Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Παρὰ Μενελάῳ ξενισθεὶς σὺν Πεισιστράτῳ Τηλέμαχος ἀπαγ- γέλλει τὰ κατὰ τὴν Ἰθάκην ὑπὸ τῶν μνηστήρων πραττόμενα. ἔπειτα ἐξηγεῖται αὐτῷ ὁ Μενέλαος περὶ τοῦ νόστου τῶν Ἑλλήνων καὶ τῆς Πρωτέως μαντείας, διʼ ἧς ἔγνω τὸν Ἀγαμέμνονος θάνατον, καὶ ὡς Ὀδυσσεὺς παρὰ Καλυψοῖ εἴη. βουλὴ δὲ γίνεται τῶν μνηστήρων περὶ τοῦ τὸν Τηλέμαχον ἀνελεῖν. παραμυθεῖται δὲ ἡ Ἀθηνᾶ διʼ ὀνείρου τὴν Πηνελόπην ἐπὶ τῇ τοῦ παιδὸς ἀποδημίᾳ δυσχεραίνουσαν, διὰ εἰδώλου ὁμοιωθεῖσα Ἰφθίμῃ τῇ τῆς Πηνελόπης ἀδελφῇ. E.M.P. Q.V.

1. οἱ δʼ ἷξον] ὁ ἵξω μέλλων εἰς ἐνεστῶτα μεταβὰς ποιεῖ παρα- τατικὸν ἀντὶ τοῦ δευτέρου ἀορίστου, τὸ ἷξον ἐν συστολῇ. M. Q.

κοίλην Λακεδαίμονα] ἐπεὶ ὑψηλοτάτοις ὄρεσι περικέκλεισται. V.

ποτὲ μὲν τὴν πόλιν καλεῖ Λακεδαίμονα, ποτὲ δὲ τὴν χώραν Λα- κεδαίμονα, ἤτοι τὴν Σπάρτην. Q. παρὰ τὴν ἱστορίαν φασὶν εἶναι τὸν γενόμενον ἤδη ἐν τῇ Λακωνικῇ (αἱ γὰρ Φηραὶ, ἔνθα Διοκλῆς ᾤκει, τῆς Λακωνικῆς εἰσι). τὸν οὖν γενόμενον ἐν τῇ Λακωνικῇ αὖθις ὡς μὴ γενόμενον ἐπισημαίνεσθαι ἄτοπον. ἔστι δὲ ἡ λύσις ἐκ τῆς λέξεως. τὰ γὰρ τῶν χωρίων ὀνόματα τίθεται καὶ ἐπὶ τῶν προηγου- μένων πόλεων, ὥστε τὴν Σπάρτην οὐκ ἀπεικότως Λακεδαίμονα λέγει, καθάπερ καὶ τὴν Ἴλιον Τροίαν “ἔνθα κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν” (Ιl. φ, 544.)· καὶ ἀνεστραμμένως τὴν Ἀττικὴν εἴρηκεν Ἀθήνας “ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθ᾿, ἄκρον Ἀθηνέων” (Od. γ, 278.). M. T.

κοίλην Λακεδαίμονα κητώεσσαν] κοίλην, τὴν μέσην κειμένην κοί- λων καὶ βαθυτάτων τόπων, ἤτοι τὴν μεγάλην. κητώεσσαν δὲ ἐκ [*](1. γρ.] Est glossema. 20. τὸν γενόμενον] τὸ γενόμενον M. 2. οὕτω M. ἢ οὕτω P. Q. Φηραὶ] φεραὶ M. 11. ἡ addidi ex M. et Eustathio, 23. τὰ γὰρ] τάχα γὰρ M. T. qui hoc argumentum repetivit p. 25. Ἴλιον Τροίαν] Reliquam post hæc verba partem acholii om. M. 16. τοῦ om. Q. qui priorem acholii partem a m. 19. παρὰ τὴν M. παρὰ γὰρ τὴν T. sec. habet.)

169
μεταφορᾶς τοῦ κήτους. λέγει δὲ τὴν Σπάρτην. ἐπάγει γοῦν “πρὸς δʼ ἄρα δώματʼ ἔλων.” E.H. κοίλην μὲν διὰ τὸ πολλοῖς ὄρεσι περιέ- χεσθαι, κητώεσσαν δὲ ἢ μεγάλην ἀπὸ τοῦ κήτους, ἢ μέγα κῆτος ἔχουσαν. B.H.Q.R. Ζηνόδοτος δὲ γράφει καιετάεσσαν ἀντὶ τοῦ καλαμινθώδη. δοκεῖ δὲ καὶ Καλλίμαχος ἐντετυχηκέναι τῇ γραφῇ δι᾿ ὧν φησιν “ ἵππους καιετάεντος ἀπʼ Εὐρώταο κομίσσαι.” H.M.Q.R.

κητώεσσαν] ὤφειλεν εἶναι τὸ τω μικρὸν, ἀλλʼ [ἔγραψε] ὥσπερ τὸ ἡβώωσα ἐκτείνει, διὰ τὸ εἶναι τὸ πρὸ αὐτῆς μακρὸν, τὸ η, καὶ τὸ τηλεθόωσα σμικρύνει. διὰ τὸ εἶναι τὴν πρὸ αὐτῆς συλλαβὴν βραχεῖαν, ἤτοι τὸ λε, οὕτω κητώεις καὶ ὠτώεις καὶ κηώεις καὶ ὅσα τοιαῦτα ἐκτείνει. συστέλλει δὲ τὸ ἐρόεις, κερόεις, ἐρόεσσα, κερόεσσα, ἠερό- εσσα, καὶ ὅσα τοιαῦτα, τὸ μὲν διὰ τὰς πρὸ αὐτῶν συλλαβὰς, τὸ δὲ διὰ τὸ μέτρον· ἐπεί τοι γὰρ ἂν οὐκ ἦν οὕτω ἐρόεις καὶ κερόεις· μεγάλα γὰρ ὤφειλον εἶναι. E.

Ἀπορία. διὰ τί ὁ Τηλέμαχος εἰς Λακεδαίμονα ἐλθὼν οὐκ ἐνέτυχε τῷ Ἰκαρίῳ; καίτοι ἄλογον ἐλθόντα τῷ πατρὶ τῆς μητρὸς μηδαμοῦ ἐντυχεῖν. οὐδαμοῦ εἴρηκεν ὡς ἐν Λακεδαίμονι ᾤκουν, ἀλλὰ μᾶλλον πλησίον αὐτῆς ἦσαν. ἡ γοῦν Ἀθηνᾶ ἐν τῷ ὕπνῳ ἐπιστᾶσά φησιν “ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται Εὐρυμάχῳ γήμα- σθαι” (ο, 16.)· καὶ τὸ μὲν ὀνείροις μάρτυσι χρῆσθαι ἴσως ἄπιστον· αὐτὴ δὲ ἡ Πηνελόπη πρὸς τὸν Ὀδυσσέα τὰ καθʼ ἑαυτὴν διηγουμένη φησὶ “νῦν δʼ οὔτʼ ἐκφυγέειν δύναμαι γάμον, οὕτε τινʼ ἄλλην μῆτιν ἐφευρίσκω· μάλα δʼ ὀτρύνουσι τοκῆες γήμασθαι” (τ,157.). H.Q.T. ὅθεν καὶ ἄλλη λύσις γίνεται πρὸς τοὺς ἀποροῦντας διὰ τί πρὸς τοὺς γονέας οὐκ ἀποστέλλει τοὺς ἑαυτῆς ἡ Πηνελόπη εἰς βοήθειαν, ὅτε ὁ [*](1. ἐπάγει γοῦν πρὸς δʼ ἄρα δώματʼ κομίσσαι H. 7. Seclusi ἔγραψε. ἔλων om. E. 3. ἀπὸ τοῦ κήτους —κῆτος H. Le- 15. Hoc scholion in H. adscrip- gebatur ἀπὸ κήτους —κύτος. tum versui 597., in T. versui 248. 4. καιετάεσσαν—καιετάεντος] Le- ἐνέτυχε τῷ ἰ. T. ἐνέτυχεν ἰ. H. Q. gebatur καιτάεσσαν καιτάεντας. 16, ἐλθόντα—οὐδαμοῦ T. ἐλθόντα Quæ καιετ- scripta ap. Eustath. (ἐλθόντος Q.) μηδαμοῦ τῆς μητρὸς τῷ P. 1478, 38. καιετόεσσαν et καιετό- πατρὶ ἐντυχεῖν. ἢ οὐδαμοῦ H. Q. εντος placet Lobeckio Pathol. El. 18. πλησίον αὐτῆς T. πλησίον νήσου vol. 1. P. 344. τῆς πηνελόπης αὐτῆς H. Q. δὲ καὶ M. καὶ om. H.Q.R. ἡ γοῦν—ἐπιστᾶσά φησιν om. Q. Καλλίμαχος] Fragm. 224. 19. Εὐρυμάχῳ γήμασθαι om. T. 5. καιετάεντος —κομίσσαι Bentl. 20. ἴσως post χρῆσθαι T., post pro καιετάεντας (nam sic Eustathius. ὀνείροις H. Q. καιτάεντας H. M.Q.R.)—κομίσαι. Et 23. γήμασθαι om. T.)

170
παῖς ἐκινδύνευσεν, ἀλλὰ πρὸς τὸν Λαέρτην βούλεται ἀποστεῖλαι. φαίνεται γὰρ ἠλλοτριωμένη τοῖς γονεῦσιν ὡς ἀναγκάζουσι γήμασθαι· διὸ καὶ ἐξήρτηται ἀπὸ τῆς τοῦ Τηλεμάχου προσηκούσης μνήμης ὁ Ἰκάριος τοῦ τε Ὀδυσσέως καὶ τῆς Πηνελόπης. τοσοῦτον δὲ εἴρηται ὑπὸ τοῦ Τηλεμάχου “οἳ πατρὸς μὲν ἐς οἶκον ἀπερρίγασι νέεσθαι Ἰκαρίου” (β, 52.) καὶ “κακὸν δέ με πόλλʼ ἀποτίνειν Ἰκαρίῳ.” αὐτὸς μὲν γὰρ Πηνελόπην μὴ βουλομένην καταλιπεῖν τοῦ ἀνδρὸς τὸν οἶκον ἀναγκάζειν οὐκ εὐπρεπὲς ἡγεῖτο. πάντως οὖν κατὰ τὴν προαίρεσιν τῆς Πηνελόπης ἀνῆψε τοῦ γάμου τὸ τέλος. T. τινές φασιν ὅτι ὁ Ἰκάριος ὁ τῆς Πηνελόπης πατὴρ ἐν Λακεδαίμονι ἦν. καὶ πῶς οὐκ ἀπῆλθεν εἰς ἐκεῖνον ὁ Τηλέμαχος ; ἀνατρέπονται δὲ παρʼ ἄλλων λε- γόντων ὅτι ἐχθρὸν εἶχεν αὐτὸν διότι προετρέπετο τὴν Πηνελόπην λαβεῖν ἄλλον ἄνδρα· ὃ μισητὸν ἐδόκει τῷ Τηλεμάχῳ ὑπολαμβάνοντι καὶ ἀπὸ τούτου ὅτι μῖσος εἶχεν ὁ Ἰκάριος πρὸς τὸν Ὀδυσσέα. E.

3. δαινύντα] ὡς ὀμνύντα, ἀπʼ εὐθείας τῆς ὁ δαινύς. H.

γάμον] ὥσπερ ἀλλαχοῦ φησιν Ὅμηρος τάφον τὴν ἐπὶ τεθνεῶτί τινι εὐωχίαν, οὕτω καὶ νῦν γάμον τὴν ἐπὶ γάμου δαῖτα. M.

ἔτῃσιν] ψιλῶς ἔτῃσιν, εἴτε ἐπὶ τοῦ πολίτου εἴτε ἐπὶ τοῦ ἑταί- ρου. M.

4. ἠδὲ θυγατρὸς ἀμύμονος] Σοφοκλῆς ἐν Ἑρμιόνῃ φησὶν ἔτι ἐν Τροίᾳ τυγχάνοντος Μενελάου ἐκδοθῆναι τὴν Ἑρμιόνην ὑπὸ Τυνδάρεω τῷ Ὀρέστῃ, κατὰ δὲ ὑπόσχεσιν ἥκοντος Νεοπτολέμου ἀφαιρεθῆναι τὸν Ὀρέστην ταύτην· πάλιν δὲ αὐτῇ συνοικῆσαι τὸν Ὀρέστην Νεο- πτολέμου ἐν Πυθοῖ ἀναιρεθέντος ὑπὸ Μαχαιρέως, καὶ τότε τὸν Τισα- μενὸν γεννῆσαι. E.H.Q.R.T.

5. ῥηξήνορος] ἀνδρείου, τοῦ διὰ τῆς ἠνορέης, ὅ ἐστιν ἀνδρείας, ῥήσ- σοντος τὰς τῶν πολεμίων τάξεις. E.Q.T.V.

6. ἐν Τροίῃ γὰρ] διὰ τὸ κακὸν εἶναι τὴν τῷ πατρὶ μνηστευθεῖσαν [*](7. Πηνελόπην obliteratum in T. τὴν γυναῖκα. Apud Eustath. est 8. πάντως] πάντα T. εἶτα ὕστερον ἀφαιρεθεῖσαν αὐτοῦ ἐκδο- 17. γάμου] Immo γάμῳ. θῆναι τῷ Νεοπτολέμῳ. 20. ἔτι ἐν Τροίᾳ τυγχάνοντος] ἐν αὐτῇ συνοικῆσαι τὸν (τὸν om. E.Q.) Τροίᾳ τυγχάνων ἔτι H. R. ἐν Τροίᾳ ἂν. Ὀρέστην] αὐτὴν συνοικῆσαι ὀρέστῃ T. τος ἔτι Eustath. p. 1479, 11. 24. Πυθοῖ] πυθίᾳ T. 21. Μενελάου] μενέλαος H. R. ἀναιρεθέντος post Τυνδάρεω H. R. 23. τὸν Ὀρέστην ταύτην] τὸν ὀρέ- Μαχαιρέως ex Eustathio restitui στην τῆς γυναικὸς H.R.T. Quod sal- pro Τυνδάρεω. tem dicendum fuisset τοῦ Ὀρέστου 26. ὃ ἐστιν ἀνδρείας om. E.Q.V.)

171
καὶ τὸν υἱὸν λαβεῖν, τούτου χάριν τὰ μὲν λοιπὰ ἐκ τοῦ Ἀγαμέμνονος ἔλαβε, τὴν δὲ γυναῖκα ἐκ Μενελάου. M.

9. Μυρμιδόνων προτὶ ἄστυ] ἣν Ὅμηρος μὲν Φθίαν λέγει, οἱ δὲ νεώ- τεροι Φαρσαλίαν. E.H.M.T.V.

10. υἱέϊ] τρισυλλάβως. “υἱέϊ σῷ ἑπόμην” (Ιl. γ, 174.). ἰδίως δὲ εἴρηκεν. ἐν Σπάρτῃ γὰρ ὄντος αὐτοῦ φησι Σπάρτηθεν. Q.

Ἀλέκτορος κούρην] οὗτος υἱὸς Ἀργείου τοῦ Πέλοπος καὶ Ἡγη- σάνδρας τῆς Ἀμύκλα θυγατρός· θυγάτηρ δὲ αὐτοῦ οἱ μὲν Ἰφιλόχη, οἱ δὲ Ἐχεμήλα. M. οἱ μὲν Ἰφιλόχην, οἱ δὲ Ἐχέμηλον λέγουσιν. τὸν δὲ Ἀλέκτορα γενεαλογοῦσιν Ἀργείου τοῦ Πέλοπος. V. ἐκ τῆς γενεαλογίας τοῦ Πέλοπος ὁ Ἀλέκτωρ. E.

11. τηλύγετος Μεγαπένθης] ὁ τῆλε τῆς ἡλικίας, τουτέστι προ- βεβηκόσι τοῖς γονεῦσι, γενόμενος, μεθʼ ὃν οὐκέτι ἐλπίζουσι τεκνῶσαι διὰ τὸ γῆρας· ἢ ὁ τηλοῦ ἀποδημήσαντι τῷ πατρὶ γεννηθεὶς παῖς· ἢ μονογενὴς, καθάπερ Τηλέμαχος Ὀδυσσεῖ καὶ Ὀρέστης Ἀγαμέμνονι. ὁ γὰρ Μενέλαος κατὰ τὸν καιρὸν τῆς ἁρπαγῆς τῆς Ἑλένης ἐμίγη τινὶ δούλῃ, καὶ ἔτεκεν υἱὸν καὶ ἐκάλεσεν αὐτὸν φερωνύμως Μεγαπέν- θην· κατὰ γὰρ τὸν καιρὸν τοῦ διὰ τὴν Ἑλένην πένθους ἐτέχθη. διὰ τί δὲ Ἑλένη μόνην τὴν Ἑρμιόνην ἔτεκε; διότι τὸ πολλάκις τεκεῖν ἀλλοιοῖ τὸ κάλλος τῆς γυναικός. μελλούσης γὰρ αὐτῆς μεσολαβῆ- σαι εἰς τὸν πόλεμον τῶν Τρώων καὶ τῶν Ἑλλήνων, οὐκέτι ἐδίδουν αὐτῇ τέκνον οἱ θεοὶ, ἵνα τὸ κάλλος φυλάττῃ, Ἀλέξανδρος ἡδυνθῆναι ἔμελλε. τὸ δὲ παντελῶς εἶναι ἄτεκνον ἦν δύσδαιμον καὶ κακὸν, τὸ δὲ τεκεῖν εὔδαιμον καὶ μακάριον. διὰ τοῦτο ἔτεκεν ἓν, ἵνα μακαρία λογί- ζηται καὶ ἵνα τὸ κάλλος ἔχῃ. ἐπιφέρει δὲ καὶ ὁ ποιητὴς “ Ἑλένῃ δὲ θεοὶ γόνον οὐκέτʼ ἔφαινον·” πιθανῶς, ἵνα ἐπὶ πλεῖστον ἀκμάσῃ, ἢ ἵνα [*](2. ἔλαβε] ἔλαβ M. quod est ἔλα- nunc restitutum Φαρσάλου. 8. Ἀμύκλα correxi ex Eustathio. 3. ἥν Ὅμηρος—Φαρσαλίαν M.T.V. ἀμύκλας M. καθʼ ὅμηρον μὲν φθίαν, κατὰ δὲ νεωτέ- 9. Ἐέμηλον] Ἐχέμηλος etiam ab ρους φαρσαλίαν H. ἡ παρʼ ὁμήρῳ μὲν Eustathio dicitur. Id vero filii fo- φθίη, παρὰ δὲ νεωτέροις φάρσαλος E. ret, non filiæ, nomen. Scribendum Quod verum videtur. Nam Phar- igitur Ἐχεμήλαν ex scholio præce- saliam dixerunt interdum scriptores dente. Latini: sed Græca hujus formæ ex- 14. διὰ τὸ γῆρας addidi ex H. empla quæ certa haberi possint 26. πιθανῶς —γενεαλογοῦσι] Hæc nulla videntur exstare. Straboni 9. pars acholii, sed v. 12. adscripta, p. 430., cui Φαρσαλίας ex Plethone est etiam in H.M.Q.V. nisi quod illatum erat pro Φαρσαλίου, recte in M. paullo brevius, πιθανῶς ὁ)

172
ἐξ Ἀλεξάνδρου γόνον μὴ σχῇ. οἱ δὲ νεώτεροι Ἑλένης μὲν καὶ Ἀλεξ- άνδρου Κόρυθον ἢ Ἕλενον, ἐκ δὲ Μενελάου Νικόστρατον γενεαλογοῦσι. Η.E.Q.

Μεγαπένθης] ἐκ τοῦ ὀνόματος δηλοῖ ὅτι μετὰ τὴν ἁρπαγὴν τοῦτον ἔσχεν. Q. V.

12. ἐκ δούλης] οἱ μὲν κύριον τὸ Δούλης, οἱ δὲ Τηριδάης· Τηριδάη γὰρ τὸ κύριον αὐτῆς ὄνομα. M.Q.T.V.

αὕτη, ὡς μὲν Ἀλεξίων, Τειρὶς, ὡς δὲ ἔνιοι Τηρὶς, θυγάτηρ Ζευξίπ- [*](τοῦτο λέγων Ὅμηρος, ἵνα ἐπὶ πλεῖστον quam absonum sit veteri τῶν Νό- ἀκμάσῃ. οἱ δὲ νεώτεροι Ἑλένης μὲν στων poetæ commentum illud de καὶ Ἀλεξάνδρου Κόρυθον ἡ Ἕλενον, ἐκ Δούλης nomine proprio supponi, δὲ Μενελάου Νικόστρατον γενεαλογοῦ- quod a grammatico aliquo Alexan- σιν. Porro in H. R. hæc legun- drino excogitatum est. Quod En- tur, οἱ νεώτεροι ὑπὸ Ἀλεξάνδρου γενέ- stathium quoque fugit, cujus ex σθαι αὐτῇ Κόρυθον ἢ Ἕλενον, ἐκ δὲ Με- verbis apparet scholion hoc iam νελάου Νικόστρατος (corr. Νικόστρα- illius ætate corruptum fuisse: τὴν τον). Post quæ in utroque codice δὲ διαληφθεῖσαν δούλην Ζευξίππου τέ τι- sequitur, ἐκ δούλης: αὕτη, ὡς μὲν A- νος εἶπὸν θυγατέρα καὶ κύριον αὐτῆς ἐξέ- λεξίον etc. θεντο ὄνομα, οὗ τὸ ἀκριβὲς ἀφανὲς ἐν 1. γόνον] παῖδα V. τοῖς παλαιοῖς ὑπομνήμασιν. καὶ ὁ τῶν 2. Νικόστρατον] Hunc memorant Νόστων δέ φασι ποιητὴς κύριον ὄνομα schol. Soph. El. 539. ex Hesiodo, λέγει τὸ Δούλης. Similis de δέκτῃ Apollod. 3, 11, 1. Tausan. 2,18, 6. vel Δέκτῃ dubitatio est infra δ, 248. et de ἰφθίμη vel Ἰφθίμη δ. 792., ubi 6. Τηριδάης—Τηριδάη M. V. τορι- mireris de nomine proprio dubitari δάης —τοριδάη Q. στειρηδάης—στειρη- potuisse ab Aristarcho. Dixit de δάη T. Apollodorus 3, 11, 1. Με- hoc genere nominum Nitzsch. vol. νέλαος μὲν οὖν ἐξ Ἑλένης Ἑρμιόνην ἐγέν- 3. p. 29. νησε καὶ κατά τινας Νικόστρατον, ἐκ Τειρὶς M. τῆρῖα (sic) H. γῆρι Q. δούλης Πιερίδος, γένος Αἰτωλίδος, ἢ καθά- H. Scriptura corrupta, quam non περ Ἀκουσίλαός φησι, Τηριδάης (libri dubitassem in Πιερὶ, mutare, si plerique τηρηΐδος) Μεγαπένθη, ἐκ Κνωσ- satis certum videretur quod ex Α- σίας δὲ νύμφης, κατὰ Εὔμηλον, Ξενόδα- pollodoro supra memoravi Πιερίδος 7. γὰρ] δὲ M. nomen, quod vereor ne ipsum quo- que corruptum sit, nisi gentile est, 8. Hoc scholion Maius ex Q. quod Heynio videbatur, qui ἐκ δού- edidit sic scriptum, αὕτη, ὡς μὸν λης Πιερίδος γένος ἢ Αἰτωλίδος scribi Ἀλεξίων, Γῆρι, ὡς δὲ ἔνιοι θυγάτηρ τινὸς volebat. Ζευξίππου· ὡς δὲ ὁ τῶν Νόστων ποιητὴς, Τηρὶς θυγάτηρ] Sic correxi quod τὸ τῆς δούλης κύριον ὄνομα. φασὶ δὲ in H M. R. et ut suspicor in Q. μηδέποτε λέγειν τὸν ποιητὴν δούλην τὴν quoque est θυγατῆρις θυγάτηρ, nisi θεράπαιναν· διὸ καὶ τὸ et reliqua. Ce- quod in M. θυγατηρὶς scriptum, in terorum librorum scripturam con- R. θυγατηρις sine accentu. Mani- sideranti vix dubium videbitur quin festum est veterem librariun, quum easdem fere corruptelas in Q. in- ab nomine Τηρίς ad proximum vo- venerit Maius, sed utcunque cor- cabulum aberrasset iisdem finitum rigere studuerit, non animadvertens literis a quibus Τηρίς incipit, ob-)

173
πης· ὡς δὲ ὁ τῶν Νόστων ποιητὴς, Γέτις. τινὲς δὲ τὸ δούλης κύριόν φασι διὰ τὸ μηδέποτε οὕτω λέγειν τὸν ποιητὴν τὴν θεράπαινα· διὸ καὶ τὸ “εἰσόκεν ἢ ἄλοχον ποιήσεται ἢ ὅγε δούλην” (Ιl. γ, 409.) ἀθετοῦσιν. H.M.Q.R.

Ἑλένῃ] ἐν τῇ κατὰ Ῥιανὸν καὶ Ἀριστοφάνην Ελένης σὺν τῷ σ. M.

16. γείτονες ἠδὲ ἔται] οἱ ἀστυγείτονες, οἱ ἐκτὸς μὲν ὄντες τῆς πόλεως πλησίον, ἔται δὲ οἱ ἐκ τῆς αὐτῆς πόλεως, οἱ συνήθεις. ἐκ τοῦ ἔθος ἔθης καὶ ἔτης. ἔται ψιλῶς, ἵνʼ ᾖ οἱ πολῖται. E.Q.

17. φασὶ τοὺς έ στίχους τούτους μὴ εἶναι τοῦ μηροῦ, ἀλλὰ τοῦ Ἀριστάρχου. M. T.

[*](litum esse literas θυγα præpostere κύριον H.M.R., non κύριον ὄνομα, ecriptas aut delere aut punctis no- quod apud Maium legitur. tare, unde ortum mirabile istud 2. φασι διὰ τὸ μηδέποτε M. φησὶ θυγατῆρις. Nomen autem Τηρίς etsi (φησὶν H.) δὲ μηδέποτε H. R. Veram valde suspectum, tamen nolui in scripturam suo in libro habuit Eu. Τηριδάη mutare, quod in præce- stathius, qui post verba supra appo- dente scholio legitur, quum apud sita κύριον ὄνομα λέγει τὸ δούλης pergit: Apollodorum, cui ipsi quoque Τη- διὰ τὸ μηδέποτε λέγειν τὸν ποιητὴν δούλας ριδάη nescio qua auctoritate illatum τὰς θεραπαίνας, ἀλλὰ δμωὰς ἢ δμωΐδας· est, codices in τηρηΐδος consentire διὸ καὶ τὸ “εἰσόκε σʼ ἢ ἄλοχον ποιήσεται videantur, quod a Τηρίς propius ab- ἢ ὅγε δούλην” ἀθετεῖται κατὰ τοὺς πα- est quam a Τηριδάη. λαιούς. P. 172, 8. Ζευξίππης] Sic H. οὕτω ex οὐ, quod solus servavit M. R. et, ni fallor, Q., licet Maius M., restituit Cobetus. Ortum au- τινὸς Ζευξίππου ediderit, quod apud tem illud οὐ ex compendio scri- Eustathium legitur, ex ipsius ut pturæ male intellecto, ut sæpe videtur conjectura. Nam τινὸς ex alibi: de quo dixit Bast. ad Greg. corrupto illo θυγατῆρις finxisse, Ζευ- Cor. p. 828. ξἱππης autem in Ζευξίππου mutasse τὴν θεράπαιναν] τὸ θεράπαιναν M. videtur, quum patrem nominatum Articulum omittunt H. R. δούλην τὴν esse probabilius judicaret quam θεράπαιναν Maii editio. matrem solam non adjecto patris 3. ὅγε] ὃ H. R. nomine. 4. ἀθετοῦσιν] De hoc nihil anno- P.173.1. Τέτις] Sic H. (qui γέτ. tatum in schol. ad versum illum. M. γὲ τις R. et similiter haud dubie 5. Ῥιανὸν] ἀριανὸν M. etiam Q. Est autem hoc quoque 7. ἔται] De scholio codicis M. in nomen incertum, etsi Τέτις (nam quo discrimen vocabulorum ἑταῖρος, sic Salmasius correxit pro Γέτης, ἔτης, φίλος explicatur, vide ad α, 238. ἐκαλεῖτο ἠ γυνὴ τοῦ Φιλίππου τοῦ Ἀμύν. Brevius ad h. v. scholion in V. γεί- του, ut refert Steph. Byz. s. v. Γε. τονες μὲν νῦν οἱ ἀστυγείτονες, ἔται δὲ τία. quam Medopam Gothilæ filiam, ψιλῶς, ἵνʼ ᾖ οἱ πολῖται. appellat Jornandes R. Goth.10. p. 9. φασὶ— Ἀριστάρχου] Hoc scho- 91. Lind. a Meinekio memoratus. lion in M. T. sine lemmate scri- τινὲς δὲ τὸ ego addidi: quod post ptum et ita collocatum est ut in- literas τις excitdisse probabilius vi.. certum foret quo sit referendum, detur quam ἕτεροι δὲ τὸ vel ἔνιοι δὲ nisi ex Athenæi disputatione 4. p. 180. cognitum haberemus Ari-)
174

ἐμέλπετο θεῖος ἀοιδὸς] οὕτω γάρ ἐστι μεγαλοπρεπὴς ὁ γάμος. Q.V.

19. μολπῆς] ὅτι οὐ τὴν ᾠδὴν, ἀλλὰ τὴν παιγνίαν λέγει οὕτω, πρὸς τὸ “μέλποντες Ἑκάεργον” (Ιl. α, 474.)· καὶ γὰρ “κυνῶν μέλπη- θρα” (Ιl. ν, 233.) φησί. M. Q.

ἐδίνευον] συνεστρέφοντο, ἤτοι ἐχόρευον, ὠρχοῦντο. B. Q.

22. κρείων Ἐτεωνεὺς] ὁ τοῦ Ἀλέκτορος τοῦ συμπενθεροῦ Μενελάου ἀδελφός. M. κρείων ὁ ἐξέχων καὶ διάκριτος ἐν θεράπουσιν. τοιοῦτόν ἐστι καὶ τὸ ἐπὶ τοῦ συβώτου “συβώτης ὄρχαμος ἀνδρῶν” (Od. ξ, 22.). Φερεκύδης δὲ ἱστορεῖ οὕτως· Ἀργεῖος δὲ ὁ Πέλοπος ἔρχεται παρʼ Ἀμύκλαν εἰς Ἀμύκλας, καὶ γαμεῖ τοῦ Ἀμύκλα θυγατέρα Ἡγη- σάνδραν. M.Q. ἐκ τούτου δὲ γίνεται Ἀλέκτωρ. ἔστι γὰρ ἀδελφὸς τούτου καὶ βοηθὸς Ἐτεωνεύς. συγγενὴς οὖν Μενελάου Ἐτεωνεὺς καὶ θεράπων αὐτοῦ, ὡς Ἀχιλλέως Πάτροκλος. κρείων δὲ ὁ ἄλλων μὲν βασιλεὺς, Μενελάου δὲ δεύτερος. B.H.M.Q.

23. θεράπων] ὑπηρέτης, φίλος, ὁ περὶ τὴν θεραπείαν ὑπάρχων. V.

25. ὡς τὸ ὕψι ὑψοῦ καὶ ἄγχι ἀγχοῦ. E.

26. ξείνω δή τινε] μόνῳ τῷ Μενελάῳ περὶ ξένων εἰσαγγέλλεται διὰ τὸ ἠδικῆσθαι ὑπὸ ξένου. H.M.Q.

[*](starchum post versum 14. quinque hæc annotatio præcedenti, quæ ver- hos inseruisse qui nunc leguntur bis οἱ πολῖται finitur, est adjuncta. in libris omnibus 15—19. ὣς οἱ μὲν 3. ὅτι] χρὴ γινώσκειν ὅτι M.: quæ —μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσ- recentioris grammatici interpolatio σους, parum cogitanter, ut pluri- est. bus ostendit Athenæus, μετενεγκόντα 8. κρείων ὁ—θεράπουσιν M. ὁ ὑπερ- (tres postremos quidem versus le- έχων ἐν θεράπουσι ceteri. vitet mutatos) ἐκ τῆς Ὁπλοποιῖας (Ιl. 9. τοῦ addidi ex M. σ, 604—606.) σὺν αὐτῷ γε τῷ περὶ 11. παρʼ Ἀμύκλαν] παρὰ μύκλαν τὴν λέξιν ἁμαρτήματι· οὐ γὰρ ἐξάρχον H. περὶ τὸν μύκλαν M. τες οἱ κυβιστητῆρες, ἀλλ᾿ “ἐξάρχοντος” τοῦ Ἀμύκλα (μύκλα M.) θ. Ἡγη- τοῦ ᾠδοῦ πάντως ὠρχοῦντο. Quibus σάνδραν] ἀμύκλαν θ. ἡγησάνδρας B. Q. addit Diodorum Aristophaneum 12. ἐκ τούτου— Ἐτεωνεύς] Sic M. ὅλον τὸν γάμον περιγράψαι. Legebatur τοῦδε γράφεται γελανίων P. 173, 9. τοὺς ε΄ στίχους scripsi (μελανίων H.) καὶ ἠλεκτρύων καὶ βοη- pro τοὺς γ στίχους. Quanquam hic θός. τούτου ἐτεωνεύς. De Alectore fortasse non librarii, sed ipsius er- conf. schol. ad v. 10. ror est scholiastæ, eo explicandus ἔστι γὰρ] Malim ἔστι δέ. quod ab antiquiore interprete ob- 18. περὶ] παρὰ H. servatum erat tres postremos ver- 19. ὑπὸ ξένου om. H. Q. In V. hoc sus ex Ιliade huc translatos esse. scholion paullo aliter conformatum, τούτους om. T. ἀπαγγέλλεται μόνῳ περὶ ξένων Μενε- P. 174, 1. ἐστι] ἔσται V. in quo λάῳ διὰ τὸ ἐπιβεβουλεῦσθαι ὑπὸ ξένου.)
175

τώδε] παροξυτονητέον, ἵνα νοηθῇ δυικόν. Ἄλλως. τὸ τώδε ἐγκλι- τέον. δεικτικὸν δὲ ὂν δηλοῖ τὴν ἐγγύτητα αὐτῶν. M.

27. γενεὴν] γέννησιν, γένος. V.

ἐΐκτην] ἐοίκασιν. ὡμοίωνται. E.M. ὄπισθεν δὲ εἶπε “πυρὶ λαμ- πετόωντι ἐΐκτην” (662. Il. α, 104.), ἤτοι ὡμοιοῦντο. E.

28. ἀλλʼ εἴπʼ εἰ σφῶϊν] ἐγκλιτέον τὸ σφῶϊν, ἵνα τρίτον γένηται πρόσωπον. M.

29. ἦ ἄλλον] περισπαστέον τὸ ἦ ὡς ἐρωτηματικόν. τὸ δὲ φιλήσῃ ἐπὶ τοῦ ξενίζειν ἐνταῦθα. λείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς ἄλλον. B.

ὅς κε φιλήσῃ] ὅτι ἐπὶ τοῦ ξενίζειν τὸ φιλεῖν τίθησι. παρέλκει δὲ ὁ κε. M.

30. τὸν δὲ μέγʼ ὀχθήσας] ὑψώσας τὸν θυμὸν, ἐκ μεταφορᾶς τῆς ὄχθης· ἢ λυπηθεὶς, ἐκ τοῦ ἄχθος, τροπῇ τοῦ α εἰς ο. E.

31. οὐ μὲν] ὁ μέν ἀντὶ τοῦ δή, ὁ δὲ ἀτάρ ἀντὶ τοῦ δέ. H.

Βοηθοίδη] Βοηθοίδης τετρασυλλάβως. ὅμοιον δέ ἐστι τοῦ “Παν- θοίδης Εὔφορβος (Il. π, 808.). H. M. Βοηθοΐδη, καὶ κατὰ συναί- ρεσιν Βοηθοίδη. E.

33. τὸ ἑξῆς οὕτως· εἰ μὲν δὴ ἡμεῖς πολλῶν ἀγαθῶν ἐμπλησθέντες παρὰ ἀλλοδαπῶν ἀνδρῶν, ἐνταῦθα παρεγενόμεθα, ὀφείλομεν πάντως τοῖς ξένοις ὁμοίως ποιεῖν. ἀλλὰ θᾶττον λύε τοὺς ἵππους, αὐτοὺς δʼ εἰσάγαγε εὐωχηθῆναι, ὅπως διὰ τούτου ὁ Ζεὺς τῆς μελλούσης τα- λαιπωρίας ἡμᾶς ἐκλυτρώσηται, καὶ μὴ τοῖς παρεληλυθόσιν ἴσα πα- θεῖν συγχωρήσειεν. Q.

35. ἐξοπίσω περ παύσῃ] δαιμονίως ἐξέφηνε τὴν γεγονυῖαν αὐτῷ πλάνην διὰ μιᾶς λέξεως. H. M.

[*](1. Pars hujus acholii est in B. Si scholion Aristonici est, colligi τὸ τώδε δεικτικόν ἐστι καὶ δηλοῖ τὴν potest Aristarchum φιλήσει pro- ἐγγύτητα αὐτῶν. Post hoc scholion basse. in M. sequuntur verba, τὴν ἀγαθοῦ 15. Βοηθοίδης—Πανθοίδης] τετρα- καταφθιμένοιο λιπέσθαι (Od. γ, 196.) συλλάβως δὲ τὸ βοηθίδης, ὡς τὸ παν- ἐλλειπτικῶς ἐνοήσαμεν τὸ ἀλλὰ παῖδα θοίδης H. ἀγαθόν. Quæ non intelligo. 24. ἐξοπίσω περ παύσῃ] Huic lem- 4. ὡμοίωνται M. ὁμοιοῦνται E. mati Maius ex Q. adscripsit hæc, 6. ἀλλ᾿ εἴπʼ εἰ σφῶίν] Sic M. in διὰ τὴν πλάνην, εἰς τὸ μετὰ ταῦτα ἡμᾶς lemmate: ἀλλ’ εἶπʼ ἠ σφῶϊν in textu, ἐκλυτρώσηται τῆς μελλούσης ταλαιπω- adscripto γρ. ἀλλʼ εἶπʼ εἰ σφῶϊν. ρίας. Quæ ex scholio ad v. 33. re- 10. φιλήσῃ] Sic M. in lemmate. petita sunt. In textu φιλήσει, ει in η mutato.)
176

36. προτέρω] τοπικῶς ἀντὶ τοῦ εἰς τοὔμπροσθεν, ἢ προτέρους τῶν ἵππων. B. Q.

37. ὁ δʼ ἐκ μεγάροιο] Ἀρίσταρχος χωρὶς τῆς ἐκ προθέσεως, ὁ δὲ μεγάροιο διέσσυτο· βούλεται γὰρ λέγειν διὰ μεγάρου. M.H.Q.R.

κέκλετο δʼ ἄλλους] ἐπεὶ ὑπερέχων τῶν ἄλλων θεραπόντων ἦν, προστάσσει τοὺς λοιποὺς συνελθεῖν πρὸς τὸ λῦσαι τοὺς ἵππους. E.

38. ἑοῖ αὐτῷ] αὐτῷ αὐτῷ. τὸ δὲ ε πλεονασμὸς Ἀττικός. B.

39. λῦσαν] Ἰακῶς τὸ λῦσαν οὕτως γράφει Ἀρίσταρχος. H.

40. κάπῃσι] ἀπὸ τοῦ κάπω ῥήματος τοῦ σημαίνοντος τὸ πνέω γίνεται ὄνομα κάπη ἡ φάτνη, ἐν ᾗ ἀναπνέουσι καὶ ἀναπαύονται τὰ ζῷα. B. αἱ φάτναι. καὶ γίνεται παρὰ τὸ πατῶ, τὸ ἐσθίω, πάτη, καὶ ἐν ὑπερβιβασμῷ τάπη, καὶ τροπῇ τοῦ τ εἰς κ κάπη. T. παρὰ τὸ ἐν αὐταῖς ἵστασθαι τοὺς ἵππους καὶ κάπειν ἤτοι ἐσθίειν· ἢ παρὰ τὸ χάπτειν, ὅ ἐστι λάπτειν, χάπη καὶ κάπη. E.

41. ζειὰς] δεῖ νοῆσαι ζειὰν ἐνταῦθα τὸ καλούμενον ἄχυρον. H. Q.

42. πρὸς ἐνώπια παμφανόωντα] τοὺς ἀντικρὺ τόπους τῆς εἰσέδου ἐνώπια καλεῖ ὁ ποιητής· τοὺς φωτιζομένους ὑφʼ ἡλίου τόπους] ἢ τῆς σελήνης. B.E.Q. τοὺς ἀντικρὺ τόπους τῆς εἰσόδου ἐνώπια καλεῖ ὁ ποιητής. διὰ τοῦτο καί τινες διαλελυμένην γράφουσι τὴν λέξιν τιθέντες εἰς τὸ πρός βαρεῖαν. E.

44. θαύμαζον] ἔοικεν, ὡς δείκνυσιν αὐτοὺς ἀπαιδεύτους ἐνταῦθα ἀπὸ τοῦ ἵστασθαι καὶ βλέπειν τὰ τῆς οἰκίας καλλωπίσματα, καὶ τῇ ἀληθείᾳ ἄπειροι ἦσαν· ἀλλὰ τέως πρὶν φανῆναι τὸν Μενέλαον. ὥστε εἰ πρὸ τοῦ φανῆναι ἀνέβλεπον τὸ κάλλος τοῦ δόμου, καὶ ἠσχολοῦντο ἐκεῖνο θαυμάζοντες, οὐ καινόν. E.

