Scholia in Odysseam

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Odysseam, Volumes 1-2. Dindorf, Wilhelm, editor. Oxford: Clarendon Press, 1855.

Ἀθηνᾶ ἐπιστᾶσα ὄναρ Ναυσικάᾳ τῇ Ἀλκινόου θυγατρὶ, κελεύει αὐτῇ τὴν ἐσθῆτα ἐπὶ τὸν ποταμὸν ἀγαγούσῃ πλύνειν, πλησίον γὰρ αὐτῇ εἶναι τὸν γάμον. ἡ δὲ τὸ κελευσθὲν ποιεῖ. ἔπειτα παίζει μετὰ τῶν θεραπαινῶν. ἀκούσας δὲ αὐτῶν Ὀδυσσεὺς ἐξυπνίζεται, καὶ δεη- θεὶς Ναυσικάας, ἐσθῆτα καὶ τροφὴν παρʼ αὐτῆς λαβὼν ἕπεται αὐτῇ εἰς τὴν πόλιν. E.H.P.Q.

Ναυσικάα ἡ Ἀλκινόου θυγάτηρ ὑπὸ ὀνείρου τραπεῖσα ἐπὶ τὸν ποταμὸν κάτεισι πλυνοῦσα τὴν ἐσθῆτα. μετὰ δὲ τὸ πλῦναι παιδιά τις ὁποία εἰκὸς διὰ σφαίρας ταῖς κόραις γίνεται. Ὀδυσσεὺς δὲ θο- ρύβου γενομένου διυπνίσθη, καὶ ἐσθῆτος τυχὼν, μέχρι τοῦ τῆς Ἀθη- νᾶς ἱεροῦ, ὃ πρὸ τῆς πόλεως ἦν, συνώδευε τῇ κόρῃ. E.Q.V.

1. κάθευδε] Ζηνόδοτος, καθεῦδε. H. P.

2. ὕπνῳ καὶ καμάτῳ ἀρημένος] βεβλαμμένος. ἤτοι συλληπτικῶς· ὑπὸ μὲν γὰρ τοῦ καμάτου βέβλαπτο, ὑπὸ δὲ τοῦ ὕπνου οὐκέτι· ὁ γὰρ ὕπνος οὐ βλάπτει· ἢ κατʼ ἀντίφρασιν τὴν ἀγρυπνίαν ὕπνον ἔφη. ἢ ἐπὶ τῷ καμάτῳ στικτέον, εἶτα ἀρημένος ὑπὸ τοῦ Ποσειδῶνος, ἤγουν βλαβεὶς καὶ παρεθεὶς ἢ κατεχόμενος. E.P.Q.V. ἢ τὸ ἀρη- μένος ἀντὶ τοῦ ἠρημένος καὶ νενικημένος ἀρημένος ᾑρημένος, κεκρα- [*](6—11. Habet hoc argumentum potius solebat quam, quæ Aristar- Eustathius p. 1548. chi ratio est, omittere De verbo 7. ἀγαγούσῃ] ἀγούσῃ H. κάθευδε vel ἐκάθευδε idem notatur ad 14. πλυνοῦσα Struvius pro πλύ- γ, 402. νουσα. 20. ὁ γὰρ—βλάπτει om. E.Q.V. 18. καθεῦδε] καθεῦδεν H. P. Scri- 22.—24. Eustath. p. 1548, 42. bendum cum Duentzero Zenodot. τινὲς δὲ στίξαντες τελείαν ἐν τῷ ὕπνῳ p. 61. καθεῦδε (vel κάθευδε)] Ζηνόδο- φασὶν ὡς ἐκάθευδεν ὑπνῶν, καίτοι καμά- τος, ἐκάθευδε. Nam Zenodotus hu- τῳ παρεθείς. ἕτεροι δὲ δασύναντες τὸ jusmodi in locis augmentum, ubi ἀρημένος νοοῦσιν ἀντὶ τοῦ ὕπνῳ καὶ κα- per metrum fieri posset, addere μάτῳ κεκρατημένος.)

294
τημένος. E.P.Q. νῦν καιρίως ἐφίσταται ὅτι ἐπιβουλεύων ἀνῆκεν ὁ Ποσειδῶν. P.

3. βῆ ῥʼ ἐς Φαιήκων] ἡ νῦν λεγομένη Κέρκυρα. E.

δῆμόν τε πόλιν τε] δῆμον τὸ πλῆθος τῶν ἀνδρῶν, πόλιν αὐτὴν τὴν οἰκοδομίαν. B.E.H.T.

4. ἔναιον ἐν εὐρυχόρῳ Ὑπερείῃ] οἱ μὲν τὴν ἐν Σικελίᾳ Καμάριναν εἶναί φασιν, οἱ δὲ ἀπὸ τοῦ ὑπὲρ τὴν ἡμῖν γινωσκομένην. ἄλλοι δὲ ὅτι νῆσος ἦν πρότερον πλησίον τῆς τῶν Κυκλώπων χώρας. ἔστι δὲ καὶ κρήνη ἐν Θεσσαλίᾳ. B.E.P.Q.V.

εὐρυχόρῳ] ἐν ᾗ ἐστιν εὐρὺ χορεύειν. E.

5. ὑπερηνορεόντων] ὑπερεχόντων τῇ ἠνορέῃ, ὅ ἐστι τῇ ἀνδρείᾳ, καὶ διὰ τοῦτο ὑπερηφάνων. V. τῶν λίαν ἀνδρείων. T.

6. οἵ σφεας] ὀξυτονητέον τὸ οἱ ἄρθρον. ἐγκλιτικὸν γάρ ἐστι νῦν ἡ σφέας. P. σινέσκοντο] ἔβλαπτον, ἀπὸ τοῦ σίνω τὸ βλάπτω. B.

7. ἀναστήσας] ἀνακομίσας, ἀποικίαν στειλάμενος. H.

