν bre- sed ὅσον sumpsit ex v. 484. vem esse pronuntiandam, ut sola 15. δεόντων Friedlaender. de Ni. cæsura metrum fulciat. Recte. cam. p. 79. pro ὄντων. Nam ἔφῦν pro tertia plurali æque 26. ἔστι—μεταφορά om. T. mendosum foret atque ἔθην, ἔβην 27. Προμηθεῖ] 109.)

293
θηκοπλήρωτον δὲ θηρῶμαι πυρὸς πηγὴν κλοπαίαν.” B.E.H.P.Q.T. μεταφορικῶς τὸν σπινθῆρα τοῦ φωτὸς εἴρηκεν. P. Q.

490. αὔοι] ἐξάπτοι. P. V. ὁ Ἰξίων, αὔῃ. H. P.