διοτρεφέος βασιλῆος] οὐ παρέλκει τὸ ἐπίθετον. τὸ δὲ ἑξῆς, θαυ- μάζουσιν εἰσελθόντες τὴν κατασκευὴν τὴν οἰκίας. H. οὐ παρέλκει τὸ ἐπίθετον, ἐπεὶ ἀπόγονος Διὸς ὁ Μενέλαος. E.

45. ὥστε γὰρ ἠελίου αἴγλη] σημειοῦνται τινὲς ὡς ἐνηλλαγμένης [*](3. Ἀρίσταρχος om. M. Et Aristo- nunciandum autem δεμμεγάροιο. phanis potius scripturam esse ex 8. οὕτως] Non ἔλυσαν, ut alii. scholio simili ad β, 1338. probabi. 13. κάπειν] Immo κάπτειν. BUTT. liter colligit Buttm. 14. χάπτειν] Pronuntiatio recen- χωρὶς M. ἔξω ceteri. tiorum Græcorum, teste Eust. ad τῆς ἐκ προθέσεως, ὁ] τῆς ἐξ, ὁ M. h.l. pro κάπτειν, ἐγκόπτειν BUTTM. δὲ μεγάροιο διέσσυτο M. δʼ ἐκ με- 23. τὸν Μενέλαον Struvius pro ?τῷ γάροιο ceteri, omisso διέσσυτο. Pro- Μενελάῳ.)

177
τῆς φράσεως. M. ἡ τάξις ἐνήλλακται· πάντως γὰρ προεκδύονται. M. ἔδει γὰρ ἀπὸ τῆς σελήνης ἀναβιβάσαι ἐπὶ τὸν ἥλιον, ἵνα ἂν εἰς τὸν ἤλιον ἀποτύχῃ, εἰς τὴν σελήνην οὐκέτι. E. ἀπὸ μείζονος τὸ ἐπι- χτίρημα. τοῦτο δὲ ποιεῖ διὰ τὴν ἀποτυχίαν. E.

46. δῶμα καθʼ ὑψερεφὲς] τὸ οἴκημα τὸ ὑψηλόστεγον. τὸ δὲ κ διὰ τὸ οἱ Αἰολεῖς τὴν πρόθεσιν ἀντὶ ἄρθρου παραλαμβάνουσιν. M.

47. ὁρώμενοι] ὁρῶντες, τὸ παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. B.E.

50. ἀμφὶ δʼ ἄρα χλαίνας οὔλας] ἁπαλὰς, κεκροκισμένας ἢ τρι- χωτὰς, τὰ λεγόμενα χάσδια· ἢ καινουργίας, ἀπὸ τοῦ οὖλον τὸ σῶον καὶ ὑγιές. E.

51. ἐν ἄλλῳ, παρὰ ξανθὸν Μενέλαον. H.

52. χέρνιβα δʼ ἀμφίπολος] διὰ τί πρὸ μὲν τοῦ δείπνου ἐνίπτον- το, μετὰ δὲ τὸ δεῖπνον οὐκέτι, ἐρρήθη μὲν ἤδη καὶ ἐν ἄλλοις, ῥητέον δὲ καὶ τοῦτο. ὅταν γὰρ λέγῃ χέρνιβα δʼ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα καλῇ χρυσείῃ ὑπὲρ ἀργυρέοιο λέβητος νίψασθαι,” φήσομεν ὅτι οὐκ εἰς τὸ νίψασθαι πρὸ τοῦ δειπνεῖν κυρίως τοῦτο εἴρηται, ἀλλὰ συλλαβὼν τὰ παρασκευαζόμενα ἐπὶ τὸ δεῖπνον λέγει, οὐκέτι τὰ κατὰ μέρος ἐπεξιών. τινῶν γὰρ τὰς ἀρχὰς μηνύσας, οὐκέτι τοῖς κατὰ μέ- σον ἐπέξεισι, συγχωρεῖ δʼ ἡμῖν ἐπινοεῖν καὶ τὰ μεταξὺ οἷα γίνεται. ὥσπερ οὖν οὐδʼ αἰρομένας τὰς τραπέζας ἐποίησεν οὐδὲ τὰ λείψανα τὰ ἐκ τοῦ συμποσίου συναγόμενα, οὕτως οὐδὲ μεταξὺ νιπτομένους καὶ μετὰ τὸ δεῖπνον ἐπινιπτομένους· ἐπεὶ καὶ τοῦτο οὐ δηλοῖ ἅπαξ τὸ νίψασθαι ἐκόμισεν, ἀλλʼ ὅτι ἐκόμισε τὰ χερόνιπτρα ἐν προχόῳ χρυ- σέῃ καὶ λέβητι ὑποδεχομένῳ ταῦτα ἀργυρῷ· ὥστε παρέκειτʼ ἀεὶ τὰ χερόνιπτρα, ὅτε βούλοιντο νίψασθαι, ὥσπερ ἡ τράπεζα καὶ τὰ ἄλλα, ἄχρις ὅτου βούλοιντο αὐτοῖς. οὕτως καὶ τοὺς Πυλίους ποιήσας ἐν τῷ κατάπλῳ τῶν περὶ τὸν Τηλέμαχον εὐωχουμένους οὐκέτι δεδή- λωκεν ὅπως ἐκ τῆς ᾐόνος ἀναστάντες ἀπηλλάγησαν· καὶ τὴν Ἀθη- [*](5. τὸ δὲ κ—παραλαμβάνουσιν] Hæc ἄλλη H. καὶ ἄλλως R. non intelligo. 14. λέγῃ] λέγει Q. 9. χάσδια] Vox Græcobarbara, 17. οὐκέτι] οὐκ ἐπὶ R. cujus exempla vide apud Ducang. 19. συγχωρεῖ δʼ ἡμῖν] συγχωρεῖν ἡμῶν H. R. καινουργίας] καινουργίδας Buttm. 23. 25. χερόνιπτρα R. χερόνιπτα 11. ἄλλῳ Porsonus pro ἄθλῳ. H. Q. 12. δείπνου—δεῖπνον R. δειπνεῖν— 25. ὅτε correxi pro ὅταν. δειπνεῖν H. Q. 26. αὐτοῖς] Fort. χρῆσθαι αὐτοῖς. 13. ἤδη R. γὰρ δὴ H. Q. 27. τῶν Buttm. pro τῷ. καὶ ἄλλοις] καὶ ἄλλοις Q. καὶ)

178
νᾶν Μέντῃ ὁμοιωθεῖσαν καὶ τὸ δόρυ δοῦσαν τῷ Τηλεμάχῳ, οὐκέτι ὅπως τοῦτο ἀπιοῦσα ἀπέλαβεν ἐπεσημήνατο, ἐπεὶ καὶ τὸ τόξον εἰς κατασκοπὴν ἀπιόντι Μηριόνης δίδωσιν Ὀδυσσεῖ· ὅπως δὲ τοῦτο ἀπέ- δωκεν οὐκέτι ἐπεσημήνατο, διδοὺς τοῖς ἀκροαταῖς καθʼ ἑαυτοὺς λογί- ζεσθαι τὰ ἀκόλουθα. καὶ πολλὰ τοιαῦτα ἔστι γνῶναι παρ᾿ αὐτῷ. οὐ γὰρ μόνον τί εἴπῃ, ἀλλὰ καὶ τί μὴ εἴπῃ ἐφρόντισε· καὶ οὐχ ἧττον ἐξ ὧν κατορθοῖ ἐν οἷς λέγει σοφὸς εὑρίσκεται ἢ ἐν οἷς ἀποσιωπᾷ καὶ οὐ λέγει. H.Q.R.

54. παρὰ δὲ ξεστὴν ἐτάνυσσε] παρέκειντο γὰρ τοῖς θρόνοις αἱ τράπεζαι. εἰκότως δὲ νῦν τὰ περὶ τῆς ταμίας παράκειται· οὐ γὰρ ἐν τῷ ξενίζεσθαι παρὰ Τηλεμάχῳ τὴν Ἀθηνᾶν. ἐπεισεληλύθασι γὰρ οὗτοι τοῖς περὶ τὸν Μενέλαον, ἐξ ἀρχῆς δὲ παρὰ τῷ Τηλεμάχῳ πάρεστιν ὁ Μέντης. H.M.Q.

ξεστὴν] γρ. χρυσῆν. H.

56. εἴδατα] ἀπὸ τοῦ ἔδω τὸ ἐσθίω ἔδωρ καὶ εἶδαρ. E. ἡ- δύσματα μεμυρισμένα, σκευαστὰ παρ᾿ ἡμῖν λεγόμενα. T.

59. τὼ καὶ δεικνύμενος] φιλοφρονούμενος, δεξιούμενος. ἐκ τοῦ δέκω τὸ δέχομαι θείκω δεικνύω καὶ δείκνυμι, τὸ φιλοφρονοῦμαι. B.Ε.

61. δείπνου πασσαμένω] τοῖς ὁδοιπορήσασι δείπνου δηλονότι γε- νομένου. αὐτὸς γὰρ ἑξῆς φησι “δόρπου δʼ ἐξαῦτις μνησώμεθα” (213.). καὶ “οὐ γὰρ ἔγωγε τέρπομʼ ὀδυρόμενος μεταδόρπιος” (194.). H.M.Q.

62—64. προηθετοῦντο καὶ παρὰ Ζηνοδότῳ καὶ παρὰ Ἀριστο- [*](2. ἀπιοῦσα Buttm. pro ἐπιοῦσα. 20. τοῖς ὁδοιπορήσασι δείπνου] δεῖπνον ἐπεὶ καὶ —ἐπεσημήνατο om. Q. R. τοῖς ὁδοιποροῦσι Q. 6. ἀλλὰ om. Q. γενομένου M. γενόμενον ceteri. ἐφρόντισε] ἐφρόνησε Q. 21. ἐξῆς φησι δόρπου M. Legeba. 7. ἐξ ego addidi. tur ἐφεξῆς φησι δείπνου. ὧν H. R. ἄν Q. 22. οὐ γὰρ ἔγωγε om. H. Q. κατορθοῖ correxi pro κατορθοῖς. μεταδόρπιος] μετὰ δόρπον Q. ἐν οἷς λέγει H. R. ἐν οἷς λέγειν Q. 24. Ordo scholiorum ad v. 62. 10. νῦν τὰ περὶ M. νῦν παρὰ H. Q. in M. hic est 1. χωρὶς τοῦ ι—λαμ- 11. τηλεμάχῳ M. τηλεμάχου H. Q. θάνῃ. 2. προηθετοῦντο—ἀναγκαῖος. 3. ἐπεισεληλύθασι (sic Cobetus pro) ἄλλως. σὺν τῷ ι—γονέων. ἔπεισε λελύθασι)—Μέντης om. Q., nisi προηθετοῦντο] Vid. Buttm. ad α, quod ἔπεισε habet. 12. τὶν Μενέλαον] τηλέμαχον H. παρὰ Ζηνοδότῳ καὶ παρὰ Ἀριστοφάνει 13. ὁ Μέντης Cobetus pro ὁ Νέ- M., nisi quod ἀριστοφάνη. παρὰ ἀρι- στοφάνους καὶ παρὰ ζηνοδότου H.)

179
φάνει· τό τε γὰρ σφῶϊν οὐχ Ὁμηρικῶς μονοσυλλάβως ἐξηνέχθη ὅ τε ἔπαινος τῶν νέων οὐκ ἀναγκαῖος. H. M.

62. σφῶν γε γένος] χωρὶς τοῦ ι ἡ σφῶν, ὡς Ἀρίσταρχος καὶ Ἡρωδιανός. Ἀπολλώνιος δὲ ἐν τῷ περὶ ἀντωνυμιῶν γράφει αὐτὴν μετὰ τοῦ ι, ἵνʼ ᾖ δευτέρου προσώπου κατὰ συναίρεσιν· ἀλλʼ οὐκ ἔστι ποτὲ παρὰ τῷ ποιητῇ γενικὴ καὶ δοτικὴ μὴ ἐκφωνοῦσα· τὸ γὰρ λέ- γειν καὶ ὤμοιϊν καὶ ποδοῖϊν μετὰ τοῦ ι λέγει δισυλλάβως. ἐπίτηδες δὲ Ἀρίσταρχος ἀθετουμένων τῶν στίχων καὶ ἄνευ τοῦ ι εἴασε τὴν γραφὴν, ἵνα καὶ τοῦτο πρὸς τὴν ἀθέτησιν λαμβάνῃ. H. M.

οὐ γὰρ σφῶν γε γένος] σὺν τῷ ι γραπτέον, ἵνʼ ᾖ σφῶιν δυϊκῶς. οὐ γὰρ ἀφανῶν ἐστε γονέων. M. V.

σεσημείωται τὸ σφῶν ἐπὶ δευτέρου προσώπου λαμβανόμενον. E.

65. νῶτα βοὸς] ὡς ἐν Ἰλιάδι “νώτοισι δʼ Αἴαντα διηνεκέεσσι γέραιρε” (Il. η, 321.). λέγει δὲ καὶ Ξενοφῶν διμοιρίαν δίδοσθαι τοῖς Λακεδαιμονίων βασιλεῦσι. καὶ οὐ τοῦτό φημι, ὅτι κατὰ τὸν ἐν Σπάρτῃ νόμον ταῦτα πέπρακται, ὕστερον γὰρ τὰ Λυκούργου, ἀλλʼ ἴσως καὶ τὸ Λακωνικὸν ἔθος ἐκ τῆς τούτου παραδέδοται τηρήσεως. H. M. Q.R.

66. τά ῥά οἱ γέρα] τὰ γὰρ ἄνω μέρη ἤτοι τὰ νωτιαῖα παρετίθουν τοῖς ἐντίμοις. τὸ δὲ ἑαυτῷ Ὅμηρος οἱ αὐτῷ γράφει. E.

69. δὴ τότε Τηλέμαχος] ἀφορμὴν παρέσχε τῷ Μενελάῳ ἀναγνω- ρισμοῦ καινοῦ. ἐκεῖνο μὲν γὰρ κοινὸν, τὸν μὲν πυνθάνεσθαι, τὸν δὲ ἀποκρίνεσθαι ὅτι Ὀδυσσέως παῖς τυγχάνει, ὥσπερ παρὰ Νέστορι πέπρακται, τὸ δὲ περιπέτειάν τινα εἶχεν, ἐκ τῆς Ὀδυσσέως μνήμης εἰς δάκρυα προπεσόντος τοῦ νέου, εἰς ὑποψίαν ἐμπεσεῖν ἀληθείας τὸν [*](1. ἐξηνέχθη ὅ τε] ἐξενεχθήσεται M. οὐκ ἀφανῶν γονέων ἐστέ habet etiam E. 4. Ἀπολλώνιος δὲ ἐν τῷ περὶ ἀντωνυ- 14. Ξενοφῶν] De rep. Laced. 15, μιῶν] P. 370. τοιοῦτο δʼ ἦν τὸ “οὐ γὰρ 4. σφῷν γε γένος ἀπόλωλε τοκήων,” ὅπερ διμοιρίαν correctum e Xenophonte. ἐδόκει ἐπίμεμπτον εἶναι ὡς τρίτον πλη- δίμοιραν R. διμοίραν Q. δεῖ μοῖραν M. θυντικὸν δίχα τοῦ ι γραφόμενον, τοῦ λό- δἱδοσθαι] δῖδόσθαι (hoc accentu) γου ἀπαιτοῦντος δεύτερον· πρὸς γὰρ αὐ- M. Q. δεδόσθαι. BUTTM. τοὺς, οὐ περὶ αὐτῶν. Nam sic Nauck. 16. γὰρ M. R. δὲ ceteri. Aristoph. p. 23. correxit pro αὐ- 17. τηρήσεως M. παρατηρήαεως ce- τοὺς ὑπὲρ αὐτῶν. teri. 7. ἐπίτηδες] ἐπίτηδε (sic) M. 22. κοινὸν M. Legebatur καινόν. 8. Ἀρίσταρχος Cramerus. Libri τὸν δὲ ἀποκρίνεσθαι addidi ex M. ἀρχίλοχος. 24. τὸ δὲ—εἶχεν M. Legebatur 11. ἐστε] ἐστι M. Verba ἤγουν τὸν δὲ—ἔχειν.)

180
Μενέλαον. αὕτη τοίνυν τοῦ νεανίσκου ἡ ἔκπληξις καιρὸν παρέσχε τῷ Μενελάῳ τῶν λόγων. M. Q.

προσεφώνεε Νέστορος υἱὸν] ἐκεῖνος μὲν ἐλάλει κρυφίως πρὸς τὸν Νεστορίδην, μή ποτε κόλαξ φανῇ· ὁ μέντοι Μενέλαος προσεκτικὸς ὢν ἤκουσε τῶν λεγομένων καὶ ἤρξατο λαλεῖν αὐτοῖς. ταῦτα δὲ οἰκονομία τοῦ Ὁμήρου, καὶ ἵνα πλατύνῃ τὴν ποίησιν αὐτοῦ καὶ ἵνα εἴπῃ ἃ εἰς τὴν Ἰλιάδα οὐκ εἶπε. μέλλει γὰρ παραγαγεῖν καὶ τὴν Ἑλένην ὥστε γνωρίσαι αὐτοὺς καὶ εἰπεῖν περὶ τοῦ Ὀδυσσέως ἐπαίνους, καὶ κατα- λέξαι ἔθη γυναικεῖα, καὶ ἅμα καὶ τὴν Ἑλένην ἐγκωμιάσαι. ἐν γὰρ τῇ Ἰλιάδι οὐδὲν εἶπε τὸ τυχὸν περὶ αὐτῆς ἐπαινετήρια. E.

70. ἵνα μὴ πευθοίαθʼ οἱ ἄλλοι] τὸ γὰρ ἀκούοντος Μενελάου ἐπαι- νεῖν θωπείας ἦν ἀνάπλεων καὶ ἐλευθέροις οὐχ ἁρμόττον. M. ὅπως μὴ δόξειε κολακεύειν. τὸ δὲ πευθοίατο πεύθοιντο ἦν· καὶ οἱ Ἴωνες πευθοίατο ἐκβολῇ τοῦ ν καὶ προσθέσει τοῦ α. E.

πευθοίαθʼ οἱ ἄλλοι] οὕτως Ζηνόδοτος. ὁ δὲ Ἀρίσταρχος πευθοίατο ἄλλοι, χωρὶς τοῦ ἄρθρου. ὡς Ἡρωδιανός φησιν. H. M.

72. χαλκοῦ τε στεροπὴν] ἄνω εἰπὼν “οἱ δὲ ἰδόντες θαύμαζον κατὰ δῶμα” (44.). νῦν διὰ Τηλεμάχου τὰ περὶ τῆς ἐκπλήξεως ἐσή- μανεν, ὅτι ἐκ τῆς τοιαύτης ὕλης ἦν ὁ κόσμος. H.M.Q.

74. Ζηνός που] τὸ που στοχαστικόν. Q.

γρ. Ζηνός που τοιαῦτα δόμοις ἐν κτήματα κεῖται. P.

75. ὅσσα τάδε] ἤρκει καὶ τοῦτο εἰς ἔμφασιν, ὁ δὲ ἐπιφέρει, ἄσπετα πολλά. καθʼ ἕκαστον δὲ αὔξησίς ἐστιν ἱκανή. Q.

ἄσπετα] ἐκ τοῦ ἐνίσπω τὸ λέγω ἄσπετον, ἄρρητον. E.

78. τέκνα φίλʼ, ἤτοι Ζηνὶ] μετὰ τὴν προσφώνησιν στικτέον. μετὰ τὸ “Ζηνί” βραχὺ διασταλτέον. οὕτω γὰρ τὰ ἑξῆς σαφέστερα. καὶ ἄλλως ἵνα μὴ δοκῇ τὸν ἕτερον ἐλέγχειν, εὐπρεπῶς πρὸς ἀμφοτέρους ἀποτείνεται, οὐκ ἐπιτιμῶν, ἀλλὰ τὰ ἑαυτοῦ καταβάλλων ἐν ἤθει. H.M. Q.

[*](9. ἐγκωμιάσαι] ἐγκωμιάσειν E. 21. τοιαῦτα] τοῖα P. Correxi ex 10. Fort. οὐδὲν εἷπε τυχὸν—ἐπαιςε- Athen. 5. p. 188. F. ex quo cog- τήριον. noscimus hanc Seleuci scripturam 15. ὁ δὲ Ἀ. M. Ἀ. δὲ H. esse (præeunte, ut conjicere li- 16. ἄλλοι Porsonus. ἄλλως M. cet, Aristophane), vulgatam vero, ἀλλὰ H. Ζηνός που τοιήδε γ᾿ Ὀλυμπίου ἔνδοθεν χωρὶς τοῦ ἄρθρου om. M. αὐλή, Aristarchi esse, contra quam ὡς Ἡρωδιανός φησιν addidi ex M. disputat Seleucus. 18. τὰ περὶ M. τὴν περὶ Q. et 27. ἕτερον] ἕταιρον (sic) M. fortasse H. 28. ἐν ἤθει H.M. ἤθη Q.)
181

79. ἀθάνατοι] ἄφθαρτοι· τὰ δὲ ἀνθρώπινα πάντα χρόνῳ φθείρον- ται. H.

80. ἀνδρῶν δʼ ἤ κέν τίς μοι] ἠρέμα θρύπτεται μετὰ ἤθους ἐκφέ- ρων ὅτι ἀμφήριστα ταῦτα ἀνθρώποις, τὰ δὲ θεῖα μείζω ὑπάρχει διὰ τὸ ἄφθαρτα εἶναι. Q.

81. κτήμασιν] εἰς σύστασιν περὶ τοῦ πλήθους. ἴδιον δὲ τῶν ἐκ πόνου πεπλουτηκότων διηγεῖσθαι. καὶ τὸ μὲν κεκτῆσθαι παρὰ προγό- νων μικρὸν, τὸ δὲ κτήσασθαι μεῖζον. M.Q.

ἐπαληθεὶς] πλανηθείς. οἱ δὲ, ἐπὶ τοὺς ἀληθεῖς Αἰγυπτίους, ὅτι μαντικῆς ἔμπειροι. V.

84. Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους καὶ Ἐρεμβοὺς] Σιδονίους τοὺς περὶ τὴν ἐρυθρὰν θάλασσαν λέγει, οὓς μετῴκισαν οἱ Φοίνικες. B.E.M. Ἐρεμβοὺς δὲ ἀπὸ τοῦ ἐν τῇ ἔρᾳ βαίνειν. τοὺς δὲ Τρωγλο- δύτας Σαρακηνοὺς λέγει. B.E. Σιδονίους τοὺς παρὰ τῇ ἐρυθρᾷ θα- λάσσῃ λέγει, ὅθεν μετῴκησαν οἱ Φοίνικες. V.

Ἐρεμβοὺς] Ἀρίσταρχος Ἐρεμβοὺς τοὺς Ἄραβας ἀκούει. τινὲς δὲ γράφουσιν Ἐρεμνούς, ὅ ἐστι τοὺς Ἰνδοὺς, οἱ δὲ τοὺς εἰς τὴν ἔραν δύνοντας διὰ τοὺς καύσωνας, σὓς καὶ Τρωγλοδύτας φασί. οἵτινες καὶ διὰ τοῦ β γράφουσιν Ἐρεμβούς. κράτιστα δὲ ἀποδιδόασιν οἱ ὀνοματικῶς ἀκούοντες τοὺς Ἐρεμβούς, καὶ παρατιθέντες τοὺς κατα- λογάδην συγγραφεῖς οὕτως ἀναγράφοντας. ἔνιοι δὲ διὰ τοῦ α γρά- φουσιν Ἐραμβούς. H.M.Q.R. Ἐρεμβοὺς τοὺς Τρωγλοδύτας τοὺς [*](6. σύστασιν] Conf. not. ad η, 20. ὀνοματικῶς M. ὀνομαστικῶς ce- 241. BUTTM. teri. περὶ M. τὰ παρὰ Q. 21. ἀναγράφοντας] ἀναγράφοντες H. 12. τοῦς—μετῴκισαν M. οὓς κατὰ R. τὴν ἐ. θ. μετῴκισαν B.E. In Q. et γράφουσιν om. M. Vindob. est Σ. τοὺς κατὰ τὴν ἐρυθρὰν 22. Ἐραμβούς] ἐράμβους M. ἀ. μετοικήσαντας Φοίνικας. ράμβους H.Q.R. 16. In accentu nominum Ἐρεμ- Ἐρεμβοὺς] καὶ ἐρέμβους H. In M. βοός vel Ἐρέμβους et Ἐρεμνούς vel hoc scholion sic scriptum, Ἀρίσταρ- Ἐρέμνους libri sibi non constant. χος Ἐρεμβοὺς τοὺς Ἄραβας ἀκούει. καὶ Ego accentu acuto scripsi, quem μεταγράφουσιν—Ἄραβάς τε. τινὲς δὲ praecipit Arcadius p. 46, 1. γράφουσιν Ἐρεμνοὺς, ὃ ἐστι τοὺς Ἰνδοὺς τοὺς Ἄραβας ἀκούει] Repetit hoc παρὰ τὸ—Κράτης Ἐρεμνοὺς λέγει. οἱ δὲ Eustathius p. 1484. sed hanc non ἴδιον ἔθνος. “In Vindob. est ἐρέμβους, potuisse Aristarchi sententiam es- παρὰ τὸ εἰς τὴν ἐρυθρὰν δύνειν. Et se- se ostendit Lehrs. Aristarcb. p. orsim alia manu: ἢ Ἐρεμβοὺς τοὺς 255. Τρωγλοδύτας ἀπὸ τοῦ εἰς τὴν ἔραν βαί- 17. ὄ ἐστι M. in scholio proximo. νειν.” BUTTM. οἱ δὲ H.Q.R.)

182
Σαρακηνοὺς παρὰ τὸ εἰς τὴν ἔραν δύειν· οἱ δὲ τοὺς Ἰνδοὺς παρὰ τὸ ἔρεβος, μέλανες γὰρ, ὅθεν καὶ Κράτης τοὺς Ἐρεμνοὺς γράφει· οἱ δὲ ἴδιον ἔθνος. ἔνιοι δὲ τοὺς Ἄραβας, καὶ μεταγράφουσιν οὕτως· “Αἰθίοπάς θʼ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε.” H. M. οἱ μὲν τοὺς Τρωγλοδύτας φασὶ, τοὺς Σαρακηνοὺς, παρὰ τὸ εἰς τὰς τρώγλας ὑπὸ τὰς σχισμὰς δύνειν διὰ τὸν καύσωνα τοῦ ἡλίου. οἱ δὲ τοὺς Ἰνδοὺς παρὰ τὸ ἔρεβος, μέλανες γὰρ, ὅθεν καὶ Κράτης Ἐρέμνους γράφει. ἔνιοι δὲ τοὺς Ἄραβας. καὶ μεταγράφουσιν οὕτως “Αἰ- θίοπίας θ᾿ ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε. E.V. Vind. πῶς δέ φησι Σιδονίους καὶ Ἐρεμνοὺς καὶ τοὺς ἄλλους, καὶ σὺν αὐτοῖς καὶ τὴν Λιβύην; αἱ γὰρ λεχθεῖσαι χῶραι τῆς Λιβύης εἰσίν· οὕτως δʼ ἔοικε διαχωρίζειν. νοητέον δὲ ὅτι ἔλεγεν ὅλας ἐξ ὀνόματος, εἶτα συν- άψας λέγει συντόμῳ λόγῳ αὐτὴν τὴν Λιβύην. E.

85. ἄφαρ κεραοὶ] ὅ ἐστι γεννῶνται καὶ πρώϊμοι γίνονται. ἢ ἔνθα ταχέως κερατοφυοῦσι διὰ τὴν εὐδίαν. οἱ δὲ ἐπίθετον τῶν ἀρνῶν τὸ κεραοί. E.H.M. τὸ δὲ ἄφαρ, ὅτι ταχέως καὶ πρώϊμοι γίνονται. E. ἄφαρ, εὐθὺς ἅμα τῷ γεννηθῆναι. P.

86. τρὶς γὰρ τίκτει μῆλα] τινὲς γελοίως γράφουσι “δὶς γὰρ τίκτει.” πῶς γὰρ ἴδιόν τι λέγει περὶ τῶν ἐν τῇ χώρᾳ προβάτων; H. M. διόλου τοιαῦταί εἰσιν αἱ γοναὶ, οὐχ ὡς παῤ ἡμῖν μόνῳ τῷ ἦρι τίκτουσιν. Q.V.

89. ἐπηετανὸν] ὁλοχρόνιον, αὐταρκὲς, ἀρκετόν. B.E.Q. τὸ εἰς πολὺ καὶ εἰς κόρον. γίνεται παρὰ τὸ ἄτω τὸ κορέννυμι ἄτανος, καὶ ἐν πλεονασμῷ τοῦ ε ἐάτανος, καὶ ἐπαυξήσει τοῦ ε εἰς η ἠέτανος, καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπηετανός. T.

γάλα θῆσθαι] κυρίως μὲν τὸ θηλάσαι, νῦν δὲ τὸ ἀμέλγειν εἶπε, παρὰ τὴν θηλήν. V. θηλάζειν, ἀπὸ τοῦ θῶ τοῦ σημαίνοντος τὸ θη- λάζω. B. τὸ θηλάσαι· νῦν δὲ τὸ ἀμέλγειν εἶπεν. E.

90. ἕως] εἵως. E.Q.

91. τείως μοι] φιλάδελφον τὸ ἦθος. καί ἐστιν ἴδιον ἀνθρώπων πρό- [*](4. Σιδονίους et τε om. H., habet 14. ὃ ἐστι γεννῶνται —ἢ ἔνθα ad- M. didi ex H. Ἄραβάς τε] Hoc Zenonis Stoici 15. κερατοφυοῦσι] κέρατα φέρουσι commentum est, merito rejectum M. φέρουσι κέρατα H. ab Strabone 1. p. 41. De quo dixit εὐδίαν] θεραότητα E. Lehrs. Aristarch. p. 246. 20. διόλου] ἄλλοτε ἄλλα, ἢ διόλου V. 8. καὶ om. E. 30. καί M. κἄν Q.)

183
χειρον ἔχειν τὸν ἐπὶ τοῖς φιλτάτοις ὀδυρμὸν, καὶ ἐκ πάσης ὁμωνυ- μίας ἐπὶ τὴν ὑπὲρ ἐκείνων μνήμην ἀπαντᾶν. M.Q.

92. λάθρη, ἀνωϊστὶ] λάθρη μὲν ἀντὶ τοῦ μηδενὸς εἰδότος, ἀνωιστὶ δὲ ἀνυπονοήτως καὶ ὡς οὐκ ἄν τις προσδοκήσειε. B.

περιπαθῶς πάνυ εἰς τὸ μὴ δυνηθῆναι ὁτιοῦν χρήσασθαι τὸν ἥρωα. B.

ἀνωϊστὶ] ἀνυπονοήτως. ἐκ τοῦ οἴω τὸ ὑπολαμβάνω ὠϊστί, τὸ ω μέγα κατʼ ἔκτασιν, καὶ μετὰ τοῦ στερητικοῦ α ἀωστί, διὰ δὲ τὴν χασμωδίαν προσθέσει τοῦ ν γίνεται ἀνωστί καὶ ἀνωϊστί. E.

ἐπίτασις. συχνοὶ μὲν γὰρ καὶ λάθρα ἐπεβουλεύθησαν προϋπο- νοήσαντες τοὺς ἐχθροὺς, περὶ τὸν καιρὸν δὲ σφαλέντες. τοῦτον δὲ οὐδὲ ἔννοιαν λαβεῖν φησι τοῦ δεινοῦ, τὸ δὲ ὑπὸ τῆς πιστοτάτης ἐνε- δρευθῆναι καὶ προδοθῆναι τῷ μυχῷ τῶν δεινῶν. M.Q.

93. ὡς οὔτοι χαίρων] οὐ γὰρ ἐν τῷ κτήσασθαι πλοῦτον τὸ ἥδε- σθαί ἐστιν, οὐδὲ εὐδαίμονες οἱ πλούσιοι. πολλοὶ γοῦν ἄφθονα κεκτη- μένοι θρηνοῦντες διατελοῦσιν. ἔστιν οὖν παιδευτικὸν, ὅτι οὐ χρὴ εἰς τὴν πολυτέλειαν τῶν οἴκων ἀφορᾶν, ἀλλʼ εἰς τὴν διάθεσιν τῶν ἐνοι- κούντων. M.Q.

ἔν τισιν ὑπὸ τοῦτον φέρεται στίχος “οὐδέ τι βουλόμενος, ἀλλὰ κρατερῆς ὑπʼ ἀνάγκης” γελοίως. οὐδεὶς γάρ μετὰ ἀνάγκης ἀνάσσει χγημάτων. τὸ γάρ προειρημένον ἱκανὸν ἔχει νοῦν. H.M.Q. χαρτοῖς [*](9. προῦπονοήσαντες om. Q. i. e. hoc in intimis recessibus in- 10. τοῦτον M. τούτου Q. τοῦτον fortunii ponendum est.” ex conjectura posuerat Buttm., 11. τὸ δὲ M. τοῦ δὲ Q. sed rejecit in Addendis. ' “Non sa- 13. οὔτοι] Sic M. in lemmate tisfaciunt quæ ad hoc scholium acholii, sed οὔτι in textu. οὖτοι Q. emendandum proposui. Nam si et Vind. 133. Et οὔτοι fortasse τοῦτον δὲ ponimus, de Agamem- verum est: vid. Ahrens. in Schnei- none, nulla est oppositio inter hæc dew. Philol. vol. 4. 9. 598. λάθρα et οὐδὲ ἔννοιαν. Immo apparet, 15. διατελοῦσιν M. διατρίβουσι Q. haec οὐδὲ ἔννοιαν respondere voci 18. Huic scholio in Q. præ- ἀνωῖστί. Hoc autem agit scho- scriptum ἄλλως. liastes ut demonstret, post illa λά- ἔν τισιν Cobetus. ἔντισ M. ἔν τι θρη, ἀνωῖστὶ, ἐπίτασιν esse in his H. Q. δόλῳ—ἀλόχοιο. Quare locum nunc τοῦτον] τούτων M. tento ita: συχνοὶ μὲν γὰρ καὶ λάθρα στίχος M. Legebatur τὸν στίχον. ἐπεβουλεύθησαν τοῖς ἐχθροῖς· περὶ τὸν 19. κρατερῆς Porsonus. καρτερεῖς καιρὸν δὲ σφαλέντας τούτους οὐδὲ ἔννοιαν M. καρτερεῖν H.Q. λαβεῖν φησι (sc. ὁ Μενέλαος) τοῦ δει- 20. ἔχει νοῦν om. M. Post νοῦν in νοῦ. τὸ δὲ ὑπὸ τῆς πιστοτάτης ἐνεδρευ- Q. sequuntur verba ᾧ πάντων ἐμπε- θῆναι—τῷ μυχῷ τῶν δεινῶν sc. ἐστί, σὼν etc., de quibus vide ad v. 104.)

184
γὰρ φύσει τοῖς χρήμασιν οὐ χαίρω διὰ τὸ συμβὰν ὑπάλλαγμα λίαν ἀνιαρόν. H.

94. ὔμμιν] Αἰολικῶς ψιλοῦται. E.

95. καὶ ἀπώλεσα οἶκον] ἀμφίβολον πότερον τὸν ἑαυτοῦ ἢ τὸν τοῦ Πριάμου. M.V.

96. κεχανδότα] χωροῦντα. ἀπὸ τοῦ χῶ τὸ χωρῶ χάζω. B.E.

97. ὧν ὄφελον] τὸ ἑξῆς, ὄφελον ἐγὼ ναίειν καὶ οἱ ἄνδρες σόοι ἔμμεναι. τὸ ὄφελον ἀπὸ κοινοῦ λαμβάνων διήλλαξε καὶ περὶ πρόσω- πον καὶ ἀριθμόν. H.M.

99. Τροίῃ ἐν εὐρείῃ] ὀβελίζουσι τινὲς τὸν στίχον, λέγοντες αὐτὸν εἶναι περιττόν. διὰ μέντοι τῶν Ἀρισταρχείων ὑπομνημάτων οὐδὲν φέρεται περὶ τοῦ ἔπους. H.M.

Τροίῃ] πιθανῶς, ἵνα καὶ ἀφορμὴν ἔχῃ ὁ λόγος ἐπὶ τὴν Ὀδυσσέως μνήμην καταντῆσαι. H.M.Q.

Ἄργεος ἱπποβότοιο] τῆς Πελοποννήσου, πρὸς τὸ τρέφειν ἵππους ἐπιτηδείου. E.

102. μετὰ τὸ γόῳ βραχὺ διασταλτέον. H.M.

103. αἰψηρὸς δὲ κόρος] ὁ ὑπὲρ τῶν ἄλλων μοι θρῆνος ταχέως θραύεται. V.

104. τῶν πάντων] ἐμπεσὼν εἰς τὸν περὶ τῶν ἡρώων λόγον ἐξαιρέ- τως Ὀδυσσέα φησὶ θρηνεῖν διὰ τὸ ἀγνοεῖν τὰ περὶ αὐτόν. M.Q.

105. ὡς ἑνὸς] εἰς ἐπίτασιν ταῦτα πάντων καὶ τῶν μεγίστων κα- κῶν ἀνάπαυλάν τινα παρέχειν πέφυκεν. H.M.Q.

ἀπεχθαίρει] ἀπεχθαίρειν ποιεῖ, ὡς “πάντας μέν ῥʼ ἔλπει” (Od. ν, 380.). H.M.Q.

108. ἐμοὶ δʼ ἄχος] εἰκότως ἀνιᾶται, ὅτι οὐδὲν ὤναντο τῆς πρὸς ἀλλήλους φιλίας. M.P.Q.

[*](1. φύσει] οὐ φύσει H. bris quibusdam insertum post v. 4. τοῦ om. V. 93. retulerunt Porsonus et Butt- 7. τὸ ἑξῆς om. H. mannus: quem versum neque in 8. ἔμμεναι. τὸ ὄφελον M. ἔμμεναι exemplaribus suis invenisse nec, si ὄφελον. ὅτι τὸ ὄφελον H. invenisset, sine nota prætermissu- 10. Τροίῃ ἐκ εὐρείῃ] Hoc lemma rus fuisse videtur Aristarchus. recte præfixit Cobetus. In H.M. 14. καταντῆσαι] βατῆσαι Q. prima versus proximi verba ἀλλʼ 20. τῶν πάντων: ἐμπεσὼν] ᾧ πάν- ἔμπης præscripta sunt errore mani- τῶν ἐμπεσὼν Q. festo. Ad versum οὐδέ τι βουλόμε- 21. αὐτόν M. Legebatur αὐτοῦ. νος, ἀλλὰ κρατερῆς ὑπʼ ἀνάγκης, in li- 22. Duo scholia in unum con-)
185

109. κείνου, ὅπως δὴ] μετὰ τὸ κείνου βραχὺ διασταλτέον. H.M.

110. ὀδύρονταί νύ που] ἅπερ ἔμελλεν ἐρωτήσειν ὁ Τηλέμαχος, ταῦτα φράσας ὁ Μενέλαος ἐκφέρει, καὶ γίνεται τὸ πᾶν νοούμενον περιπαθές. ἀλλὰ καὶ τὴν ὁμοιότητα ἐκφεύγει ὁ ποιητής· παρὰ γὰρ Νέστορι ὁ Τηλέμαχος ἤρχετο τῶν λόγων. Q.

111. Λαέρτης δʼ ὁ γέρων] ἐπὶ τὸ οἰκτρότατον προήγαγε τὸν οἶκτον· διὸ καὶ εὐθέως ἐπήνεγκε “τῷ δʼ ἄρα πατρὸς ὑφʼ ἵμερον ὦρσε γόοιο.” Q.

112. ἔλειπε νέον] νεωστὶ γεγονότα· ὡς καὶ ἐν Ἰλιάδι (ι, 446.) “νέον ἡβώοντα,” τουτέστι νεωστὶ ἡβῶντα. M.Q.

113. ὦρσε γόοιο] ἡ αὐτὴ διάθεσις καὶ παρὰ Φαίαξι πρὸς Ὀδυσ- σέως. ὁ μὲν γὰρ τὰς ἑαυτοῦ πράξεις ἀκούων κλαίει, ὁ δὲ τοῦ πατρὸς ἀναμνησθείς. M.Q.

118. σημειοῦνται τινὲς ὅτι παραλλήλως ἔταξε μίν καὶ αὐτόν. H.M.

119. οὕτως ἐπειρήσαιτο ἀντὶ τοῦ ἐπερωτήσειεν. ἔνιοι δὲ γράφουσι κακῶς μυθήσαιτο. H.M.Q.

121. ἐκ δʼ Ἑλένη] ἐπειδὴ μέλλει τῶν Ὀδυσσέως ἔργων μνημο- νεύειν, συμπλέξαι θέλει τὰς ἐν ἑκατέρῳ στρατοπέδῳ πράξεις αὐτοῦ ὑπὲρ τοῦ ποικίλην καταστῆσαι τὴν διήγησιν. ἐπιτηδειότατον δὲ τὸ τῆς Ἑλένης πρόσωπον, ἅτε δὴ παρατυχὸν ἐν Ἰλίῳ. H.M.Q.

122. χρυσηλακάτῳ] τῇ λαμπρὰς καὶ χρυσαυγέας ἠλακάτας ἤτοι ἀκτῖνας ἐχούσῃ. E.

123. ἅμʼ Ἀδρήστῃ] σημειωτέον καὶ τὰ περὶ τῶν θεραπαινῶν. ἄλλαι μὲν γὰρ ἐν Ἰλιάδι, ἄλλαι δὲ νῦν. οὐ γὰρ εὐπρεπὲς τὰς μετε- χούσας τοῦ ἁμαρτήματος ἐπιτρέπειν συνεῖναι τῇ γυναικί. M.Q.R.