8. εἷσεν δʼ ἐν Σχερίῃ] ἵδρυσεν ἐν τῇ τῶν Φαιήκων πόλει. H. ἔξω τοῦ ν αἱ Ἀριστάρχειοι, οὐχ ὥς τινες, ἐν Σχερίῃ. H. P. αὕτη δὲ ἡ Σχερίη ἐστὶν ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης. Ἀρίσταρχος, εἷσεν δὲ Σχερίῃ. E.Q. ὅτι Σχερία ὠνομάσθη ἡ τῶν Φαιάκων γῆ καὶ οὐ Κέρ- κυρα, καὶ ὅτι ἔξω τῆς καθʼ ἡμᾶς οἰκουμένης. E.P.Q.

ἀνδρῶν ἀλφηστάων] τῶν εὑρετικῶν καὶ προνοητικῶν ἀνδρῶν. H. νοῦ γὰρ καὶ ἐπιστήμης δεκτικοὶ καὶ διὰ τοῦτο ἐπινοητικοί. E.

9. ἀμφὶ δὲ τεῖχος ἔλασσε] ἤτοι περιέτεινε, περιέβαλεν. ἡ δὲ μεταφορὰ ἀπὸ τοῦ ἐλαυνομένου σιδήρου. ἢ ἀπὸ τοῦ ἐλάσαι, ὅ ἐστι πῆξαι καὶ σκάψαι. P.Q.V.

[*](5. οἰκοδομίαν H. οἰκοδομήν B.E.T. 17. αἱ ego addidi. αἱ Ἀριστάρχειοι 6. Καμάριναν] καμαρῖναν B.E.Q. est p. 281, 4. 303, 21. καμαρίναν P. V. In H. T. ταύτην τι- 19. Istud ὅτι, quod semper re- νὲς τὴν Καμαρῖναν (ὑπέρειάν τινες τὴν fertur aut ad signa grammatica καμάριναν T.) εἶναί φασιν. versibus olim appicta, diplen ma- 7. ὑπὲρ] ὑπὸ P. Q. xime, aut ad intellectam vocem 8. ἔστι—νεσσαλία om. P. σημειοῦνται vel σημειωτέον, male utro- 11. ἀνδρεία] ἀνδρίᾳ V. bique omissum in E.Q. quo pacto 13. τὸ] τὴν P. scholium pervertitur. Præterea 16. δὲ Σχερίῃ] δʼ ἐν σχεδίῃ E.Q. hoc, Scheriam non esse in orbe “Apparet hanc Ambros. scriptu- noto, etiam l. 17. in male concepto ram non uno modo esse corrup- scholio legitur. BUTTM. tam, Aristarchumque scripsisse ΔE ὠνομάσθη] ἀνόματι P. pro vulgato ΔEΝ. Et εἶσε δὲ Σχε- 20. ἔξω] ἔστιν ἔξω Q. ῥίῃ est etiam in schol. ad ι, 345.” 23. περιέτεινε] περιετείχισε Q. BUTTM.)
295

τάχιστα ἐδήλωσε πόλεως κατασκευὴν ἐν ἑνὶ διστίχῳ. καὶ τοὐ- ναντίον “ἄνδρας μὲν κτείνουσι, πόλιν δέ τε πῦρ ἀμαθύνει, τέκνα δέ τʼ ἄλλοι ἄγουσι βαθυζώνους τε γυναῖκας” (Il. ι, 589. s. 593.)· ἐν δυσὶ γὰρ στίχοις πόλιν διασκαπτομένην ἐδήλωσε. P. Q.

10. θεῶν] Ῥιανὸς, θεοῖς. H.

12. θεῶν ἄπο μήδεα εἰδώς] ἡ ἀπό ἀντὶ τῆς παρά· διὸ ὀξύνεται. ἤδη δέ τι τῶν χρησίμων ὑποβάλλει ὅτι φιλοξένου ἀνδρὸς ἐπιτεύξεται ὁ, Ὀδυσσεύς. B.P.Q.

13. ὁ μέν ἀντὶ τοῦ δή. H.

15. ἀναστρεπτέον τὸν ἔνι· ἔστι γὰρ, ἐν ᾧ. P.

18. πὰρ δὲ δύ᾿ ἀμφίπολοι] ἀντὶ τῆς παρά. H. παρέκειντο δὲ καὶ δύο ἀμφίπολοι, ἤτοι ἐκοιμῶντο. B.

Χαρίτων ἄπο] ὁμοίως ἀντὶ τῆς παρά. P.

προκατασκευάζει ὁ ποιητὴς τὸ “καλαὶ δέ τε πᾶσαι” (108.), ὅπερ οὐ δουλοπρεπῶν σωμάτων ἐστὶν οἰκεῖον. P.

19. σταθμοῖιν] σταθμοὶ λέγονται τὰ ἑκατέρωθεν τῶν θυρῶν ὄρθια ξύλα τὰ ἀνέχοντα τὰς φλιάς. Q.

20. ἡ δʼ ἀνέμου ὡς πνοιὴ] νοητέον παρεισδῦσαν πάλιν τὴν θεὸν παρὰ κληϊδος ἱμάντα (δ, 800.). P. Q.

22. ναυσικλειτοῖο Δύμαντος] προπερισπωμένου τοῦ ναυσικλει- τοῖο. τινὲς δὲ, τῇ Ναυσικλειτοῖ, ὡς Καλυψοῖ. ἔνιοι δὲ, ναυσὶ κλειτοῖο, ἐν δυσὶ μέρεσι λόγου. ἀμείνων δὲ ἡ πρώτη, ναυσικλειτοῖο, ἐν τοῖς κατὰ ναυτικὴν ἔργοις ἐνδόξου. P. Q.

23. ὁμηλικίη] ὁμῆλιξ. καὶ ἐν Ἰλιάδι (γ, 170.) “ὁμηλικίην ἐρα- τεινήν.” H.

κεχάριστο] προσηνὴς ἦν, ἐφιλεῖτο. H.

26. ἀκηδέα] μηδεμιᾶς φροντίδος ἠξιωμένα, ἢ ἀτημέλητα, ἀφρόν- τιστα. V.

σιγαλόεντα] ἁπαλὰ, ποικίλα. τὰ μὲν γὰρ σκληρὰ ἀντιπίπτει καὶ ἀντιτυπεῖ, τὰ δὲ ἁπαλὰ ὥσπερ σιγᾷ καὶ ἡσυχάζει. P.Q.V. τὰ φύσει λαμπρὰ, τὰ σιγὴν ἐμποιοῦντα, ἢ τρυφερὰ, μὴ ἐμποιοῦντα δοῦπον. E.

[*](1—4. Cf. Eustath. p. 1549, 32. 29. ποικίλα om. P. Q. 1. τάχιστα] δʼ addit Q. ἀντιπίπτει καὶ om. P. Q. διστίχῳ] στίχῳ Q. 32. δοῦπον anonymus apud Buttm. 20. Conf. schol. α, 30. BUTTM. pro δʼ οὔπω.)
296

28. τοῖσι] ἐκείνοις παρασχεῖν, ἤτοι τῷ γαμβρῷ. τὸ πληθυντικὸν ἀντὶ ἑνικοῦ Ἀττικῶς. B. ὡς τοιούτου ὄντος τοῦ ἔθους, τὰς νύμφας τοῖς τοῦ νυμφίου παρέχειν ἐσθῆτας. Q. T. ταῦτα δὲ τὰ τῆς ἀνδρι- κῆς ἐσθῆτος προοικονομεῖ, ἵνα ἐξ αὐτῶν λάβῃ τι ὁ Ὀδυσσεύς. P. T.

οἵ κέ σʼ ἄγωνται] κυριωνυμεῖται τὸ ἄγω. κεῖται γὰρ ἀντὶ τοῦ ἄγωνται εἰς γυναῖκα. καὶ τίθεται τὸ ῥῆμα μόνον, ὡς τὸ ἤγετο καὶ τὸ ἠγάγετο. νοεῖται δὲ τὸ πρόσωπον ἔξωθεν ἀντὶ τοῦ ἤγετο ἄνδρα, ἢ ἠγάγετο γυναῖκα. B.

29. ἐκ γάρ τοι τούτων φάτις ἀνθρώπων ἀναβαίνει] Καλλίστρατος δὲ, χάρις, ἀντὶ τοῦ χαρά. μεταποιῆσαι δέ φησι τὸν Ἀριστοφάνην, φάτις. H. P. ἀναβαίνει] ἀναβιβάζει, αὔξει. P.

31. ἀλλʼ ἴομεν] ἀναγκαία ἡ ἔπειξις ἵνα θᾶττον ἡ θεραπεία τοῦ Ὀδυσσέως γένηται. P.Q.T.

32. καί τοι ἐγὼ συνέριθος] καὶ τοῦτο προσαγωγὸν, ἵνα σπεύσῃ συγγενέσθαι τῇ φίλῃ κατὰ σχολήν. P.Q.T.

συνέριθος] κυρίως ἡ συνεργοῦσα εἰς τὰ ἔρια. ἐκ τούτου γοῦν καὶ ὁ ἀπλῶς βοηθός. E. συνεργός, παρὰ τὴν ἀγαθὴν ἔριν. V.

33. ἐντύνεαι] διὰ τὸ μέτρον συνέσταλται τὸ υ καὶ η. P. ἀντὶ ὑποτακτικοῦ τοῦ ἐντύνηαι, ὡς καὶ ἐπὶ τοῦ “ἐπεὶ ἄρ κεν ἀμείψεται ἕρκος ὀδόντων” (Il. ι, 409.), καὶ “ὄφρα καὶ ἄλλος πτωχὸς ἀλεύε- ται ἠπεροπεύειν” (Od. ξ, 400.). P.

ἐντύνεαι] κατασκευάσειας, πλύνειας, κοσμήσειας, κομίσειας. E.Q. κοσμήσειας, πλύνειας, εὐτρεπίσειας. V.

35. ὅθι τοι γένος] οὐ τοπικόν ἐστι νῦν, ἀλλὰ θέλει λέγειν, ἐν οἷς καὶ αὐτὴ ὀνομάζῃ τοῖς ἀρίστοις, τουτέστιν ὅτι εἶ εὐγενής. γράφε- ται καὶ, ἥ τοι γένος. V. ὅπου ἐν τοῖς ἀρίστοις ἐστὶ καὶ σοὶ αὐτῇ τὸ γένος. H.P.T.

[*](3. τοῖς τοῦ νυμφίου T. τοῖς νυμφίοις 20. καὶ “ἄφρα καὶ ἄλλος πτωχὸς Q. Apud Eustath. p. 1549, 54. Buttm. pro ἔνθα καὶ ἄλλοι πτωχοί. τὰς νύμφας τοῖς τοῦ νυμφίου ἐσθῆτας ἐν 26. ἤ τοι] ὅτι τοι codex Barnes. τῷ τοῦ γάμου καιρῷ χαρίζεσθαι. καὶ σοὶ αὐτῇ Buttm. pro καὶ ὅ σοι 9. ἀνθρώπων] Ultimæ syllabæ οις (καὶ ὅση P.) αὐτῇ. “In textu H. ὅτι superscriptum in P. τοι γένος ἐσσὶ καὶ αὐτή. Atque ἐσσὶ Καλλίστρατος—φάτις] Hæc aut a prima manu fuit etiam in P.; vitiata aut commenticia videntur ad eandemque scripturam refertur Nauckio Aristoph. p. 39. scholium vulgatum quoque: qua ra- 12. ἔπειξις] συμβουλὴ T. tione τοὶ foret conjunctio,” BUTT- 19. ἐπεὶ addidit Buttm. MANN.)
297

37. ἥ κεν ἄγῃσι] ἀντὶ τοῦ ἄγοι. ὑποτακτικὸν ἀντὶ εὐκτικοῦ. P. ἄγοι, φέροι, βαστάζοι. V.