[*](fusa sic edidit Maius ex Q. ἀπε- male lecta ἕκαστά τʼ ἐπειρήσαιτο. χθαίρει] ποιεῖ ὡς ἑνὸς εἰς ἐπίτασιν—πέ- 16. κακῶς post μυθήσαιτο habent φυκεν. P. 182, 27. ὤναντο—ἀλλήλους M. μυθήσαιτο] Hoc in textu habet M. ὤνατο—ἀλλήλων P. ὤνατο, omissis 18. ἑκατέρῳ H.M. ὑστέρῳ Maii reliquis, Q. editio. P. 183, 9. νέον et τουτέστι addidi 20. δὴ addidi ex M. ex M. τὸν νεωστὶ Q. 23. καὶ] δὲ καὶ R. 10. πρὸς M. ὑπὸ Q. τὰ addidi ex M.R. 15. οὕτως om. H.Q. 25. γυναικί] In Q. additum τινὲς ἐπειρήσαιτο M. ἐπερήσαιτο H.Q. δὲ γράφουσιν ἅμα δραστῇ, οἱονεὶ θερά- Vetus scriptura ΕΚΑΣΤΑΤΕΠΕΙΡΗ- παιναν, quæ ex scholio proximo ΣAITO, id est, ἕκαστά τε πειρήσαιτο, sumta.)
186

τρισυλλάβως τὸ Ἀδρήστη, ὡς Ἡρωδιανὸς καὶ Ἀρίσταρχος, καὶ κύριον ἀκουστέον. τινὲς δὲ δρήστη, οἱονεὶ θεράπαινα. H.M.

κλισίην] ὃν ἀλλαχοῦ διʼ ἑτέρων κλισμὸν ὀνομάζει· ἔστι δὲ θρόνος ἀνάκλιντρον ἔχων. H.M. δίφρον ἀνάκλιτον ἔχοντα. V.

124. τάπητα] ἀπὸ τοῦ πατῶ πάτης καὶ τάπης, τὸ ὑποκάτωθεν τῶν ποδῶν ὑπόστρωμα· δάπης δὲ τὸ ἐπάνω, οἷον ἐνάπλωμα καὶ ἐφά- πλωμα. E.

125. τάλαρον] τάλαρος γίνεται ἐκ τοῦ τάλας ὁ καρτερικὸς καὶ τοῦ αἴρω τὸ ἐπαίρω, ὁ βαστάζων ἃ ἐν αὐτῷ τίθενται. E.

126. ἐνὶ Θήβης] Θῆβαι πόλις Αἰγύπτου ἡ νῦν καλουμένη Διόσ- πολις. Q.V. Vind.

128. δύʼ ἀργυρέας ἀσαμίνθους] σημεῖον πλούτου τοῦτο, τὸ ἀσα- μίνθους ὅλας ἀργυρᾶς δοῦναι. M.Q.

129. δοιοὺς] ἀπὸ τοῦ δέω τὸ ἐλλείπω. ἐλλιπέστερα γὰρ τὰ δεύ- τερα ὡς πρὸς τὰ πρῶτά εἰσι. B.

τάλαντα] τὸ τάλαντον ἦν παρὰ τοῖς ἀρχαίοις σταθμὸς ποσὸς ἀόριστος. ἔπειτα δὲ ἐλέγετο εἶναι εἴκοσι πέντε λιτρῶν καὶ παῤ ἄλ- λοις πεντήκοντα. τάλαντον δὲ καὶ τὸ σταθμίζον. ἀτάλαντος οὖν ὁ ἰσοκάμπανος, ὃς ἐὰν ἐξῆν ταλαντευθῆναι, ἤγουν σταθμηθῆναι, ἴσος δʼ ἂν εὑρεθῇ τοῖς συσταθμιζομένοις αὐτῷ. τὸ γὰρ α ἐπὶ ἰσότητος. ἢ ἀτάλαντος ὁ δίκαιος, ὁ μὴ τῇ ταλάντου ἀοριστίᾳ συμπίπτων. E.

131. χρυσῆν τʼ ἠλακάτην] ἠλακάτη τὸ ξύλον ἐν ᾧ περιειλοῦσι τὸ ἔριον, ἠλάκατα δὲ τὰ περιειλούμενα τῇ ἠλακάτῃ ἔρια. M. ἠλακάτη λέγεται τὸ ἐργαλεῖον, ἠλάκατα δὲ τὰ ἔρια τὰ πλεκόμενα τῇ ἠλα- κάτῃ. E.

ὑπόκυκλον] στρογγυλοειδῆ. E. πρὸς τὸ ἐφέλκειν καὶ περιφέρειν [*](1. Ἀδρήστη] ἀδράστη M. 12. τὸ om. Q. καὶ κύριον ἀκουστέον addidi ex M. 13. ὅλας ἀργυρᾶς] ἀργυρὰς ὅλας Q. 2. τινὲς—θεράπαινα] Hæc inter 16. σταθμὸς addidit Buttm. versus scripta habet H. Correxi 17. ἀόριστος Buttm. pro ἄριστος. autem δρήστη pro δραστή. Inepte 19. ἰσοκάμπανος] Καμπανός, stater. vero excogitatum illud ἅμα δρή- Gloss. Græcolat. Locos auctorum στη, etiam propterea quod masculi- sat antiquorum vid. ap. Ducang. num quidem exstitit δράστης (Ioni. BUTTM. Est scholion gramma- ce δρήστης), sed femininum δράστη tici recentissimi. nullum fuit. 20. συσταθμιζομένοις Buttm. σταθ- 4. ἀνάκλιντρον] ἀνάκλιτρον M. μιζομένοις E.)

187
τὸν τάλαρον. ἢ περίκυκλον, ὅ ἐστι κυκλοτερῆ. ἀφʼ ἑτέρας δὲ ἀρχῆς τὸ ἔπος ἀναγνωστέον. M.Q.

132. ἐπὶ χείλεα κεκράαντο] ἀντὶ τοῦ ἀπήρτιστο ἢ κεκέραστο. H.Q.

134. νήματος ἀσκητοῖο] τοῦ φιλοκαλουμένου καὶ νήθεσθαι λοιπὸν δυναμένου. M.Q. σημειοῦνται δὲ τινὲς ὅτι τὸ εἰς τὴν νῆσιν εὔθετον μήρυμα ἐρίου νῆμα εἶπεν. H.M.

νήματος] εἰς νῆσιν ἐπιτηδειότητος. ἀσκητοῖο] καλῶς γεγονό- τος. V.

135. ἰοδνεφὲς] μέλαν ἢ πορφυροῦν, ἢ τὸ λεγόμενον ἰάνθινον. M. βεβαμμένον πορφυροῦν. γίνεται δὲ ἀπὸ τοῦ ἴον τὸ ἄνθος καὶ τοῦ δνόφος. ἤτοι τὸ βεβαμμένον κατὰ τὰ ἴα. B. μέλαν μαλλίον. Q.

136. ὑπὸ δὲ θρῆνυς] ὑπὸ τοῖς ποσὶν ἦν θρῆνυς ἐκ τοῦ θρόνου προσ- φυής. H.

139. εὐχετόωντο] ἐκαυχῶντο. V.

140. ψεύσομαι] ὃ λέγει τοιοῦτόν ἐστιν, εἴτε ψεύσομαι εἴτε ἀλη- θεύσω, ὅμως ἐρῶ. οὕπω γὰρ λέγω ὁρᾶσθαί τινα οὕτως ἐοικότα. B.

ψεύσομαι ἢ ἔτυμον ἐρέω] Ἀριστοφάνης οὐκ ἀποφαντικῶς, ἀλλʼ ἐν ἤθει. οὐκ ἀναγκαῖον δὲ περισπᾶσθαι τὸν ἤ. ὃ γὰρ λέγει τοιοῦτόν ἐστιν, εἴτε ψεύσομαι εἴτε ἀληθεύσω, ὅμως ἐρῶ. H.M.Q.R.

141. ἰδέσθαι] γρ. γενέσθαι. E.

143. Ὀδυσσῆος υἷι ἔοικε] πῶς τὸν Τηλέμαχον ἐχαρακτήριζον καίτοι μὴ ἰδόντες καὶ ἄλλοτε αὐτὸν, τὸν δὲ Πεισίστρατον οὐκ ἐχα- ρακτήριζον; πλείονα γὰρ φιλίαν καὶ προσοχὴν εἶχον πρὸς τὸν Ὀδυσ- σέα παρὸ πρὸς τὸν Νέστορα, καὶ ὡς ἀκμάζοντα καὶ σφριγῶντα. τὸν δὲ Πεισίστρατον καθὸ οὐκ ἐγνώρισαν, δηλοῖ αὐτὸς ἑαυτόν. E.

οὐ Τηλέμαχον εἰδυῖα ταῦτα λέγει, ἀλλʼ ἐκ τοῦ χαρακτῆρος τοῦ Ὀδυσσέως. E.

[*](3. ἀντὶ τοῦ H. λείπει τὸ Q. tioribus sic interpolatum scholium: 6. δὲ et τὴν om. H. εὐχετόανται] ἔνιοι, εὐχοτόωντο, ἐκαυ- νῆσιν] νῆσον H.M. χῶντο. Et sic aliquoties in his scho- 7. ἐρίου νῆμα H. ἐρίνημα M. liis cum lemma antiquum a recepta 8. ἐπιτηδειότητος scripsi pro ἐπιτη- scriptura discrepat; sed multo sæ- δειότερος. Sic Polyb. 2, 23, 11. σί- pius lemma tacite mutatum repperi. του καὶ βελῶν καὶ τῆς ἄλλης ἐπιτηδειό- BUTTM. τητος πρὸς τὸν πόλεμον. BUTTM. 18. ἀποφαντικῶς] ἀποφατικῶς M. 12. μαλλίον Buttm. quem vid. ad 20. ὅμως ἐρῶ addidi ex H.R. α, 443. μαλίον Q. 21. γρ. (i e. γράφεται)] γράφει E. 15. Sic ed. ant. Nam in recen-)
188

ὡς ὅδʼ Ὀδυσσῆος] τοῦτον ἡ συνήθεια τοῖς ἄνω συνάπτει. δύναται δὲ καὶ θαυμαστικῶς ἀναγινώσκεσθαι, θαυμαστικοῦ ὄντος τοῦ λόγου. H.M.Q. Ἄλλως. ἔοικε, φησὶν, Ὀδυσσέως υἱῷ ὄντως καὶ οὐδενὶ ἄλλῳ. ἐξομοιοῖ δὲ αὐτὸν τῷ πατρὶ οὐχ ἑωρακυῖά ποτε Ὀδυσσέως παῖδα. Q.

μεγαλήτορος] τινὲς, ταλασίφρονος. H.Q.

145. ἐμεῖο κυνώπιδος] ὁ ποιητὴς ὑπεραπολογεῖται Ἑλένης ἀεί. E.

146. ἤλθεθ᾿] γρ. ἦλθον. M.

149. κείνου γὰρ τοιοίδε πόδες] ἐκ γὰρ τῶν ἄκρων καὶ τῆς ὄψεως μάλιστα αἱ ὁμοιότητες τῶν σωμάτων ἐμφαίνονται. ὅσον δὲ βράδιον ἐστοχάσατο, τοσοῦτον ἀκριβέστερον ἀπεφήνατο τὸν μεταξὺ χρόνον δηλονότι κατανοῶν. τὸ δὲ λεγόμενον, ἐκ ποδῶν εἰς κεφαλήν. H. M.Q. καθʼ ἓν δὲ διασταλτέον πόδες, χεῖρες, βολαί. M.

151. καὶ νῦν] καὶ νῦν ὡς ἐγὼ περὶ ἐκείνου ἔλεγον εὐθέως οὗτος ἔκλαιε. B.

153. αὐτὰρ ὁ πυκνὸν] οὗτος δὲ συνεχές. Gl. M.

156. ὄρχαμε] ἡγεμών. παρὰ τὸ ἄρχω ἄρχαμος καὶ ὄρχαμος. H.M.Q. ὡς παρδαλῆ ἡ δορὰ καὶ πάρδαλις τὸ ζῷον. H.M.

158—160. οὐκ ἐφέροντο ἐν τῇ Ῥιανοῦ οἱ τρεῖς στίχοι. H.

158. ἀλλὰ σαόφρων] παρὰ τὰ πάτρια καὶ οὐχ ἁρμόττοντα τῷ Πεισιστράτου προσώπῳ. καὶ τὸ νεμεσσᾶται ἀντὶ τοῦ αἰδεῖται οὐχ Ὁμηρικῶς. καὶ αἱ ἐπεσβολίαι δὲ γέλοιαι. ὅθεν Ζηνόδοτος μεταποιεῖ “ἐπιστομίας ἀναφαίνειν.” ἀθετοῦνται δὲ στίχοι γ΄ ὡς περιττοὶ καὶ ὑπὸ νέου παντάπασι λέγεσθαι ἀπρεπεῖς. ἄλλως τε οὐδὲ συμβου- λευσόμενος τῷ Μενελάῳ πάρεστιν, ἀλλʼ “εἴ τινα οἱ κληηδόνα πατρὸς ἐνίσποι” (Od. δ, 317.). H.M.Q.R.

159. ἐπεσβολίας] ἐπῶν ἐσβολὰς, ἤτοι τὰς τῶν μνηστήρων λοιδο- ρίας. ἐπεσβολία γὰρ ἡ ὕβρις ἡ τοῖς ἔπεσι βάλλουσα. B.Q. βολὰς λόγων ἤτοι προπετείας. P. τὰς γενομένας τῶν μνηστήρων εἰς αὐτὸν [*](1. τοῦτον] τοῦτο Q. aliena. τοῖς om. Q. 17. Ῥιανοῦ Cramerus. ἀρειανοῦ H. 7. ἦλθον M. in textu a m. pr., 18. τῷ correxi pro τοῦ. ἤλθεθʼ a correctore, unde a m. rec. 19. προσώπῳ M. πρόσωπα Q.R. adscriptum γρ. ἦλθον. 20. αἱ om. Q.R. 9. ἐμφαίνονται ex M. scripsi pro 21. ἀθετοῦνται δὲ M. δὲ om. Q.R. ἐκφαίνονται. στίχοι γ΄] στίχοι ε M. δὲ om. Q.R. βράδιον] ῥᾴδιον H. ῥᾷον Q. πέντε στίχοι Q. Correxi ex scholio 11. ἐκ M. ἀπὸ H.Q. ἐς πόδας ἐκ praecedente: nam tres tantum ver- κεφαλῆς est Il. σ, 353. sus 158—160. abesse possunt. 16. ὡς παρδαλῇ (sic Cobetus pro 23. τῷ Μενελάῳ] τοῦ μενελάου M. πάρδαλις)—ζῷον.] Verba ab hoc loco κληηδόνα] Libri κληδόνα.)

189
φλυαρίας, ἢ τὰς περὶ τὸν οἶκον αὐτοῦ λοιδορίας διεξιέναι. ἢ ὑπὸ σωφροσύνης οὐ βούλεται προκατάρχεσθαι λόγων. ἐπεσβολίας οὖν νῦν τὰς τῶν ἐπῶν εἰσβολὰς καὶ ἀρχάς φησιν. E.V.

161. αὐτὰρ ἐμὲ] οὐκοῦν οὐδὲ οὗτος προπετὴς, οὐχ ὅτι σώφρων φθέγγεται. σχεδὸν γὰρ τὴν ἔντευξιν τὴν πρὸς Μενέλαον οὗτος ἐμπε- πίστευται ὑπὸ τοῦ πατρός. M.Q.

162. ἐέλδετο] Ζηνόδοτος “ὀΐετο” κακῶς. H.

163. ὄφρα οἱ] προειρηκότος τοῦ Μενελάου “οὐδέ τι ἴδμεν, ζώει ὅγʼ ἢ τέθνηκεν” (109.), ψυχρὸν ἦν ἐπαγαγεῖν ὅτι ἧκεν ὁ Τηλέμαχος πευσόμενος περὶ τοῦ πατρὸς εἰ ζῇ. ἐπʼ ἄλλο οὖν μεταβαίνει, ὅτι μαθήσεως καὶ ὠφελείας τυχεῖν βουλόμενος ἥκει διὰ τὰ ἐνοχλοῦντα ἐν τῇ πόλει. τὸ δὲ ἦθος οὐ συνιέντες τινὲς ἠθέτησαν τὰ ἔπη. H.M.Q.R.

164. πολλὰ γὰρ ἄλγεʼ ἔχει πατρὸς] ὅρα τὴν σύνεσιν, πῶς τὴν τοῦ πατρὸς σοφίαν ἀπομέμακται. ὥσπερ ἐκεῖνον παρεφυλάττομεν οὐ φανερῶς ἐκθέμενον τὰ περὶ τοὺς μνηστῆρας, ἵνα εἰ μὴ βούλοιτο ἐμφανίζειν ὁ Τηλέμαχος τὰ περὶ αὐτοὺς, μὴ φαίνηται αὐτὸς περι- εργαζόμενος μηδὲ ὀνειδίζων τὴν συμφορὰν τῷ νεανίσκῳ, οὕτω καὶ ὁ Πεισίστρατος μετήνεγκε τὸν λόγον ἐπὶ τὴν κοινὴν ὀρφανίαν. τὸ γὰρ ἐπελθεῖν τὸ κατὰ τοὺς μνηστῆρας περίεργον παρόντος αὐτοῦ τοῦ πε- πονθότος. H.M.Q.

165. ἀοσσητῆρες] οἱ ἕτοιμοι βοηθοὶ, παρὰ τὸ μὴ ἀναμένειν ὄσσαν ἤτοι χρησμὸν καὶ μαντείαν εἰς τὸ βοηθῆσαι. ὁ γὰρ μὴ θέλων βοη- θῆσαί τινι καλούμενός φησιν ὅτι ἀπελθεῖν θέλω πρῶτον καὶ λαβεῖν χρησμὸν περὶ τούτου, καὶ εἰ ἔστιν ἀπὸ χρησμοῦ δεδομένον, βοηθήσω σοι. ἢ ἐκ τοῦ α ἐπιτατικοῦ καὶ τοῦ ὄσσω τὸ βλέπω. E.

ἔωσιν] ὡς λέγωσι, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. σημαίνει γὰρ ὑπάρ- χωσιν· ὅτε δὲ ἀπὸ τοῦ ἐῶ ἐᾶς κέκλιται, προπερισπαστέον, “οὐ μέν σʼ οὐδʼ ἐῶσιν” (Od. δ, 805.). H.Q.R.

166. οὐδέ οἱ ἄλλοι] ἐγκλιτικὴ νῦν ἐστιν ἡ οι· διὸ τοῦ συνδέσμου φυλακτέον τὸν τόνον. H.

[*](4. οὐχ ὅτι σ. M. οὐχὶ σ. ὅτι πατρὸς πῶς τὴν Q. 5. τὴν πρὸς M. πρὸς τὸν Q. 14. ὥσπερ] Inserendum puto γάρ 7. ὀὶετο Porsonus. ἵετο H. post ὥσπερ. Respicit autem, puto, 8. τι M. τε H.Q.R. verba Nestoris γ, 199. 200. et ser- 12. τινὲς hoc loco M., post ἦθος mones insequentes. BUTTM. Q.R. ἐκεῖνον] ἐκεῖνα M. τὰ om. Q.R. Versus scholiasta 16. ἐμφανίζειν M. Legebatur ἐκ- dicere videtur duo, 162, 163. φανίζειν. 13. πῶς τὴν τοῦ πατρὸς H.M. τοῦ)
190

167. εἴσʼ οἵ κεν κατὰ δῆμον ἀλάλκοιεν] διὰ τί μὴ συμμαχεῖ Μενέλαος; καλὴ γὰρ ἡ πρόφασις γυναῖκα περισῶσαι φίλου εἰς τὰ ὅμοια ὑπὸ Ὀδυσσέως εὐεργετηθείς. διὰ τί δὲ καὶ Τηλέμαχος οὐκ αἰτεῖ συμμαχίαν; ἢ ὅτι ἔλεγεν Ἀθηνᾶ “οὔτοι ἔτι δηρόν γε φίλης ἀπὸ πατρίδος ἔσσεται, οὐδʼ εἴπερ σιδήρεα δέσματʼ ἔχῃσι” (α, 203.). μετὰ δὲ τοὺς λόγους τούτους θεασάμενος τὴν ἀπαλλαγὴν τῆς θεᾶς καὶ γνοὺς ὅτι παρὰ θεοῦ ταῦτα ἠκηκόει, εἰκότως ἐκδέχεται τὴν τοῦ πατρὸς παρουσίαν, καὶ τοῦτο μάλιστα σπεύδει μαθεῖν, ποῦ ποτε ἄρα τυγχάνει Ὀδυσσεύς. τὸ δὲ μὴ δεηθέντος τοῦ Τηλεμάχου Μενέλαον συμμαχεῖν περίεργον. δεῖ γὰρ ὠφελεῖν τοὺς φίλους εἰς ἃ βούλονται. ἄλλως τε καὶ ἀφορμὴν ἔχει Νέστωρ τε καὶ Μενέλαος τοῦ μὴ πέμ- ψαι στρατιάν· Νέστωρ μὲν ἐκ τοῦ αὐτόπτης γενέσθαι τῆς Ἀθηνᾶς πιστεύσας τῇ Ὀδυσσέως παρουσίᾳ, ὁ δὲ ἐκ Πρωτέως ἀκούσας. τί οὖν ἔδει ὑφαρπάζειν τῆς Ὀδυσσέως ἐκδικίας; H.M.Q.R.

168. τὸν δʼ ἀπαμειβόμενος] γρ. τὸν δὲ μέγʼ ὀχθήσας. H.

169. ὦ πόποι] οὐκ ἂν ὁμοίως πιστὸς ἦν ὁ λόγος, εἰ μὴ καὶ πρὸ τῆς γνώσεως τοῦ Τηλεμάχου ἀγνοῶν τίνες οἱ παρόντες προείρηκεν ἐκεῖνα τὰ ἔπη, “τῶν πάντων οὐ τόσσον ὀδύρομαι” (104.) καὶ ἑξῆς. H.M.Q.

170. πολεῖς] γρ. πολέας. H.

171. ἔξοχα πάντων] γρ. ἔξοχον ἄλλων. M.

175. ἐξ Ἰθάκης] ὥστε χώραν εὐδαίμονα ἀντὶ τῆς λυπρᾶς ἐκείνης ἀνταλλάξασθαι. τὸ γὰρ μόνον μετοικῆσαι ὅμοιον φυγῆς. H.Q.

176. μίαν πόλιν ἐξαλαπάξας] ἀπὸ τῶν πόλεων ἐκείνων, αἵτινες ὑπʼ ἐμοῦ βασιλεύονται. τὸ δὲ ἐξαλαπάξας οὐκ ἔστι νῦν πορθήσας, ἀλλʼ ἁπλῶς κενώσας, καὶ μεταστήσας τοὺς ἐνοικοῦντας εἰς ἕτερον τόπον. ἀπίθανον γὰρ τὸ ἐξαλαπάξας ἐπὶ τῶν ὑποτεταγμένων πόλεων. B.E. H.M.Q. λάπαθα γὰρ βοτάνη κενωτικὴ, ὅθεν καὶ ἀλαπάζω ῥῆμα. B.E.

178. οὐδέ κεν ἡμέας] οὐκ ἐν τῇ Σπάρτῃ, ἀλλʼ ἐν ὅλῃ τῇ χώρᾳ. M.Q.

[*](4. οὔτοι H. οὔτι Q.R. 20. πολέας] πολλέας H. 10. εἰς addidi ex M. 25. ἔστι νῦν π.] ἔστιν π. Q. in fine 12. στρατιάν] Scribebatur στρα- scholii præcedentis, ubi post φυγῆς τείαν. eadem verba τὸ δὲ ἐξαλαπάξας—κε- αὐτόπτης] αὐτόπτως R. νώσας leguntur. 14. ἐκδικίας H.M. ἐκδικήσεως Q.R. 27. ἀπίθανον] πιθανὸν H. 18. καὶ ἐξῆς om. H.Q. 28. λάπαθα Buttm. pro ἀλάπαθα.)
191

179. ἄλλο διέκρινε] οὐδὲν ἡμῖν διέζευξε τῆς φιλίας τὴν εὐφροσύ- νην, ἢ ὥστε κατὰ διαδοχὴν ἥκειν πρὸς ἀλλήλους, πλὴν θάνατος. E. M.Q.

181. ἀλλὰ τὰ μέν που] περιπαθῶς ὀλοφύρεται ὡς αὐτὸς δεινὰ πεπονθώς. ἔγκειται δὲ, ἀλλὰ καὶ τὸ ἀνθρώπινον. M.Q. ἀγάσσα- σθαι] ὅτι ταῖς μεγάλαις ὑποσχέσεσι τῶν ἀνθρώπων φθόνος θεῖος ἐπα- κολουθεῖ. M.Q.

ἀλλὰ τὰ μέν που μέλλεν] ἀλλὰ ταῦτα μὲν ἐῴκει ἐπὶ πάθους παῤ Ὁμήρῳ φθονήσειν, ἐμποδίσαι, ἀποτρέψασθαι παρὰ Διὸς ἡμῖν ἐκπλα- γῆναι. E.

184. φανερῶς δείκνυσιν ὅτι πρόφασιν σχόντες τὸν Τηλέμαχον κλαίει εἷς ἕκαστος περὶ τῶν ἰδίων· ἡ μὲν Ἑλένη ὑπὲρ τῶν γεγονότων εἰς αὐτὴν, ἢ ὅτι “κάρτα τοι φίλοικτον ἡ γυνή·” Πεισίστρατος δὲ διὰ τὸν αὐτοῦ ἀδελφόν. κλαίουσι δὲ καὶ Πάτροκλον αἱ ἀμφίπολοι τάχα. καὶ γὰρ ἐκεῖνον πρόφασιν ἔχουσαι κλαίουσι περὶ τῶν ἰδίων (Il. τ, 302.). E.

δαιμονίως ἀντιλαμβανόμενος ὁ ποιητὴς, ὅπως κεκίνηκε τὸν οἶκτον τῶν ἀκροατῶν, φαντασίαν ἐπὶ τοὺς τότε ἀκούοντας μετήνεγκε. δαι- μονίως τῇ τάξει κέχρηται, πρῶτα μὲν κλαίειν τὴν Ἑλένην· φύσει γὰρ πολύδακρυ τοῦτο τὸ γένος· εἶτα τὸν παραγενόμενον πρωτοστατοῦντα τοῦ πάθους· ὁ δὲ Μενέλαος τρίτος δεόντως μετὰ τὴν θήλειαν καὶ αὐ- τὸν τὸν πεπονθότα· τέταρτος δὲ Πεισίστρατος, οὐ μὰ Δία Ὀδυσσέα, οὐ γὰρ οἶδε τὸν ἄνδρα· κεκίνηκε δὲ αὐτὸν ἡ τοῦ ἀδελφοῦ ἀνάμνησις, ὡς καὶ ἐν Ἰλιάδι “Πάτροκλον πρόφασιν, σφῶν δʼ αὐτῶν” (τ, 302.). παρατηρητέον δὲ καὶ τὴν ἐν τοῖς ῥήμασι διαφοράν. ἐφʼ ὧν μὲν γὰρ παρατατικῶς ἔφη κλαῖε, ἐπὶ δὲ Πεισιστράτου ὡς ἀγνοοῦντος Ὀδυσ- [*](2. 4. πλὴν θάνατος et δεινὰ om. M. σθαι] Aut φθονῆσαι scribendum, 6. ὅτι—ἐπακολουθεῖ] Hoc scholion aut in proximis futurum restituen- in M.Q. cum præcedente conjunc- dum. Nam scholiasta verbum in- tum est. Separavi, adjecto lem- terpretatur in libris aliis ἀγάσσα- mate ἀγάσσασθαι. σθαι, aliis (ut M.) ἀγάσσεσθαι scri- 8. ταῦτα Buttm. pro τούτοις. ptum. μὲν] μάτην E. Correxi ex V. qui 13. κάρτα—] Sophoclis verba prima tantum scholii verba habet Aj. 580. ubi κάρτα τοι φιλοίκτιστον ἀλλὰ—ἐῴκει. γυνή. ἐπὶ πάθους παῤ Ὁμήρῳ] Hæc et 20. πολύδακρυ τοῦτο] πολυδάκρυτον quæ mox sequuntur παρὰ Διὸς ἡμῖν Q.R. ἐκπλαγῆναι intelligi non possunt. παραγενόμενον om. Q.R. Videntur loco alieno illata esse. πρωτοστατοῦντα H. προστατοῦντα Q. 9. φθονήσειν, ἐμποδίσαι, ἀποτρέψα-)

192
σέα “οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω ἔχεν ὄσσε.” τοῦτον γὰρ οὐ διατρίβειν κλαίοντα ὡς ἐκείνους, ἀλλʼ αὐτὸ μόνον τὸ μὴ εἶναι ἄδακρυν δηλοῖ. H.Q.R.

185. κλαῖε καὶ Ἀτρείδης Μενέλαος] οὐχ ὅτι πέπεισται τεθνηκέ- ναι αὐτόν (πιστεύει γὰρ αὐτὸν ζῆν, ἐξ οὗ τοῦ Πρωτέως ἀκήκοεν), ἀλλὰ τὸ μηδέπω παραγεγονέναι ἀπολοφύρεται. M.Q.

186. οὐδʼ ἄρα Νέστορος υἱὸς ἀδακρύτω] μὴ θέλων πολλάκις λέγειν τὸ αὐτὸ, ἤτοι τὸ κλαῖε, διʼ ἄλλου τρόπου φησί. ἔστι δὲ θαυμαστι- κόν. E.

187. μνήσατο γὰρ] τὰ ἐν Ἰλιάδι παραλειφθέντα διὰ τῆς Ὀδυσ- σείας ὡς μιᾶς οὕσης τῆς πραγματείας παραδίδωσι. Q.

ἀμύμονος Ἀντιλόχοιο] ἤτοι τοῦ ἀδελφοῦ αὐτοῦ τοῦ παρὰ τοῦ Τι. θωνοῦ υἱοῦ τῆς Ἡμέρος ἀναιρεθέντος ἐν Τροίᾳ. B.

188. τόν ῥʼ Ἠσῦς ἔκτεινε] ἴσως διὰ τὸ ἐξ ἀνατολῆς αὐτὸν εἶναι. Τιθωνοῦ γὰρ καὶ Ἡμέρας λέγεται εἶναι υἱὸς Μέμνων. E. τοῦτο λέγει, τὸν Ἀντίλοχον φονευθῆναι ὑπὸ τοῦ Μέμνονος. οὐκ ἄλλο αἰνίτ- τεται ἢ ὅτι νέος καὶ παρὰ τὸν καιρὸν τὸν δέοντα ἐτελεύτησε. Μέμνων γὰρ ἐτυμολογεῖται παρὰ τὸ μένειν νέος. E.

Ἡρώδης ἑρμηνεύεται παῤ Ἕλλησι δερμάτινος νοῦς.

190. Ἀτρείδη] πάντων ἐπὶ δάκρυα τετραμμένων ἔδει τινὰ παρελ- θεῖν τὸν ἐφέξοντα. τὴν μὲν οὖν Ἑλένην οὐ πιθανὸν τοῦτο πράττειν, ἥτις γε καὶ αὐτῶν πρώτη κατάρχει. οὐδὲ μὴν τὸν Τηλέμαχον, πα- τέρα γὰρ ἀπολοφύρεται. εὐπρεπὲς δὲ οὐδὲ τῷ Μενελάῳ, αὐτὸς γὰρ αἴτιος τῆς συμφορᾶς. πιθανὸς δὲ πρὸς τοῦτο ὁ Πεισίστρατος Ὀδυσ- σέα μὲν ἀγνοῶν, πρὸς βραχὺ δὲ δακρύσας ἐκ τῆς τοῦ ἀδελφοῦ μνή- μης, ἀλλʼ οὐδὲ ἐκείνῳ συνήθης γεγονώς· κομιδῆ γὰρ νέος τυγχάνει, καὶ οὐχ ὁμοία ἡ τελευτὴ εὐκλεής. Q.R.

191. τὸ ἑξῆς, Νέστωρ φάσχʼ ὁ γέρων οἷσιν ἐνὶ μεγάροισιν, ἢ ὅτʼ ἐπιμνήσομαι σεῖο οἷσιν ἐνὶ μεγάροισιν· ἤγουν ἐν τοῖς αὐτοῦ οἴκοις. H.

192. καὶ ἀλλήλους ἐρέοιμεν] τινὲς, καὶ ἀλλήλοις ἐρέοιμεν, ὅ ἐστι διαλεγοίμεθα. Ἀρίσταρχος δὲ ἀθετεῖ. H.Q.

[*](1. ἔχεν] ἔσχεν R. ab Maio. Est haud dubie ex E. 2. μὴ habent H.R., om. Q. 21. τὸν om. R. 5. ἀλλὰ—παραγεγονέναι M. τὸν δὲ 22. μὴν B. μὲν Q. μηδέπω παραγινόμενον Q. 30. ἀλλήλοις Buttm. pro ἄλλοις. 15. Τιθωνοῦ] τιθῶνος B. 31. διαλεγοίμεθα ego scripsi. δία- 16. λέγει] λέγων Buttm. λεγόμεθα Q. διαλέγωμεν H. 19. Scholion sine sigla positum Ἀρίσταρχος δὲ ἀθετεῖ om. Q.)
193

193. εἴτι πού ἐστι] εἴπως ἐστὶν, ἤτοι εἰ δυνατόν ἐστι, πείσθητί μοι. οὐ γὰρ ἔγωγε ὀδυρόμενος μετὰ δείπνου εὐφραίνομαι. B. ἐὰν πρέπον ἐστὶν, εἰ ἐνδέχεται. E. εἴπως ἐστὶ, τουτέστιν εἴτις μηχανή ἐστι. Q.R.

194. τέρπομʼ ὀδυρόμενος] ἐν δείπνῳ οὐ τέρπομαι ὀδυρόμενος, ὅτε ἀνέσεως μάλιστα τῇ ψυχῇ χρεία. τὸ ἀνεπιτήδειον οὖν τοῦ καιροῦ μέμνηται· ἐπιφέρει γοῦν “ἀλλὰ καὶ ἠὼς ἔσσεται.” Q. ἐν δείπνῳ οὐκ ἔστιν ὀδύρεσθαι, ἀλλʼ ἔλθῃ ἡμέρα καὶ τότε λύπη ἔστω. E.

μεταδόρπιος] μετὰ τὸ δεῖπνον. ἢ οὕτως, οὐκ ἀρέσκει μοι θρηνεῖν μετὰ τὸ δεῖπνον. V. Ἄλλως. μεταδόρπιος, δείπνου ὥρᾳ, ἤγουν ἐν τῷ δείπνῳ· καὶ μεταδήμιος, ἔνδημος, ὁ ἐν δήμῳ ὤν. MS. Barnes.

196. κλαίειν, ὅς κε θάνῃσι] ἔοικεν ἐνταῦθα μωρὸς εἶναι ὡς μὴ δεινοπαθῶν ὁ Πεισίστρατος καὶ ἀνάλγητος, πλὴν συνετῶς ἐποίει ἀνακτήσασθαι θέλων ἐκείνους. ἀπρεπὲς γὰρ ἀνδράσι τὸ τοιοῦτον. E.

199. καὶ γὰρ ἐμὸς τέθνηκεν ἀδελφεὸς] δεξιῶς καὶ τούτου μνημο- νεύει, ἵνα μὴ δοκῇ ἐκ περιουσίας τὰ τοιαῦτα ἐπιτάττειν, μηδὲν αὐτὸς πεπονθὼς δεινόν. Q. Καὶ ἄλλως. δαιμονίως οὗτος γνωμολογεῖ περὶ πάντων ὅτι οὐ χρὴ κλαίειν, ἀλλὰ τὸ ἴδιον πάθος ἐξήνεγκε. τὸ μὲν γὰρ ὡς μαλακιζομένοις ἐπιτιμᾶν οὐ πρέπον νέῳ, τὸ δὲ διὰ τὴν ἑαυ- τοῦ ἀηδίαν παραιτεῖσθαι δάκρυα ἀνθρώπινον. Q.

200. ἔγωγε] τὸ φορτικὸν τῶν τοῦ ἀδελφοῦ ἐπαίνων διέφυγε τὸν ἀκούοντα μάρτυρα ἐπαγόμενος. H.

202. περὶ μὲν θείειν ταχὺν] μετὰ γὰρ τὸν Ἀχιλλέα τὸ τρέχειν ταχὺς ὁ Ἀντίλοχος. E.

204. ὦ φίλʼ, ἐπεὶ] περιττεύει ὁ ἐπεί, ὡς καὶ ἐν τῷ “ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀϊζύος” (γ, 103.). τὸ ἑξῆς ἐστιν, ἐπεὶ τόσα εἶπες, ἡμεῖς δὲ κλαυθμὸν μὲν, περιττεύοντος τοῦ συνδέσμου. Q. τὸ ἐπεί ἐνταῦθα βεβαιωτικὸν καὶἀργόν ἐστι. B.

205. καὶ ὃς προγενέστερος εἴη] ὃς καὶ τῷ χρόνῳ προὔχοι, ὁ πεπνυ- μένος ἀνὴρ δηλονότι. H.

206. τοίου] ἀντὶ τοῦ τοιούτου, οὐχ ὡς οἱ γλωσσογράφοι, πάντως ἀγαθοῦ. H.

207. ᾧ τε Κρονίων ὄλβον ἐπικλώσῃ] οὐ τῷ γόνῳ, ἀλλὰ τῷ γεν- νήτορι ὄλβον ἔδωκεν ὁ Ζεὺς καὶ γαμοῦντι καὶ τεκνοῦντι. B.

214. χευάντων] ἐπιχεέτωσαν, Ἀττικῶς. E.

[*](1. In H. ὁ δὲ λόγος, εἴτις μηχανὴ 21. ἐπαγόμενος] ἀγόμενος H. 25. Apodosin sequi v. 21 2. Eu- ἔστι, πείσθητί μοι. 4. ὅτε Buttm. pro οὕτε. stath. quoque monet p. 1491, 49. 15. μὴ addidit Buttm.)
194

216. Ἀσφαλίων] οἰκεῖον τὸ ὄνομα Μενελάου θεράποντι. τοιοῦτος δὲ καὶ ὁ Ἐτεωνεύς. οὐκ ἀνεπισκέπτως· ἀπὸ γὰρ τῶν συμπτωμάτων καὶ τὰ ὀνόματα τοῖς οἰκέταις τιθέναι εἰώθαμεν, ὡς καὶ ὁ Πηνελόπης δόμος διὰ τὸν τρόπον τῶν δεσποτῶν. Q. πεποίηκε τὸ ὄνομα παρὰ τὴν ἀσφάλειαν· ἀρετὴ γὰρ δούλου τὸ μὴ σφάλλειν. E.

221. νηπενθές τʼ ἄχολόν τε] ἐξ οὗ ἐπεκράτησε λέγεσθαι τὰ τῆς Ἑλένης νηπενθῆ φάρμακα. H. δαιμονίως τὰ ἀνώτατα δύο παρέλαβε, τὸ πένθους καὶ ὀργῆς ἀπαλλάττειν, οἷς καὶ τὰ λοιπὰ ὑποστέλλεται πάθη. Q.

ἐπίληθον] προπαροξυτόνως, ἵνʼ ᾖ ἐπιληστικόν. οἱ δὲ προπεριέσπα- σαν, ἵνʼ ᾖ ἐπιλανθάνεσθαι ποιοῦν. T. V.

ἐπίληθες] προπαροξυτόνως, ἵν’ ᾖ ἐπιλαθέσθαι ποιοῦν. E.

κακῶν ἐπίληθον ἁπάντων] ὁ Ἀσκαλωνίτης περισπᾷ μετοχὴν ἀκούων, Ἀρίσταρχος δὲ προπαροξύνει ὄνομα ἐκδεχόμενος. οὕτω δὲ καὶ ἡμῖν ἀρέσκει, ἐπεὶ καὶ τὰ προκείμενα ὀνόματα ἐπίθετα ἦν, “νη- πενθές τʼ ἄχολόν τε.” H.Q.

222. καταβρόξεῖεν] γράφεται καὶ μικρὸν καὶ μέγα. ὅτε μὲν γὰρ λαμβάνεται ἀντὶ τοῦ καταπίῃ, τότε τὸ βρο μικρὸν, ἀπὸ τοῦ βρόχω. ὅταν δὲ ἀντὶ τοῦ καταφάγῃ, μέγα βρω. E. διχῶς ἡ γραφή. H.

μιγείη] ὑποστικτέον εἰς τὸ μιγείη. H.

223. ἐφημέριος] διήμερος, ὅ ἐστι διʼ ὅλης τῆς ἡμέρας. B.Q.T. ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἐν ἔπιεν. B.Q. ἀσφαλῶς τὸ ἐφημέριος. ἀπά- θειαν γὰρ τῶν τοιούτων κακῶν οὐκ ἔστιν εὑρεῖν. Q.

224. ἐμφαντικώτατα ἡ αὔξησις καὶ καθʼ ἕκαστον ἐπιτεινόμενον. H.

226. χαλκῷ δηιόῳεν] ἀναιροῖεν, φονεύοιεν. B.E.T. ἔστι τὸ θέμα δήω, καὶ κατὰ παραγωγὴν δηϊόω. B.E.

χείρους γὰρ αὐτομάτων οἱ βίαιοι δοκοῦσι θάνατοι. Q.

227. φάρμακα μητιόεντα] δραστήρια, ἢ ὑπὸ συνέσεως εὑρεθέντα. B.H. μητιόεντα] γρ. μητιόωντα. P.