38. ζῶστρα] τὰ πρὸς τὴν ζώνην ἐπιτήδεια, πάντα ἅ ἐστι ζώσα- σθαι, οἷον χιτῶνας καὶ τὰ τοιαῦτα. πέπλους δὲ τὰ γυναικεῖα ἐνδύ- ματα καὶ ἐμπερονήματα. ἅπαξ δὲ ἐνταῦθα ἡ ζῶστρα λέγεται. P. Q.T.

ζῶστρά τε] γρ. ζώνας. P.

ῥήγεα] τὰ βαπτὰ περιστρώματα. Q. βαπτά. ῥέξαι δὲ τὸ βάψαι. P.

40. ἄπο πλυνοί εἰσι πόληος] βαρυτονητέον τὴν ἄπο· σημαίνει γὰρ τὸ ἄπωθεν. P.

πλυνοί] οἱ λίθοι ἐν οἷς πλύνουσιν. ἐκ μέρους δὲ πάντα τὸν τόπον φησί. B. αἱ πληγαὶ, οἱ τόποι ἐν οἷς πλύνουσι τὰ ἱμάτια. E. γοῦρναι. Gl. H.

42. Οὔλυμπόνδʼ, ὅθι φασὶ] εἰ μὲν πρὸς τὸν οὐρανὸν τὸ ὅθι φασὶ, νῦν οὐκ ἔχει καλῶς· οὐδὲ γὰρ ἐπὶ τούτου διστάζει ὁ ποιητὴς λέγων, ὅθι φασίν· εἰ δὲ πρὸς τὸ καλούμενον οὕτως ὄρος, καλόν. E.Q. διὰ δὲ τοῦ φασί τὴν ἐκ προγόνων παράδοσιν ἐμφαίνει καὶ οὐκ ἤδη πλάσμα τοῦ ποιητοῦ τὸ τοῦ Ὀλύμπου. E.P.Q.

44. οὔτε χιὼν ἐπιπίλναται] ἀχιόνιστον μὲν αὐτὸν ἀπὸ τῶν ἀνω- τέρω μερῶν λέγει, ἀγάννιφον δὲ ἀπὸ τῶν κατωτέρω, τόν μετὰ τὰ νέφη τόπον, ὡς ὅταν τὸ δόρυ ποτὲ μὲν ἀπὸ τοῦ δένδρου μελίαν τὸ ὅλον, χάλκεον δὲ ἀπὸ μέρους λέγῃ. B.H.P.Q.T.

ἐπιπίλναται] προσπελάζει, ἀπὸ τοῦ πελῶ, προσθέσει τοῦ ν καὶ τροπῇ τοῦ ε εἰς ι πιλνῶ, καὶ ἐξ αὐτοῦ πίλνημι. E.

αἴθρη] Ῥιανὸς, αἰθήρ. H. P.

45. ἀνέφελος] νεφελῶν χωρίς. ἡ γὰρ κορυφὴ ἡ τοῦ Ὀλύμπου ἐπουράνιος καλεῖται. ὁ δὲ οὐρανὸς ὑφʼ Ὁμήρου ἀπὸ τῶν νεφελῶν ἕως τοῦ κατηστερισμένου τόπου συνωνύμως αὐτῷ τῷ κατηστερισμένῳ καλεῖται. E.P.Q.V.

46. τῷ ἔνι] Ῥιανὸς, τῇ ἔνι, πρὸς τὴν αἴγλην. H. P.

[*](3—5. Cf. Eustath. p. 1550, 18. τάτω. κατωτάτων T. 5. ἡ delendum, aut in τά mutan- 21. τὸ ὅλον] ἀπὸ τοῦ ὅλον (?) H. dum. 22. λέγῃ correxi pro λέγει. 7. ῥέξαι] Conf. ad γ, 349. BUTT. 23. πελῶ Struvius pro πέλω. 13. γοῦρναι] Ex Gloss. Græco- 25—29. Cf. Eust. p. 1550, 52. barbaris annotavit Ducangius. 25. αἰθήρ] Hoc ferri posse, si 19. ἀνωτέρω] ἀνωτάτων P. T. μάλα explices “sane,” monet 20. κατωτέρω Buttm. 2 1pro κατω- Lehrs. Aristarch. p. 174.)
298

47. πάντα] γρ. κούρῃ. H. P.

48. ἠὼς ἧλθεν ἐΰθρονος] θρόνον νῦν τὸν ἁρμάτειον λέγει τῆς ἠοῦς. οὐ γάρ ἐστιν ἑδραία ἡ θεὸς αὕτη ἡ νῦν εἰρημένη. E.P.V.

49. ἀπεθαύμασʼ ὄνειρον] διὰ τὸ ἐναργές. P. T.

50. διὰ δώμαθ᾿] ἀντὶ τοῦ διὰ δωμάτων. H.

52. ἡ μὲν ἐπʼ ἐσχάρῃ] παρὰ τῇ ἐσχάρᾳ. ἐσχάρα δὲ ὁ τόπος ἐφʼ ᾧ τὸ πῦρ καίεται. V.

πάλιν σύνηθες αὐτῷ προδιατυποῦν τὴν συναγωγὴν τῶν προσώπων. P.Q.

53. ἠλάκατα στρωφῶσʼ ἁλιπόρφυρα] καίτοι τρυφερωτάτης οὔσης τῆς πολιτείας οὐκ ἀμελεῖ τῶν ἔργων. τὰ δὲ ἁλιπόρφυρα οἰκείως τῇ βασιλίδι, ὡς καὶ ἡ Ἑλένη ἰοδνεφὲς ἔριον ἐργάζεται. Q. T. ἠλάκατα τὰ ἔρια, ἠλακάτη δὲ τὸ ξύλον ἐν ᾧ τυλίσσονται τὰ ἔρια. B. ἠλά- κατα νῦν τὰ ἔρια. H. V.

στρωφῶσʼ] στρέφει. H.

ἁλιπόρφυρα] τὰ θαλασσοβαφῆ. ἀντὶ τοῦ παρακαίουσαν ἐπʼ Ὀλύμπῳ ἐριπόρφυρα. H.

54. μετὰ κλειτοὺς βασιλῆας] ὄπισθεν τῶν κλειτῶν βασιλήων. νῦν γὰρ τοὺς ἐνδόξους καλοῦσιν. ἢ τὸ μετά ἀντὶ τοῦ εἰς. E. ἐρχο- μένῳ πρὸς τοὺς κλειτοὺς βασιλῆας. Q.T. οἱ καλούμενοι διὰ τὸ δια- πρέπειν εἰς τὰς ἀγοράς. ἐπιφέρει γὰρ “ἵνα μιν κάλεον Φαίηκες ἀγαυοί.” καὶ περὶ τοῦ Τηλεμάχου “ἀλλὰ ἕκηλος Τηλέμαχος τέ- μένη νέμεται καὶ δαῖτας ἐίσας δαίνυται, ἂς ἐπέοικε δικασπόλον ἄνδρʼ ἀλεγύνειν· πάντες γὰρ καλέουσι” (Od. λ, 185.)· πανταχοῦ γὰρ κα- λεῖται. T.

55. εἰς βουλὴν] τὸ βουλευτήριον λέγει νῦν. B. βουλή σημαίνει τρία, τὴν σύνεσιν, τὴν πρόφασιν, τὴν γνώμην. P.

βέλτιον τοῖς ἄνω συνάπτεσθαι τὸ, ἐς βουλήν. P.

ἐς βουλὴν, ἵνα μιν κάλεον] οὐχ ὅτι νῦν τοιοῦτόν τι ἦν ὥστε χρείαν εἶναι τοῦ βασιλέως, ἀλλ᾿ οἷόν που ἔδει ἀπαντᾶν ὅπου αὐτὸν ἐκάλει τὰ πράγματα διὰ τὴν ἀρχήν. P. Q.

57. πάππα] πάτερ. ψελλιζομένη ἐστί τις φωνὴ, προσφώνησις φιλοφρονητικὴ νεωτέρου πρὸς πρεσβύτερον. E.P. κατὰ τιμὴν ταῦτά [*](2. τὸν ἁρμάτειον λέγει] τὸ ἅρμα 3. ἐστὶν et αὕτη ἡ νῦν εἰρημένη om. E. φησὶ E. 26. βουλευτήριον correxi pro βου- ἠοῦς E. ἠοῦς ἑώας ceteri. λευτρόν.)

299
τινες προσαγορευτικά. οὐδέποτε δὲ περί τινος αὐτά φησι, ἀλλὰ πρός τινα. τέττα φίλου, ἄττα τροφέως, ἠθεῖε ἀδελφοῦ, πάππα πα- τρός. E.

ἐφοπλίσσειας] Ῥιανὸς, ἐφοπλίσσειαν, οἱ δμῶες δηλονότι. H. P.

ἐφοπλίσσειας] παρασκευάσειας. ἐρωτηματικῶς ἔχει ὁ λόγος. P.

58. ἵνα κλυτὰ εἵματʼ ἄγωμαι] οὐ τὰ τότε, ἀλλὰ τὰ φύσει. ὡς ἐπὶ τοῦ “φαεινὴν ἀμφὶ σελήνην (Il. θ, 551. s. 555.), οὐ τὴν τότε, ἀλλὰ τὴν φύσει· καὶ ἐπὶ τοῦ “πλήθει δή μοι νεκύων ἐρατεινὰ ῥεέ- θρα” (Il. φ, 218.). E.

59. τά μοι ῥερυπωμένα κεῖται] μόνος ἐστὶν οὗτος παρακείμενος παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ρ δεδιπλασιασμένος. ἔστι δὲ καὶ παρʼ Ἀνακρέοντι τὸ “ῥεραπισμένῳ νώτῳ.” P. Q.

60. καὶ δέ σοι αὐτῷ] ἡ μὲν Ἀθηνᾶ ἔλεγε περὶ τοὺς γάμους ἀπα- ρακαλύπτως “τὰ δὲ τοῖσι παρασχεῖν οἵ κέ σʼ ἄγωνται,” αὐτὴ δὲ τὴν χρείαν ἐνήλλαξε τῶν φορησάντων ἐπʼ αὐτὸν καὶ τοὺς ἀδελφούς. ἀλλʼ ἔχει ὑπόνοιαν τῆς ἀληθείας ὁ λόγος διὰ τὴν ἀκμὴν τῆς γαμού- σης. P.Q.T.

ἐόντα] σοὶ ἐόντα, ἀντίπτωσις. H.

64. ἐθέλουσι] ὀφείλουσι. P.

65. ἐς χορὸν] ἁβροδίαιτοι γὰρ ὄντες οἱ Φαίακες καθʼ ἡμέραν ἐχό- ρευον. H.P.T.

χορὸν] τὸ συνέδριον, τὸ ἄθροισμα, τὰ διδασκαλεῖα. V.

μέμηλεν] διὰ φροντίδος εἰσὶν, ἀπὸ τοῦ μέλω τὸ φροντίζω. B.

68. οὔτε τοι] γρ. καὶ, ὅτέ τευ. H. P.

70. εὔκυκλον] εὔτροχον· κύκλοι γὰρ οἱ τροχοί. H.