φάρμακα μητιόεντα] ⋇ ⋇ ⋇ ἢ τὰ ὑπὸ συνέσεως εὑρημένα καὶ κατὰ τέχνην θεωρητικὴν ἐσκευασμένα. τῆς γὰρ ἰατρικῆς τὸ μὲν θεωρητι- κὸν, τὸ δὲ διὰ τῶν καθολικῶν λόγων καὶ διὰ μεθόδου ἐπάγον ἐπὶ τὴν [*](3. ὁ Πηνελόπης δόμος] Hæc viden- 17. ἀπὸ] ἀντὶ E. tur spectare nomina Δολίου (qui ser- 27. δραστήρια, ἢ om. B. In V. vus Penelopes proprius erat, δ, 735 πρακτικὰ, ἢ ὑπὸ συνέσεως ηὑρημένα. sq.), Εὐρυκλείας, Εὐρυνόμης, ad Ulys- 29. ⋇ ⋇ ⋇ ἢ τὰ] Indicavi lacu- sem relata. BUTTM. nam. Excidit δραστήρια vel simile 14. ὁνόματα—νηπενθές] ὀνοματικὰ quid. πενθές H.)

194
τῶν κατὰ μέρος γνῶσιν. τούτου δὲ αὖ μέρη τὸ μὲν σημειωτικὸν, τὸ δὲ αἰτιολογικὸν, τὸ δὲ πρακτικόν. ταύτης ἐστὶν ὁ διὰ τῆς ἐνεργείας βαδίζων. τούτου δὲ μέρη τὸ μὲν διαιτητικὸν, τὸ δὲ χειρουργικὸν, τὸ δὲ φαρμακευτικόν. E.

228. Πολύδαμνα] ἀμφίβολα πότερον τῆς φαρμακίδος ἐστὶ τὸ ὄνομα, ἢ τὰ φάρμακα τὰ πολλοὺς δαμάζοντα. ἐκείνην γὰρ Θοῦμιν Πτολεμαῖος ἐν τῷ πρώτῳ χρόνῳ φησί. M.V. κύριον ὄνομα ἡ Πολύ- δαμνα κατὰ Ἀρίσταρχον. καὶ Ἡρωδιανὸς ἄμεινον εἶναι φησίν. Q. γρ. πολύδαμνα, τὰ πολλοὺς δαμάζοντα. σχῆμα ἀμφιβολίας. E. εἴτε κύριόν ἐστιν ὄνομα ἡ Πολύδαμνα, ὡς Μήθυμνα, εἴτε ἐπιθετικὸν τῶν φαρμάκων, τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. βέλτιον δὲ ὄνομα κύριον αὐτὸ δέχεσθαι, ἐπεὶ καὶ Εὐφορίων ἐν Διονύσῳ φησὶ “βλαψίφρονα φάρ- μακα χεῦεν, ὅσσʼ ἐδάη Πολύδαμνα, Κυτηϊὰς ἢ ὅσα Μήδη.” H.Q.

Θῶνος παράκοιτις] ἀπὸ τοῦ Θόωνος. τὸν αὐτὸν δὲ λέγουσιν εἶναι τὸν Θῶνιν. οὗτός ἐστιν εὑρετὴς τῆς ἰατρικῆς παῤ Αἰγυπτίοις, οὗτι- νος καὶ φερώνυμός ἐστιν ὁ πρῶτος μήν. Q.T Vind. ὁ Θῶνος βασι- λεὺς ἦν τοῦ Κανώβου καὶ τοῦ Ἡρακλείου στόματος, ὃς πρὶν μὲν ἰδεῖν Ἑλένην ἐφιλοτιμεῖτο Μενέλαον, ἰδὼν δὲ αὐτὴν ἐπεχείρει βιάζεσθαι· ὃ γνοὺς Μενέλαος ἀναιρεῖ αὐτόν. ὅθεν ἡ πόλις Θῶνις ὠνόμασται, ὡς ἱστορεῖ Ἑλλάνικος. Q. Vind.

229. τῇ] ἀντὶ τοῦ ᾗ, τουτέστιν ὅπου, ἐν Αἰγύπτῳ δηλονότι. τῇ, ἐνταῦθα, ὡς “τῇ εἴη, ὃς ἄποινα φέρει” (Il. ω, 139.). H.

230. φάρμακα] παρὰ τὸ φέρειν ἄκος ἢ ἄχος. E.

231. ἰητρὸς δὲ ἕκαστος] ἕκαστος δὲ τῶν ἐκεῖθι ἰατρῶν ὑπὲρ τοὺς ἄλλους ἐστὶν, ἐπεὶ Παιήονος ἀπόγονοί εἰσι. γράφεται καὶ “περὶ πάντων φαρμακέων.” οὐ γὰρ πάντες πάντα ἴσασιν. M.V. ὁ νοῦς, ἕκαστος δὲ ἰατρὸς Αἰγύπτιος ἐπιστήμων ἐστὶν ὑπὲρ πάντας ἀνθρώ- [*](7. χρόνῳ] χρονικῶν Barnes. Herodian. p. 107. Nominativus κύριον om. H. tamen ὁ Θῶνις βασιλεύς non scho- 8. γρ. (i. e. γράφεται)] γράφε E. liastæ, sed librario imputandus vi- 9. Κυτηϊὰς ἢ ὅσα Μήδη Meinek. detur. Scribendum igitur aut ὁ Θῶν Anal. Alex. p.46. Legebatur τε κυ- (vel ὁ Θών) aut ὁ Θῶνις. Conf. Eu- ταῒς(κυταῒς H.) ἢ ὅσα Μήδεια. Apud stath. p. 1493, 55. Eunt. p.1493, 47. κυταῒς ὅσα Μηδεία. 18. ἐφιλοτιμεῖτο] ἐξένιζε Vindob. 14. τοῦ] τινος Vindob. φιλοτίμως διακεῖσθαι πρὸς Μενέλαον di- 16. Θῶνος] Non mirandum diver- xit Eustath. p. 1493, 56. sas in his duobus scholiis Θῶνος no- 24. ἕκαστος δὲ] δὲ om. V. minis formas poni, quum de forma 26. φαρμακέων Buttm. φαρμάκων nominativi et declinatione diversæ M. φαρμακευτῶν V. fuerint grammaticorum veterum ὁ νοῦς addidi ex H. et qui verba sententiæ, quas exposuit Lehrs. ad ὁ νοῦς—βοτανῶν habet T.)

196
πους τῆς εἰδήσεως τῶν βοτανῶν. Ἀρίσταρχος δὲ γράφει οὕτως “ἰητρὸς δὲ ἕκαστος, ἐπεί σφισι δῶκεν Ἀπόλλων ἰᾶσθαι· καὶ γὰρ Παιήονός εἰσι γενέθλης” κακῶς. διαφέρει ὁ Παιήνων Ἀπόλλωνος, ὡς καὶ Ἡσίοδος μαρτυρεῖ, “εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι, ἢ καὶ Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.” B.H.Q.

232. Παιήονος] Παιήων ἰατρὸς θεῶν, οὐχ ὁ αὐτὸς τῷ Ἀπόλλωνι, ἀλλὰ κεχαρισμένος. παρὰ μέντοι τοῖς νεωτέροις ὁ αὐτὸς νομίζεται εἶναι. καὶ Ἡσίοδος δὲ μάρτυς ἐστὶ τοῦ ἕτερον εἶναι τὸν Παιήονα τοῦ Ἀπόλλωνος, λέγων “εἰ μὴ Ἀπόλλων Φοῖβος ὑπὲκ θανάτοιο σαώσαι, ἢ καὶ Παιήων, ὃς ἁπάντων φάρμακα οἶδεν.” M.T.V. ἰατρὸς οὗτος ἄριστος. ἐκ τοῦ παύω Παιών, καὶ πλεονασμῷ τοῦ η Παιήων. E.

233. ἐνέηκε] Ἰωνικόν. E.

235. τὸ ἑξῆς. Ἀτρείδη Μενέλαε καὶ ὦ παῖδες, ἤτοι νῦν δαίνυσθε. Ζεὺς γὰρ ἄλλοτε ἄλλα δίδωσιν, ὡς καὶ νῦν ἡμῖν τὸ εὐωχεῖσθαι. Q.T.V.

236. ἀτὰρ] τὸ ἀτάρ ἀντὶ τοῦ δέ, ὁ δὲ δέ ἀντὶ τοῦ γάρ. Q.

240. πάντα μὲν] ἰδίως τὸ πάντα ἐπήνεγκε τῷ ὅσσοι τὸ γένος ἀλ- λάξας. Q. παραληπτικὸν σχῆμα. P.

241. ἄεθλοι] ὁ ἆθλος ἀρσενικῶς μόνον ὁ ἀγὼν, τὸ ἆθλον δὲ καὶ τὸ ἐπινίκιον καὶ ὁ ἀγών. H.

242. ἀλλʼ οἷον τόδʼ ἔρεξε] Παρμενίσκος ἐψίλου τὸ οἶον, ἵνʼ ᾖ, τοῦτο μόνον ἐρῶ. ἄμεινον δὲ θαυμαστικῶς ἀναγινώσκειν. H.P.Q.

244. αὐτόν μιν] ψιλῶς. οὐκ οἶδε τὴν αὐτῶν συνήθειαν ὁ ποιητής. H. δύο ἰσοδυναμοῦσαι ἀντωνυμίαι ἀντὶ τῆς μιᾶς παραλαμβάνονται. . T. V.

αὐτόν μιν πληγῇσιν] ταύτην ἐπελέξατο τοῦ ἀνδρὸς τὴν πρᾶξιν, ἐν ᾗ τὸ πᾶν ὠφεληκυῖα αὐτὸν φαίνεται. αἰτία γὰρ πᾶσι καθεστῶσα τῶν συμφορῶν οὐκ ἄλλην ἀπολογίαν εὕρετο. δεόντως οὖν ἐπιλεαίνει τὰ χαλεπά. Q. πληγῇσιν ἀεικελίῃσι] δαμαστικαῖς, δειναῖς, ἀπρε- πέσιν. ἀπὸ τοῦ ἀεικὲς τὸ ἀπρεπές. E.

[*](5. σαώσαι—οἷδεν] σαώσει ἢ αὐτὸς αὐτὸς om. Eustath. παιήων, ὃς πάντα τε (τε om. H.) φάρ- ἁπάντων] πάντων Eustath. πάντα T. μακα οἶδεν B.H.Q. Correxi proxi.- 13. τὸ ἐξῆς om. Q. mi scholii ope. Μενέλαε et ὦ om. V. 6. οὐχ ὁ αὐτὸς τῷ Ἀπόλλωνι] οὐχ ὁ 14. δίδωσιν, ὡς καὶ] περιποιεῖ, νῦν τοῦ ἀπόλλωνος M. μέντοι V. In T. ζεὺς γὰρ ἄλλοιτ᾿ ἐπʼ 8. εἶναι et δὲ om. M. δὲ μάρτυς ἄλλῳ διδοῖ κακόν:— om T. in lacuna. 21. τοῦτο] κατὰ τοῦτο Q. 9. σαώσαι] σαῶσαι M. T. σώσει 22. αὐτῶν] Corrigendum videtur Eustathius. σάωσεν V. Ἀττικῶν: qui αὐτὸν dicunt. 10. ἢ καὶ Goettling. ad Hesiod. 26. ἄλλην Buttm. pro ἄλλων. fragm. 139. Legebatur ἢ αὐτός.)
197

245. σπεῖρα] ἱμάτια παλαιὰ ἀπὸ τοῦ σπειρᾶσθαι τὸ ἐντυλίσσε- σθαι. B. ἐπεὶ σπεῖρα κοινῶς πᾶν ἱμάτιον, προσέθηκε κακά. H. κοινῶς πᾶν ἱμάτιον. P.

σπεῖρα κακὰ] ἱμάτια. προσέθηκε δὲ κακά, ἵνα δηλώσῃ ῥάκη. V. τὰ ἐνδύματα, ἀπὸ τοῦ διασπείρεσθαι ἐν ὅλοις τοῖς μέλεσι. προσέθηκε δὲ τὸ κακά, ἵνα ῥάκη δηλώσῃ. E.

διὰ πολλὰ τῆς πράξεως ταύτης μνημονεύει ὁ ποιητὴς, οὐ μόνον ὅτι πρὸς τὴν ποίησιν συμφέρει τὰ μὴ δεδομένα τῆς Ἰλιάδος νῦν ἐμ- φανίζειν, ἀλλὰ καὶ πρὸς τὴν μνηστηροκτονίαν ταῦτα ᾠκονόμηται, ἵνα μηδὲ τοῖς μνηστῆρσι συνὼν ἐν τοιούτῳ σχήματι ἀπίθανον φαίνοιτο. τὸ πιθανὸν δὲ τοῦτο καὶ πρὸς τὴν Τηλεμάχου πίστιν. δεξάμενος γὰρ ταύτην τὴν διήγησιν, ἑτοιμοτέρως καὶ παῤ Εὐμαίῳ πιστεύει τοῦτον εἶναι τὸν πατέρα τὸν τοῦ πτωχοῦ πρόσωπον ὑποκρινόμενον. Q. πιστεύει αὐτῷ ἐπιθέσθαι βουλευομένῳ τοῖς μνηστῆρσιν. ὁ γὰρ καὶ πληγὰς καρτερήσας ὑπὲρ τῶν κοινῇ συμφερόντων καὶ πόλεως ὅλης καταφρο- νήσας πῶς τῶν ἰδίων ἀποστήσεται; καλῶς οὖν Λακεδαιμόνιοι παι- δεύουσι τὴν μαστίγωσιν τοὺς νέους καρτερεῖν τὰ δεινὰ ἐθίζοντες. Q.

246. κατέδυ πόλιν] ἵνα μετρήσῃ τὰς πύλας διὰ τὸν δούριον ἵπ- πον. P.Q. οἱ μὲν ἵνα μετρήσῃ τὸ τεῖχος, οἱ δὲ ἵνα πείσῃ τὴν Ἑλέ- νην συνεργῆσαι τοῖς Ἕλλησιν. E.V.

247. ἄλλῳ δʼ αὐτὸν φωτὶ] ἀπὸ κοινοῦ τὸ αὐτόν, ἵνʼ ᾖ, κατακρύπτων νῦν ἑαυτὸν ἤϊσκεν αὐτὸν ἄλλῳ φωτὶ καὶ οὐκ Ὀδυσσεῖ. H.M.Q. ἀντὶ τοῦ κατακρύπτων ἑαυτὸν ὡμοιοῦτο. E.

248. δέκτῃ, ὃς οὐδὲν] ὁ κυκλικὸς τὸ Δέκτῃ ὀνοματικῶς ἀκούει, παῤ οὗ φησι τὸν Ὀδυσσέα τὰ ῥάκη λαβόντα μετημφιάσθαι· ὃς οὐκ ἦν ἐν ταῖς ναυσὶ τοιοῦτος οἷος Ὀδυσσεὺς ἀχρεῖος. Ἀρίσταρχος δὲ δέκτῃ μὲν ἐπαίτῃ, τὸ δὲ “ὃς οὐδὲν τοῖος ἔην,” τῷ ἐναντίῳ τὸ ἐναντίον, [*](1. σπειρᾶσθαι] Vid. ad β, 102. H.Q. Quæ frequenter in codicibus 16. ἀποστήσεται] οὐ προστήσεται permutata: vid. Schæfer. ad Greg. Eustath. p. 1494. 51. Cor. p. 592. 698. et Preller. ad Po- 21. ἀπὸ κοινοῦ] Vid. ad γ, 104. lemon. p. 16. κατὰ κυριολεξίαν dixit κατακρύπτων] κατακρύπτειν Q. Eustathius. Nomen autem pro- 22. νῦν om. M. prium Δέκτῃ recte alteri rationi 24. ὁ κυκλικὸς H.M.T. οὐ κυκλικῶς præferre videtur Lehrs. in Schnei- Q. Vid. ad η, 115. ὁ κυκλικὸς etiam dew. Philologo vol. 4. p. 581. Eustathius p. 1494, 53., qui de suo 25. μετημφιάσθαι] μετημφιέσθαι H. addidit ἤγουν ὁ τῶν κυκλίων ποιητής. ἀμφιβαλέσθαι Eustath. p. 1494, 56. τὸ Δέκτῃ om. M.T. 26. ναυσὶ] κλισίαις T. ὀνοματικῶς T. et Eustathius. ονο- Ὀδυσσεὺς] ὁ ὁδυσσεὺς Q. ματικὸς M. ὀνομαστικῶς δʼ (δʼ om. H.) 27. ὃς ante οὐδὲν addidi ex M.T.)

198
ὃς οὐκ ἦν τοιοῦτος, ὁ Ὀδυσσεὺς, ἀλλʼ ἐνδοξότατος καὶ μεγαλοπρε- πέστατος, ἴκελος δὲ ἐπαίτῃ. H.M.Q.T. τὸ δὲ δεν παρέλκει. M. ἤτοι ἐπαίτῃ ἀπὸ τοῦ δέχεσθαι, πτωχῷ. E.

τοῖος ἔην ἐπὶ νηυσὶν Ἀχαιῶν] δισσῶς νοεῖται. ἢ γὰρ τοιοῦτον πτωχὸν κατέστησεν ἑαυτὸν, οἷος οὐ μὴ εὑρεθῇ ἄλλος εἰς τὸ ὅλον Ἑλληνικόν· ἢ τοιοῦτος ἐγένετο, οἷόν τις ὁρῶν εἶπεν ἂν μὴ εἶναι Ὀδυσσέα· τοιοῦτον εἰργάσατο ἑαυτὸν ὥστε μὴ ἔχειν ἴχνος τοῦ πρώην χαρακτῆρος. ὁ γὰρ Ὀδυσσεὺς ἐπὶ τοῖς Ἕλλησι τοιοῦτος οὐκ ἦν οὐ- δαμῶς· πλούσιος γὰρ ἦν καὶ ἔνδοξος. πλὴν τότε οἰκονομικῶς γέγονε τοιοῦτος, ἵνα ἴδῃ τὴν θέαν τῆς Τροίας καὶ τὴν ἔσωθεν τοῦ πύργου εἴσδυσιν, εἰ ἄρα ὑψηλός ἐστιν ὡς ἀπὸ τοῦ ἔξω μέρους, ἢ οὐχί. E.

249. τῷ ἴκελος] γεγονὼς διὰ τὴν ἀπαίτησιν τῆς Παλλάδος. E.

ἀβάκησαν] ἠγνόησαν, οὐκ εἶπόν τι. οἱ γὰρ ἀγνοοῦντες οὐ δύναν- ται βάζειν. ἀπὸ τοῦ βῶ τὸ λέγω γίνεται. B.Q. ἐμωράνθησαν, ἠγνόησαν. ἀπὸ τοῦ α καὶ βάζω. ὃν οὐδεὶς οἶδεν ὥστε ὁμιλῆσαι. E. ἠγνόησαν. παρὰ τὸ βάζω ἐσχημάτισται. ἡ δὲ λέξις τῶν ἅπαξ εἰ- ρημένων ἐστίν. V.

250. τοῖον ἐόντα] ἀντὶ τοῦ τοιοῦτον. τινὲς δὲ οὕτω, καίπερ ἐν τοι- ούτῳ σχήματι ὄντα· ὃ καὶ ἄμεινον. H.

252. ἀλλʼ ὅτε δή μιν ἐγὼν ἐλόευν] οὕτως ἔλουον. ἐπίτηδες δὲ αὐτὸν λούει, ἵνα διʼ ὧν τὸ λανθάνειν ἐπορίζετο ῥακῶν, τούτων αὐτὸν ἀφελομένων γνωριμώτερον ποιήσηται, ἐπείτοι γε παῤ Ὁμήρῳ παρ- θένων ἐστὶν ἔθος τὸ λούειν τοὺς ξένους. H.Q.

ἐλόευν] ἐξεπίτηδες Ἑλένη λούει αὐτὸν διὰ τὸ ἀκριβῶς γνῶσιν σχεῖν, ἐπεὶ ταῖς παρθένοις τοῦτο ἐφεῖται. E. ἐλόευν] ἔλουον. ἵνα ἀκριβέστερον τὰ κατʼ αὐτὸν μάθῃ, αὐτὴ ἔλουεν αὐτόν. V.

καὶ χρῖον] Ἰακῶς τὸ χρῖον. H.

καὶ ἔχρισ᾿] ἢ καὶ χρῖον. M.

[*](1. ὁ Ὀδυσσεὺς om. M. 25. ἐλόευν] ἐλόεν edd. ant. Quo 2. ἐπαίτῃ M. τῷ ἐπαίτῃ ceteri. ne quis abutatur ad effingendam δεν Cobetus pro οὐδέν. scripturam ἔλοον, accentum consu- 6. ἢ τοιοῦτος—οἷον Buttm. pro ἤτοι lendum moneo, et præterea ob- servo in his codd. ut in P. formam οὖτος—οἷος. 16. Conf. Apollon. Lex. s. v. ἐλόευν ita scriptam esse ut υ vix ἀράκησαν. conspiciatur, sed levis inter ε et ν 18. οὕτω scripsi pro τοῦτο ἤ. ductus esse videatur. BUTTM. 20. ἐλόευν] Sic H. in lemmate 26. κατʼ αὐτὸν—αὐτὴ] Sic correxi scholii. In textu λόευν, sed a cor- pro καθʼ ἑαυτὸν—σὕτη. Conf. Eu. rectore factum ex λόεον. stath. p. 1495, 12. 22. ποιήσηται] ποιήσειεν H. 28. ἢ καὶ χρῖον in textu super- 24. ἐλόευν] ἐλόεν ed. Mediol. scriptum habet M.)
199

254. μὴ μὲν πρὶν Ὀδυσῆα] τί κατήπειγε, φασὶ, μηνύειν τοῖς Τρωσὶν ὅτι ἦν Ὀδυσσεύς; τοῦτο γὰρ καὶ προδοσίας ὑποψίαν παρεῖχε τῇ Ἑλένῃ, εἴ γε ὁμολογοῦσα ἐγνωκέναι τὸν κατασκεψάμενον ὃς ἦν, οὐ τότε ἐμήνυσεν, ἀλλʼ ἐπίτηδες αὐτὸν περιέσωσεν. ἔστιν οὖν ὅμοιον τῷ “τὴν δʼ ἐγὼ οὐ λύσω, πρίν μιν καὶ γῆρας ἔπεισιν” (Il. α, 29.), καὶ “οὐδέ ποτʼ ἐκπέρσει, πρίν μιν κύνες ἀργοὶ ἔδονται” (Il. σ, 283.). H.M.Q.T.

255. πρίν γε τὸν] τὸ πρίν μὴ νόει μοι τοιοῦτον ὅτι μετὰ τὸ ἀπελ- θεῖν τὸν Ὀδυσσέα εἰς τὰς νῆας ἔμελλεν ἡ Ἑλένη εἰπεῖν. οὐδʼ ὅλως γὰρ οὔτε πρώην οὔτε ὕστερον ἔμελλεν εἰπεῖν. τοιοῦτον γὰρ τὸ πρίν ἐνταῦθα. εἰ γὰρ εἶπεν, εὐθέως διεσπάσαντο αὐτὴν ὡς μὴ ὁμολογήσα- σαν. δῆλον δὲ ὅτι καὶ ἡ Ἑκάβη ἀγνοεῖ τὴν Ὀδυσσέως εἰσέλευσιν· εἰ γὰρ ἔγνω, οὐκ ἂν ἐσίγησεν. E.

256. νόον κατέλεξεν] ὃν εἶχε νῦν περὶ τῆς διὰ τοῦ ἵππου ἐπι- βουλῆς. ὅτι δὲ τοῦτό φησι δῆλον ἐκ τοῦ “αὐτὰρ ἐμὸν κῆρ χαῖρε.” P. Q.

257. ταναήκεϊ χαλκῷ] τεταμένην ἔχοντι τὴν ἀκμήν. V. ἀπὸ τοῦ ταναὸν τὸ μακρὸν καὶ τοῦ ἀκονῶ. ταναήκεϊ γὰρ τῷ πολλὰ ἠκο- νημένῳ. B. τῷ εἰς μῆκος ἥκοντι, ἢ τῷ ἐπιτεταμένην ἔχοντι τὴν ἀκμὴν, τῷ ταναῷ γινομένῳ ἀκόνῃ. E.H.Q. δῆλον δὲ ὡς παρὰ τῆς Ἑλένης ἔλαβε τὸ ξίφος· ἐν ῥάκεσι γὰρ παρῆλθεν εἰς τὴν πόλιν. E.H.Q.T.

258. κατὰ δὲ φρόνιν ἤγαγε πολλήν] καταφρόνησιν αὐτῶν ἤγαγεν, τουτέστιν ἢ αὐτὸς κατεφρόνησε τότε αὐτῶν, ἢ τοὺς Ἕλληνας ἐποί- ησεν αὐτῶν καταφρονῆσαι διʼ ὧν ἔπεισε τὴν Ἑλένην. ἢ φρονήσεως ἀπείρου ἑαυτῷ περιέθετο ὄνομα ταῦτα ποιήσας. οἱ δὲ νεώτεροι φρόνιν τὴν λείαν ἀπεδέξαντο. M.V. ἤγαγε δὲ πολλὴν καταφρόνησιν τοῖς πολεμίοις· ἢ τοῖς οἰκείοις φρόνησιν καὶ δόξαν πολλὴν κατήγαγεν, ὅ ἐστιν ἐπηνέγκατο. ἕτεροι δὲ ἀντὶ τοῦ, κατήγαγε πολλὴν φρόνησιν ἤτοι γνῶσιν τῶν ἐν Τροίᾳ τοῖς Ἕλλησιν. E. ἤγαγεν Ἕλλησι πολ- λὴν καταφρόνησιν τῶν πολεμίων, καταγνοὺς αὐτῶν τὸ ἀσθενές. τινὲς δὲ κατήγαγε πολλὴν φρόνιν, ὅ ἐστι πολλὴν δόξαν ἀπηνέγκατο ὁ Ὀδυσ- σεύς. H.Q.

[*](6. ἐκπέρσει M.T. ἐκπέρσειν H.Q. 21. παρῆλθεν H.T. εἰσῆλθεν E.Q. ἔδονται H.M.T. ἕπονται Q. εἰς τὴν πόλιν om. E.Q. 11. διεσπάσαντο Buttm. pro διε- 25. ὄνομα M. τὸ ὄνομα V. σπουδάσαντο. 29. ἤγαγεν] ἤνεγκε τοῖς T. 14. νῦν om. P. 31. ἀπηνέγκατο H.T. et qui partem 20. δῆλον δὲ ὡς π.] δηλονότι π. T. hujus scholii habet P. ἐπηνέγκατο Q.)
200

260. χαῖ'ῤ] λύσις τοῦ ἀντιπίπτοντος· ἤρετο γὰρ ἄν τις διὰ τί τοῦτο Ἑλένη πεποίηκεν. E.

χαῖῤ, ἐπεὶ ἤδη μοι] ἄμεινον τὸν δή χρονικῶς δέχεσθαι κατὰ Ἀρί- σταρχον. Κράτης δὲ δύο ποιεῖ, ἦ καὶ δή· διὸ καὶ περισπᾶται τὸ ἦ. οὐδέποτε δὲ ὁ ἦ ὢν βεβαιωτικὸς μεταξὺ τοῦ ἐπεί καὶ τοῦ δή εὑρέθη. H.Q.

ἐπειὴ δή μοι] τὸ η πλεονασμός. E.

264. οὔ τευ δευόμενον οὔτʼ ἂρ φρένας οὔτε τι εἶδος] ἐνῆν μὲν εἰ- πεῖν, οὐ γὰρ φρένας οὕτε τι ἔργον, ἡ δὲ τὸ εἶδος ἐπαινεῖ. διόπερ καὶ ἐξημαρτηκέναι διεβάλλετο ἡττηθεῖσα τῆς τοῦ Πάριδος εὐμορφίας. οἱ γὰρ ἄνδρες οὐχ οὕτως ἐπὶ ταῖς φθοραῖς τῶν γυναικῶν ἀγανακτοῦ- σιν ὡς ἐπὶ ταῖς προαιρέσεσιν, ὅταν αἴσθωνται ὑπʼ ἄλλων παῤ αὐταῖς. H.M.Q.

269. ἀλλʼ οὔπω] θαυμαστικὸς ὁ λόγος, εἰ χωρίζοιτο, ὁμοιωτικὸς δὲ, εἰ τοῖς ἄνω συνάπτοιτο· ὃ καὶ ἄμεινον. H.Q.

270. ἔσκε] Ἰωνικόν. E.

272. ἵνʼ ἐνήμεθα] ὅπου ἐκαθήμεθα, ἐνεβεβλήμεθα. B.

274. ἦλθες ἔπειτα] τοῦτο πρὸς τὴν Ἑλένην φησὶν ὁ Μενέλαος. E.

κελευσέμεναι δέ σʼ ἔμελλεν] προτρέψαι δέ σε ἐῴκει ὁ θεὸς ὅστις ἐβούλετο τοῖς Τρωσὶ δόξαν παρασχεῖν. B.

275. ὃς Τρώεσσιν] ὁ τὰ τῶν Τρώων αἱρούμενος, μὴ βουλόμενος δὲ τὴν Ἑλένην ἐλέγχειν τοῦτο παρενέβαλλεν. H.

276. καί τοι Δηΐφοβος] προηθετεῖτο κατʼ ἐνίους. καὶ εἴη ἂν ἐγκείμενος ὑπὸ τῶν ἱστορούντων τρίτον Δηίφοβον γεγαμηκέναι τὴν [*](3. τὸν δή] Male Porsonus τὸ ἤδη. 4. περισπᾶται] Fortasse περισπᾷ. Nam aliter accipi non poterat ἤδη 9. φρένας om. Q. nisi χρονικῶς. Scripsit itaque Ari. ἡ δὲ Buttm. pro ἤδη. starchus ἐπειὴ δή, et τὸν δή (σύνδεσ- 10. ἡττηθεῖσα] ἡττηθεῖσαν Q. μον) accepit χρονικῶς. Crates autem 12. ὡς] ὅσον ὡς H. ὅσον Q. scribebat ἐπεὶ ᾖ δή. Cetera sic sunt αἴσθωνται] Post hoc verbum exci- constituenda: διὸ καὶ περισπᾶται τὸ dit ὑποσκελισθέντες vel simile. BUT. ῆ. οὐδέποτε δὲ ὁ βεβαιωτικὸς μεταξὺ. 14. ὁμοιωτικὸς] ὁμοιωματικὸς Q. τοῦ ἐπεί καὶ τοῦ δή εὑρέθη. BUTTM. 15. εἰ τοῖς ἄνω. Friedlaender. de Recepi Buttmanni correctiones, nisi Nicanore p. 36. εἴ τις ἄνω H.Q. quod ὢν ante βεβαιωτικός servavi. 19. De alio ad v. 274. scholio Maius hæc sic scripta edidit ex Q. vid. ad α, 232. δύο ποιεῖ η (ἦ H.) καὶ δή. διὸ καὶ πε- 23. προηθετεῖτο] Vid. ad α, 185. ρισπᾶται τὸ ἤ. οὐδέποτε δὲ τὸ η, οὐδέ- κατʼ ἐνίους H. παῤ ἐνίαις Q. ποτε δὲ ὢν βεβαιωτικὸς μεταξύ που, 24. γεγαμηκέναι Buttm. ἐγγεγα- ἐπεί καὶ ποῦ εὑρεθῇ (ἐπεὶ καὶ δὴ ηὑρεθῆ μηκέναι Q. Ex H. ἦν γεγαμηκέναι an- annotatum ex H.). notatum.)

201
Ἑλένην. καὶ διʼ ἄλλων δὲ ὁ τόπος ἐμφαίνεται “αὐτὸρ Ὀδυσσῆα προτὶ δώματα Δηϊφόβοιο βήμεναι ἠΰτ’ Ἄρηα σὺν ἀντιθέῳ Μενελάῳ” (Od. θ, 517.). H.Q. τοῦτο ἐκ τῶν ὕστερον ἐγνωσμένων φησὶ μα- θὼν ὅτι περιεστήκεσαν οἱ πολέμιοι, ἐπεὶ τότε ἠγνόει καὶ τὴν Δηϊφό- βου πρόσοδον. H.

Δηΐφοβος] Ἀλεξάνδρου ἀδελφὸς, ὃς εἶχε τὴν Ἑλένην. τελευτή- σαντος γὰρ τοῦ Ἀλεξάνδρου ὑπὸ Φιλοκτήτου Δηϊφόβῳ ἐγαμήθη ἡ Ἑλένη. E.Q.

277. περίστειξας] περιῆλθες. ἀπὸ τοῦ στίχειν, ὅ ἐστι πορευ- θῆναι. V. περιῆλθες, ἀπὸ τοῦ στείχειν, ἢ ἀπὸ τοῦ στίξ ἡ τάξις, ἤτοι κατὰ τάξιν, περιεκύκλωσας. B.Q. περιῆλθες, ἀπὸ τοῦ στίχω τὸ βαδίζω. B.Q. περιεπάτησας, περιῆλθες, ἀπὸ τοῦστείχω. E.

περίστιξας] Ἀρίσταρχος βραχέως. δηλοῖ τὸ περιῆλθες, ἀπὸ τοῦ στείχειν. Q.

ἀμφαφόωσα] ψηλαφῶσα, μὴ δόλος τις ᾖ ἐν τῷ κατασκευάσμα- τι. B.H.Q.

279. πάντων Ἀργείων] ἐμιμήσατο γὰρ ἡ Ἑλένη τὰς φωνὰς τῶν γυναικῶν ἑκάστου αὐτῶν. P. ὁμοιοῦσα. ταῖς γυναιξὶν ἑνὸς ἑκάστου ἀπεικάζουσα σεαυτὴν ἐκάλεις ἐξ ὀνόματος. E.

μιμουμένη τὴν Ἑλληνίδα φωνήν. οὐ γὰρ ἂν πασῶν ἠπίστατο τὰς φωνάς. ἢ ἴσως οὐκ ἠγνόει τῶν ἀρίστων τὰς φωνάς. E.

πάντων Ἀργείων] ὅ ἐστι τὴν Ἑλληνικὴν φωνὴν τῶν Ἀχαιϊάδων μι- μουμένη. πόθεν γὰρ ὅλας ᾔδει, ἵνα καὶ τὰς φωνὰς αὐτῶν μιμήσηται; πάνυ δὲ γέλοιος ἡ τῶν φωνῶν μίμησις καὶ ἀδύνατος. πῶς δʼ ἂν ἐπί. στευον ὅτι πάρεισιν αὐτῶν αἱ γυναῖκες; B.H.M.Q.T. τοῦτο ἑκατέ- ροις δύναται πορσδίδοσθαι, μᾶλλον δὲ τοῖς ἄνω, ἵνα μὴ ἀλογώτερον γένηται τὸ ζήτημα. οὐ δυνατὸν γὰρ ταῖς ἀπάντων γυναιξὶν ὁμοφωνῆ- σαι, ἀλλὰ ταῖς τῶν ἀριστέων, αἷς καὶ ἐν ἔθει ἐτύγχανεν. B.H.M.Q.

283. ὑπακοῦσαι] ἀποκριθῆναι. E.

[*](1. ὁ τόπος] Legendum videtur ὁ pro ἀπεικάζουσαν ἑαυτήν. λόγος, h. e. hæc de Helena et Dei. 23. τὴν solus habet T. phobo narratio. BUTTM. 24. δὲ om. H. γὰρ T. 3. τοῦτο — ] Hoc schol. H. in γέλοιος] γελοῖος B.H.Q.T. γελοίως marg. v. 292. CRAMER. M. γελοία Eustath. p. 1496, 23. 14. βραχέως] Id est περίστιξας, 25. τοῦτο H. τοῦτο δ᾿ ceteri. Nica- quod in textu habet M. noris scholion esse conjicit Fried- 18. ὁμοιοῦσα] Hoc est glossema laender. de Nican. p.43. Idem p.91. verbi ἴσκουσα. προσδίδοσθαι correxit pro προδίδοσθαι. 19. ἀπεικάζουσα σεαυτὴν Buttm. 28. αἷς H. ἐν αἷς ceteri.)
202

284. ἀλλʼ Ὀδυσεὺς] καὶ πῶς ἦν νομίζειν αὐτοὺς εὑρεθῆναι ἐκεῖσε τὰς γυναῖκας αὐτῶν; ἴσως ἤλπισαν ὅτι πορθηθεῖσαι ἀπήλθοσαν ἐκεῖ.

285. ἔνθʼ ἄλλοι μὲν πάντες] Ἀρίσταρχος τοὺς ε΄ ἀθετεῖ, ἐπεὶ ἐν Ἰλιάδι οὐ μνημονεύει Ἀντίκλου ὁ ποιητής. ἀλλʼ οὐδὲν τὸ κωλῦον οὐ βασιλέα ὄντα τοῦτον, ἀλλὰ γενναῖον, εἰς τὴν ἐνέδραν ταχθῆναι, οὐ τῶν ἡγεμόνων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἐπιλέκτων ἐπὶ τὴν πρᾶξιν ᾑρη- μένων. ἄριστον νῦν (272.) οὐ τῷ ἀξιώματι, ἀλλὰ τῇ ἀνδρείᾳ φησίν. H.Q. ὁ Ἄντικλος ἐκ τοῦ Κύκλου. οὐκ ἐφέροντο δὲ σχεδὸν ἐν πά- σαις οἱ πέντε. τὰ γὰρ τῆς διαθέσεως ψυχρά. H.

286. Ἄντικλος] οὗτος παῤ Ὁμήρῳ ἐν Ἰλιάδι οὐκ ἀναγέγραπται, νῦν δʼ ᾕρηται· στρατηγὸς γὰρ ἄριστος ἦν. E.

287. ἐπὶ μάστακα] ἐπεπίεζε τὴν μάστακα, ὅ ἐστι τὸ στόμα, ἀπὸ τοῦ μασᾶσθαι. τουτέστιν ὁ Ὀδυσσεὺς ταῖς χερσὶν αὑτοῦ ἐκώ- λυσε τὸ στόμα τοῦ Ἀντίκλου μὴ λαλῆσαί τι. B. μάσταξ ἡ τροφὴ, ἀπὸ τοῦ μασᾶσθαι τὰ βρώματα. E.

292. ἄλγιον] δεινότερον καὶ ἐπιπονώτερον τὸ περὶ Ὀδυσσέα πάθος εἰ οὕτω σοφὸς ὢν οὐδέν τι ἀπήλαυσε τῆς σοφίας, ἀλλʼ ὑπὸ τῆς εἱμαρμένης ἐκρατήθη, καὶ ὁ τοὺς ἄλλους σώσας ἑαυτὸν σῶσαι οὐ δεδύνηται. B.E.P.Q.

294. τράπεθʼ ἡμέας] ἀπόλυτος ἡ ἡμέας· διὸ τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. H.

ὄφρα κεν ἤδη] γρ. καί. H.

295. ὑπὸ] περιττὴ ἡ ὑπό. ἢ δοτική ἐστιν ἀντὶ γενικῆς. H.

ταρπώμεθα] γρ. παυσώμεθα, ἀντὶ τοῦ ἀναπαυσώμεθα. H.P.

297. δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι] τινὲς οὕτω τὸ ὑπέρβατον, δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι, στορέσαι τʼ ἐφύπερθε τάπητας, καὶ ῥήγεα καλὰ πορφύρε᾿ ἐμβαλέειν καὶ χλαίνας οὔλας καθύπερθεν ἕσασθαι, ὅ ἐστι περιβαλέσθαι. Q. ὑπʼ αἰθούσῃ] ἠχητικῇ. V.

θέμεναι] καθʼ ἕκαστον βραχὺ διασταλτέον, θέμεναι, βαλέειν, τά- πητας. H.

[*](4. ε΄ Porsonus (i. e. versus 285- Habet autem H. hanc annotatio- 289.) δύο H.Q. Sed H. recte πέντε nem ab alia manu in margine scri- in scholio proximo. ptam rubro liquore. 7. μόνον om. H. 24. ἀντὶ γενικῆς] Conf. schol. Il. ᾑρημένων Buttm. pro εἰρημένων. λ, 121. σ, 11. τ, 62. 9. ἐφέροντο correxi pro ἀνεφέροντο. 29. ἠχητικῇ] Sic hic scholium ita 12. ᾕρηται Buttm. pro εἴρηται. explicat αἰθούσῃ ἐριδούπῳ γ, 399- 23. γρ. καὶ correxi pro γρ. κἄν.)
203

298. ὕπερθε] ὑπεράνωθεν. V.

299. χλαίνας οὔλας] ἁπαλὰς, ἢ τελείας καὶ ἀνδρομήκεις. P.Q.

ἕσασθαι] ἀναπαυθῆναι, καθίσαι. B. ἐνδυθῆναι, σκεπασθῆναι. P.

300. δᾷδας] γράφεται δάος, ἤγουν μερισμὸν, σπουδὴν, ἢ ταχύ- τητα, ἢ φῶς. ἀφʼ οὗ καὶ αἱ δεκτικαὶ τοῦ φωτὸς αἱ δᾷδες. E.

302. ἐν προδόμῳ δόμου] προστώῳ, προθύρῳ τῷ πρὸ τοῦ θαλάμου. E.

304. προπερισπωμένως τὸ καθεῦδε. H.P.

305. τανύπεπλος] ἡ τεταμένον καὶ ἐπιμήκη τὸν πέπλον ἔχουσα. ὡς ἂν εἰ ἔλεγεν ἡ νεωτέρα καὶ εὐμήκης τὴν ἡλικίαν. τεταμένου γὰρ τοῦ σώματος ἀνάγκη τετάσθαι καὶ τὸν πέπλον. B.E.Q.

309. ποσσὶ δʼ ὑπὸ λιπαροῖσι] στερεοῖς, ταχυτάτοις. E.

311. Τηλεμάχῳ δὲ πάριζεν] ἐὰν ἓν μέρος λόγου ᾖ τὸ πάριζεν, προπαροξυνθήσεται, ὡς “Νέστωρ αὖ τότʼ ἔφιζεν” (Od. γ, 411.). ἐὰν δὲ ἡ παρά πρὸς τῷ Τηλεμάχῳ συντάσσηται, προπερισπᾶται. οὐκ ἀναστρέφεται δὲ ἡ παρά, ἐπεὶ κατʼ ἔκθλιψίν ἐστιν. ἄλλως τε καὶ μέσον πέπτωκεν ὁ δέ. Q. διχῶς, πάριζεν καὶ παρίζεν. P.