ὑπερτερίῃ ἀραρυῖαν] τῷ πλινθίῳ τῷ ἐπιτιθεμένῳ τῇ ἁμάξῃ πρὸς τὸ πλείονα βάρη φέρειν. B.P.V. τῷ πλινθίῳ τῷ ἐπιτιθεμένῳ ἄνωθεν εἰς τὸ δέχεσθαι τὰ ἐντιθέμενα. E.Q. ὑψηλοτάτῳ, ὃ καὶ πλινθίον καλεῖ- [*](6. Conf. schol. ad v. 74. que ex οὔτέ τευ, quod pro varia 12. τὸ scripsi pro ὁ. lectione erat ad οὔτέ τοι: nam sic ῥεραπισμένῳ] ῥερυπασμένῳ Q. Chœ- in altero quoque hemistichio olim roboscus p. 555, 24. σημειούμεθα— lectum fuisse suspicor e schol. καὶ τὸ “ῥεραπισμένῳ νώτῳ (νῶ codex vulg. quod in ed. ant. sic habet: Paris.)” παρὰ τῷ Ἀνακρέοντι. ΟΥΤΕ ΤΟΙ. οὔτε τινός. BUTTM. 16. ἔχει] ἔσχεν P. 28. ἐντιθέμενα Buttm. pro ἐπιτι- 18. ἀντίπτωσις] In P. syllabæ τα θέμενα. in textu appictum τι; et ab alia πλινθίον codex Barnes. πλίνθρον manu, ἀντίπτωσις. V. 24. ὅτέ τευ] Corruptum hoc uti-)

300
ται. V. ἢ τῷ ὑπεράνω τῆς ἁμάξης τετραγώνῳ ξύλῳ δεχομένῳ τὸ ἐντιθέμενον φορτίον. B.E.Q.V.

71. δμώεσσιν] θεραπαινίσιν. V.

72. ἡμιονείην] γρ. ἡμιόνοιιν. H.

74. ἐσθῆτα φαεινήν] οὐ τὴν τότε οὖσαν φαεινήν· ῥερύπωται γάρ· ἀλλὰ τὴν φύσει καθαράν. E.H.P.V. τὴν φύσει φαεινήν. οἷόν ἐστι καὶ τὸ “φαεινὴν ἀμφὶ σελήνην.” τινὲς δὲ τὴν λεπτὴν, ὡς καὶ “μάστιγα φαεινήν” (Il. κ, 500.). P.Q.T.

Ἀριστοφάνης “φέρον” γράφει καὶ “κατέθηκαν,” οἱ δμῶες. H. P.

76. μήτηρ δʼ ἐν κίστῃ ἐτίθει] παρὰ τὸ ἐν αὐτῷ κεῖσθαι καὶ φυ- λάττεσθαι τὰ βαλλόμενα. οὕτω γὰρ οἱ Ἀττικοὶ καλοῦσι τό σκεῦος, εἰς ὃ βάλλουσι τὰ ἐδέσματα. E. ἅπαξ ἐνταῦθα ἡ κίστη. λέγεται δὲ ἡ ἐδεσματοθήκη οὐκ ἄποθεν τοῦ ἐγκεῖσθαί τι ἐν αὐτῇ. P.Q.V.

79. ληκύθῳ] ἀγγείῳ ἐλαιοδόχῳ, τῇ λεγομένῃ λίτρᾳ. P.

ὑγρὸν ἔλαιον] τὸ ὑγροποιὸν, ὡς τὸ “χλωρὸν δέος.” ἢ διὰ τὸ μὴ ἀποκρυσταλλοῦσθαι τοῦτό φησιν, ἢ διὰ τὸ μὴ ἐῶν ξηρανθῆναι, ἃ καὶ ἀμφότερα θεωροῦνται ἐπὶ τοῦ ὕδατος. E. οὐ τὸ φύσει ὑγρὸν, ἀλλὰ τὸ ὑγροποιὸν, τὸ μὴ ἐῶν σκληρύνεσθαι, ἢ τὸ χαλαστικὸν τῶν σωμάτων. P.

80. εἵως χυτλώσαιτο] νῦν ἀντὶ τοῦ ὅπως. V. ὅπως, ἵνα. τὸ δὲ χυτλώσασθαι ἐπὶ τοῦ μετὰ λουτροῦ ἀλείψασθαι τίθησιν, οὐχ ἀπλῶς ἐπὶ τοῦ ἀλείψασθαι. τὸ δὲ μετὰ ἐλαίου ὕδωρ χύτλον ἐκάλουν. B.Q.T. μετὰ τὸ λουθῆναι ἀλειφθείη. τοῦτο γὰρ τὸ χυτλοῦν. E. λουσαμένη ἀλείψαιτο. χύτλος γὰρ τὸ μεθʼ ὕδατος ἔλαιον. V.

82. μάστιξεν—ἡμιόνοιιν] βραδυτέρα γὰρ ἡ τούτων βάδισις. P. T.

83. αἱ δʼ ἄμοτον τανύοντο] ἐκ τοῦ παρακολουθοῦντος ἔτρεχον, ὡς ἐκεῖ “οἱ δὲ πανημέριοι σεῖον ζυγόν” (Od. γ, 486.). B. P. ἄμοτον δὲ γίνεται ἐκ τοῦ α στερητικοῦ μορίου καὶ τοῦ μότος τὸ μοτάριον. [*](4. ἡμιόνοιιν Porsonus. ἡμιονσι H. legisse videtur Nauckio Ar. p. 39. Cramerus “ἡμιονοίην potius credo 12. λέγεται—] Excerpsit hæc scriptum in H.” Eustathius p. 1552, 19. 5. ῥερύπωται] ἐρρύπωτο E.V. 13. αὐτῇ] τουτέστιν, ἔοικεν ἡ λέξις 6. ἀλλὰ—καθαράν om. P. ἐτυμολογεῖσθαι παρὰ τὸ κεῖσθαι, ut 9. φέρον] In textu P. verbo φέ- monet Eustath. ρειν superscriptum etiam ον. In H. 16. ἀποκρυσταλλοῦσθαι] Scribeba- φέρον a m. pr. et κατέθηκαν a cor- tur simplici λ. rectore. Videtur Aristophani vox ἐῶν Buttm. pro εὖ. κούρη fuisse pro dativo. Sed opor- 26. ἐκ, τοῦ παρακολουθοῦντος] Vid. teret potius κούρης. BUTTM. κοῦραι ad μ, 172.)

301
ἄμοτον γὰρ τὸ ὑγιὲς τὸ μὴ δεχόμενον μότον. ὅθεν καὶ ἄμοτον τανύ- οντο ἀντὶ τοῦ ὑγιῶς ἔτρεχον. B. ἀπλήρωτον ἔτρεχον, συνεχῶς ἐφέ- ροντο. E. ἀπλήρωτον, ἀκόρεστον. P.