312. Τηλέμαχʼ ἥρως] πρὸς τὴν ἑρμηνείαν, τί ποτέ σε χρειῶ ἤγαγε δήμιον ἢ ἴδιον; H. προσαγωγὸν τὸ ἥρωα καλεῖν τὸν νέον διὰ τὰ τοῦ πατρὸς κατορθώματα. H.Q.

313. νῶτα θαλάσσης] μεταφορικῶς τὸ πλάτος τῆς θαλάσσης εἶ- πεν. V.

314. ἔνισπε] γρ. ἐνίσπες. Q.

317. κληδόνα πατρὸς] ἀπὸ τοῦ κλέος κλεΐζω κλεϊδὼν καὶ κλῃδὼν, ὡς τὸ χρέος χρείζω χρῄζω. μένει δὲ τὸ ι προσγεγραμμένον. E. λείπει ἡ περί, ἵνα ᾖ, εἴ τινά μοι φήμην περὶ τοῦ πατρὸς ἐνίσποις. Q.

318. πίονα ἔργα] τὰ ἐκ τῶν ἰδίων κτημάτων γεώργια, ἃ διʼ ἐργα- σίας κτᾶταί τις. E.

320. μῆλʼ ἀδινὰ] λεπτὰ, πρὸς σύγκρισιν τῶν βοῶν. ἢ ἀντὶ τοῦ πυκνῶς. τὸ δὲ ἕλικας βοῦς τοὺς ἑλικοειδῆ κέρατα ἔχρντας, ἢ τοὺς ἑλικοειδῆ τὴν πορείαν ποιουμένους, ἢ τοὺς μέλανας. E.

322. ἱκάνομαι] ἀντὶ τοῦ ἱκάνω. ἡ δὲ λέξις ἀντὶ τοῦ ἱκετεύω. B.Q.

[*](2. ἢ τελείας] ἐντελείας Q. 11. στερεοῖς Maius. στεροῖς E. 4. δᾷδας] In M. non μεγάροιο δάος 14. συντάσσηται] συντάσσεται Q. scriptum in hoc versu, sed μεγάροιο 18. προσαγωγὸν H. προσαγωστόν Q. δάδας, id est, ut monet Cobetus, 22 γρ.] γράφε Q. μεγάρου δαῒδας. ἐνίσπες] ἔνισπες Q. ἐνίσπες habet M. 9. νεωτέρα. τεταμένου—πέπλον] Hæc in textu, sed correctum in ἕνισπε. sunt etiam in P. 29. ἕλικας] Conf. ad α, 92.)
204

326. μηδέ τί μʼ αἰδόμενος] διὰ δύο πράγματα κρύπτει τις τὸ ἀλη- θὲς, ἢ διʼ αἰδῶ ἢ δι᾿ ἔλεον. E.

μειλίσσεο] μειλίχια καὶ προσηνῆ λέγε, ἢ χαρίζου. E.

329. ἔργον ὑποστὰς] ἐκ μεταφορᾶς τῶν βασταζόντων φορτία με- γάλα καὶ τὸ φορτίον ὅ τι ἂν εἴη ἀναδεχομένων. E.

332. μέγʼ ὀχθήσας] τὸν θυμὸν ὑψώσας ἢ ἀχθεσθείς. ὀχθίζω ἢ ὀχθῶ. E.

333. ὦ πόποι] ὅρα τὴν ἐξαλλαγήν. ὁ μὲν γὰρ Νέστωρ ὡς ἂν ἐκ πολλοῦ ἀφιγμένος καὶ τῶν κατὰ τοὺς μνηστῆρας οὐκ ἀνήκοος πυν- θάνεται τοῦ τρόπου τῆς ἐπηρείας “εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι” (γ, 214.), ὁ δὲ Μενέλαος πρῶτον πυνθανόμενος σχετλιάζει οὐ φέρων τὴν εἰς τὸν Ὀδυσσέως οἶκον ὕβριν. Q.

335. ἐν ξυλόχῳ] ξύλοχον τὴν κατάδυσιν τοῦ λέοντός φησιν, ἢ τὸν φωλεὸν τὸν ἔχοντα ξύλα πολλά. B. ἐν τόπῳ ὑλώδει καὶ συνδέν- δρῳ, ἔνθα τὴν εὐνὴν ὁ λέων ἔχει καὶ ἐνεδρεύει τὰ παρατυχόντα τῶν ζῴων. E.

336. νεβροὺς] νεβρούς φησι τοὺς μνηστῆρας, λέοντος δὲ ξύλοχον καὶ κοίτην τὴν τοῦ Ὀδυσσέως εὐνὴν, λέοντα τὸν Ὀδυσσέα, εἰς ἐλά- φου τόπον τάσσει τοὺς γονεῖς τῶν μνηστήρων, οἵτινες τῶν υἱῶν αὐτῶν ὡς νεβρῶν φονευομένων αὐτοὶ ἢ ἐκφύγωσιν ἢ συσχεθῶσιν, ἐὰν εὑρεθῶ- σιν ἐκεῖ. E.

νεηγενέας] Ἀρίσταρχος, νεογενέας. H.Q.

337. κνημοὺς] τοὺς βασίμους τόπους, τὰς προβάσεις τῶν ὀρέων. ἢ κνημοὺς σκληροὺς τόπους καὶ τραχεῖς, ἐκ μεταφορᾶς τῆς κνήμης τοῦ σκέλους, ὡς αὐτοῦ ὀστώδους καὶ νευρώδους ὄντος. B.E.

κρημνοὺς] γρ. κνημούς. B.

ἄγκεα ποιήεντα] κοίλους τόπους ὀρέων. ἀπὸ γὰρ τοῦ συγκλείεσθαι καὶ συνάγεσθαι ἐν αὐτοῖς τὰ ξύλα. ἀπὸ τοῦ ἄγω τὸ φέρω, ἄγη, καὶ πλεονασμῷ τοῦ κ, ἄγκη. E.

339. ἀμφοτέροισι δὲ τοῖσιν] Ἀριστοφάνης τὸ ἀμφοτέροισι ἐπὶ τῆς ἐλάφου καὶ τῶν νεβρῶν λαμβάνει. ὁ γὰρ Ἀριστοτέλης ἕν φησι τίκτειν τὴν ἔλαφον, σπανίως δὲ δύο. εἰκότως δὲ Ὅμηρος τούτῳ [*](22. νεογενέας] Aristarchus νεοιγε- 31. τῆς ἐλάφου] αὐτῆς H. νέας scripsisse videtur. COBET. τῆν νεβρῶν ex H. scripsi pro τοῦ 26. γρ.] γράφε B. νεβροῦ. 27. συγκλείεσθαι] σιγκλεῖσθαι E. Ἀριστοτέλης] Hist. Anim. 6, 29. 30. τὸ ἀμφοτέροισι addidi ex H. ἔν φησι] φησὶ ἓν T. et, qui τὸ om., T. 32. εἰκότως—ἀντίκεινται om. T.)

205
συγχρῆται, ἵνα καὶ κατὰ τὸν ἀριθμὸν ἐμφερὲς ᾖ τὸ τῆς εἰκόνος. ὡς γὰρ οἱ μνηστῆρες πλεῖστοι πρὸς ἕνα, οὕτως καὶ οἱ νεβροὶ πρὸς τὸν ἕνα ἰσχυρότερον ἀντίκεινται. E.H.Q.T.

342. τοῖος ἐὼν] ἐπεὶ μεταξυλογίᾳ ἐχρήσατο, ἐπανέλαβε τὸ τοῖος ἐών. H.

343. Φιλομηλείδῃ] τινὲς τὸν Πάτροκλον ἤκουσαν· Φιλομήλας γὰρ ἦν υἱός. οὕτε δὲ ἀπὸ μητρὸς τὸ γένος Ὅμηρος σχηματίζει οὔτε οἱ Ἕλληνες ἥσθησαν ἂν Πατρόκλου ἡττηθέντος· “πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι” (Il. ρ, 671.). ἀλλʼ οὗτος βασιλεὺς ὢν Λέσβου τοὺς παριόντας εἰς πάλην ἐκάλει, καὶ τοὺς Ἕλληνας δὲ προσορμισθέντας, ὃν Ὀδυσσεὺς καὶ Διομήδης δολοφονήσαντες τὸν τάφον αὐτοῦ κατα- γώγιον ξένων ἐποίησαν, ὡς Ἑλλάνικός φησιν. M.

Φιλομηλείδῃ] τῷ Πατρόκλῳ. Φιλομήλας γὰρ ἦν υἱός. V. γρ. Φιλομηλείδη, κατʼ Ἀττικοὺς χωρὶς τοῦ ν. E.

ἐν Ἀρίσβῃ] ἐνὶ Λέσβῳ. P. βασιλεὺς γὰρ ἦν Λέσβου ὁ Φιλο- μηλείδης. P. ab alia manu.

347. τὸ ἑξῆς, ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι εἴποιμι ἔγωγε, οὐκ ἄλλα παρακλιδόν. τό παρακλιδόν ἄμεινον τοῖς ἄνω συνάπτειν, [*](1. συγχρῆται M. Legebatur συγ- ναῒδης, ὁ τῆς Δανάης· Νιοβίδης, ὁ τῆς χρᾶται. Verbo συγκέχρηται utitur Νιόβης· ὅθέν τὸ Φιλομηλοίδης κύριον λέ- schol. ad ζ, 235. κ, 208. γεται εἶναι. εἰ γὰρ ἦν μητρωνυμικὸν, διὰ 2. πλεῖστοι] πλειος (πλείους ?) H. τοῦ ῑ ἐγράφετʼ ἄν. ἀλλὰ οὐδὲ Ὅμηρος 3. ἔνα ἰσχυρότερον ἀντἰκεινται ex H. ἀπὸ μητέρων σχηματΐζει πατρωνυμικόν. scripsi pro ἕνα, ὃ ἰσχυρότερος ἀντίκει- 8. ἥσθησαν ἂν] ἂν om. M. Addidi ται. Post ἀντίκεινται in H. sequitur ex Eustathio p. 1498, 61. qui οὐκ scholion brevius, Ἀριστοφάνης ἀμφο- ἂν ἐχάρησαν dixit. τέροις ἤκουσεν αὐτῇ καὶ τῶν νεβρῶν (τῷ 13. γρ.] γράφε E. γράφεται Lo- νεβρῷ Nauck. Aristopm. p. 23. qui beck. Paralip. p. 6. Aristophanem νεβρὸνκοιμήσασα νεηγε- 14. Φιλομηλείδη correxi pro Φιλο- νέα γαλαθηνὸν scripsisse conjicit)· ὁ μήδῃ. Ineptum autem hoc de ac- γὰρ Ἀριστοτέλης ἕν φησι τίκτειν τὴν cusativo Attico commentum, ut ἔλαφον. εἰρήκει δʼ ἂν νεβρὸν κοιμήσασα. alia multa quæ in scholiis hujus 6. τινὲς—] Plura ex hoc scholio codicis traduntur. Lobeckio l. c. excerpsit Eustathius, sed omisit scribendum videbatur γράφεται Φι- Hellanici mentionem. Cf. schol. λομηδιάδῃ ἢ Φιλομηδὶδῃ κατʼ ἄλλους χω- ρ, 134. Etym. M. p. 166, 6. ubi de ρὶς τοῦ ε. Idem Hesychii glossam patronymicis in ειδης agit, Φιλομη- memorat, Φιλομηδιάδῃ· οἱ μὲν κύριον λείδης. “Φιλομηλείδῃ ἐπάλαισεν ἀνα ὄνομα· πολλάκις γὰρ πατρωνυμικῷ τύπῳ στάς”: ταῦτα μὲν παρὰ τῶν εἰς δης κύριον (legitur κυρίως) δηλοῦται, ὡς Εὐ- πατρωνυμικῶν καὶ τῶν τύπῳ πατρωνυ- ριπίδης, Ἡρακλείδης. μικῶν. τὰ δὲ μητρωνυμικὰ διὰ τοῦ ῑ τοῦ addidi. γράφεται, Λητοΐδης, ὁ τῆς Λητοῦς· Δα- 17. τὸ ἐξῆς addidi ex H.)

206
διὰ τὸ ὑπέρβατον. E.H.P.Q. παρατρεπτικῶς, παρακλιθείσης τῆς ἀληθείας· ἐκ τοῦ παρακλίνεσθαι εἰς τόδε τὸ μέρος. E.

349. τά ἀντὶ τοῦ ἅ, προτακτικὸν ἀντὶ τοῦ ὑποτακτικοῦ. H.

νημερτὴς] ἀπὸ τοῦ νη στερητικοῦ μορίου καὶ τοῦ ἁμαρτῶ. ὁ μὴ ἁμαρτήσας περὶ σὓς εἶπέ μοι λόγους. B.

351. Αἰγύπτῳ μʼ ἔτι] ὁ μὲν Ἀριστοφάνης παρέλκειν φησὶ τὸ ἔτι, ὡς τὸ “ὅν μοι ἔδωκε πατὴρ ἔτι δεῦρο κιούσῃ” (736.). οἱ δὲ οὕτως, εἰς Λακεδαίμονα ὁρμώμενον ἔτι ἐν Αἰγύπτῳ ἔσχον οἱ θεοί. E.H.Q.

353. ἐφετμέων] βούλεται μὲν λέγειν θυσιῶν. ἀσαφέστερον δὲ εἴρηται. διὸ Ζηνόδοτος ἠθέτει. ποῖαι γὰρ, φησὶν, ἐγένοντο ἐντολαί; E.H.P.Q. ἡμᾶς θυσιῶν, ἐντολῶν. ἐντολὴ γὰρ ἦν θύειν τοῖς θεοῖς, αὐτὸς δὲ οὐκ ἔθυσεν, ἵνα τὴν ἐντολὴν πληρώσῃ. E.

355. Φάρον] Φάρος νῆσος, ἀπὸ Φάρου τινὸς ναυκλήρου ἐν Αἰγύπτῳ τῆς νηὸς ἐκβάντος καὶ ὑπὸ ὄφεως καταποθέντος, ὡς Ἀντικλείδης ἱστορεῖ. B. Ἀντικλείδης ἱστορεῖ ὅτι ποθοῦσα Μενέλαον Ἑλένη λάθρα ἔξεισι τῆς πόλεως, καὶ Καρικὸν εὑροῦσα πλοῖον παρακαλεῖ τὸν ναύκληρον, ὃς ἐκαλεῖτο Φάρος, εἰς Λακεδαίμονα αὐτὴν ἀποκαταστῆ- σαι. χειμασθέντες δὲ ἧκον εἰς Αἴγυπτον, καὶ ἐνθάδε τῆς νεὼς ἀπο- βάντα τὸν Φάρον ὄφις ἀναιρεῖ. ἡ δὲ θάψασα αὐτὸν οὕτως ὠνόμασε τὴν νῆσον. E.H.Q. Vind. Φάρος ἐστὶ νῆσος Αἰγύπτου, ἡ νῦν Ἀλε- ξάνδρεια λεγομένη. τινές φασιν ὅτι φάρους τῆς Ἑλένης ἐκπεσόν- τος οὕτως ὠνομάσθη. H.Q.

356. τόσσον ἄνευθʼ] εἰκὸς τοσοῦτον εἶναι κατὰ τοὺς ἡρωϊκοὺς χρόνους τὸ διάστημα. ἔπειτα ἀπογαιωθῆναι τοῦ Νείλου ὑπερχέοντος τὴν ἰδίαν ἰλύν. ποταμόχωστος γὰρ ἡ Αἴγυπτος κατὰ Ἡρόδοτον. V.

τόσσον ἄνευθʼ] τοσοῦτον γὰρ ἀπέχει Ναυκράτεως ἡ Φάρος, ἔνθα τότε τῆς Αἰγύπτου τὸ ἐμπόριον ἦν, ὥς φησιν Ἀριστοτέλης. μέχρι [*](7. ἔδωκε] δῶκε H. superioribus ita: τὴν νῆσον. τινὲς δέ 10. ποῖαι—ἐντολαί om. P. φασιν κ. τ. λ. 11. ἡμᾶς] Accusativus refertur φάρους] φάρου Q. ad infinitivum in textu. BUTTM. 23. εἰκὸς—Ἡρόδοτον] Hæc ex Eu- 14. καταποθέντος] καταπατηθέντος stath. p. 1500, 21. compilata vi- ἀποθανόντος Struvius. dentur. 15. Ἀντικλείδης—] Excerpsit hæc 23. τόσσον ἄνευθʼ] Porsonus (quem Eustath. p. 1500, 13. vide in postscripto) e scholio (lem- ὅτι] ὡς H. mate. opinor) H. profert ἄνευθεν ὅσον 19. ἀποβάντα] ἀποβάντες E. Q. τε. BUTTM. ἀποβάντων H. 27. Ἀριστοτέλης] Post Herodo- 21. ὅτι—] Cod. Vind. hæc addit tum 2, 179.)

207
Ναυκράτεως τὸ πέρας ἦν τοῦ Νείλου τότε. καὶ Ἡρόδοτος γοῦν φη- σιν ὅτι τὸ παλαιὸν τὸ κάτω μέρος τῆς Αἰγύπτου πᾶν πέλαγος ἦν, ὁ δὲ Νεῖλος πολλὴν καταφέρων ἰλὺν τὴν καλουμένην κάτω χώραν ὅλην προσέχωσεν· ὅθεν καὶ μέλαινα καλεῖται. ὁρᾶται δὲ καὶ μέχρι νῦν κογχύλια καὶ λοπάδες. ἐγὼ δὲ καὶ περὶ Μέμφιν εἶδον, φησὶν ὁ Πῖος. E.H.Q.

358. εὔορμος] εὐκαθόρμιστος. H.

ὅθεν τʼ ἀπὸ] ἀφ᾿ οὗ λιμένος ἀρύονται ὕδωρ ἐκ τῆς ἠπείρου ἐπὶ τὰς νῆας. B.

359. ἀφυσσάμενοι] ἐὰν διὰ τοῦ ο, ἀρυόμενοι, ἐὰν διὰ τοῦ α, ὑδρευσάμενοι. E.P. τὸ ὕδωρ τῇ νηῒ κομισάμενοι. E.

360. ἔνθα μʼ εἴκοσιν] γρ. καὶ χωρὶς τοῦ ν τὸ εἴκοσι. H.

361. ἁλιαέες] οἱ ἐν τῇ θαλάσσῃ πνέοντες. ἀπὸ τοῦ ἄω τὸ πνέω, καὶ ἐκ τοῦ ἅλς, ἢ τοῦ ἄλη ἡ πλάνη. B.E.

363. καί νύ κεν] ὡς μήπω τῶν ὅλων ἀναλωθέντων. τάχα οὖν φη- σιν ὅτι πεφεισμένως ἤσθιον τῇ προσδοκίᾳ τῆς βραδύτητος οὐ πρὸς κόρον ἄρτον σιτούμενοι. E.Q.

364. εἰ μή τίς με θεῶν ὀλοφύρατο] βραχὺ διασταλτέον ἐπὶ τὸ ὀλοφύρατο, εἰ μὴ ἄρα στικτέον καὶ ἀφʼ ἑτέρας ἀρχῆς τὰ ἑξῆς. E.Q.

καί μʼ ἐλέησεν] διέσωσεν. Gl. M.

καὶ τοῦτο παιδευτικόν. ὡς γὰρ ἡ αἰτία θεοῖς ἀνάκειται, οὕτως καὶ ἡ λύσις. E.H.Q.

365. Πρωτέος ἰφθίμου] ἡδέως τῷ ἐπιθέτῳ· ὡς γὰρ εὐεργέτην ἐγκωμιάζει. E.Q.

366. Εἰδοθέη] ἀπὸ τῆς εἰδήσεως καὶ ἐπιστήμης τοῦ πατρὸς τὸ ὄνομα. καὶ Αἰσχύλος δὲ ἐν Πρωτεῖ Εἰδοθέαν αὐτὴν καλεῖ. ὁ δὲ Ζηνόδοτος γράφει Εὐρυνόμη. E.H.Q.

367. ἥ μʼ οἴῳ ἔρροντι] μετὰ λύπης μόνῳ πορευομένῳ, φθειρομένῳ, καὶ μετὰ φθορᾶς βαδίζοντι. καταστρέφει δὲ εἰς τὸ ἀλύοντι. P.

[*](6. Πῖος scripsi pro Πίος. 26. Αἰσχύλος—Εἰδοθέαν] Æschy- 16. τῆς βραδύτητος] τοῦ βράδους E. lus non Εἰδοθέαν dixerat, sed Εἰδώ, 22. ἡ λύσις Maius. ἡ λίας E.Q. de quo dixi ad Fragm. 210. ἡλιας τῆς H.: ut λύσις τῆς . . . 27. εὐρυνόμη H. εὐρυνόμην E.Q. scribendum videri possit, si ἡ λύσις Conf. Eustath. p. 1500, 40. Mox recte scripserit Maius, de quo du- verbo ὄρινα superscriptum in P. ὤῖα. bito. 29. ἀλύοντι] ἁλιεύοντες E.Q. ἀελύ- 23. ἐπιθέτῳ] χρῆται addit Buttm. οντι P. qui hoc scholion habet inde Frustra: v. ad δ, 720. ab verba φθειρομένη.)
208

368. ἰχθυάασκον] ἀλλαχόσε οὐ λέγει ὁ Ὅμηρος ἐσθίειν τοὺς Ἕλληνας ἰχθύας. νῦν δέ φησι τούτους ἀγρεύειν ἰχθύας διὰ τὸ τεί- ρεσθαι ὑπὸ τοῦ λιμοῦ. B.

370. ἡ δʼ ἐμεῦ ἄγχι στᾶσα] Ζηνόδοτος, ἡ δέ μοι ἀντομένη. E.H.

371. νήπιος εἶς, ὦ ξεῖνε] ἀντὶ τοῦ ἀμαθὴς, ἔτι τὰ παίδων φρονῶν. χαλίφρων δὲ χαυνωθεὶς καὶ διαρρυεὶς τῆς προτέρας φρονήσεως. ἑκὼν δὲ μεθίεις ἀντὶ τοῦ ἑκὼν πάσχεις καὶ τέρπῃ ὑπερβολικῶς. τρία δὲ ταῦτά εἰσι διʼ ἃ ἄνθρωποι ἁμαρτάνομεν. E.Q.P. ὁ νοῦς, τοσοῦτον ἀνόητος εἶς, ὦ ξεῖνε, ὅτι δηθὰ ἐνὶ νήσῳ ἐρύκεαι. E.Q.

εἰς] ἐγκλιτικὸν τὸ εἰς. E.

χαλίφρων] χαυνόφρων, καὶ μὴ πεπυκνωμένος τὰς φρένας, ὅ ἐστι πρώην μὲν πυκνὸς, νῦν δὲ κεχαυνωμένος τὸν νοῦν, κεχαλασμένας καὶ παρῃωρημένας ἔχων τὰς φρένας. B.E.H.Q.

372. ἠὲ ἑκὼν μεθίεις] ἄμεινον κοιμίζειν τοῦ ἠέ τὴν ἐπὶ τέλους ὀξεῖαν, ἵνα γένηται διαζευκτικός. ὅτε γάρ ἐστι διαπορητικὸς ὁ η, περισπᾶται, ὡς τὸ “ἦε χόλον παύσειεν ἐρητύσειέ τι θυμόν” (Il. α, 192.). E.Q.

373. θαυμαστικὸς ὁ λόγος, ἐὰν καθʼ αὑτὸ τὸ ἡμιστίχιον προάγω- μεν. E.

374. μινύθει δέ τοι ἦτορ ἑταίρων] γρ. μινύθει δέ τοι ἔνδοθεν ἦτορ. E.

376. ἐκ μέν τοι] ὁ μέν ἀντὶ τοῦ δή. ἐξερῶ δή σοι ἥτις ἐσσὶ θεάων. καὶ περιττὴ ἡ πρόθεσις. E.M.Q.

378. ἀθανάτους ἀλιτέσθαι] λείπει ἡ εἰς, ἀλλὰ ἔοικα ἡμαρτηκέ- ναι εἰς τοὺς θεούς. B.E.Q.

379. εἰπὲ] Ζηνόδοτος ἔειπε κακῶς· τὴν διαφορὰν γὰρ ἠγνόη- σεν. H.

[*](4. ἀντομένη om. E. Neque co- ἦε, sed ἠὲ acutoconsopito. BUTTM. dicis H. scriptura integra est. Nam De grammaticorum veterum præ- si Ζenodotus scripsit ἡ δέ μοι ἀντο- cepto ἢ (vel ἠέ)—ἦ (vel ἦε) scri- μένη, non potuit reliquam versus bendum esse v. Lehrs. Quæst. partem ἔπος φάτο φώνησέν τε ser- Epic. p. 53. vare, sed aliter scribere debuit, 19. προάγωμεν Friedlaender. de velut ἔπεα πτερόεντα προσηύδα, vel Nican. p. 36. προσάγωμεν E. ἔπεα πτερόεντʼ ἀγόρευεν, quod recte 21. γρ.] γράφε E. observavit Duentzer. p. 133. δέ τοι ἔνδοθεν] δʼ ἔνδοθεν E. Conf. 13. κεχαυνωμένος H. χαυνώμενος v. 467. ceteri. 23. πρόθεσις M. ὑπέρθεσις E.Q. 15. κοιμίζειν correxi pro κομίζειν. 26. εἰπὲ] εἶπε H. in textu, et in Hoc dicit, scribendum esse, non scholio Ζηνόδοτος εἰπέ, quod Ζηνόδοτος)
209

384. πωλεῖται] ἀντὶ τοῦ ἀναστρέφεται· κατὰ Ἀττικοὺς, ἐπι- φοιτᾷ. ἐξέτεινε δὲ τὸ ο μικρὸν διὰ τὸ μέτρον. B.E. καὶ ἐν Ἰλιάδι (δ, 231.) ἐπὶ τῆς αὐτῆς σημασίας τῇ λέξει χρῆται “πεζὸς ἐὼν ἐπι- πωλεῖται.” καὶ τὸ “δεῦρο” δὲ εἰς τοῦτον τὸν τόπον. E.Q.

γέρων ἅλιος νημερτής] ἠλληγόρηται παρὰ τῷ Ἡ ρακλείτῳ οὕτως· ὁ Πρωτεὺς ἄνθρωπος ἦν οἰκῶν κατὰ θάλασσαν, εἴτε πλησίον αὐτῆς εἴτε ἐν νήσῳ, χρώμενος μαντικῇ ἀπὸ τῶν ἐναλίων ζῴων, ὡς ἄλλοι ἀπὸ τῶν ὀνείρων καὶ ἄλλοι ἀπὸ τῶν ἱερείων. Εἰδοθέη δὲ γυνὴ καὶ αὐτὴ θνητὴ ὡς ἐκεῖνος, θυγάτηρ αὐτοῦ. καί τινές φασιν ὡς τεθνήκει πρὸ τοῦ τὸν Μενέλαον ἐκεῖσε ἰέναι. ἀλλʼ ὅμως εἰ καὶ αὐτὸς σωματικῶς οὐ παρῆν, ἀλλʼ ἦσαν αὐτῷ βίβλοι καὶ ἑρμηνεῖαι περὶ μαντείας, αἷς ἐχρήσατο ὡς ἐκείνῳ Μενέλαος, ἀναγκασθεὶς ὑπὸ τῶν ἀπουσιῶν τῶν ἀνέμων καὶ παντελοῦς ἀπνοίας. τινὲς δὲ καὶ ἀλληγορικῶς Πρωτέα τὴν ὕλην. ἄνευ γὰρ ὕλης φασὶ τὸν δημιουργὸν πάντα τὰ ὁρώμενα ⋇ ⋇ ⋇ ⋇ ὕλης δὲ τῆς μὴ φαινομένης ἡμῖν, ἐξ ἧς ἄνθρωποι, δένδρα, ὕδατα καὶ πάντα τἄλλα. Εἰδοθέη γὰρ τὸ εἶδος. ὕλη γὰρ ἀποτελεῖ εἶδος κατεργασθεῖσα. ἄλλοι δὲ Πρωτέα φασὶν ἀλληγορικῶς τὸν πρὸ τοῦ ἔαρος καιρὸν, μεθʼ ὃν ἄρχεται ἡ γῆ εἴδη ποιεῖν βοτανῶν καὶ γενῶν. ὁ δὲ Μενέλαος μὴ ὄντος καιροῦ ἐπιτηδείου πρὸς τὸ πλεῖν φθάσαντος τοῦ ἔαρος ἀπέπλευσε. τὸ δὲ Πρωτέως ὄνομα εἰς τὴν ἀλληγορίαν ἐπιτήδειον. E.M.

386. ὑποδμώς] ὁ ὑποτεταγμένος θεράπων τοῦ Ποσειδῶνος. ἔμ- φασιν γὰρ ἔχει ἡ ὑπό. E.Q. θεράπων ὁ ὑπείκων τῷ οἰκείῳ δεσπότῃ καὶ δαμαζόμενος. παρέλκει ἡ ὑπό, διαφυλάττει δὲ τὴν ὀξεῖαν. E.Q.

387. Ἐρώτησις. ἐκ ποίας διανοίας ἡ Εἰδοθέα ὁρμωμένη φησὶ πρὸς [*](ἔειπε scribendum fuisse patet ex v. P. 209, 5. ἠλληγόρητα ι— οὕτως 468. ubi in H. pariter, etsi omisso addidi ex M. Zenodoti nomine, annotatum γρ. Ἡρακλείτω] ἡρακλητῷ M. ἔειπε. Eustath. p. 1499, 50. τὸ 7. μαντικῇ Buttm. pro μάντῃ, “ἀλλὰ σύ πέρ μοι εἰπέ” ἔειπε γράφε- quod in μαντεία mutabat Maius. σθαι Ἡρακλείδης φησὶν, ὡς καὶ προγέ- 8. Εἰδοθέη] Sic, non Εἰδοθέα, hic γραπται ἐν τῇ A ῥαψηῳδίᾳ. Idem p. scholiasta etiam infra ad v. 437. 1410. extr. ubi de formis ἔργων et γυνὴ pro ἡ γυνή Buttm. ἐέργων dixit, addit καὶ τὸ “ἀλλὰ σύ 11. αὐτῷ] αὐτοῦ Maius. πέρ μοι ἔειπε” ἀντὶ τοῦ εἰπέ· ὃ καὶ ση- μαντείας] Fort. μαγείας. Vid. ad μείωσαι ὡς καινόν. τὰ πλείω γὰρ τῶν 403. BUTTM. Ὁμηρικῶν ἀντιγράφων “ἀλλὰ σύ πέρ 13. Πρωτέα] πρῶτα E. hic et infra. μοι εἰπέ” γράφουσιν. 14. τὴν ὕλην] Vid. infra p. 214, 20. P. 208, 26. τὴν διαφορὰν] Impe- ὁρώμενα] πεποιηκέναι addit Maius: rativi, cujus una forma est εἶπέ, et immo οὐ πεποιηκέναι, ni fallor. BUTT. indicativi, cujus duplex, εἶπε et ἔειπε. Indicavi lacunam.)

210
Μενέλαον τάδε “πωλεῖταί τις δεῦρο γέρων, τὸν δέ τʼ ἐμόν φασιν πατέῤ ἔμμεναι;” τὸ γὰρ “φασίν” ἀμφιβαλλούσης ἐστὶ καὶ διανο- ουμένης περὶ τοῦ πατρός. Ἀπόκρισις. τὰ μὲν περὶ τῶν μητέρων ἐκ γενέσεως ἱκανά φησιν Ὅμηρος ἔχειν τεκμήρια, τὸ δὲ τῶν πατέρων ἀδιόριστον εἶναι. ἔφη γάρ που (Od. α, 215.) “μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι.” ὅθεν καὶ Εὐριπίδης “ἀεὶ δὲ μήτηρ φιλότεκνος μᾶλλον πατρός· ἡ μὲν γὰρ αὐτῆς οἶδεν ὄνθ᾿, ὁ δʼ οἴεται.” M.

388. τὸν δʼ εἴπως σὺ] ἐπίτηδες αὐτὸν προδίδωσιν, ὅπως γνωστὸς παρὰ τοῖς ἀνθρώποις γένηται. E.Q.

λελαβέσθαι] ἀναδιπλασιασμὸς, ὡς τετυπέσθαι. E. γρ. δὲ λαβέ- σθαι. B.Q.

396. ἀλέηται] ἐκφύγῃ. ἀπὸ τοῦ ἀλέω τὸ ἐκφεύγω, καὶ πλεο- νασμῷ τοῦ υ ἀλεύω, ὡς τὸ χέω χεύω καὶ δέω δεύω. E.

399. τοιγὰρ ἐγὼν ἐρέω, σὺ δʼ ἐνὶ φρεσὶ βάλλεο σῇσι] ἢ οὕτως, τοιγὰρ ἐγώ τοι ταῦτα μάλʼ ἀτρεκέως ἀγορεύσω. M.P.

400. ἀμφιβεβήκει] δίχα Ἀρίσταρχος, ἀμφιβεβήκει. H. τὴν γῆν. πρὸς ταῦτα νοητέον τὸ ἀμφιβεβήκει. τινὲς γάρ φασι τὸν ἥλιον πολλῷ μείζονα τοῦ κόσμου. πῶς οὖν τὸ ἀμφιβαῖνον μεῖζόν ἐστι τοῦ ἀμφιβαινομένου; E.

402. φρικὶ] τῇ ἐπιγενομένῃ μελανίᾳ πόντῳ ἐκ τῆς ἐπιπολαίου κινήσεως τῶν ὑδάτων. V. φρίκην λέγουσι τὴν ἐπιγενομένην μελα- νίαν τῷ ὕδατι ἐν τῇ ἐπιπολαίῳ κινήσει τοῦ ὕδατος κατὰ τὰς ἀρχὰς τῶν ἀνέμων τοῦ πνεῖν. E.H. εἰς τὸ λανθάνειν συντελεῖ καὶ τὸ με- λαίνῃ φρικὶ καλυφθείς. φρῖκα δὲ λέγει τὴν ἐπιγενομένην κ. τ. λ. P.

403. ἀμφὶ δέ μιν φῶκαι] συνδιαιτᾶται γὰρ φώκαις ὁ Πρωτεὺς, διότι ἐπιτηδειότατον εἰς μαντείαν τῶν ἄλλων ἐναλίων τοῦτο τὸ ζῷον. E.

[*](3. ἐκ] τε M. sus legitur eademque scripturae di- 5. εἶναι Cobetus. οὖν M. versitas memoratur, quanquam non 6. ἀεὶ] αἰεὶ M. addito nomine Aristarchi, quem ta- 7. αὐτῆς οἶδεν ὄνθ’] οἶδεν αὐτῆς ὄντα men aliunde colligi potest formas M. Correxi ex schol. ad α, 215. plusquamperfecti in ειν terminatas 10. Addidi γρ. probasse. 12. ἀλέω Buttm. pro ἀλέγω. 18. οὖν] γοῦν E. 14. ἢ οὕτως M. γρ. P. 20. πόντῳ pro ἐν τῷ Lehrs. Arist. 15. ἀγορεύσω abscissum in P. p. 99- Scriptura sumta ex α, 179. 22. ἐπιπολαίῳ] ἐπιπολέῳ H. 16. Scholion non integrum. Du- 25. In V. est περὶ αὐτὸν δὲ φώ- plex in eo memorata fuit scrip- καις (corr. φῶκαι, αἷς) συνδιαιτᾶται ὁ tura, altera ἀμφιβεβήκει, altera haud Π. ἐπιτηδειότατον γὰρ τῶν ἐναλίων ζῴων dubie ἀμφιβεβήκειν, ut colligi potest τοῦτο εἰς μαγείαν. ex scholio Il. θ, 68. ubi idem ver-)
211

404. νέποδες] αἱ διὰ τοῦ νήχεσθαι τὴν πορείαν ποιούμεναι· ἢ ἄποδες. V. αἱ ἐστερημέναι τῶν ποδῶν, εἰ πρὸς τὰ μεγέθη τῶν σωμάτων αὐτῶν συγκρίνῃ τις. τὸ νέποδες ἀντὶ τοῦ σχεδὸν ἄποδες. σφόδρα οὖσαι μεγάλαι σμικροτάτους ἔχουσι πόδας. πρὸς ἀντιδιαστο- λὴν νῦν τῶν ἰχθύων ἀπόδων ὄντων τὸ νέποδες, ὡς τοῖς ποσὶ νηχόμεναι. E. βοσκήματα τῆς θαλάσσης. ὡς καὶ ἀλλαχοῦ “ἢ ἔτι μοι καὶ κῆτος ἐπισσεύῃ μέγα δαίμων, οἷά τε πολλὰ τρέφει κλυτὸς Ἀμφιτρίτη” (Od. ε, 421.). ἐπιτήδειον δὲ εἰς μαγείαν φώκη. P.Q. Καὶ ἄλλως. νέποδες ἢ ἄποδες, τοῖς ποσὶ νηχόμεναι. P.

καλῆς] ἤτοι τῆς εὐμόρφου, τῆς χρησίμου, ἀπὸ τοῦ ἐμπορεύεσθαι διʼ ἐκείνης καὶ ἔχειν τροφὰς τοὺς ἀνθρώπους. ἀλλὰ τὸ μὲν εὐμόρφου, εἰ Νηρηΐδα εἶπες τὴν Ἁλοσύδνην, τὴν Ἀμφιτρίτην καλουμένην· εἰ δὲ ἐπὶ θαλάσσης, τὸ καλῆς ἤτοι χρησίμου. E.

Ἁλοσύδνης] τῆς θαλάσσης, παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. V. ἐπι- θετικῶς τῆς Ἀμφιτρίτης, παρὰ τὸ ἐν ἁλὶ σεύεσθαι. E.H.P.

406. ὀδμήν] ἡ λέξις μέση, καὶ σημαίνει ποτὲ μὲν εὐωδίαν, ποτὲ δὲ δυσωδίαν. B.

410. ὀλοφώϊα] ἢ σκοτεινὰ καὶ ἀπόκρυφα, ἀπὸ τοῦ ἑλεῖν τὸ φῶς· ἢ ὀλέθρια, ἀπὸ τοῦ ὀλοὸν τὸ ὀλέθριον καὶ τοῦ φαίνω. B.

ὀλοφώια λέγονται τὰ ποιοῦντα πάτον καὶ ὄλεθρον, ἀπὸ τοῦ ὄλω τὸ φθείρω καὶ τοῦ φῶ τὸ λέγω. E. ὀλοὰ ποιήματα, ἢ ἀπόκρυφα, ὀλέ- θρια, ἢ δόλια. P.

411. ἀριθμήσει καὶ ἔπεισιν] πρωθύστερον. καταλάβῃ, ἐπέλθῃ. μέλλοντα νοητέον, παραχρᾶται γὰρ ταῖς λέξεσι. E.

412. πεμπάσσεται] κατὰ πεντάδας μετρήσῃ, ἀριθμήσῃ. πεμπά- ζειν γὰρ λέγεται τὸ κατὰ πεντάδας μετρεῖν. παρὰ δὲ τοῖς Δωριεῦσι πέμπε τὰ πέντε κατονομάζονται. E. κατὰ πέντε ἀριθμήσει. τὰ γὰρ πέντε πέμπε λέγουσιν Αἰολεῖς. P.Q.

413. λέξεται] ἀντὶ τοῦ κοιμηθήσεται, ἀπὸ τοῦ λέχους. B.Q.

415. καὶ τότʼ ἔπειτʼ ὔμμιν] διὰ τούτων δείκνυσιν ὁ ποιητὴς ὅτι οὐ δεῖ ποτε προχείρως χαρίζεσθαι καὶ ὠφελεῖν, ἀλλὰ δοκιμάσαντα. Q.

[*](4. σφόδρα] Malim σφόδρα γάρ. θετικῶς P. 6. ἢ ἔτι—ἐπισσεύῃ] ἠέτι—ἐπισ- 15. τῆς Ἀμφιτρίτης] ἀμφιτρίτη P. σεύει P. παρὰ τὸ] ἀπὸ τοῦ E. 8. μαγείαν] μάγον Q. 30. 31. Hoc scholion una cum 14. τὸ ἐν ἁλὶ σεύεσθαι] τὸ ἐν ἁλὶ lemmate suo apud Maium inter σύεσθαι Eustathius p. 1502, 33. scholia ad v. 456. legitur. ἐπιθετικῶς om. E. θαλάσσης ἐπι-)
212

415. ἔργον τε ἔπος τε] γρ. κάρτος τε βίη τε. P. Vind.

416. αὖθι δʼ ἔχειν] ἀντὶ τοῦ ἔχετε. P.Q. βραχὺ διασταλτέον ἐπὶ τὸ ἔχειν, πρὸς τὸ σαφέστερον. H.Q.

417. γιγνόμενος πειρήσεται] ἀντὶ τοῦ πειρώμενος γενήσεται. Q.

418. ἑρπετὰ] κυρίως μὲν οἱ ὄφεις, καταχρηστικῶς δὲ νῦν πάντα τὰ θηρία. V. νῦν καταχρηστικῶς τὰ ζῷα ἑρπετὰ λέγει. B.P.

θεσπιδαὲς] θεῖον, ἐκ θεοῦ πῖπτον, θείως καῖον, ἐκ τοῦ δαίω τὸ καίω. Q.

419. ὑμεῖς δʼ ἀστεμφέως ἐχέμεν] πάλιν ἀντὶ τοῦ ἔχετε. καὶ πιέζειν δὲ ὡς δικάζειν. φησὶ γοῦν “ἐπὶ μάστακα χειρὶ πίεζε” (287.). Ἀπίων μέντοι περισπᾶ· “χερσὶ στιβαρῇσι πιέζευν” (Od. μ, 174.). Q.

420. αὐτός] Ἀρίσταρχος, αὐτός. H.

421. ἴδησθε] γρ. ἴδηαι. M. rec.

423. εἴρεσθαι, ὡς φθείρεσθαι. ἔστι γὰρ ἐνεστῶτος καὶ παρατα- τικοῦ. P.

427. πόρφυρε κιόντι] ἐν βάθει τῆς διανοίας διενοεῖτο, ἐκινεῖτο, ἐταράσσετο, ὅπερ συμβαίνει ἐπὶ τῶν ὑδάτων ἃ ἐκ βάθους κινούμενα μελαίνεται. B.E.P.Q.V.

428. αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα] ὑποστικτέον εἰς τὸ θάλασσαν, καὶ ὁπλισάμεσθα, καὶ ἀμβροσίη νύξ. Q.

429. δόρπον] ἄριστον. τοῦ Ἀριστάρχου σημειοῦνται τινὲς ὅτι δόρπον τὸ δεῖπνον. H.

434. πεποίθεα] Ἰωνικόν. E. ἰθύν] ὁρμὴν, πρᾶξιν, ἐκ τοῦ ἰθύω τὸ πορεύομαι. B.E.Q.

436. φωκάων] τὰ δέρματα φώκας καλεῖ, ὡς βόας τὰς βύρσας. B.E.P.Q.

437. νεόδαρτα] τὰ γὰρ ξηρὰ οὐ συναρμόζονται τοῖς σώμασιν. E. πιθανῶς, ὑπὲρ τοῦ φαντασίαν ζώντων παρέχειν. P.Q.

δόλον δʼ ἐπεμήδετο] τὸν δόλον ἐνταῦθα αἴτιον τιμῆς μεγίστης μάλιστα νοητέον τῷ Πρωτεῖ παρὰ τῆς θυγατρὸς Εἰδοθέης. E.

[*](3. ἐπὶ] μετὰ H. 18. ὅπερ—μελαίνεται] ὥσπερ—τὰ πρὸς τὸ σ. om. Q. ἐκ—μελαίνεσθαι P. V. 6. λέγει] φησὶ P. 26 In P. hoc scholion adscrip- 7. πῖπτον] Fort. ἅπτον. BUTTM. tum versui 450. Aliquanto minus 13. Ἀρίσταρχος αὐτός] Nimirum inepte quam ad utrumque locum re- ob v. l. αὖτις, quæ est in Vindd. et ferretur hoc schol.ad 442. BUTTM. P. BUTTM.)
213

438. διαγλάψασα] διαγλύψασα, διακοιλάνασα, ἐκ τοῦ γλάφω. καὶ πῶς οὐκ εἶπε γράψασα; ἀλλὰ τὸ ρ ἐπὶ τραχυτήτων λαμβάνε- ται, οἷον τὸ μετὰ χαλκοῦ κονδύλου τοῖς πίναξι τῶν ζωγράφων ἐγξέειν καὶ γράφειν. ἔστι δὲ καὶ τὸ διὰ μέλανος γράφειν. ἡμεῖς γὰρ προσ- τιθέαμεν τῷ μέλανι γράφοντες, ἐκεῖνοι δὲ μᾶλλον ἀφαιροῦσιν ἀπὸ τοῦ ἐν πίνακι κειμένου εἴτε κηροῦ εἴτε ὀστράκου. τὸ γλάπτειν δὲ ἐπὶ τραφερῶν, οἷον ἐπὶ ψάμμου. B.E. διακοιλάνασα. πιθανῶς, ὑπὲρ τοῦ φαντασίαν ζώντων παρέχειν. Q.

441. κεῖθι δὴ αἰνότατος] αἱ πλείους “ἔνθα κεν αἰνότατος,” ὡς τὸ “ἔνθα κε λοιγὸς ἔην” (Il. θ, 130.). ἀντὶ τοῦ δυσχερέστατος. H.P.Q.

442. ὀλοώτατος ὀδμή] ὅμοιον τῷ “κλυτὸς Ἀμφιτρίτη” (Od. ε, 422.) καὶ “θερμὸς ἀϋτμή” καὶ “κλυτὸς Ἱπποδάμεια” (Il. β. 742.). P.

445. ἀμβροσίην] νῦν τὸ θεῖον καὶ εὐῶδες ἔλαιον. V. ἀλληγορι- κῶς ἀμβροσίην τὴν εὐελπιστίαν τοῦ ἀποτελέσματος. ὑπέμεινε γὰρ τὴν δυσωδίαν διὰ τὸ μέλλειν κατορθῶσαι τὸ ἑαυτοῦ συμφέρον. E.

447. ἠοίην] τὸν ἑωθινὸν καιρὸν τὸν ἀπὸ πρώτης ὥρας ἕως ἕκτης λέγει ἠοίην. B.E.H.P.Q. τὴν ἄχρι μεσημβρίας ὥραν. ἐπιφέρει γοῦν “ἔνδιος δʼ ὁ γέρων ἦλθεν.” P.

450. ἔνδιος] μεσημβρινός. τότε γὰρ ἄρχεται λοιπὸν ἐνδεῖν ἡ ἕλη, ὅ ἐστιν ἡ ἀκτὶς ἡλίου. V. μεσημβρινὸς, ἤτοι κατὰ τὴν μεσημ- βρίαν, ἐν ᾗ ἐνιδίουσιν ἤτοι ἱδροῦσιν, ἐνίδιός τις ὢν, καὶ ἐν συγκοπῇ ἔνδιος, ἤτοι βεβρεγμένος. B. κατὰ τὴν συνήθη ὥραν. μεσημβρινὸς, ἀπὸ τοῦ ἐνδεῖν καὶ ἐλλείπειν. αὔξεται γὰρ ἕως ἕκτης ὥρας, ἔκτοτε δὲ ἐλαττοῦται ἡ ἡμέρα. E. κατὰ τὴν συνήθη ὥραν. ἔστιν οὖν καὶ τοῦτο παίδευμα τοῦ Ὁμήρου, τὸν σοφὸν τεταγμένῃ τῇ διαίτῃ χρῆ- σθαι καὶ μὴ ἄλλοτε ἄλλῃ. Q.

451. λέκτο δʼ ἀριθμόν] ἐμέτρει τὸν ἀριθμὸν, κατηρίθμει. P.

[*](1. γλάφω Buttm. γλύφω E. νότατος.” Et revera in P. κενότατος. Sed in altero margine ad vocem γλάπτω B. 4. προστιθέαμεν (sc. τι) J. G. κεῖθι scriptum hoc tantum: γρ. ἔνθα. Schneider. ap. Buttm. προτιθέαμεν BUTTM. B.E. 12. θερμὸς ἀῦτμή] Ex Hymn. 7. τραφερῶν correxi pro τρυφερῶν. Merc. 110. Hesiod. Theog. 696. 9. κεν αἰνότατος] κʼ αἰνότατος Q. Cf. Od. μ, 369. ἡδὺς ἀῦτμή. BUTTM. Sed H. καινότατος. Porsonus: “Per 18. λέγει ἠοίην om. H. diphthongum αι duxerat ε, volens 26. τεταγμένῃ] ἀντιτεταγμένῃ Q. procul dubio refingere ἔνθα κεν αἰ- ἂν τεταγμένη Buttm.)
214

λέκτο δʼ ἀριθμόν, λέγε κήτεσι (452.), λέκτο καὶ αὐτός (453.)] ὅτι τῇ αὐτῇ λέξει παραλλήλως οὐκ ἐπὶ τοῦ αὐτοῦ σημαινομένου κέχρηται. P.Q.

456. ἀλλʼ ἤτοι πρώτιστα] οὐκ ἀληθῶς μετέβαλεν, ἀλλὰ φαντα- σίαν ἐποίει τέχνῃ μαγικῇ. ἐλήφθη δὲ ἐν δόλῳ οὐ προμαντευόμενος, οὐδὲ προεφεστηκὼς ἐπὶ τὰς μεθόδους τῆς μαντείας. V. λέων γένετʼ] οὐκ ἀληθῶς, ἀλλὰ κατὰ φαντασίαν. P.Q.

μάντις ὢν καὶ φρόνιμος ὁ Πρωτεὺς μερίζεται καὶ τρέπεται εἰς πολλὰ, εἰς λέοντα, καὶ εἰς τὰ τοιαῦτα διὰ δριμύτητος, καὶ διʼ ἄλλων ποικίλων τρόπων, θέλων ἰδεῖν εἰ ἔστιν ἄξιος τοῦ εὐεργετηθῆναι. ὁ δὲ ἔμεινεν ἀστεμφέως ἔχων ὁ Μενέλαος ἤτοι μειδιάσας. ἀλλʼ ἀνθρωπι- κῶς νοητέον. ὁ γὰρ θεὸς οἶδε καὶ οὐκ ἀγνοεῖ. E.

λέων γένετο] ὄπισθεν ἑρπετὰ εἶπε μόνον, καὶ νῦν λέοντα καὶ πάρ- δαλιν καὶ σῦν. καὶ μὴν αὐτὰ ἑρπετὰ οὐκ εἰσὶν, ἀλλʼ εἰπὼν “ὅσσʼ ἐπὶ γαῖαν” (417.) δηλοῖ ἀπὸ μέρους τὸ πᾶν. ἐν γὰρ τῇ γῇ καὶ ἑρ- πετὰ. οἷον δράκοντες καὶ ἄλλα ὅσα ἂν εἴπῃς. τὸ γὰρ “ὅσσʼ ἐπὶ γαῖαν” πάντα δηλοῖ καὶ ἑρπετὰ καὶ ἀλλοῖα. μάγος γὰρ ὢν καὶ ποι- κίλος ἐκ μαγειῶν ἐδοκίμαζεν αὐτὸν εἰ ἄξιός ἐστιν ἐλεηθῆναι. καὶ γὰρ οὐκ ἀληθῶς μετέβαλεν, ἀλλὰ φαντασίαν ἐποίει μαγικῇ τέχνῃ. E. Ἄλλως. ἀλληγορικῶς. ἡ ὕλη ἐγένετο πρὸ τῶν ἄλλων, καὶ ἐξ αὐτῆς ἔπειτα ἐγένετο ζῷα καὶ τὰ λοιπά. ἡ Εἰδοθέη δὲ εἰδωλοπλα- στήσασα πάντα, πρόνοια. διὰ μὲν γὰρ λέοντος ἐμπύρου ζῴου τὸν αἰθέρα δηλοῖ, διὰ δὲ τοῦ δράκοντος καὶ τῶν λοιπῶν ὡς αὐτοχθόνων τὴν γῆν· τὸ δὲ ὕδωρ προῦπτον· διὰ δὲ τοῦ δένδρου τὸν ἀέρα διὰ τὴν ἀπὸ γῆς τοῦ δένδρου μεταρσίαν ὁρμήν. E.

460. ὀλοφώϊα] ὀλέθρια καὶ πανοῦργα βουλεύματα. H.

461. ἀμειβόμενος] γρ. ἀνειρόμενος. P. ἀνειρόμενος, ἡ γραφή. H

462. συμφράσσατο] γρ. ἐφράσσατο. H. βουλὰς] γρ. βουλήν. P.

ἐν ἤθει λέγεται ὥσπερ ἐξελέγχοντος τὴν θυγατέρα. διὸ καὶ ὁ Μενέλαος, “οἶσθα, γέρον.” P.Q.

465. τὸ ἑξῆς, οἶσθα ὡς δὴ δηθὰ ἐν νήσῳ ἐρύκομαι, τὰ δὲ ἄλλα διὰ μέσου. P.Q.T.

[*](2. παραλλήλως] Cf. schol. Il. ν, 276. Heracliti Alleg. Hom. c. 66. BUTT. 6. προεφεστηκὼς] προεφθακὼς cod. ἡ ὕλη—] Conf. schol. ad 384. Barnes. 30 γέρον] γέρων P. μαντείας] μαγείας Buttm. 31. διὰ] ὡς διὰ Q. 20. ἀλληγορικῶς] Excerpta hæc ex 32. μέσου T. μέσου διορθωτέον P.Q.)
215

ἐρεείνεις] γρ. ἀγορεύεις. H. Ἀρίσταρχος, ἐρεείνεις, γράφει, οὐκ ἀγορεύεις. P.

468. γρ. ἔειπε, θεοὶ δότε. H.

472. ἀλλὰ μάλʼ ὤφελλες] Ὁμηρικὸν τὸ ἀπὸ συνδέσμου ἄρχεσθαι. P. Q.

473. βραχὺ διασταλτέον πρὸς τὸ καλά διὰ τὸ σαφέστερον. P.

474. πόντον] ἰστέον ὅτι δύο σημαίνει, τὸν ποταμὸν τὸ ῥεῖθρον, καὶ τὸν ἐπιστατοῦντα δαίμονα, ὡς εἶπον οἱ θεολόγοι. E.

476. οἶκον ἐς ὑψόροφον] γρ. ἐϋκτίμενον. P.

477. Αἰγύπτοιο] ὁ γὰρ Νεῖλος πρότερον Αἴγυπτος ἐκαλεῖτο. E.V. ὅτι τὸν Νεῖλον Αἴγυπτον ὀνομάζει. ὁ δὲ Ἡσίοδος ὡς ὢν νεώτερος Νεῖλον αὐτὸν οἶδεν ἤδη καλούμενον. H.M.P.Q.T.

διιπετέος] τοῦ ἐξ ἀέρος ἀρδευομένου ἢ πίπτοντος. E. τοῦ ὑπὸ Διὸς πληρουμένου. οἱ δὲ, διαπεπετασμένου καὶ μεγάλου. οἱ δὲ, διαφανοῦς. B. πολλῶν λεγομένων περὶ τῆς τοῦ Νείλου ἀναβά- σεως πρῶτος Ὅμηρος τὴν ἀληθεστάτην αἰτίαν εἶπε διιπετῆ προσ- αγορεύσας αὐτὸν, διότι πληροῦται ἐκ τῶν ἐν Αἰθιοπίᾳ γινομέ- νων ἀδιαλείπτων τοῦ θέρους καὶ σφοδρῶν ὑετῶν, ὡς καὶ Ἀρι- στοτέλης καὶ Εὔδοξος, πεπύσθαι ταῦτα φάσκοντες ἀπὸ τῶν ἐν Αἰγύπτῳ ἱερέων. ὁ δὲ Ἡσίοδος ὡς μεταγενέστερος Νεῖλον καλεῖ. E.H.P.Q.T.

Αἰγύπτοιο διιπετέος] θαυμάσαι τις ἂν πῶς τὸν ποταμὸν τοῦτον διιπετῆ εἴρηκεν. διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγὰς καὶ κατὰ τοὺς Αἰγυπτίους οὐρανόθεν ῥεῖν. πρῶτον μὲν καὶ τὸν Σπερχειὸν διιπετῆ λέ- γει, “υἱὸς Σπερχειοῖο διιπετέος ποταμοῖο” (Il. π, 174.). καὶ τὸν πρὸς τῇ Φαιάκων γῇ “ἐγὼ δʼ ἀπάνευθε διιπετέος ποταμοῖο” (Od. η, 284.). καὶ ἁπλῶς δὲ πάντας διιπετεῖς ἐν παραβολῇ λέγει, “ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο βέβρυχεν μέγα κῦμα” (ll.ρ,263.) διι- [*](1. ἐρεείνεις] Sic H.M. in textu. 18. τοῦ θέρους et ὡς —καλεῖ om. T. 3. ἔειπε] Vid. ad schol. v. 379. 19. φάσκοντες] φάσκων H. δότε] librarii error pro δέ τε. 20. ἱερέων Eustath. ἱερῶν E.P.Q. 4. Ὁμηρικὸν] ἑλληνικὸν Q. ὁ δὲ Ἡσίοδος—Νεῖλον καλεῖ om. E. 11. ὅτι τὸν N.] τὸν δὲ ν. T. qui 22. θαυμάσαι scripsi pro θαυμάσῃ. hoc scholion habet post p. 216, 21. 23. εἴρηκεν] εἰρῆσθαι H. ὡς ὢν M. ὡς ἃν H. ὡσὰν P. Q. διὰ τὸ—οὐρανόθεν ῥεῖν om. H. 24. ῥεῖν] Adde τοῦτο δὲ ψεῦδος ex οἶλεν ἤδς H.P. οἶδε Q.T., omisso b. 216. 12. πρῶτον—μέγα κῦμα om. E. 17. ἐκ P.T. et Eustath. p. 1505. 25. καὶ—ἀπ. δ. π. addidi ex H. 60. ἀπὸ E.Q.)

216
πετεῖς οὖν τοὺς ποταμοὺς λέγει τοὺς ἐκ Διὸς γεγενημένους. τῷ γὰρ πεσεῖν ἀντὶ τοῦ γενέσθαι χρῆται, ὥσπερ τῷ “ὅστις ἐπʼ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικός” (Il. τ, 110.). ἀλλαχοῦ δὲ ἔφη ἀντὶ τοῦ διιπετοῦς, “Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς” (Il. ξ, 434.) τοῦτο δὲ ὅτι φύσει οἱ ποταμοὶ ἐκ Διὸς πληροῦνται, ὥς που ἔφη “καί σφιν Διὸς ὄμβρος ἀέξει” (Od. ι, 111.). οἴῳ λόγῳ καὶ τὰς νύμφας Διὸς θυγατέρας λέγει, “νύμφαι κρηναῖαι, κοῦραι Διός” (Od. ρ, 240.). ἔτι “νύμφαι ὀρεστιάδες, κοῦραι Διός,” ἐπειδὴ καὶ τὰ ἐν τοῖς ὄρεσι φυτὰ τῷ τοῦ Διὸς ὕδατι τρέφεται. Ζηνόδοτος δὲ διιπετῆ τὸν διαυγῆ ἀποδίδωσι. διὰ τοῦτο καὶ γράφει διειπετέος διὰ τῆς ει διφθόγ- γου. E.H.Q. τινὲς διιπετῆ, ἐπεὶ καὶ Αἰγύπτιοί φασιν οὐρανόθεν ῥεῖν τὸν Αἴγυπτον. τοῦτο δὲ ψεῦδος. φησὶ γὰρ “υἱὸς Σπερχειοῖο διιπετέος ποταμοίο.” οὕτως οὖν αὐτοὺς καλεῖ ὡς διογενεῖς τινας ὄν- τας, τῷ πεσεῖν ἀντὶ τοῦ γεννηθῆναι χρώμενος, ὥσπερ τῷ “ὅστις ἐπʼ ἤματι τῷδε πέσῃ παρὰ ποσσὶ γυναικός” (Il. τ, 110.). H.Q.T. διι- πετῆ εἶπε διὰ τὸ ἀφανεῖς ἔχειν τὰς πηγάς. τοῦτο δὲ ψεῦδος. φησὶ γὰρ, “υἱὸς Σπερχειοῦ διιπετέος ποταμοῖο.” καὶ οὕτως καλεῖ πάντας διιπετεῖς ἐν παραβολῇ, “ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποτα- μοῖο.” καλεῖ δὲ καὶ ὡς διογενεῖς τινας ὄντας, τῷ πεσεῖν ἀντὶ τοῦ γεννηθῆναι χρώμενος. P. τὸ δὲ ὅλον ἐπεὶ τῷ ὑετῷ πληροῦνται. καὶ νύμφαι κοῦραι Διός. H.P.T.

481. κατεκλάσθη φίλον ἦτορ] ἐλυπήθη. πάθος γὰρ ψυχῆς ἡ λύπη. B.P.Q.

484. ἀλλὰ καὶ ὥς μιν ἔπεσσιν] γρ. ἀλλὰ καὶ ὣς μύθοισιν. M.

485. τελέω] τελέσω, ἐνεστὼς ἀντὶ μέλλοντος. E.

486. κατάλεξον] γρ. ἀγόρευσον. H.P.

487. εἰ πάντες σὺν νηυσὶν] ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγνω- στέον, ἵνʼ ὁ πρότερος σύνδεσμος ἀντὶ τοῦ ἆρα διαπορητικοῦ κέηται. ἢ συναπτέον, ἵνα ὁ σύνδεσμος ἀντὶ συναπτικοῦ κέηται τοῦ εἰ. Q. περὶ τῶν ἅμα Ἀγαμέμνονι ἀπομεινάντων, ὧν ἦν καὶ Ὀδυσσεὺς ἐξ ὑποστροφῆς. τὸ γὰρ περὶ πάντων πυνθάνεσθαι ἀφορμὴν ταυτολογίας [*](1. τοὺς π. λέγει] λέγει τοὺς π. H. 14. χρώμενος] χρωμένων H. Conf. 2. ὥσπερ τῷ addidi ex H. Cf.l.14. l. 2. et 20. 8. ἔτι—κοῦραι Διός addidi ex H. ὥσπερ τῷ] ὥσπερ τὸ H.Q., om. T. 9. Ζηνόδοτος] ζηνόδωρος E. 28. δ. κέηται] δ. κέοιτο Q. 10. ἀποδίδωσι] ἐκδίδωσι H. 29. ἵνα ὁ ἤ] ἵνα ὁ Q. Correxit 13. οὕτως οὖν H.T. οὖτως οὖν οὕτως Q. Friedlaender. de Nicanore p. 32. ὡς διογενεῖς scripsi pro διογενεῖς ὥς ἅμα addidi ex H. (ὥς om. T.) hoc loco et l. 19.)

217
παρεῖχε τῷ Πρωτεῖ ἄνωθεν τοῦ νόστου ἐπεξιόντι, ἅπερ φθάνει διηγη- σάμενος ὁ Νέστωρ. καὶ τὸ μὲν ὅλον διὰ τὸν ἀδελφὸν πυνθάνεται δε- διὼς ὅτι κατέλιπεν αὐτὸν ἐν Τροίᾳ, διὰ δὲ τὸ νεμεσητὸν κοινοποιεῖται τὸν λόγον. H.Q.

489. ὀλέθρῳ ἀδευκέϊ] ἀδοκεῖ, ἀπροσδοκήτῳ, ἀπὸ τοῦ δεύχω τὸ δέχομαι. ἢ πικρῷ, ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ γλεύκους. B.E.

490. τολύπευσεν] ἐμηχανήσατο. μετὰ κακοπαθείας ποιηθέν. το- λυπεύειν ἐργάζεσθαι, τολύπη ἡ ἐργασία, τολυπευτὸν κατασκευαστὸν καὶ πεφιλοκαλημένον ἔριον. V. τολύπη, εἶδος βοτάνης. μεταφο- ρικῶς δὲ καὶ τὴν ἐρίων τῶν ἤδη κατειργασμένων εἴλησιν τολύπην λέγο- μεν. τολύπευσε γοῦν ἤτοι κατειργάσατο, ὑπέμεινεν, ἢ ἐξέφυγεν. E.

494. ἐπεί κʼ εὖ πάντα] γρ. ἐπὴν εὖ πάντα. H.

495. δάμεν] οὕτως αἱ Ἀριστάρχου. αἱ κοινότεραι θάνον. H.

496. ἀρχοὶ δʼ αὖ δύο] τὸν Αἴαντα τὸν Λοκρὸν λέγει καὶ τὸν Ἀγαμέμνονα. καὶ γὰρ αὐτὸς οὐδέπω εἰς τὴν αὐτοῦ παρῆν οἰκίαν. H.V. Αἴας ὁ Λοκρὸς καὶ Ἀγαμέμνον. ἀμφοτέρους δὲ ἐν νόστῳ ἀπολέσθαι φησὶ, παρόσον καὶ Ἀγαμέμνων ἀγροῦ ἐπʼ ἐσχατιῆς ἀπώ- λετο, οὐ φθάσας οἴκαδε ἀνελθεῖν καὶ τοὺς φίλους ἰδεῖν καὶ συγγενεῖς. διὸ καὶ ἐν νόστῳ ἀπώλετο, ἤτοι ἅμα τῷ νοστῆσαι. E.Q.T.

497. μάχῃ] τὸ “μάχῃ δέ τε καὶ σὺ παρῆσθα,” τάχα ὁ Πρωτεύς φησι πρὸς τὸν Μενέλαον. ὁ δʼ Ὅμηρος πρὸς τὸν ἀκροατὴν, ἐδι- δάχθης, φησὶν, ἐν τῇ Ἰλιάδι τίνες ἀπώλοντο, καὶ διὰ τοῦτο οὐδὲ θέλει αὐτοὺς πάλιν ἀπαριθμεῖν. E.

παρῆσθα] γρ. παρῆας. ἦν ἔα ἦα παρῆα καὶ παρῆας. H.

498. εἷς δʼ ἔτι—] Ζηνόδοτος τοῦτον περιγράφει. ἀναγκαῖον δὲ καὶ αὐτὸν εἶναι διὰ τὸ λέγειν ὕστερον (551.) Μενέλαον “σὺ δὲ τρίτον ἄνδῤ ὀνόμαζε.” H.

. Αἴας μὲν] ἡ διάθεσις τοῦ μύθου ὠφέλιμος τοῖς νέοις, ὅτι [*](1. τοῦ] Fort. τὰ τοῦ vel περὶ τοῦ. 22. ὁ δὲ Ὅμηρος—ἀπαριθμεῖν] Si. 5. ἀδοκεῖ, ἀπρ. habet etiam T. milis observatio Eustathiip. 1507,4. 13. ἐπὴν εὖ] εὖ om. H. 26. περιγράφει correxi pro ὂς γρά- 16. αὐτὸς] αὐτοὶ H. οὖτος Buttm. φει, quod est apud Cramerum: nisi 18. ἀπολέσθαι Buttm. pro ἀπολέ- quis οὐ γράφει malit cum Duentzero σαι. Zenod. p. 13. φησὶ T. φασὶ E.Q. 27. εἶναι] Excidit verbum a quo ἀπώλετο om. E.Q. pendet infinitivus, nisi ἀναγκαῖον pro 19."ἀνελθεῖν:—T. ἀναγκαῖόν ἐστιν accipiendum.)

218
ἐφ᾿ ἑνὶ ἁμαρτήματι ἐσώθη ἂν ὁ Αἴας διὰ τὴν τῶν θεῶν φιλανθρωπίαν. εἰ μὴ καὶ ἄλλο προσέθηκεν. P.Q.

500. γυρῇσιν] πέτραις πλησίον Μυκόνου τῆς νήσου οὕτως καλου- μέναις, ἐπεί εἰσι περιφερεῖς. V. στρογγύλαις πέτραις, ἐξ οὗ καὶ γυρὸς ὁ κυρτὸς, διὰ τὸ δοκεῖν κυκλοῦσθαι. B. γυραὶ πέτραι εἰσὶ περὶ τὴν Μύκονον πλησίον, Μύκονος δὲ καὶ Νάξος τῶν Κυκλάδων νήσων. H.P.Q. γυραὶ πέτραι εἰσὶν ἢ αἱ μεγάλαι πέτραι αἱ ἐξέ- χονσαι τῆς θαλάσσης, αἱ λεγόμεναι χοιράδες. T.

ἐπέλασσε] γρ. ἐδάμασσε. H.P.

504. λαῖτμα] τὸ κῦμα, παρὰ τὸ λίαν ἀΐσσειν. T.

505. τοῦ δὲ Ποσειδάων μεγάλʼ ἔκλυεν αὐδήσαντος] οὐκ ἔστι, μεγάλα ἔκλυεν, ἀλλὰ, μεγάλα αὐδήσαντος, τουτέστιν ὑπερήφανα εἰπόντος, ὡς καὶ ἐν ἄλλοις ὑψαγόρην καλεῖ τὸν Τηλέμαχον “Τηλέ- μαχʼ ὑψαγόρη μένος ἄσχετε” (β, 85.). καὶ παραινεῖ μὴ μεγαλί- ζεσθαι θυμῷ μηδὲ ἑαυτὸν ἐπαίρειν. E.H.Q.T. μεγαλορρημονήσαντος. τίς οὖν ὁ ὑπερήφανος λόγος; “φῆ ῥʼ ἀέκητι θεῶν.” Q.T.

506. ἑλῶν χερσὶ] ἀντὶ τοῦ εὐτρεπισθεὶς εἰς τὸ πλῆξαι. H.

507. ἀπὸ δʼ ἔσχισε ναὐτήν] Ἀττικῶς· πᾶν ἀπέσχισε τῆς πέτρας τὸ μέρος ᾧ ἐκάθητο ὁ Αἴας. H. ἀπʼ αὐτῆς δέ τι ἔσχισεν, ὅ ἐστι μέρος αὐτῆς κατέβαλεν εἰς τὴν θάλασσαν. E.P.T.

508. μεῖνε] γρ. μίμνε. H.

τρύφος] ἀπόκομμα. γίνεται δὲ ἐκ τοῦ θρύπτω, ἢ ἐκ τοῦ ἔτρυφον δευτέρου ἀορίστου. E.

511. ὣς ὁ μὲν ἔνθʼ] ἐν οὐδεμιᾷ ἐφέρετο. καὶ λίαν γάρ ἐστιν εὐτε- λής. θαυμάσαιμεν δʼ ἂν πῶς παρέλαθε τὸν Ἀρίσταρχον ὀβελίσαι αὐτόν. H.P.

514. Μαλειάων] ἀλλαχοῦ δὲ ἑνικῶς “περιγνάμπτοντα Μάλειαν” (ι, 80.). P.

[*](6. τὴν Μύκονον] τὴν μήκονον H.P. γος . . . . . ἀέκητι θεῶν φυγέειν μέγα τὴν μήκωνα Q. λαῖτμα θαλάσσης. ἀπʼ αὐτῆς δέ τι ἔσχι- πλησίον Μύκονος δὲ καὶ Νάξος] Sic σεν, ὅ ἐστι μέρος αὐτῆς κατέβαλεν εἰς H.P., nisi quod μήκονος. πλησίον μή- θάλασσαν. τοῦ Πορφυρίου:— κωνος καὶ νάξου Q. πλησίον delendum. 13. εἰπόντος H. λέγοντος E.Q. 7. ἢ delendum, nisi alia inter- 15. μηδὲ] μὴ H. pretatio excidit. 16. ὁ om. Q. 10. Addidi παρὰ τό. 24. οὐδεμιᾷ] οὐδεμιᾷ ἐκδόσει Eu- 11. In T. praecedit τὸ δὲ ποσειδάων stath. p. 1506, 40. —αὐδήσαντος οὐκ ἔστι μάλ᾿ ἔκλυεν, ἀλ- 25. Verba ὀβελίσαι (δʼ addit P.) λὰ μεγάλα αὐδήσαντος, μεγαλορημονή- αὐτόν huc retuli cum Eustathio. In σαντος ἔκλυεν. τίς οὖν ὁ ὑπερήφαντος λό. H.P. adscripta versui 515.)
219

516. βαρέα] γρ. μεγάλα. E.

517. Ἄνδρων τὴν Θυέστου οἴκησιν περὶ Κύθηρα ὑφίσταται. H.P.

519. καὶ κεῖθεν] ἐκ πλήρους ὁ καί. P.

521. πατρίδος αἴης] σημειοῦνταί τινες ὅτι ἐπὶ τῆς ὅλης χώρας νῦν τέθεικε τὴν πατρίδα, οὐκ ἐπὶ τῆς πόλεως. P.Q.

522. καὶ κύνει] προσεκύνει. B.V. ἁπτόμενος ἐφίλει. ἔθος εἶχον οἱ ἀποδημοῦντες τῆς πατρίδος, ὅταν ἐνδημήσωσι, κυνεῖν αὐτὴν καὶ κατασπάζεσθαι. E.

523. δάκρυα θερμὰ χέοντʼ] ἤτοι περιχαρῆ, χαρᾶς ἐκλυόμενα τοῦ σώματος ἐπὶ τῆς ἡδονῆς. E.

527. παριὼν] τινὲς, παρεών. H.P. νῦν δὲ ἐγκλιτική ἐστιν ἡ ἑ. P. μνήσαιτο δὲ θούριδος ἀλκῆς] μνησθείη ὁ Ἀγαμέμνων τοῦ φονεῦ- σαι τὸν Αἴγισθον. P.Q.

532. βῆ καλέων] ὑπαντήσων αὐτῷ ἐξῆλθεν εἰς τὸν αἰγιαλὸν, ὡς δὴ τιμήσων αὐτόν. B.E.P.Q.T.

534. στικτέον εἰς τὸ ἀνήγαγε. P.

535. δειπνίσσας] δεῖπνον ποιήσας ἐκείνῳ. δειπνῶ γὰρ δειπνήσω ἐγὼ, δειπνίζω δὲ ἕτερον. B. βραχὺ διασταλτέον εἰς τὸ δειπνήσας. P. ἀριστήσας κατέκτανεν ὡς βοῦν ἐπὶ φάτνῃ. P.T.

ἔοικεν ὡς τρυφητοῦ κατηγορεῖν τοῦ Ἀγαμέμνονος καὶ μεθύσου καὶ διὰ τοῦτο ἀγνοοῦντος καὶ τὴν αὐτοῦ ἐπιβουλὴν ὡς μεμεθυσμένου. ἀλλʼ οὐκ ἔστι τοῦτο. ἐθάρρει γὰρ καὶ τὸν δόλον οὐκ ἐνόησεν. εἰ δὲ καὶ βοῦν εἶπεν, ἀλλʼ οὐ πρὸς ὕβριν αὐτοῦ εἶπεν, ἀλλὰ μᾶλλον τὴν ἀνδρείαν αὐτοῦ ἐδήλωσε. κατεκτάνθη γὰρ καθήμενος ἐπὶ τῆς τρα- πέζης καὶ ἐσθίων, ὡς ὅταν μὲν βοῦς στερρὸς καὶ δυνατὸς ᾖ, σφαγῇ δὲ ὅμως ἐν φάτνῃ δεδεμένος καὶ ἀγνοῶν τὴν ἑαυτοῦ ἐπιβουλήν. E.

537. οὐδέ τις Αἰγίσθου] τοῦτο εἰς σύστασιν τοῦ ἥρωος, ὅτι καὶ πλειόνων ὄντων τῶν ἐπιθεμένων καὶ ἐνόπλων οὐδεὶς περιεσώθη, ἐπειδὴ ἅπαξ ἤσθετο τῆς ἐπιθέσεως γινομένης. P.Q.

539. οὐδέ μοι ἦτορ] γρ. οὐδέ νύ μοι κῆρ. H.

[*](1. βαρέα] Sic etiam M. in textu. κεῖθεν scribendum esse. Vid. ad γρ.] γράφε E. α, 77. 2. Ἄνδρων] ἀνδρῶν H.P. 6. προσεκύνει] γράφε (i.e. γράφεται) τὴν θυέστου H. τοῦ θυέστου τὴν P. præfixum in B., ut sæmpe glossema- Κύθηρα Eustath. p.1507, 44. κύ- tis. Vid. ad β, 334. θηραν H.P. 14. ὑπκντήσων αὐτῷ—τιμήσων] ἀ- 3. ἐκ πλήρους ὁ καί] Hoc dicit παντήσων αὐτὸν—τιμῶν T. scholiasta, non κἀκεῖθεν, sed καὶ 22. οὐκ addidit Maius.)
220

541. ἀνθρωπίνως εἶξε τῇ ἐπιθυμίᾳ αὐτοῦ καὶ παρέσχε καιρὸν ἀπο- κλαῦσαι τὸν ἀδελφόν. P.Q.

542. γέρων ἅλιος νημερτής] δῆλον ὡς ὁ Πρωτεὺς μάντις ἄνθρω- πος ἦν· εἰ γὰρ ἦν δαιμόνιον, παντελῶς ἂν ὑπεχώρησε. τῷ μύθῳ δὲ δοτέον τοῦτο ὅτι θεὸς ἦν. E.

543. ἀσκελὲς αἰεί] ἀμετακινήτως, ἀμεταμελήτως, ἀμετατρέπτως, ἀδιαλείπτως καὶ συνεχῶς. E.

αἰεί] γρ. οὕτω. Q.

545. πείρα] βαρυτόνως καὶ χωρὶς τοῦ ι. προστακτικὸν γάρ ἐστιν. P.T. σπούδαζε, ἀγωνίζου. παῤ ἡμῖν μὲν τὸ πειρᾶν ἐπὶ τοῦ τὴν ἐρωμένην βιάζεσθαι, παῤ Ὁμήρῳ δὲ οὐχ οὕτως. E. πειρῶμαι τὸ ἀπόπειραν ποιῶ, παθητικὸν, πειρῶ δὲ τὸ συνεύω ἐνεργητικόν. E.

546. ἤ κεν Ὀρέστης] διαζευκτικοί εἰσιν οἱ δύο σύνδεσμοι. διὸ ὁ μὲν πρῶτος βαρεῖαν δέχεται, ὁ δὲ δεύτερος διὰ τὸν κέν ἐγκλιτικὸν ὄντα τηρεῖ τὴν ὀξεῖαν. Q.

547. ὑποφθάμενος] ἀντὶ τοῦ προφθάσας. ἄλλως γὰρ παρὰ τοὺς Ἀθηναίους οὐκ ἐλέγετο. E.

τάφου] τοῦ δείπνου τοῦ ἐν τῇ ταφῇ. B.T.

ἀντιβολήσαις] ἀντιβολῆσαι παῤ ἡμῖν τὸ παρακαλέσαι λέγεται, ἐκ τοῦ ἄντα καὶ ἔμπροσθεν τῶν ποδῶν βάλλειν ἑαυτόν. νῦν δὲ ἐκ τοῦ ἀντί καὶ ἐξεναντίας τοῦ σκοποῦ βάλλειν. παῤ ἡμῖν μὲν καὶ ἁπλῶς παντὸς τοῦ σκοπουμένου, εἴτε καλοῦ εἴτε φαύλου, ὡς καὶ νῦν τοῦ ἐλ- πιζομένου. E.

549. αὖτις ἐνὶ στήθεσσι] ὡς καὶ ἐν τοῖς κακοῖς παραμυθίαν φέρει τὸ μὴ ἀτιμωρήτους γενέσθαι τοὺς ἄρξαντας τῶν ἀτυχημάτων. P.Q.

553. ἠὲ θανών] ἐν ἁπάσαις ἠθετεῖτο. τοῦ γὰρ Πρωτέως εἰπόν- τος “δύο μοῦνοι ἀπόλοντο” (496.) γελοίως τρίτον ζητεῖ ἀπολόμενον. H.P.Q.

[*](1. Hoc scholion v. 546. adscri- referri, propterea quod sæpe nulla ptum in Q. textus verba iis præponuntur, sæpe 8. γρ.] γράφε Q. in longe distanti paginæ parte dis- 12. συνεύω] συνεύνω E. De verbo tant. Scholion quod nunc in mar- συνεύω vid. Oudendorp. ad Thom. M. gine positum est ad α, 386. circiter, p. 700. pertinet ad 328.” Eadem plane 26. Sola conjectura ad hunc ver- nobis sæpe usu venerunt in cod. sum scholium hoc retulit Porsonus Pal. et, ut augurari possum, Maio cum hac nota: “Notandum est, etiam in suis. Et hoc quidem scho- non semper pari cum fiducia mar- lium in Pal. positum est e regione ginales notas ad loca sua a me versus 550. BUTTM.)
221

καὶ ἀχνύμενός περ] παιδευτικῶς ὁ ποιητὴς, μὴ ὑπὸ λύπης ἐκ- κρούεσθαι τῶν μαθημάτων. P.

555. Λαέρτεω] Ἰωνικόν. Λαέρταο ἡ εὐθεῖα Βοιωτικόν. E.

Ἰθάκῃ ἐνὶ οἰκία ναίων] ἀπὸ κοινοῦ τὸ κατερύκεται εὐρέϊ πόντῳ. P.Q. στικτέον εἰς τὸ τέλος τοῦ στίχου. P.

556. ἐν νήσῳ] δῆλον κἀκ τούτου ὅτι ἐξῴκισται ἡ νῆσος. ἐπεὶ τί ἐκώλυε τὸν Μενέλαον οὕτως ἔχοντα περὶ τὸν Ὀδυσσέα ὡς καὶ πόλιν ὅλην χαρίσασθαι ἐθέλειν ναῦν πέμψαι καὶ σῶσαι τὸν φίλον; B.P.Q.T.

563. ἀλλά σʼ ἐς Ἠλύσιον πεδίον] ἐκ τοῦ λύω. λύονται γὰρ τῶν βιωτικῶν δεσμῶν οἱ ἀπελθόντες ἐκεῖ. καὶ κατὰ πλεονασμὸν τοῦ η Ἠλύσιον. E. τὸ τῶν ἡρώων ἐνδιαίτημα ἦν κεκλημένον ἀπὸ Ἠλυσίου τοῦ Ἐλευθερίου, εὐσεβεστάτου γενομένου. ἢ παρὰ τὸ ἄλυτα ἐν αὐτῷ μένειν τὰ σώματα. ὁ δὲ τόπος ἐν ταῖς καλουμέναις Μακάρων νή- σοις, ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης. E.V. τὸ Ἠλύσιον πεδίον οἱ νεώ- τεροι Μακάρων εἰρήκασι νήσους. P.Q.T.

Ἠλύσιον πεδίον] παρὰ τὸ λύσιν εἶναι τῶν κακῶν, ἢ παρὰ τὸ τοὺς λυσσῶντας ὀνεῖσθαι. ἔστι δὲ εἶδος βοτάνης ἐν ταῖς ὁδοῖς φυομένη, πορφύρεα ἔχουσα φύλλα. T.

Ἀπίων διὰ πολλῶν κατασκευάζει τὴν περὶ Κάνωβον καὶ Ζεφύριον πεδιάδα Ἠλύσιον εἰρῆσθαι ἀπὸ τῆς Νείλου ἰλύος. πέρατα δὲ γῆς, τῆς Αἰγυπτίας· ἐπὶ θαλάσσῃ γὰρ κεῖται. οἷον καὶ τὸ Αἰσχύλου “ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός.” κινεῖσθαι δὲ αὐτὸν οἶμαι διὰ τὸ Μενελάου τὴν χώραν ἅπασαν ἐκείνην καλεῖσθαι, ἡ καὶ ὁ Με- νελαΐτης νομός παράκειται. H.Q.

564. ἀθάνατοι πέμψουσιν] οὕνεκα ἔχεις Ἑλένην (569.), οὕτω τὸ ἐξῆς. P.