86. ἔνθʼ ἤτοι] σημειωτέον πανταχοῦ τὸ ἤτοι ἀντὶ τοῦ μέν, τὸ δὲ ἀτάρ ἀντὶ τοῦ δή. H. τὸ ἤτοι ἀντὶ τοῦ μέν. Q.

πλυνοὶ ἦσαν—καλὸν ὑπεκπρορέει] σημειωτέον τὸ ἀσύντακτον τῶν χρόνων. Q. σημειωτέον τὴν ἐναλλαγὴν τῶν χρόνων, οὗ μὲν ἦσαν, οὗ δὲ ῥέει. πρὸς ὃ ἡ διπλῆ. P.

ἐπηετανοί] πολλοὶ, συνεχεῖς, ὁλοχρόνιοι. E.

87. καλὸν ὑπεκπρορέει] ἡ ὑπό δηλοῖ τὸ εἰς βάθος. B.E. ὑπὸ τοῦ ποταμοῦ εἰς τὸ ἔμπροσθεν πρὸς τοὺς πυέλους ῥεῖ. B.E.H.P.

ῥυπόωντα] γρ. ῥυπόεντα. P.

88. ἡ ἀνταπόδοσις, ἔνθʼ αἵγʼ ἡμιόνους μὲν, τὰ δὲ ἄλλα διὰ μέ- σου. P.

ὑπεκπροέλυσαν] ἡ μὲν ὑπό τὴν ἀπόζευξιν δηλοῖ, ἡ δὲ πρό τὴν εἰς τοὔμπροσθεν ἔλασιν τῶν ἡμιόνων. B.H.P.V.

ἀπήνης] γρ. ἁμάξης. H.

89. παρὰ Ἀρίσταρχος ἀναστρέφει, τοῖς κυριωτέροις συντάσσων τὰς προθέσεις. P.

90. ἄγρωστιν] εἶδος βοτάνης, ὅπερ ἐστὶ πόα χορτώδης. V. διουρητικὴ δέ ἐστιν. P.

91. ἐσφόρεον μέλαν ὕδωρ] εἰς τὸ ὕδωρ ἔφερον τὰ ἱμάτια. B.E.P.

92. βόθροισι] τοῖς πλυνοῖς, ταῖς δεξαμεναῖς. B. Q.

θοῶς] βέλτιον τοῖς ἡγουμένοις συναπτέον. P.

93. κάθηράν τε ῥύπα πάντα] κάθηραν ὡς ἤγειραν. τὸ δὲ ῥύπα οἱ μὲν αἰτιατικὴν ἐν μεταπλασμῷ φασιν, οἱ δὲ ἀπὸ τοῦ ῥύπον. βα- ρύνεται δὲ ὡς τὰ λύχνα καὶ τὰ δίφρα. B.P.Q.

[*](4. σημειωτέον—] Hoc scholium 15. ὑπό H.P.V. ὑπέκ B. his verbis itidem est in P. sed sine πρό P. πρός ceteri. lemmate, et e regione fere ver- 17. γρ. ἀμάξης] Est glossema. suum 91. 92. ut videri possit spec- 18. ἀναστρέφει] Begulam exhi- tare aoristum ἕλοντο junctum im- bet cur anastrophen admittat hic perfectis. Sed mire permista sunt in voce πάρα Aristarchus, nimirum In hoc codice et hac ipsa pagina quoniam τὸ κυριώτερον (hic ποταμόν) scholia. BUTTM. præcedat. BUTTM. 7. οὗ μὲν—οὗ δὲ—ὃ] οὐ μὲν—οὐδὲ 22. ἔφερον] συνέφερον P. —ὃν P. 26. ῥύπον] ῥύπον. τὰ H. P. ῥύποντα 10. ὑπὸ] τὸ δὲ ὑπεκπρορέει ὑτὸ H. B. Q. 11. τοὺς] Immo τάς.)
302

94. 95. ὅπου κατὰ τὴν χέρσον λάιγγας ἀπέπλυνεν ἡ θάλασσα. P.

95. λάιγγας] τὰ μικρὰ λιθάρια ἢ τὰς μικρὰς ψήφους. V. λάιγγάς φησι τὰ μικρὰ λιθίδια, ἀπὸ τοῦ λάας ὁ μέγας λίθος. B.

ἀποπλύνεσκε] τὸ ἀποπλύνεσκεν οὐ πρόσρηξίν τινα κύματος, ἀλλὰ πραεῖαν ἐπίκλυσιν ἐνεδείξατο. P. Q.

γρ. ἀποπτύνεσκε, ἤγουν ἀπέπτυε. Vind.

ἀποπτύεσκε] γράφεται, ἀποπλύνεσκε. B. ἀποπτύεσκε] ἀπέρ- ριπτεν. V.

98. ὅτι καὶ τὰ τοιαῦτα τηρεῖ. τὸ μὲν γὰρ ἐν ἡλίῳ ξηρᾶναι τερ- σῆναι λέγει, τὸ δὲ ἐν ἀνέμῳ ψῦξαι “τοὶ δʼ ἱδρῶ ἀπεψύχοντο χιτώ- νων” (Il. λ, 621.). P.

100. ταὶ δʼ ἂρ] πᾶσαι διὰ τοῦ δ. H. P.

101. τῇσι δὲ Ναυσικάα] μεταβαλὼν τὸ “σφαίρῃ ταὶ δʼ ἄρʼ ἔπαιζον” εἶπε “τῇσι δὲ Ναυσικάα λευκώλενος ἤρχετο μολπῆς,” πᾶ- σαν παιδιὰν μολπὴν λέγων. οἱ δὲ νεώτεροι τὴν ᾠδήν. ὅτι δὲ οὐκ ᾖδεν ἡ Ναυσικάα, ἀλλʼ ἐσφαίριζε, δηλοῖ τὸ “σφαῖραν ἔπειτʼ ἔρριψε μετʼ ἀμφίπολον βασίλεια.” B.E.H.P.Q.