567. ἀλλʼ αἰεὶ ζεφύροιο] δοκεῖ καὶ τοῦτο φυσικῶς εἰρηκέναι Ὅμη- [*](7. τὸν alterum et ὡς addidi ex T. 19. τὴν περὶ H. et Eustath. τὸ Ὀδυσσέα] ὁδυσσέως P. περὶ Q. 12. Ἐλευθερίου] Sic Mediol. ex καὶ Ζεφύριον scripsi ex Eustath. cod. E. Schol. Vulg. et MS. Bar- Aberat καί. nesii Ἐλευθήρου. In Schreveliana 20. πεδιάδα Eustath. et fortasse Ἐλευθῆρος, quod servavit Barnesius H. πεδίον Q. ob Eleutherem Apollinis filium ἀπὸ τῆς Νείλου ἰλύος] παρὰ τὴν τοῦ Pausaniæ memoratum. BUTTM. Νείλου ἰλὺν Eustath. Apud Eustath. p. 1509, 29. τινὲς δὲ 21. Αἰσχύλου] Prometh. 852. ἀπό τινος Ἠλυσίου εὐσεβεστάτου ἀνδρὸς 22. ἔστιν] ἔστι H.Q. τοῦ ἐν Ἐλευθῆρι τόπῳ κληθῆναι εἶπον πε- αὐτὸν Buttm. pro αὐτό. δίον Ἠλύσιον. 24. νομὸς om. H.)

222
ρος. ὁ γὰρ ζέφυρος οὐ μόνον ἐστὶ πολύκαρπος καὶ γόνιμος, ὡς καὶ ἐν ἄλλοις φησὶ “ζεφυρίη πνείουσα τὰ μὲν φύει, ἄλλα δὲ πέσσει” (Od. η, 119.), ἀλλὰ καὶ τῆς ψυχῆς τὸ διανοητικὸν ἔχειν δοκεῖ καὶ πρὸς ἐπίνοιαν συντελεῖν. H.P.Q.

τὸ πνείοντος διὰ τοῦ ο πρὸς τὸ ζεφύροιο. H.P.

569. καί σφιν γαμβρὸς Διός ἐσσι] τινὲς, φίλος ἐσσί. ἐν ἐνίοις δὲ οὐ φέρεται ὁ στίχος διὰ τὸ ἀκύρως ἔχειν τὴν ἀντωνυμίαν. οὐ γὰρ Διὸς γαμβρὸς ὁ Μενέλαος. H.P.Q. δύναται ἡ σφίν πρὸς τὸ ἀνίησι φέρεσθαι. E.P.

572. πόρφυρε κιόντι] ἐν βάθει ἐμερίμνησε. ἡ μεταφορὰ ἀπὸ βαθυτάτων φρεάτων, ἅτινα διὰ τὴν ἄγαν βαθύτητα πορφυρίζονται καὶ μέλανα φαίνονται. T.

578. νηῒ μελαίνῃ] γρ. νηὸς ἐΐσης. γρ. νηυσὶν ἑῆσιν. P.

580. ἑζόμενοι] σημειοῦνταί τινες ὅτι ὁμοίως ἐκείνῳ εἴρηται “ἑζό- μενοι λεύκαινον ὕδωρ” (Od. μ, 172.). P.

581. ἂψ δʼ εἰς Αἰγύπτοιο] εἰς τοὐπίσω, ἤτοι εἰς Αἰγύπτου τόπον, ὡς τὸ εἰς Ἅιδου, καὶ εἰς μυσταγωγῶν. E. Ἀττικῶς, ὡς εἰς διδα- σκάλου. P.

582. τεληέσσας ἑκατόμβας] τὰς ἀλωβήτους. οὐ γὰρ κολοβόν τι ἔθυον. E.

584. τύμβον, ἵνʼ ἄσβεστον] ἐποίησε κενοτάφιον τῷ Ἀγαμέμνονι γράψας ἐκεῖ ἐν λίθῳ τὸ αὐτοῦ ὄνομα καὶ τὴν αἰτίαν τοῦ θανάτου καὶ τὸ ποῦ ἦν καὶ ὅπως πέπονθε. τὸ δὲ ἵνα ἄσβεστον κλέος εἴη, τὸ μὴ σβεννύμενον, ἀλλʼ ἀεὶ φαῖνον, ἐκ μεταφορᾶς τοῦ πυρὸς τοῦ ἀεὶ φαι- νομένου, τοῦ ἀειφανοῦς. τοιαύτη γὰρ ἡ δόξα τρόπον πυρὸς φαίνουσα διαφανῆ ποιεῖ καὶ περίφημον τὸν ἔχοντα. E.

589. ἄτοπόν φησι τὸ προλέγειν. ποιεῖν γὰρ δεῖ, φασὶ, τὰ τοιαῦτα καὶ μὴ προλέγειν, ἵνα μὴ ἀπαρνήσεται ὁ λαμβάνων. ἀλλʼ ἔθει πα- λαιῷ τοῦτο λυτέον. P.

590. τρεῖς ἵππους] ὅτι οὐκ ἂν, εἰ τέθριππα ᾔδεσαν, τρεῖς ἵππους ἐδίδου τῷ Τηλεμάχῳ. νῦν δὲ ξυνωρίδα δίδωσι καὶ παρήορον, ὡς καὶ ἐν Ἰλιάδι χρώμενοι, πλὴν Ἕκτορος. B.P.Q.T.

595. καὶ γάρ κʼ εἰς ἐνιαυτὸν] περὶ δύο γέγονεν ὁ λόγος τῷ Μενε- [*](5. τοῦ ο Porsonus. τοὺς H. P. γὰρ δή. πνείοντας H. in textu, πνείοντος M. 28. ἔθει] ἤθει P. Cf. p. 165, 15. 6. ἐσσί P. ἐσσί H.Q. 30. ὅτι om. B.Q.T. 27. ποιεῖν γὰρ δεῖ Buttm. pro ποὶ 31. ξυνωρίδα] συνωρίδα P.)

223
λάῳ, περὶ τῆς ιβ΄ ἡμερῶν ἐπιμονῆς καὶ δωρεᾶς ἵππων. ὁ δὲ πρὸς ἄμφω συνετῶς ἀνθυποφέρει, τὴν μὲν ἑαυτοῦ ἐπιμονὴν ἑκούσιον ἀπο- φαίνων, ἀντιτιθεὶς δὲ τὴν τῶν ἑταίρων ἀνίαν, σὓς κατέλιπεν ἐν Πύλρῳ· τὸ δὲ δῶρον ὡς ἀνεπιτήδειον οὐ διʼ αὐτὸν, ἀλλὰ διὰ τὴν πατρίδα ἀρ- νούμενος. H.Q.

598. ἀνιάζουσιν ἑταῖροι] σὓς λέλοιπα ἐπὶ νηὸς παρὰ Νέστορι. H.P.

599. σὺ δέ με] Ἀρίσταρχος, σὺ δέ κε. H.

602. ἄγαλμα] ὅτι τοὺς ἵππους ἄγαλμα εἴρηκεν ἐν Ἰλιάδι (δ, 144.) “βασιλῆ δὲ κεῖται ἄγαλμα.” ὥσπερ δὲ ὁ Τηλέμαχος ἐνθάδε πα- ραιτεῖται τοὺς ἵππους, οὕτως καὶ Ὀδυσσεὺς τοὺς ἐκ τῆς κατασκοπῆς ἵππους Διομήδει παραχωρεῖ. P.Q.

603. ἔνι μὲν λωτὸς πολὺς] λωτὸς λέγεται ἡ πόα καὶ τὸ δένδρον. παρὰ τοῖς Λωτοφάγοις δὲ τοῦτο, ὅπερ παρέχει καὶ ξηρὰν τροφὴν καὶ ὑγρὰν ἀπὸ τοῦ καρποῦ αὐτοῖς. διὸ καὶ Λωτοφάγοι καλοῦνται. E. λωτός] τριφύλλιον. B.

606. αἰγίβοτος] τραχεῖα, πρὸς βόσιν αἰγῶν ἐπιτηδεία. ἀπὸ ἄλ- λης δὲ ἀρχῆς τοῦτο, ἵνʼ ᾖ, καίτοι αἰγίβοτος οὖσα, τῆς ἱπποτρόφου ἐμοὶ μᾶλλον ἐπέραστος. αἰγίβοτος δὲ λειμὼν ὁ τραχὺς, πρὸς βόσιν καὶ νομὴν αἰγῶν ἐπιτήδειος. B.E.H.P.Q.

Ἀρίσταρχος, αἰγίβοτον καὶ μᾶλλον ἐπήρατον, τὸ πεδίον. H.P.

607. ἱππήλατος] ἤτοι ἐπιτηδεία εἰς τὸ ἐλαύνειν ἵππους. ἵνα γὰρ μὴ δόξῃ ὅτι τὴν πατρίδα ὑβρίζει, καὶ τὰς ἄλλας τοιαύτας φησίν. E.

609. μείδησε] γρ. γήθησε. H.

611. ἀγαθοῖο] Κράτης γράφει ὀλοοῖο. H.

τὸ “οἷ᾿ ἀγορεύεις” καθʼ ἑαυτὸ προοιστέον. μᾶλλον γὰρ οὕτως ἐμφ- φαίνει ὁποῖα ἀγορεύεις. P.

612. μεταστήσω] μεταλλάξω. ἀπὸ δὲ τῶν σταθμῶν τὰς ἀμοιβὰς ποιουμένων ἡ μεταφορὰ ὅταν χρυσὸν πρὸς ἄργυρον ἢ ἄλλα ἀντικαθι- στῶσιν. B.E.P.Q.T.

[*](1. ιβ΄ addidit Buttm. 21. αἰγίβοτον] αἴγιβον P.Q. 2. ἑαυτοῦ H. αὐτοῦ Q. 22. ἐλαύνειν] ἐλάσσειν E. quod et- 3. ἑταίρων] ἑτέρων H. iam ex ἐλάσαι corruptum esse pot- 8. Ἀρίσταρχος, σὺ δέ κε] Mira scri- est. ptura, nisi ἐρύκοις legit Aristarchus, 26. τὸ— πρὸς ἑαυτὸν προσοιστέον quod habet H. superscripto tamen (sic) habet T. εις. 29. ἀντικαθιστῶσιν E. ἀντιμεθι- 9. ὅτι—ἄγαλμα om. Q. στῶσιν ceteri. Verbo ἀντικαταλ- 19. ἐπέραστος] ἐπήρατος H. λάσσειν utitur Eustath. p. 1511, 32.)
224

μετασταθμήσω. τὸ γὰρ στῶ στήσω καὶ ἐπὶ σταθμοῦ λέγεται, ὅθεν γίνεται καὶ ὁ σηκὸς στηκός τις ὢν καὶ δηλῶν σταθμόν τινα, ὅθεν καὶ ἡ ἀντισήκωσις ἀντιστάθμησίς τις οὖσα. T.

613. σημειοῦνται ὡς ἀκατάλληλοι. P.

614. καὶ τιμηέστατόν ἐστι] τὰ εἰς ων καὶ εις μακροκατάληκτα ἐκφέρονται διὰ τοῦ έστερος καὶ έστατος, ὡς σώφρων σωφρονέστερος καὶ σωφρονέστατος, καὶ τιμήεις τιμηέστερος καὶ τιμηέστατος. E.

617. φαίδιμος] ἄδηλον εἰ κύριον τὸ φαίδιμος. τινὲς δὲ αὐτὸν Σώβαλον, οἱ δὲ Σέθλον ὀνομάζουσι. P.Q. et posteriora Vind.

618. ἑὸς δόμος] αὐτοῦ τοῦ βασιλέως. οὕτως δὲ Ἀρίσταρχος καὶ τὰ ὑπομνήματα, ὃ τεὸς δόμος. H.P.

ἀμφεκάλυψε] ἀντὶ τοῦ ὑπεδέξατο. H.

619. κεῖσέ με] ὀρθοτονητέον τὸ μέ. H.P.

τεῒν] ἀντὶ τοῦ σοί Δωρικῶς. P.

621. δαιτυμόνες] οἱ τὴν τράπεζαν τοῦ γάμου παρασκευάζοντες. Q. οἱ εἰς τὸν γάμον εὐωχούμενοι, ἢ οἱ τὴν δαῖτα παρασκευάζοντες. P.Q. οἱ μάγειροι. P.

622. εὐήνορα οἶνον] τὸν ἀνδρείαν παρέχοντα, ἢ τὸν ἀνδρείας περι- ποιητικὸν, ἐκ τοῦ κατὰ καιρὸν πίνεσθαι. ἢ τὸν λεπτὸν καὶ διαφανῆ, ἀπὸ τοῦ εὖ ἐν αὐτῳ ὁρᾶν, πρὸς ἀντιδιαστολὴν τοῦ παχέος καὶ δυσο- ράτου. B.E.

623. καλλικρήδεμνοι] καλὰ περιβόλαια ἐπὶ τῶν κεφαλῶν ἔχουσαι. E.V.

624. πένοντο] σημειοῦνταί τινες, ἀντὶ τοῦ ἐνήργουν. H.P.

625. μνηστῆρες δὲ] τὸ σχῆμα μετάβασις. εἰπὼν γὰρ τὰ περὶ Μενέλαον μετέβη ἐπὶ τοὺς μνηστῆρας. B.

626. δίσκοισιν] τροχὸς ἦν ὁ δίσκος λίθινος ἢ σιδήρεος ἔχων ἱμάντα ἐν τῷ μέσῳ, ὃν στρέφοντες ἐδίσκευον. B.E.H.P.Q.T. ἀπὸ τοῦ δίκω τὸ βάλλω δίκος καὶ δίσκος. E. τροχὸς, ὃν καὶ ἐν ἄλλοις φησὶ σό- λον αὐτοχόωνον (Il. ψ, 826.), σόλον μὲν διὰ τὸ στρογγύλον καὶ εἰς ἑαυτὸν συνεστράφθαι, αὐτοχόωνον δὲ τὸ αὐτοφυές. αἰγανέα δὲ λέγε- [*](5. καὶ εις Buttm. καὶ εἰς η E. 18. τὸν —πίνεσθαι] Sic fere P. 9. Σέθλον] Σέθλων Eustath. p.1511, quoque et V. In V. est τὸν ἀνδρείαν 37. παρέχοντα ἐν καιρῷ πινόμενον. τὸν ἀν- 11. ὃ τεὸς] ὅτε ὃς Buttm. δρείας—πίνεσθαι habet T. 13. ὀρθοτονητέον τὸ μέ] Hoc est, 24. ἐνήργουν H. ἐνῆργον P. scribendum κεῖσʼ ἐμέ. 28. ἐδίσκευον om. H. 16. οἱ τὴν δ. π. habet T. 31. ἑαυτὸν] ἑαυῷ B.E.)

225
ται τὸ σμικρὸν ἀκόντιον. γίνεται δὲ ἐκ τοῦ κατʼ αἰγὸς ἵεσθαι, ὅ ἐστι πέμπεσθαι, ἢ ἀπὸ τοῦ ἄγαν ἵεσθαι πλεονασμῷ τοῦ ι, ἢ παρὰ τὸ τὴν ἀγκύλην ἐξ αἰγείων δερμάτων εἶναι, ἢ ἀπὸ τοῦ κατὰ τῶν αἰγῶν νέεσθαι, ἢ ἀπὸ τοῦ ἄγαν νέεσθαι. B.E.

καὶ αἰγανέῃσιν ἱέντες] δορατίοις, παρὰ τὸ τὴν ἀγκύλην ἐξ αἰγείων δερμάτων εἶναι. P.Q.T.

627. τυκτῷ] κατεσκευασμένῳ καὶ· λελειωμένῳ ἐδάφει. H.

ὕβριν ἔχεσκον] ταυτὸ ἰδίᾳ οἱ ὑβρισταί. P.

ἔχεσκον] γρ. ἔχοντες. Q.

Ἀρίσταρχος διαστέλλει μετὰ τὸ ὅθι περ πάρος, ἵνʼ ᾖ τὸ ἑξῆς, μνη- στῆρες δὲ ὕβριν ἔχοντες. P.

629. ἀρχοὶ μνηστήρων] γενναῖόν τι λαμβάνει ὁ ποιητὴς, καὶ τοὺς κακίστους μὴ ἀνάρχους λαμβάνειν. P.Q. αἱρήσονται οἱ μὲν ἀγα- θοὶ τὸν ἀμείνω, οἱ δὲ φαῦλοι τὸν φαυλότερον. P.

ἀρετῇ] ἀρετὴν νῦν ποιητικῶς τὴν εὐγένειαν λέγει. P.Q.T.

630. τοῖς δʼ υἱὸς Φρονίοιο] ὅτι καὶ ἐν Ἰλιάδι ἡ αὐτὴ εὐστοχία τῆς τῶν ὀνομάτων θέσεως. P.

634. ἐμὲ δὲ χρεὼ] ἐμὲ δὲ χρεία ἐστὶν αὐτῆς, Ἀττικῶς ἀντὶ τοῦ ἐμοί. B.P.

636. δώδεκα θήλειαι] δοκεῖ μαχόμενον εἶναι τῷ ὑπὸ τοῦ Τηλεμτά- χου λεγομένῳ “οὐ γάρ τις νήσων ἱππήλατος” (607.), εἴπερ οὗτος μέλ- λει δαμάζειν ἵππους οὐ δυνάμενος χρῆσθαι αὐταῖς ἐν Ἰθάκῃ. ἀγνοοῦσι δʼ ὅτι οὐχ ἵππους δαμάσαι βούλεται, ἀλλὰ τὰς ἡμιόνους, ἵνʼ ἔχῃ ὀρεῦσι χρῆσθαι εἰς τὰς κατʼ ἀγρὸν ἐργασίας. E.H.P.Q.T.

[*](9. γρ.] γράφε Q. In T. ordine ὑπὸ T. λεγόμενον T. unde εἶναι addidi. inverso annotatum γράφεται ἔχεσκον. 21. οὐ γάρ T. τὸ οὐ γάρ P. οὐδέ 10. Addiddi περ πάρος. Non post ὅθι, ceteri. sed post ὅθι περ πάρος distinguere 22. οὐ δ.] μὴ δ. P. μὴ δ. δὲ T. debuit Aristarchus, si ἔχοντες legit. αὐταῖς H. αὐτοὺς T. αὐτοῖς ceteri. 12. In Pal. lemma est: Τοῖς δʼ ἀγνοοῦσι δʼ ὅτι] ἀγνοοῦσιν ἔτι H. υἱὸς Φρονίοιο. Mox verbo λαμβάνειν 23. οὐχ] In Mediol. forma οὐχ sine ulla interpunctione statim sub- fere semper apostrophum appictum jicitur ἀρήσονται (sic pro αἱρ.) κ. τ. ε. habet, ut hic οὐχʼ ἵππους: quod fac- Tum ὅτι καὶ ἐν Ἰλιάδι κ. τ. ε. quod tum esse auctoritate codicum e scholium solum ad lemma illud Pal. cognovi, qui et hic et alibi (v. sq.) rettuli. BUTTM. Scriben- eandem rationem sequitur. Nimi- dum collato Eustath. p. 1512, 27. rum crediderunt decurtatam esse μὴ ἀνάρχους θέλειν διάγειν, αἱρήσονται formam ab οὐχί; neque absurde; δὲ οἱ μὲν—. modo idem de forma οὐκ statuissent 15. λέγει om. P.Q. ut decurtata ab οὐκί. BUTTM. 20. τῷ ὑπὸ τοῦ T. λεγομένη] εἶναι τὸ τὰς H. τοὺς ceteri.)
226

639. ἀλλά που αὐτοῦ] Ἀττικῶς ἀλλά που αὐτοῦ, ὅ ἐστιν ἐν τόπῳ τινὶ τῶν ἀγρῶν. B.

640. ἢ μήλοισι παρέμμεναι] ἢ τὰ ποίμνια ἐπισκοπεῖν ἢ τὰ συβό- σια. E.

641. προσέφη Εὐπειθέος υἱός] ἐν ἄλλῳ “ἀπαμείβετο φώνησέν τε.” H.P.

642. καὶ τίνες] οἱ μὲν τὸν καί ὀξύνουσιν, ἵνʼ ᾖ, καί τινες αὐτῶν, κακῶς· ἐγράφετο γὰρ ἂν, κʼ εἴ τινες. H.P. λείπει ἡ σύν. ἀντὶ τοῦ, κʼ εἴ τινες. Gl. P.

643. κοῦροι ἕποντο] στικτέον μετὰ τὸ ἕποντο, τὰ δὲ ἑξῆς ἐν πεύ- σει ἀναγνωστέον. P.

ἦ ἑοὶ] ὁ μὲν περισπᾶται· διαπορητικὸς γάρ· ἡ δὲ ἑοί ἀντωνυμία κτητική ἐστιν ἐν πλεονασμῷ τοῦ ε. P.

644. θῆτές τε δμῶές τε] σημειοῦνταί τινες ὅτι διέστειλε τοὺς θῆτας ἀπὸ τῶν δμώων. θῆτες γὰρ λέγονται οἱ ἐλεύθεροι μὲν, μισθῷ δὲ δουλεύοντες, δμῶες δὲ αὐτοὶ οἱ δοῦλοι, παρὰ τὸ δεδμῆσθαι, ὅ ἐστιν ὑποτετάχθαι. B.E.P.Q. οἱ μίσθιοι, παρὰ τὸ θῶ τὸ εὐωχοῦμαι. ὁ μέλλων θήσω καὶ ἀποβολῇ τοῦ ω θής τοῦ θητός. ὁ κανὼν, τὰ εἰς ης ὀνόματα διὰ τοῦ η γράφεται, μονοσύλλαβα δὲ διὰ τοῦ η κλίνονται, οἷον θής θητός, σής σητός. T.

646. εἴ σε βίῃ] ἵνα, εἰ μὲν ἑκὼν ᾖ δεδωκὼς, φυλάττηται ὡς φίλον Τηλεμάχου τὸν Νοήμονα· εἰ δὲ βιασάμενος ἔχοι, κἀκεῖνον συνεργὸν πρὸς τὴν ἐπιβουλὴν λάβωσιν. H.P.Q.T.

βίᾳ σε ἀφείλετο. ὁμοίως τῷ “ἐπεί μʼ ἀφέλεσθέ γε δόντες” (Il. α, 299.). P.

647. προσπτύξατο] ἐδεξιώσατο φιλοφρόνως τῷ μύθῳ, τοοτέστιν ἐξελιπάρησεν. E. ἐκολάκευσεν. Gl. H.

649. τί κεν ῥέξειε] τί ἂν πράξειε καὶ ἄλλος αἰτοῦντος τοιούτου πάντως δοῦναι; P.Q.

650. ἔχων μελεδήματα] ἐτυμολογεῖται τὸ μελέδημα παρὰ τὸ τὰ [*](5. φώνησέν] φώνησέ τε H.P. 21. φυλάττηται] φυλάττεται H.T. 8. ἂν om. P. φίλον] φίλος T. 12. ἦ ἑοὶ—ἡ δὲ ἑοί ἀντ. κτητική 22. ἔχει T. ἔχει H. ἔχῃ P.Q. correxi pro ἦέ οἱ (margo ἠέ οἱ αὐτοῦ) 23. λάβωσιν addidi ex T. —ἡ οἱ ἀντ. κλητική. 28. τοιούτου—δοῦναι] In V. est 19. διὰ τοῦ η γράφεται delet Prel- τοιούτου; πάντως συνέδωκεν. lerus.)

227
μέλη ἔδειν καὶ ἐσθίειν. E.P.Q. τὸ δὲ, ὁππότε ἀνήρ, ἀφʼ ἑτέρας ἀρχῆς. P.

652. κοῦροι] νεώτεροι. κατʼ εἰρωνείαν τοῦτό φησι. E.

κοῦροι δʼ οἳ κατὰ δῆμον] ἄνδρες αὐτῷ συμπλέουσι λογάδες Ἰθακή- σιοι, οἳ μεθʼ ὑμᾶς κρατοῦσιν. V.

μεθʼ ἡμέας] πρὸ τέλους ἡ ὀξεῖα. ὀρθοτονεῖται γὰρ διὰ τὴν πρόθε- σιν καὶ τὴν ἔμφασιν. P.

654. γρ. ἠὲ θεὸν, ἵνα ᾖ καθὰ θεόν. H.

τῷ δʼ αὐτῷ] τούτῳ δʼ αὐτῷ, τῷ Μέντορι, ἐῴκει ὁ θεός. P.

655. μετὰ τὸ θαυμάζω στικτέον πρὸς τὴν ἔμφασιν. P.

659. μνηστῆρες] τοὺς μνηστῆρας δὲ οἱ δύο ἀρχηγοὶ ὅ τε Ἀντίνοος καὶ Εὐρύμαχος κατέπαυσαν τῶν ἀγώνων ἐξ ὧν ἐτέρποντο. εἶτα ἄμυ- δις καὶ ὁμοῦ αὐτοὶ οἱ ἀρχηγοὶ καὶ οἱ λοιποὶ μνηστῆρες ἐκάθισαν. B.

ἄμυδις] ψιλωτέον τὸ ἄμυδις. δῆλον κἀκ τῆς συναλοιφῆς “οἵ τʼ ἄμυδις κονίης” (Il. ν, 336.). P.Q.

661. ἀχνύμενος] ἐκ τῆς Ἰλιάδος (α, 103.) μετηνέχθησαν οὐ δεόν- τως οἱ στίχοι. H.Q.

μένεος δὲ] ὅρα τὴν ἀναισχυντίαν. σχετλιάζει γὰρ καὶ ὀργίζεται ὡς δεινὰ πεπονθὼς, ἄλλῳ οὐδενὶ ἔχων ἐγκαλεῖν ἢ τῇ ἑαυτοῦ ῥαθυμίᾳ. P.Q.

ἀμφιμέλαιναι] αἱ ἐν βάθει κείμεναι, ἢ αἱ ἀμφοτέρωθεν μελανω- θεῖσαι τῷ καπνῷ τοῦ θυμοῦ. E.

662. ὅσσε δέ οἱ πυρὶ λαμπετόωντι] οἱ μὲν οὖν φασιν, ὥσπερ ἀπὸ τοῦ θῆρε τοῦ δυϊκοῦ κατὰ ἀποβολὴν τοῦ ε τὸ ἑνικὸν γίνεται θήρ, οὕτως ἀπὸ τοῦ ὄσσε τὸ ἑνικόν ἐστιν ὅσσ διὰ δύο σσ. ἐλέγχονται δέ· οὐ γὰρ ἐπὶ πάντων τοῦτο γίνεται. ἰδοὺ γὰρ ἀπὸ τοῦ δμῶε οὐ γίνεται τὸ ἑνικὸν δμώ, οὐδὲ ἀπὸ τοῦ φῶτε φώτ. οὕτως οὖν οὐδὲ ἀπὸ τοῦ ὄσσε ὄσσ. ἡ δὲ αἰτία ἐστὶν αὕτη. ἐπεὶ τὸ ρ καὶ τὸ ν κατά γε τὸ πλεῖ- στον τῶν ἀμεταπτώτων ἦν, προσεβλήθη τῷ θήρ καὶ τῷ χήν τὸ ε, καὶ δυϊκὸν γέγονεν. οὐδέποτε εὕροις ἂν τοῦτο συμβαῖνον ἐφʼ ὧν ἔσχατον ἦν τὸ σ. τῷ γὰρ Κρής εἰ προσθείης τὸ ε, δυϊκὸν οὐκ ἂν γένοιτο Κρῆσ- [*](1. ἔδειν] ᾄδειν Q. 16. οὐ om. Q., nisi Maii typo- 6. ὀρθοτονεῖται —] Consequens thetæ error est. οὐκ ὀρθῶς schol. est, scribi etiam solitum fuisse olim Il. α, 103. ῆμεας in inclinatione. BUTTM. Vid. 17. οἱ στίχρι] Versus dicit 661. schol. ad 294. 662. 8. γρ. ἠὲ θεὸν] Atqui id ipsum le- 30. ἂν addidi. gitur in textu. Fort. ὥστε θεόν. 31. προσθείης H. προστεθείη P.Q.)

228
σε, οὐδὲ τῷ χρώς καὶ παῖς. οὕτως οὐδὲ τῷ ὅσσ. ἔτι δὲ καὶ ἀδύνα- τόν ἐστι συλλαβὴν μίαν εἰς δύο σσ λήγειν, οὐδὲ μὴν δύναται ὄς εἶναι διʼ ἑνὸς σ· τῶν γὰρ εἰς ος ληγόντων τὰ δυϊκὰ εἰς ω λήγει· ῥη- τέον οὖν ὅτι τὸ ὅσσε οὐκ ἔστιν ἀρσενικὸν δυϊκόν· φησὶ γὰρ ὁ ποιητὴς “τὼ δέ οἱ ὅσσε ποσσὶν αἱματόεντα χαμαὶ πέσον” (Il. ν, 616.), οὔχ αἱματόεντες. οὐδετέραν οὖν ληπτέον εὐθεῖαν, καὶ ἔσται τὸ ὄσσος ὡς ἕρκος, βέλος, τεῖχος· καὶ δὴ πληθυντικὸν κατὰ Ἀθηναίους μὲν ἕρκη, βέλη, τείχη, κατὰ δὲ τοὺς Ἴωνας ἕρκεα, βέλεα, τείχεα· καὶ δῆλον ὅτι καὶ ὄσσεα. τῶν δὲ εἰς α πληθυντικῶν οὐδετέρων τὰ δυϊκὰ εἰς ε τελευτᾷ, ὄμματα ὄμματε, γράμματα γράμματε. καὶ Ἀριστοφάνης ἐν Πλούτῳ “γρύζειν δὲ καὶ τολμᾶτον, ὦ καθάρματε;” σαφὲς οὖν ὅτι καὶ τείχεε λέξουσι δυϊκῶς καὶ ὄσσεε, εἶτα κατὰ ἀφαίρεσιν τοῦ τελικοῦ ε ὄσσε ἐγένετο. H.P.Q.

664. οὕτως, φάμεν δέ οἱ. τινὲς, φαμὲν δέ μιν, κακῶς. P.H.

665. τόσσων δὲ] οἱ πλείους ὡς δύο μέρη τοῦ λόγου ἀνέγνωσαν ἐν δυσὶν ὀξείαις, ὡς τὸ “τοίῃ δʼ ἀμφὶ γυναικί (Il. γ, 157.). ὁ δὲ Ἀσκαλωνίτης περισπωμένως κατʼ ἐπίτασιν. P.Q. διχῶς, τόσσων δέ, καὶ τοσσῶνδς. P. inter versus.

Ἄλλως. ἐκ τόσσων δὲ] ταῦτα ἀφʼ ἑτέρας ἀρχῆς προενεκτέον μετὰ ἤθους καὶ ἐρωτήσεως· μᾶλλον γὰρ οὕτως ἐμφαίνει τὴν ἀγανάκτησιν. τὸ ἑξῆς οὕτως, ἐκ τόσσων δʼ ἀέκητι οἴχεται. τὸ δὲ ἀέκητι ἐπὶ τῆς προαιρέσεως αὐτῶν κεῖται. P.Q.

667. ἄρξει] ἰσχυροποιήθη ὁ Τηλέμαχος καὶ εἰς τὸ μετὰ ταῦτα κακὸν ἐπενεγκεῖν ἡμᾶς. E. Ἄλλως. οἷον προκακώσει ἡμᾶς. οἱ δὲ ὄνομα, ἀπὸ εὐθείας τῆς ἄρξις, ἵνʼ ᾖ, ἀπὸ ταύτης τῆς ἀρχῆς χεῖρον ἡμᾶς ἐργάσεται. E.P.Q.V.

ἄρξει καὶ προτέρω] τὸ γενόμενον καὶ προσωτέρω προκόψει ὥστε κακὸν εἶναι. τὸ δὲ προτέρω ἀντὶ τοῦ ἐπὶ πλέον, προσωτέρω, ἐκβολῇ τοῦ σω. B.P.Q.T. Ἄλλως. παρέλκει τὸ ἔμμεναι. ὁ δὲ νοῦς, καὶ εἰς τοὔμπροσθεν ἄρξεται τὸ κακὸν προχωρεῖν αὐτοῦ καὶ μέχρις ἡμῶν τῆς τόλμης τὸ κακὸν φθάσει, τουτέστι καὶ ἡμῶν αὐτῶν ἅψεται. T.

[*](1. τῷ—τῷ] τὸ—τὸ Q. ω, 15. ἔτι—οὐδὲ μὴν correxi pro ὅτι— 17. ἐπίτασιν Buttm. pro ἐπίστασιν. οὔτε μήν. 19. προενεκτέον Buttm. pro προσε- 11. Πλούτῳ] 454. νεκτέον. 14. οὕτως φάμεν δέ οἱ om. P. 27. γενόμενον] γινόμενον P. 15. οἱ πλείους ὡς δύο P. τινὲς δύο Q. 28. προσωτέρω, ἐκβολῇ τοῦ σω] ἔστι ἐν δυσὶν ὀξείαις] Conf. schol. Il. δὲ συγκοπὴ τοῦ προσωτέρω T.)
229

ἀλλά οἱ αὐτῷ] ἐχρῆν ὀρθοτονεῖν τὴν οἱ· ἔστι γὰρ ἀντιδιασταλτικὴ καὶ προηγεῖται τῆς αὐτός· ἀλλʼ ὅμως ἐγκλιτικῶς ἀνεγνώσθη. H.

668. πρὶν ἥβης μέτρον ἱκέσθαι, αἱ Ἀριστάρχου. αἱ δὲ κοινότεραι, πρὶν ἡμῖν πῆμα γενέσθαι. H. Q.

670. λοχήσομαι] ἤτοι ἐνεδρεύσω. φυλάξω δὲ τηρήσω. H.

671. ἐν πορθμῷ] τῷ διαπεράματι, τῷ στενῷ τόπῳ. πορθμὸς γὰρ λέγεται ἡ στενὴ θάλασσα. E.Q.V. στένωμα τὸ ἀνὰ μέσον γαιῶν. διαφέρει δὲ ἰσθμὸς καὶ πορθμός. ἰσθμὸς μὲν λέγεται τὸ ἀνὰ μέσον θαλάσσης πεδίον, πορθμὸς δὲ τὸ ἐναντίον. T.

Σάμοιό τε] ὅτι τὴν Σάμην Σάμον εἶπεν. ἔστι δὲ Σάμος Ἰωνίας, Σάμος Θρᾴκης, Σάμος Κεφαλληνίας. B.E.T.

672. ἐπισμυγερῶς] ὅπως ἐπὶ κακῷ τῷ ἑαυτοῦ, ἐπιπόνως, ἀθλίως, χαλεπῶς, ἀπὸ τοῦ σμύχω. παρέλκει δὲ ἡ ἐπί. B.E.

673. οὐδεμία ἀντιλογία πρὸς τὸ δυσεπιχείρητον ἢ ἄδικον. ἀλλʼ ὁ μὲν ἀπερισκέπτως εἰσηγήσατο, οἱ δὲ ἑτοίμως δέχονται. P.

675. πάθος κινεῖ τῇ Πηνελόπῃ τὸ ἐπεισόδιον, ὅταν τὸν Ὀδυσσέα θρηνοῦσα τὴν ἐπὶ τῷ παιδὶ ἀγωνίαν προσλάβῃ. P.

ἄπυστος] ἀνήκουστος. Gl. H.

676. βυσσοδόμευον] ἐμηχανῶντο, κρυφίως συνεβουλεύοντο, εἰς βά- θος ἔκρυπτον, ἤτοι ἐν τῷ μυχῷ τῆς αὐτῶν διανοίας διενοοῦντο. B.E.Q. κρυφίως ἐβουλεύοντο, ἐκ τοῦ βυσσὸν, ὃ σημαίνει τὸ ἔνδον, καὶ τοῦ δόμος. T.

677. Μέδων] οὗτος ἐδούλευε τοῖς μνηστῆρσιν ὡς ἐπὶ τὸ πλεῖστον, ἵνα τὰς βουλὰς αὐτῶν διαγγέλλῃ τῇ Πηνελοπείῃ. ἄλλως τε δὴ καὶ τὰ πρὸς ζωὴν πραγματευόμενος ἐποίει τοῦτο. διὸ οὐδὲ ἀπεκτάνθη σὺν αὐτοῖς. E. πλάττει ὁ Ὅμηρος ὅτι ἔξωθεν τῆς αὐλῆς ὢν ὁ Μέδων ἤκουε τὴν ἐπιβουλὴν τῶν μνηστήρων, ἔνδοθεν ἐκείνων ὄντων. B.

678. αὐλῆς ἐκτὸς ἐών] σημειοῦνταί τινες πρὸς τὸ περὶ τῆς Ὀδυσ- σέως οἰκήσεως. P.

679. Πηνελοπείῃ] Ἰωνικόν. E.

682. ἦ εἰπέμεναι] σημειοῦνται διὰ τὴν ἐν τῷ μέτρῳ συνίζησιν. P.

683. ἔργων παύσασθαι] περιπαθὲς τὸ δυσχεραίνειν ἐπὶ τῇ ἀσω- τίᾳ αὐτῶν καὶ βίᾳ τοῦ παιδός. P.

[*](1. έχρῆν—ἀνεγνώσθη] Hanc obser- 7. γαιῶν] γαιὸν T. μεταξὺ δύο γεῶν vationem repetit schol. ad ο, 285. Eustath. p. 1513, 36. 6. διαπεράματι H. et Hesychius. 11.Κεφαλληνίας]κεφαληνίας B.E.T. διαπεράσματι E.Q. διὰ περάματος V. 14.δυσεπιχείρητον] δυσεπιχείριστον P.)
230

685. ὅτι τὰ ἰσοδυναμοῦντα παράλληλα τέθεικεν, ὕστατα καὶ πύ- ματα. P.

686. διχῶς, οἵ θʼ ἅμα, καὶ, οἳ θαμά, ὃ καὶ ἄμεινον, ὡς καλά. H. P.

κατακείρετε] καταναλίσκετε, καταδαπανᾶτε. E.

βίοτον] γράφεται, βρωτόν, ἤγουν τροφήν. E.

687. κτῆσιν Τηλεμάχοιο] περιπαθῶς ἄγαν οὐκ ἔφη Ὀδυσσέως, ἀλλὰ Τηλεμάχου. μεῖζον γὰρ φαίνεται τὸ πάθος ὅταν καὶ περὶ ψυχὴν ἐπιβουλευόμενον τοῦτον αἴσθηται, ἥτις οὐδὲ τῆς κτήσεως ἀνέ- χεται. P. Q.

690. ἐξαίσιον] ἔξω τοῦ καθήκοντος, ἀπὸ τοῦ αἴσιον τὸ ἁρμόδιον. B. τὸ ἔξω τοῦ καθήκοντος, ἔξω αἴσης, ἐστιν ἄδικον. P.

691. ἐν δήμῳ] τουτέστιν, ἐκ τοῦ δήμου κακολογήσας τινάς. E.

βέλτιον τὸ “ἐν δήμῳ” τοῖς ἄνω προσδίδοσθαι. τὸ δὲ ἐχθαίρῃσιν ἀντὶ τοῦ ἐχθαίρῃ, καὶ τὸ “ἰχθὺς ὅς κε φάγῃσι” (Il. φ, 127.) ἀντὶ τοῦ φάγῃ. B.E.P.Q.

ἥτ᾿ ἐστὶ δίκη] ὥσπερ τρόπος ἐστὶ τῶν βασιλέων τὸ ἄλλον μὲν μισεῖν, ἄλλον δὲ φιλεῖν. Καὶ ἄλλως. γνωμικὸς ὁ στίχος περὶ τῶν βασιλέων λεγόμενος, ὅτι τοὺς μὲν μισοῦσι, τοὺς δὲ φιλοῦσιν· ὅπερ οὐ προσῆν Ὀδυσσεῖ. καὶ αὐτὸν οὖν κατʼ ἰδίαν προενεκτέον τὸν στί- χον. P. Q.

τινὲς τὸ μηδὲν ἐξαίσιον δρᾶν. ἀλλʼ οὐχ ἁρμόσει ταύτῃ τῇ ἀποδό- σει τὰ ἐπιφερόμενα. H. P.

697. εἰ γὰρ δὴ βασίλεια] δαιμονίως ἔχει τὰ τῆς διαθέσεως. ἡ μὲν γὰρ καὶ ἐπὶ τοῖς μετρίοις χαλεπαίνει, ὁ δὲ εὔχεται μὴ δέχεσθαι ἄλλην ἐπίτασιν τὸ τόλμημα τῶν μνηστήρων. P. Q.

τινὲς, αἳ γὰρ δή. H.P.Q.

699. et iterum 737. τάχιστα ὅλα ἐξήνεγκε. λέγει γὰρ τὰ φαῦ- λα συντόμως. P.

700. μεμάασι] προθυμοῦσι. Gl. H.

[*](3. διχῶς om. P. 19. προενεκτέον Buttm. pro προσε- οἵ θʼ ἅμα H. οἳ θάμα (hoc accen- νεκτέον. tu) P. Duplicem scholiasta notat 21. 22. Hoc scholium in P. ap- scripturam, οἵ θʼ ἅμʼ ἀγειρόμενοι (quam pictum est versui 693. Sed vide. H.M. in textu habent) et οἳ θάμʼ tur referendum esse adhuc ad ver- ἀγειρόμενοι. ba ἥτ᾿ ἐστὶ δίκη. BUTTM. Cum 14. ἐχθαίρῃ] ἐχθαίροι P. P. consentit H., in quo est τινὲς δὲ καὶ τὸ] πρὸς τὸ B. P. τὸ etc. 15. φάγῃ scripsi pro φάγοι.)
231

701. νεισόμενον] τὸ νείσω ποτὲ μὲν διὰ διφθόγγου γράφεται, ποτὲ δὲ διὰ τοῦ ι. γίνονται δὲ καὶ ἀμφότερα οὕτω. νέω τὸ πορεύομαι πρωτότυπον θέμα. ὁ μέλλων νέσω, καὶ ἐπενθέσει τοῦ ι νείσω, καὶ ἐκβολῇ τοῦ ε καὶ προσθέσει τοῦ ι νίσω. θεματοποιεῖται δὲ οὗτος ὁ μέλλων ποτὲ μὲν διφθογγογραφούμενος, ποτὲ δὲ ἰωτογραφούμενος, καὶ ἔχει τὴν κίνησιν εἰς ἐνεστῶτα παθητικὸν, ὡς ἐνταῦθα, οἴκαδε νεισόμενον. B.

νισσόμενον] ἐπανερχόμενον. ἀπὸ τοῦ νέω τὸ πορεύομαι. E.

702. ἠγαθέην] Ῥιανὸς Ἠμαθίην γράφει. H. P.

ἐς Λακεδαίμονα] οὐδὲ ἐνταῦθα ἡ Κρήτη, οὐδὲ Ἰδομενεὺς ὀνομάζε- ται. H. P.

704. ἀμφασίη] ἀφασία, ἀφωνία. H. ἀφασίη. τὸ δὲ μ περισ- σόν. B.

705. ἔσχετο] αἱ Ἀριστάρχου “ἔσκετο” ἀντὶ τοῦ ἐγένετο· γέλοιοι γάρ εἰσιν οἱ γράφοντες ἔσχετο. H.P.Q.

707. οὐδέ τί μιν χρεώ] οὐδεμία ἀνάγκη αὐτὸν ἐπιβαίνειν νηῶν. H.

708. αἵδʼ ἁλὸς ἵπποι] λείπει τὸ ὡς, ὡς κἀν τῷ “Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε” (Od. φ, 216.). ἡμάρτηται, διότι ἐν τῷ παθητικῷ οὐ κρατεῖ τοῦ λόγου. ἀλλ᾿ ἔοικεν ὁ ποιητὴς κεχρῆσθαι ποιητικῇ ὁρμῇ, οὐ λογιζόμενος τὸ πρέπον τοῦ προσώπου. P. Q.

709. περόωσι δὲ πουλὺν ἐφʼ ὑγρὴν] οἱ ἀρχαῖοι ὁ πολύς καὶ ἡ πολύς ἔγραφον, ὡς ὁ ἠμαθόεις καὶ ἡ ἠμαθόεις καὶ τὰ ἄλλα. E. ἐν σχή- ματι εἴρηται, ὡς “θερμὸς ἀϋτμή.” P.

712. οὐκ οἶδ᾿ εἴ τίς μιν] τις μιν Ἀρίσταρχος διὰ τοῦ η. καὶ γίνεται ἡ στιγμὴ ἀμφίβολος. εἰ μὲν γὰρ διαζευκτικὸς εἴη, στικτέον πρὸ αὐτοῦ καὶ βαρυντέον τὸν ἑπόμενον, εἰ δὲ ἀντὶ τοῦ συναπτικοῦ κέοιτο τοῦ εἰ, βραχὺ διασταλτέον πρὸ αὐτοῦ. H.P.Q.

714. πατρὸς] λείπει ἡ περί. H. T.

718. πολυκμήτου] τοῦ μετὰ πολλοῦ καμάτου κατασκευασθέντος, ἢ ἐν ᾧ πολλὰ ἔκαμον οἱ κατασκευάσαντες. B.E.H.Q. οὐ κατὰ τὸ ἐπίθετον, ἀλλʼ ἔχει τὴν ἀναφορὰν πρὸς τὰ ἔργα τοῦ κατασκευάσαν- τος αὐτὸν Ὀδυσσέως (Od. ψ, 192.). P.

[*](10. οὐδὲ ἐνταῦθα] Conf. schol. α, 25. ἡ στιγμὴ ἀμφίβολος —] Haec ut aliae de interpunctione observa- 14. αἱ Ἀριστάρχου] ὁ ἀρίσταρχος Q. tionis Nicanoris sunt. De hoc lo- 23. θερμὸς ἀῦτμή] Vid. schol. ad co dixit Friedlaender. de Nic. p. 442. 33.)
232

719. μινύριζον] ποία λέξις; ἡσύχως ἔκλαιον καὶ μικρῶς· μινυὸν γὰρ τὸ μικρόν. E.Q. ἡσύχως ἔκλαιον. H. a m. pr. θρηνῶδες ἐφώνουν. H. a m. sec. T. μεθʼ ἡσυχίας ἐφύμνουν, παρὰ τὸ μύρω τὸ ὀδύρομαι, καὶ κατὰ ἀναδιπλασιασμὸν μιμύρω καὶ μινύρω τροπῇ τοῦ μ εἰς ν, καὶ μινυρίζω. T.

720. πᾶσαι ὅσαι] ἄκρως τῇ διαθέσει. ὑπέγραψε γὰρ τὴν μὲν εἰς τοὔδαφος, τὰς δὲ περιεστώσας μετὰ δακρύων. P. Q.

721. ἀδινὸν] τὸ μάλα οἰκτρόν. γίνεται δὲ ἐκ τοῦ ἄδην, ὃ σημαίνει τὸ δαψιλῶς. καὶ ἀδινὸν τὸ συχνὸν καὶ πυκνόν. B.

722. κλῦτε, φίλαι] φίλας καλεῖ τὰς θεραπαίνας οἰκείως τῇ παρ- ούσῃ περιστάσει. τοιοῦτοι γὰρ οἱ δυστυχοῦντες καταβαίνοντες εἰς ταπείνωσιν, ἀπὸ τοῦ ἰδίου ἀξιώματος ἐπαγόμενοι εἰς ἔλεον. H.P.Q. πέρι γάρ μοι] ὅτι ἐν ἀρχῇ λόγου ὁ γάρ, ὡς καὶ ἐν Ἰλιάδι (η, 328.) “πολλοὶ γὰρ τεθνᾶσιι.” H.

724. βραχὺ διασταλτέον μετὰ τὸ θυμολέοντα, καὶ Δαναοῖσι, καὶ ἐσθλόν. P.

726. ἐσθλὸν, τοῦ κλέος] περιττὸς ὁ στίχος. καὶ γὰρ προεῖπεν “ἢ πρὶν μὲν πόσιν ἐσθλόν.” καὶ οὐκ οἶδεν ὁ Ὅμηρος τὴν καθʼ ἡμᾶς Ἑλλάδα, ἀλλὰ τὴν Θεσσαλικὴν οὕτω λέγει καὶ Ἕλληνας τοὺς ἐκεῖ- θεν. H.Q.

καθʼ Ἑλλάδα καὶ μέσον Ἂργος] Θεσσαλίαν καὶ Πελοπόννησον. B.T.

727. ἀποκτεῖναι μεμάασιν] ἀνηρείψαντο θύελλαι ἡ χαριεστέρα τῶν Ἀριστάρχου, καὶ ἄλλαι πολλαὶ οὕτως. H. γράφεται “ἀνη- ρείψαντο θύελλαι.” καὶ ἄλλαι δὲ πολλαὶ οὕτως. διὰ τὸ αἰφνίδιον γὰρ καὶ ἀπροφώνητον τῆς ἐξόδου ὡς ἀπολωλότα αὐτὸν θρηνεῖ. E.

728. ἀκλέα] ἀγνοούμενον, ἄδοξον· οὐ γὰρ μόνον τὴν ἀπώλειαν ἀπολοφύρεται, ἀλλὰ καὶ τὸν ἀκλεῆ θάνατον. B.E.P.Q.T.

[*](6. ἄκρως (ἄκρως om. Q.) τῇ διαθέσει] starchus, ut colligi potest ex schol. Sic schol. ε, 489. ἄκρως τῇ ἐπεξεργα- Il. ι, 395. σίᾳ. et similiter δαιμονίως τῷ ἐπεισοδίῳ 22. ἀποκτεῖναι μεμάασιν] Sic scri- ad ε, 336. καλῶς τῇ τάξει ad ζ, 149. ptum etiam in M., qui alteram τῇ ὑπερβολῇ δαιμονίως θ, 173. Plene lectionem in γρ. habet. ad θ, 485. δαιμονίως τῇ τάξει ἐχρήσατο. Scholion codicis H. sic ut nunc 12. ταπείνωσιν] ταπεινὸν P. legitur composui. In codice inter ἀπὸ—ἔλεον om. Q. Ἀριστάρχου et καὶ ἄλλαι totus inter- 18. οὐκ οἶδεν ὁ Ὅμηρος τὴν καθʼ ἡμᾶς jacet textus. PORSON. Ἑλλάδα] Quamobrem versum, qui 24. ἄλλαι δὲ πολλαὶ] ἄλλα δὲ πολ- redit infra 816., obelo notavit Ari- λὰ P.)
233

730. τὸ ἐξῆς, ἐπιστάμεναι σάφα θυμῷ, ὁππότε κεῖνος ἔβη. P. μάλα] γρ. σάφα. H.

732. ὁρμαίνοντα] τινὲς “ὁρμηθέντα” κακῶς. H.P.

733. τῷ κε μάλʼ] ἐνταῦθα ἀνέκυπτε τοῦ Τηλεμάχου ἡ πρόνοια λαθεῖν πειραθέντος τὴν μητέρα ἐπὶ τῇ ἐξόδῳ. P.Q.

735. ἀλλά τις ὀτρηρὸς] ὅρα τὸ εὔτακτον, μηδʼ ἐν τηλικούτῳ δεινῷ γενομένην ἀνεπιτηδείῳ ἀγγέλῳ πρὸς τὸν Λαέρτην χρήσασθαι. H.P.Q. ὀτρηρῶς] δραστικῶς, σπουδαίως. V.

736. ἔτι δεῦρο κιούσῃ] παρέλκον τὸ ἔτι· τὸ γὰρ κιούσῃ οὐ δέχεται αὐτό. E.

737. τάχιστα ὅλα ἐξήνεγκε. λέγει γὰρ τὰ φαῦλα συντόμως. P. (ut ad 699.)

739. μῆτιν ὑφήνας] εἴ τινα ἐξευρὼν μηχανὴν ἐκεῖνος, σύνεσιν, βουλὴν, γνώμην, τέχνην κατασκευάσας. E.

740. λαοῖσιν ὀδύρεται] ἐν τοῖς μνηστῆρσι κλαύσει, καὶ οἰκτειρή- σουσι τοῦ μὴ κτεῖναι Τηλέμαχον. B.

741. φθῖσαι γόνον] γρ. καὶ φθεῖσθαι δόμον. M.

743. νύμφα φίλη] δεξιῶς οὐ περιμένει τὸν ἔλεγχον οὐδὲ φθάνει. μιᾷ δὲ τῇ μηνύσει καὶ αὐτὴν ἀξίαν τοῦ ἀπολωλέναι φησὶ διὰ τὸ πεισθῆναι τῷ Τηλεμάχᾳ. αἰτίαν δὲ τῆς σιωπῆς ὅρκον προβάλλεται. H.P.Q.

744. ἢ ἔα ἐν μεγάρῳ] τινὲς δασύνουσι τὸ ἥ ὡς ἄρθρον. τὸ δὲ ἔα ῥῆμα πρώτου προσώπου φασὶν, ἵνʼ ᾖ, ἥτις ἤμην ἐν τῷ μεγάρῳ. P. Q.

750. βραχὺ διασταλτέον εἰς τὸ ὑδρηναμένη, ἑλοῦσα, γυναιξί, πρὸς τὸ σαφέστερον. P.

752. εὔχε᾿] οὐ παραινεῖ μὴ δακρύειν· οὐ γὰρ πείσει· προτρεπο- μένη δὲ ἐπʼ εὐχὰς καταφεύγειν, ὅθεν λεληθότως παύει τὰ δάκρυα. P. Q.

753. ἡ] δασυντέον τὸ ἡ ἔστι γὰρ ἀντὶ ἀντωνυμίας τῆς αὕτη. P.

[*](4. ἀνέκυπτε] ἀνακύπτεται P. 15. οἰκτειρήσουσι] οἰκτειρίσουσι B. 5. λαθεῖν—ἐξόδῳ] λαθεῖν τὴν μη- 19. μιᾷ] ἅμα Q. τέρα πειρωμένου Q. 23. μεγάρῳ] οἴκῳ P. 7. χρήσασθαι Buttm. εἰρήσασθαι 26. παραινεῖ Buttm. pro παραβαί- H.P. εἰρήσεσθαι Q. χρῆσθαι Maius. νει. Quae correctio peti poterat ex 8. Sic ed. ant. nam recentt. ita: Eustathio p. 1516, 54. ὀτρηρός] ἔνιοι, ὀτρηρῶς, δραστικῶς, σπου- 27. δὲ om. Q. Exspectes προτρέ- δαίως. (Vid. not. ad δ, 139.) BUT. κεται δὲ—. 9. τὸ γὰρ Buttm. pro τῇ γάρ. 29. αὕτη] αὐτῆς P.)
234

σαώσαι] πρὸ τέλους ἡ ὀξεῖα. ἔστι γὰρ εὐκτικόν. P.

754. μηδὲ γέροντα] οὐ θέλει ὁ Ὅμηρος μηνῦσαι τοῦτο τῷ Λα- έρτῃ ὡς ἀπὸ τῆς Πηνελόπης. ἢ γὰρ οὐ πείθει τοὺς Ἰθακησίους, καὶ ἔστι δυσχερὲς αὐτῷ μή πως βιάσωνται αὐτήν· ἢ πείθει αὐτοὺς, καὶ κωλύουσι τοὺς μνηστῆρας. καὶ τοῦτο ἀπὸ ἱστορίας οὐκ ἔστι τῷ Ὁμήρῳ· εἰ γὰρ συνεστάλησαν οἱ μνηστῆρες, οὐκ ἂν ἀπεκτάνθησαν. E.

755. Ἀρκεισιάδαο ὁ Ἀρκείσιος ἐγέννησε τὸν Λαέρτην, ὁ Λαέρτης τὸν Ὀδυσσέα καὶ ὁ Ὀδυσσεὺς τὸν Τηλέμαχον. Ἀρκεισιάδης οὖν ὁ υἱὸς τοῦ Ἀρκεισίου, ἤτοι ὁ Λαέρτης. B.

756. οἴχεσθ᾿] γράφεται, ἄχθεσθ᾿. B.

757. πίονας ἀγρούς] τοὺς πιαίνοντας, ἤτοι λιπαροὺς καὶ πλου- σίους ποιοῦντας τοὺς ἀνθρώπους. E.V.

761. ἐν δʼ ἔθετʼ οὐλοχύτας] ἀντὶ βωμοῦ καθιέρωσε τῷ κανέῳ τὰς κριθάς. H.P.Q.

763. 764. τὸ δίστιχον τοῖς ἑξῆς συνάπτειν βέλτιον. P.

766. ἀπάλαλκε] ἀπότρεψαι. λέγεται γὰρ αὕτη Ἀλαλκομενηΐς. τὸ δὲ “κακῶς ὑπερηνορέοντας” κακῶς βουλευομένους περὶ τοῦ Τη- λεμάχου. E.

767. ὀλόλυξε] ὀλοφυρτικὸν ἐφθέγξατο. τὸ δὲ ὀλόλυξεν εὐχὴ γυ- ναικεία. E.

768. μνηστῆρες δʼ ὁμάδησαν] θόρυβον ἐποίησαν πρὸς ἀλλήλους διαλεγόμενοι. B.P.Q.T.

769. ὑπερηνορεόντων] ἀπὸ τῶν νέων τῶν ἄγαν ἀνδρείων. E.

770. ἦ μάλα] ἄκρως τὰς δόξας τῶν ἀνθρώπων διελέγχει. πάντα γὰρ ἐλπίζουσι πρὸς τὰς ἐπιθυμίας. ὃ γὰρ βούλεταί τις, τοῦτο καὶ οἴεται. P.Q. πολυμνήστη] ὑπὸ πολλῶν μεμνηστευμένη. H.

771. ἀρτύει] παρασκευάσει. V. ὅ οἱ φόνος] ὅτι φόνος τῷ υἱῷ αὐτῆς ηὐτρέπισται· ἡ γὰρ οἱ ἀντὶ γενικῆς ἐστι. H.

775. τὸ πάντας τοῖς ἄνω συναπτέον. ἐμφαίνει δὲ καὶ τοῖς ἑξῆς συναπτόμενον. P.

781. ἐν δʼ ἱστόν τε τίθεντο] οὐ γὰρ πάντοτε εἶχον τοὺς ἱστοὺς διὰ τὸ μὴ πάντοτε πλεῖν. ὅταν οὖν ἔμελλον πλεῖν, ἐτίθεντο καὶ οἱ ἱστοί. E. πῶς; τῇ εἰρεσίᾳ χρώμενοι· κόσμου χάριν. E.V.

782. τροποῖς] τοῖς λεγομένοις τροπωτῆρσι. B.H.

τροποῖς ἐν δερματίνοισι] διʼ ὧν αἱ κῶπαι τρέπονται καὶ στρέφον- [*](33. κόσμου χάριν] Conf. schol. ad θ, 52.)

235
ται· ἢ ἱμᾶσι τοῖς περιδεδεμένοις ταῖς κώπαις, ἢ τοῖς σκαλμοῖς. E. περισπωμένως. δηλοῖ γὰρ τοὺς τροπωτῆρας, περὶ οὓς αἱ κῶπαι τρέ- πονται καὶ στρέφονται ἐν ἱμᾶσι τοῖς περιδεδεμένοις ταῖς κώπαις. V.

παρεσκευάσαντο τὰς κώπας τοῖς τροπωτῆρσι, περὶ οὓς αἱ κῶπαι τρέπονται. P.Q.

783. περιττὸς δοκεῖ οὗτος ὁ στίχος. M.

785. ὑψοῦ δʼ ἐν νοτίῳ] ἐν βάθει τοῦ ὕδατος. ἢ ἐπὶ μετεώρῳ. εἰς τὸ νοτιώτερον τῆς γῆς, τουτέστιν ἄνω πολὺ τῆς γῆς, ἐπεὶ μετέωρα φαίνεται τὰ ἐντὸς τῆς θαλάσσης. νοτίῳ δὲ ἢ τῷ πρὸς νότον μέρει, ἢ πρὸς σύγκρισιν τῆς γῆς, ἀντὶ τοῦ ἐν τῷ διύγρῳ. B.E.H.P.Q.T. ἐννοτίῳ] Ἀριστοφάνης εἰνοδίῳ, ὡς ἄν τις εἶποι ἐν ὁδῷ, ἑτοίμην εἰς τὸ πλεῖν. B.E.H.P.Q.

ἐπεὶ τὸ ὥρμισαν καὶ ἐπὶ γῆς λέγεται, ἐπάγει τὸ ἐν νοτίῳ. τὸ δὲ ὑψοῦ ἀντὶ τοῦ ἐν βάθει. τὸ γὰρ ὕψος καὶ βάθος ἔχει. E.P.Q.T.

ὑψοῦ δὲ ἐν βαθυτέρῳ τόπῳ. E.P.Q.

ἐν ὕψει, ἐν τῷ κατωτέρω τόπῳ. νοτίῳ] τῷ διύγρῳ. οἱ δὲ ἐννοτίῳ, τῷ πρὸς νότον τόπῳ. V.

ὥρμισαν] ἡσύχως ἑστάναι τὴν ναῦν ἐποίησαν. P. V.

786. ἕσπερον] τὴν ἑσπέραν ἕσπερον εἶπεν. Gl. H.

787. ἡ δʼ ὑπερῷʼ ἀναβᾶσα] γράφεται, ἡ δʼ ὑπερῴῳ αὖθι. M.Q.

788. Ῥιανός, κεῖτʼ ἄῤ ἄναυδος. καὶ ἔστιν αὕτη χαριεστέρα ἡ γραφή. H. P.

791. ὅσσα δὲ μερμήριξε] πρὸς τὸ πυκνὸν τῆς μερίμνης ἡ παρα- βολή. P.Q.

792. δόλιον περὶ κύκλον ἄγωσι] κύκλον ἂν εἴποι τὸ δίκτυον. H. δόλον, κύκλῳ τὸ δίκτυον. T. ἤτοι περικυκλώσουσι. B.

793. ἐπήλυθε νήδυμος ὕπνος] ἀγνοοῦσί τινες τὸ νήδυμος ὕπνος [*](6. περιττὸς—] Totum versum om. 14. ὑψοῦ Buttm. pro ὕψος. δὲ om. H. et cod. Vindob. 7. ἐν βάθει P.T. τῷ βάθει ceteri. 16. κατωτέρω] Immo ἀνωτέρω. βα- εἰς τὸ—γῆς] P. [et H.] ita: εἰς θυτέρῳ Barnes. ex MSS. τὸ νοτερὸν τῆς γῆς ὑψοῦ δʼ ἐν νοτίῳ. ἄνω ἐννοτίῳ MSS. Barnesii. Vulgo ἐν πολὺ τῆς γῆς. BUTTM. νοτίῳ. 11. εἰνοδίῳ] ἐννδίῳ P. Conf. schol. 20. ὑπερῷ᾿ ἀναβᾶσα] Hoc in textu ad θ, 55. et Hesych. s. v. ἐννοδίῳ. habet M., alteram scripturam a m. Aristophanes tamen non εἰνοδίῳ, sed rec. in margine. εἰνόδιον potius scripsisse videtur 25. κύκλον ἂν εἴποι τὸ δίκτυον] οὐκ Lehrsio Aristarch. p. 134; ἐννοδίῳ οὖν ἂν εἴποι δόλιον περὶ κύκλον τὸ δίκτυον probat Nauck. Aristoph. p. 45. H.)

236
ἀποδιδόντες τὸ ἡδύς. ἔστι δὲ νήδυμος ὁ μὴ δύνων μηδὲ περιεχόμενος, ἀλλʼ αὐτὸς περιέχων. καὶ οὕτως λέγουσιν “οὐδέ μιν ὕπνος ᾕρει πανδαμάτωρ” (Il. ω, 4.). τὸ δὲ νη στερητικὸν καὶ ἐν τῷ νήγρετος. ἥδιστος καὶ θανάτῳ ἄγχιστα ἐοικώς. καὶ ἐπʼ ἄλλων περιεχόντων καὶ κατειληφότων τὸν ὅλον λέγει “ἀμφὶ δέ μιν θάνατος χύτο” (Il. ν, 544.), “τὸν δʼ ἄχεος νεφέλη ἐκάλυψε” (Il. ρ, 591.), καὶ “θείη δέ μιν ἀμφέχυτʼ ὀμφή” (Il. β, 41.), “θεσπεσίην δʼ ἄρα τῷγε χάριν κατέχευεν Ἀθήνη” (Od. ρ, 63.). καὶ “λιμένες ναύλοχοι ἀμφίδυμοι” (Od. δ, 846.) λέγει, εἰς οὓς ἔστι δύνειν. ὅθεν καὶ δίδυμοι, δύο ἐκ μιᾶς καταδύσεως τῆς ἐκ γαστρός. E.

794. λύθεν δὲ οἱ ἅψεα] ὁ γὰρ ὕπνος ἐκλύει καὶ χαῦνα ποιεῖ τὰ μέλη. διὰ τοῦτο καὶ λυσιμελὴς, ἀπὸ τοῦ τὰ μέλη ἤτοι τὰς φροντί- δας λύειν. E. τὰ βουλεύματα, ἐκ μεταφορᾶς τῶν δεσμῶν· κυρίως γὰρ ἅψεα τὰ δεσμὰ λέγουσι T. ἅψεα δὲ τὰ μέλη φησὶν, ἀπὸ τοῦ συνῆφθαι. V. ὅτι οὕτως λέγει τὰς συναφὰς τῶν μελῶν, οὐ τὰ μέλη. οὐκ οὖν ἂν εἴποιμι μηρὸν ἢ χεῖρα ἅψεα. P.Q.

796. εἴδωλον ποίησε] οὐ διʼ ἑαυτῆς ἔρχεται ἡ Ἀθηνᾶ, ἵνα μὴ ἀναγκασθῇ τι εἰπεῖν περὶ Ὀδυσσέως καὶ λυθῇ τὰ τῆς ὑποθέσεως. P.Q.

797. Ἰφθίμῃ κούρῃ] ἀμφιβάλλει Ἀρίσταρχος πότερον ἐπίθετον τὸ ἰφθίμη, ἢ κύριον. P. τὸ Ἰφθίμη ὄνομα κύριον, ὅτι γενναία ἦν. λέγει δὲ τὴν ἀδελφὴν τῆς Πηνελόπης. E. οὕτως ἐκαλεῖτο κυρίως ἡ ἀδελφὴ τῆς Πηνελόπης. Ἄσιος δέ φησι “Κοῦραί τʼ Ἰκαρίοιο, Μέδη καὶ Πηνελόπεια.” τινὲς δὲ Ὑψιπύλην λέγουσι. M. οὕτως— Πηνελόπεια. Ἄνδρων δὲ Ὑψιπύλην λέγει. MS. Barnes. Ἰκαρίου καὶ Ἀστεροδίας τῆς Εὐρυπύλου τοῦ Τελέστορος γίνονται παῖδες [*](5. ἀμφὶ δέ μιν] In loco ipso nunc verba sunt etiam in V. est οἷ: quo pacto diversa sine 24. Μέδη] In scholio proximo caussa est structura in hoc versu Μήδη: qua forma si uti voluisset et in illo qui mox affertur Il. β, 41. Asius, Ἰκαρίου scribendum fuisset. Restituenda itaque hinc videtur ve- Ὑψιπύλην in scholio MS. Barnes. rior scriptura μίν etiam Il. ν, 544. in ὁηπύλην corruptum. BUTTM. 25. Ἰκαρίου] Icarii uxorem et li- 8. ἀμφίδυμοι λέγει Buttm. ἀμφί- beros varie traditos vid. ap. Apol- δυμοι δύο λέγων E. lod. 3, 10, 6. et ibi Heyn. Paus. 14. τὰ μέλη—συνῆφθαι habet et- 8, 34. Eust. ad Od. ο, 16. p. 563, iam Q. 12. item supra schol. α, 275. et] 15. μελῶν—εἴποιμι] μελῶν. καὶ τὰ 277. et infra ο, 16. Nomen Ἀστε- μέλη οὐκ ἂν εἴποιμι Q. ροδίας per δ habes in utroque scho- 22. οὔτως—τῆς Πηνελόπης] Haec lio citato. Pra Τελεύτονος in schol.)

237
Ἀμάσιχος, Φαληρεὺς, Θόων, Φερεμμελίας, Περίλαος, θυγατέρες δὲ Πηνελόπη καὶ Μήδη ἢ Ὑψιπύλη ἢ Λαοδάμεια. Δίδυμος δὲ Ἀμει- ράκην φησὶ προσαγορεύεσθαι τὴν Πηνελόπην, ἢ Ἀρνακίαν. Ναυ- πλίου δὲ ῥίψαντος αὐτὴν εἰς θάλασσαν διὰ ποινὴν Παλαμήδους, ὑπὸ πηνελόπων αὐτὴν σωθεῖσαν οὕτως ὀνομασθῆναι. ἐν δὲ ἐπιμερισμῷ τοῦ, μῆνιν ἄειδε θεά, Πηνελόπην αὐτήν φησι λελέχθαι, παρὰ τὸ πένεσθαι τὸ λῶπος. H.P.Q.

798. Φερῇς] ἐν ταῖς Φεραῖς. Φεραὶ δὲ πόλις Μεσσηνίας. V.

800. εἵως] εἵως ἀντὶ τοῦ ὅπως. δασυντέον τὸ εἵως, ὅπως. H.

802. παρὰ κληίδος ἱμάντα] ἀντιστρόφως. H. ἀντιστροφή παρὰ τὴν κλεῖδα, ἥτις ἱμάντα εἶχε παρὰ τὸ κλεῖθρον. B.E.V. διὰ τῆς ὀπῆς τοῦ ἱμάντος, ἔξωθεν ἐπέκλειον τὸ κλεῖθρον, ὅπερ κληῖδα λέγει. B.E.P.Q. ἱμάντος, ἔξωθεν ἐπέκλειον τὸ κλεῖθρον, ὅπερ κληϊδα λέγει. B.E.P.Q.

805. οὐ μέν σʼ οὐδὲ] τὸ οὐ μέν καὶ τὸ οὐδέν ἀντὶ τοῦ οὐδαμῶς λαμβάνεται. E.

[*](ο, 16. invenies probabiliorem for- κίαν. Ἀρναίαν Tzetz. ad Lycophr. 792. mam Τελέστορος. Pro Ἀμάσιχος in 5. ἐν δὲ ἐπιμερισμῷ] οὐ γὰρ ἐπὶ με- schol. α, 277. Ἀμάσικλος, in quo ρισμῷ H.Q. nomine latet Apollodori Ἰμεύσιμος: 6. φησι] Mediol. e Q. φασί; in nisi hoc etiam mendosum verum- P. incertum φησί an φασί. Illud que nomen ubique reponendum praetuli, ut Didymus hoc etiam tra- est Ἀμεύσιμος. Θόωνα alii Θόαντα vo- diderit et quidem in libro cui ti- cant. Περίλαον s. Περίλεων Apollodo- tulus esset Ἐπιμερισμὸς τοῦ Μῆνιν rus etiam et Pausanias memorant ἄειδε θεά. De vocabulo autem Ἐτι- deque eo vid. Heyn. l. c. BUTTM. μερισμοὶ vel ἐπιμερισμὸς vel ἡ μερικὴ P. 236, 27. Ἀστεροδίας] Ἀστερο- προσῳδα Boissonadius (in praef. ad δείας potius scribendum esse dixi Herodiani Epimerisrmos p. 9.) do- ad α, 275. ἀστεροπίσς Q. cet, indicari eo “syllabas initiales, Τελέστορος ex schol. ad ο, 16. τε- medias et finales in quibus scri- λεύτονος P. τελευτῶντος Q. bendis ob vocalium ἀντιστοίχων (e. g. P. 237, 1. Ἀμάσιχος] Verum for- ε et αι) sonum dubium aliquid sit tasse Δαμάσικλος, quod M. praebuit difficultatis.” Ejusmodi itaque li- ad α, 275., ubi H. ἀμάσικλος, quod bellum in primam Iliadis rhapso- est in scholio ad α, 277. diam scripsit Didymus, in quo obi- Φαληρεὺς] In H. φαρηρεῦς esse di- ter de Penelopes etiam nomine citur. egisse videtur. BUTTM. Φερεμμελίας correxi pro Μερεμμε- 8. Confundit scholiasta Φερὰς λίας. Nomen comparandum cum Thessaliae et Φαρὰς (vel Φηρὰς) vocabulo epico ἐυμμελίης. Messeniae. 2. Ὑψιπύλη] ὀψιπύλη Q. 12. ᾧ—κλεῖθρον om. B. E., ὅπερ κ. 3. Ἀμειράκην Eustathius p. 1422, λέγει om. B.E.Q. 8. quod recepi, licet vitii suspec- 15. οὐδαμῶς restituit Buttm. pro tum sit. ἀμιράκιν H. ἀμεράκιν P.Q. ῥαδίως, quod est gl. ad ῥεῖα ad. Ἀρνακίαν Eustathius. Libri ἀναρ- scriptum.)
238

ῥεῖα ζώοντες] ῥᾳδίως καὶ ἀπόνως ζῶντες. H.

806. ἐλπίζων ἀνακομισθῆναι καὶ σωθῆναι. P.V.

οἱ πλείους, ἀκάχησθαι, ὡς λέγεσθαι, ὡς Αἰολικῆς τῆς κλίσεως οὔσης. ὁ δὲ Ἀσκαλωνίτης ὡς πεποιῆσθαι. H.P.

807. ἀλιτήμενος] ἐστὶ ῥῆμα πρωτότυπον ἀλείτω. τούτου ὁ δεύ- τερος ἀόριστος ἤλιτον, ὁ μέλλων δεύτερος ἀλιτῶ. θεματοποιεῖται οὖν ὁ μέλλων δεύτερος καὶ γίνεται ἀλιτέω ἀλιτῶ. τούτου ὁ παθητικὸς παρακείμενος ἠλίτημαι, ἡ μετοχὴ ὁ ἠλιτημένος. ὥσπερ δὲ τὸ ἀλα- λήμενος καὶ ἀκαχήμενος, οὕτω καὶ ἀλιτήμενος. B. οὐχ ἡμαρτηκὼς εἰς τοὺς θεοὺς, ἀλλὰ τοὐναντίον προσφιλής. B.H.P.T. τὸ δὲ ἀλι- τημένος εἰ μὲν παροξύνεται, παρακείμενός ἐστι κατὰ συστολὴν τῆς ἀρχούσης· εἰ δὲ προπαροξύνεται, ἐνεστώς ἐστιν Αἰολικὸς, ὡς ἀλαλή- μενος καὶ ἀκαχήμενος. T.

809. κνώσσουσʼ ἐν ὀνειρείῃσι πύλῃσιν] ἀντὶ τοῦ ἐν βάθει τοῦ ὕπνου· διὰ γὰρ τούτου ἔρχεται τὰ ὀνείρατα. E.H.Q.V.

814. ἣ πρὶν μὲν πόσιν] περιπαθὲς τὸ μηδʼ ἐν τοῖς ὀνείροις ἀπεῖναι τὴν τοῦ ἀνδρὸς μνήμην. P.Q.

818. νήπιος, οὔτε πόνων] ὅρα τὸ ἐνοχλοῦν. οὐ γὰρ ὅτι ἐπιβου- λεύεται, ἀλλʼ ὅτι ἄπειρος τυγχάνει ἔργων καὶ λόγων. τούτων γὰρ καὶ ὁ Φοῖνιξ διδάσκαλος ἕπεσθαι τῷ Ἀχιλλεῖ φησι, “τοὔνεκά με προέηκε διδασκέμεναι τάδε πάντα, μύθων τε ῥητῆῤ ἔμεναι πρηκτῆρα τε ἔργων” (Il. ι, 442.). H.P.Q.

819. τοῦ δὴ ἐγὼ καὶ μᾶλλον] γυναικείως τῷ ἤθει. καὶ γὰρ εἰ τὰ μάλιστα στέργουσι τοὺς ἄνδρας, ἐν τοῖς ὑπὲρ τῶν ψυχῶν κινδύνοις μᾶλλον ὑπὲρ τῶν τέκνων ἀγωνιῶσιν. P.Q.

824. εἴδωλον ἀμαυρόν] ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ μαίρω τὸ λάμπω ἀμαιρόν, καὶ τροπῇ τοῦ ι εἰς υ. ἢ τὸ ταχὺ, τὸ ἅμα αὔραις φερόμενον. ἢ τὸ ἀσθενὲς, τὸ ὡς σκιὰ φαινόμενον. B.E.Q. ἀσθενὲς, δυσθεώρητον, ἅμα ταῖς αὔραις φερόμενον. τὸ δὲ τήν ὡς πρὸς τὴν φανεῖσαν ὄψιν, ἀλλʼ οὐ τὸ εἴδωλον. H.P.T.

[*](1. In P. hoc scholium signo ἕπεσθαι] ἕπεται H. refertur ad (805.) θεοὶ ῥ. ζ.: in V. 21. πρηκτῆρα] πρηστῆρα Q. sine lemmate adhaeret glossae ad ῥεῖα 29. δυσθεώρητον H.T. δυσθήρατον P. ζώοντες. BUTTM. τὸ δὲ τὴν—] Haec spectant ad v. 9. οὐχ om. H.T. 830., ubi eadem habet B. et supra 14. βάθει V. βαθυτάτῳ E.H.Q. ad v. 808. BUTTM. 15. τὰ ὀνείρατα] ὄνειρος H. 30. τὴν om. T. 20. Φοῖνιξ] φοίνιξ P. Q. ἀλλ᾿ addidi ex T.)
239

826. ἅμʼ ἔρχεται] γρ. ἅμʼ ἕπεται. H.

827. καὶ ἀμύνειν] γρ.δύναται γάρ. P.

830. περίφρων Πηνελόπεια] περιπαθὲς τὸ οὕτως νηφαλέως ἐν τῷ ὀνείρῳ τὴν Πηνελόπην ἔχειν. τοιοῦτοι δὲ οἱ ἄνθρωποι μετὰ τὰ κατε- πείγοντα πολυπραγμονοῦντες καὶ περὶ τῶν λοιπῶν. P.Q.

836. οὐ μέν τοι κεῖνόν γε διηνεκέως ἀγορεύσω] ἀντὶ τοῦ περὶ ἐκείνου ἕως τέλους τὰ πάντα εἴπω. ἢ ἀκριβῶς. B.E.Q. κεῖνον] ἀντὶ τὰ περὶ ἐκείνου. P.T.

διηνεκέως] σαφῶς, ἀκριβῶς, ἕως τέλους τὰ πάντα. P.V.

837. ἀνεμώλια] τὰ μὴ ἐπιστάμενα μηνύειν. H. ἀνεμοόλια, καὶ κράσει τῶν δύο οο εἰς ω μέγα. E.

838. σταθμοῖο] τῆς παραστάδος. B.E.V.

ὅτι νῦν περὶ εἰδώλου ὁ λόγος. διὰ δὲ τῆς αὐτῆς ὀπῆς ἔξεισιν. P.

840. φίλον δέ οἱ ἦτορ ἰάνθη] κατʼ ἐκεῖνο, ὅτι περὶ τοῦ υἱοῦ ἐθάρ- συνεν αὐτήν. H.P.Q.

841. νυκτὸς ἀμολγῷ] ἐν τῇ τοῦ μεσονυκτίου ὥρᾳ, καθʼ ἣν ἄρα συμβέβηκεν ἀμέλγεσθαι τὰ ζῷα. τινὲς ἀπὸ ἀμογῶ, ὅταν οὐδεὶς μογεῖ, ὅπερ ἐστὶ κακοπαθεῖ, ἀλλὰ ἀναπαύεται. τινὲς ἀπὸ ἀμολῶ, ὅταν οὐδεὶς μολήσει, ὅ ἐστι βαδίσει. πάντα δὲ ταῦτα εἰς τὴν τοῦ μεσονυκτίου ὥραν καταστρέφει. E.H.Q. ἐν τ. τ. μ. ὥρᾳ. καὶ ἔστι κατὰ τὸ ἔτυμον ἤτοι ἀμολγῷ, καθʼ ἣν ὥραν συμβέβηκε μὴ ἀμόλγεσθαι τὰ ζῷα, ἢ κατὰ ἀφαίρεσιν τοῦ γ, ἀμολῷ, καθʼ ἣν ὥραν οὐδεὶς μολίσκει, ὅ ἐστι βαδίζει. ἢ κατὰ ἀφαίρεσιν τοῦ λ, ἀμογῷ, καθʼ ἣν ὥραν οὐδεὶς μογεῖ, ὅπερ ἐστὶ κακοπαθεῖ, ἀλλʼ ἀναπαύεται. ταῦτα δὲ πάντα κ. τ. λ. H.P.V. μέσῳ τῆς νυκτός. νόει δὲ τὸ ἀμολγῷ ἤτοι ὁπότε οὐκ ἀμέλγει τις, ἢ ἡνίκα τις οὐ μολεῖ, ἀμολός καὶ πλεονασμῷ τοῦ γ ἀμολγός. B.

[*](1. ἕπεται] Lege ἕσπεται. PORS. dunt disquisitionem quam de infi- Sane in edit. Steph. γρ. ἅμʼ ἕσπεται nitivo ἑσπέσθαι movi ad χ, 324. et in Palatini textu est ἀμʼ ἔσπεται. BUTTM. Tamen natam hanc scripturam 14. ἐκεῖνο] ἐκεῖνα H.P. suspicor e glossa ἕπεται. Certe nul- 17. 18. ἀπὸ] Scrib. ἀπὸ τοῦ. lum aliud illius praesentis formae 21. μὴ ἀμέλγεσθαι] Hoc sane illo exemplum novi. Nam ἕσπωνται, συμβέβηκεν ἀμ. in E.Q. verius: sed ἑσποίμην, ἑσπόμενος omnia sunt aori- ita duplex α esset audiendum. sti, ut ἑσπέσθαι. Retinendum igi- BUTTM. tur utique in Homeri textu ἁμʼ ἔρ- 22. τὰ et ἢ om. H. χεται, ut tutum. Ipsæ autem hæ 25. ταῦτα δὲ πάντα] πάντα δὲ formæ, ἕσπωνται cet. in eandem ca- ταῦτα H.)
240

245. Σάμοιο] ὅτι τὴν Σάμην Σάμον λέγει. H.

παιπαλοέσσης] τὰ σκληρὰ καὶ κατάξηρα εὐκόλως καὶ χνοώδη γίνονται καὶ ὡσανεὶ παιπάλη. B.

846. Ἀστερίς] ὄνομα νήσου κειμένης μέσον Ἰθάκης καὶ Σάμου. P.Q.V. ὄνομα νήσου ἐπιτηδείας πρὸς τὸ τὰς ναῦς λοχᾶν, ἢ νηῶν δεκτικὴ, οἱονεὶ λέχη νηῶν. E.

ναύλοχοι] νῆας φυλάττοντες. B. ἐν οἷς αἱ νῆες λοχῶσαι καὶ ἐνεδρεύουσαι λαθεῖν δύνανται. ἢ οἱ τὰς ναῦς ὑποδεχόμενοι τόποι. H.P.Q.V. οἱ εὔδιοι καὶ καλοί· καὶ γίνεται παρὰ τὸ ναῦς καὶ τὸ λόχω τὸ κοιμῶμαι, ἐν ᾧ αἱ νῆες ἀναπαύονται. T.

ἔνι] ἔνεισι. διὸ ἀναστρέφεται. P.

847. ἀμφίδυμοι] διττοὶ, ἀμφοτέρωθεν εἰσδύσεις, τουτέστιν ἐξ ἑκατέρου μέρους εἴσπλους καὶ καταγωγὰς ἔχοντες. ἢ διπλοῖ, εἰς οὓς ἔστι δύνειν, ἢ ἑκατέρωθεν εἰσδύσεις ἔχοντες. B.E.P.Q.V.

τῇ τόνγε μένον] ἐκεῖ ἐν τῇ νήσῳ. ἢ ἑκατέρωθεν τῆς νήσου. B.E.