μολπῆς] τῆς παιδιᾶς. ὡς ἐπὶ τοῦ “κυνῶν μέλπηθρα γενέσθαι” καὶ “δηΐῳ μέλπεσθαι Ἄρηϊ” (Il. η, 241.). P.

102. κατὰ πάντα ἀπαράλλακτος ἡ εἰκών. P.

κατʼ οὔρεος] γρ. οὔρεα, ὅπερ ἄμεινον. H. P.

103. ἢ κατὰ Τηΰγετον] ἀπὸ Ταϋγέτης τῆς Ἄτλαντος, ἧς καὶ Διὸς Λακεδαίμων. Ἐρύμανθος δὲ ὄρος Ἀρκαδίας, οὗ πολλοὶ σύες καὶ ἔλα- φοι γενέσθαι παραδέδονται. B.P.Q.

οἱ γὰρ τόποι οὗτοι πλεονάζουσι κάπροις καὶ ἐλάφοις. οὐκ εἶπε δὲ λέουσι, ἐπεὶ οὐ γεννᾶται ἐνταῦθα τὰ ζῷα ταῦτα, ὡς Ἀριστοτέλης [*](9. ἐν ἡλίῳ ξ. correxi pro ἐνῆν ὡς ξ. neque ταί hic est relativum, sed Quanquam nescio qui factum sit, demonstrativum, cui pleonasticum ut dicatur poeta uti hic verbo ξη- τε adhærere non solet. BUTTM. ρᾶναι: nisi forte τερσῆναι et ξηρᾶναι 18. 19. Cum hoc scholio com- nota erat synonymia. Schol. V. τερ- paretur p. 174, 3. et Apollon. Lex. σήμεναι· ξηρανθῆναι. BUTTM. Ad- s. v. μέλπεσθαι. didi τερσῆναι post ξηρᾶναι cum Lo- 18. γενέσθαι] Il. ν, 233. ubi est γέ- beck. Rhemat. p. 109. Conf. schol. νοιτο, et ρ, 255. σ, 179. ubi est κυσίν. Il. λ. 621. BUTTM. BUTTM. 13. ταὶ δʼ ἄρʼ] ταί τʼ ἄρ᾿ H. P. 21. ὅπερ ἄμεινον om. P. Ceterum ratio grammatica solum 22. ἀπὸ] γράφεται ἀπὸ excusum ταὶ δέ tuetur, ut δέ sit notum illud in Maii editione. in apodosi. Contra τέ locum non 26. Ἀριστοτέλης] H. A. 6, 31. habet, quoniam neque copulat hic, 8, 28. Ælian N. A. 3, 27. Quæ)

303
μαρτυρεῖ. [Ἐν μὲν τῷ “λίην φύλλοισιν ἐοικότες ἢ ψαμάθοισιν” (Il. β, 800.) ἐπίτασίς ἐστι κατὰ τὸ ἐπενηνεγμένον τοῖς φύλλοις τοῦ πλήθους τῶν ψαμάθων, ἐν δὲ τῷ περὶ Κικόνων ῥηθέντι “ἦλθον ἔπειθʼ ὅσα φύλλα καὶ ἄνθεα γίνεται ὥρῃ” (Od. ι, 51.) δόξειειν ἂν ἐλάττω- σις εἶναι ἐκ τοῦ ἐπαγομένου. ἐλάττω γὰρ τὰ ἄνθη τῶν φύλλων καὶ τῆς ψάμμου. ἀλλὰ τὰ μὲν φύλλα παρίστησι τὸ πλῆθος, τὰ δὲ ἄνθη τῇ καθοπλίσει καὶ τῇ ἄλλῃ ἀμφιέσει τῶν Θρᾳκῶν μάλιστα, ὧν εἰσιν οἱ Κίκονες, ταῖς χροιαῖς ποικίλλοντες τὴν ἀμφίεσιν.] P. Q.

Τηΰγετον περιμήκετον] ὄρος τῆς Λακωνικῆς ὑψηλὸν μέγιστον. E.Q.

104. Ἐρύμανθον] ὄρος Ἀρκαδίας καὶ ποταμὸς, ἔνθα ὁ Ἐρυμάνθιος κάπρος. ἐν τούτοις δὲ λέων οὐ γίνεται, ἀλλὰ πολλοὶ σύες καὶ ἔλα- φοι. E.V.

106. ἀγρονόμοι] παροξυτόνως αἱ ἐν ἀγρῷ νέμουσαι· οὐ γὰρ νεμό- μεναι· τινὲς δὲ ἀγρόνομοι λέγουσι. H.P.Q. αἱ ἐπὶ τῶν ἀγρῶν νεμό- μεναι, ἢ ἄγραν νέμουσαι. E.V.

Μεγακλείδης “ἀγρόμεναι παίζουσιν ἀνὰ δρία παιπαλόεντα.” H. P.

γέγηθε δέ τε φρένα Λητώ] ἡ Λητὼ ἀλληγορεῖται εἰς τὴν νύκτα. καὶ λοιπὸν λέγεται μήτηρ τῆς Ἀρτέμιδος, ἢ τῆς σελήνης, καὶ τοῦ Ἀπόλλωνος, ἤγουν τοῦ ἡλίου. E.

108. ῥεῖά τε] οὕτως διὰ τοῦ τε αἱ Ἀριστάρχειοι καὶ σχεδὸν πᾶ- σαι. H. P.

116. ἀμφιπόλου μὲν ἅμαρτε, βαθείῃ δʼ ἔμβαλε δίνῃ] τῶν δια- βεβοημένων ἐστὶν ὁ τόπος ἐπὶ συντομίᾳ. οὐδὲν γὰρ ἔχει περιττὸν, ἀλλὰ καὶ τὰ ἐπίθετα χρειώδη. τὸ μὲν γὰρ βαθείῃ ὑπὲρ τοῦ βοῆσαι τὰς παρθένους, ὡς ἂν οὐ παρὰ τὴν ὄχθην τῆς σφαίρας ἐμπεσούσης, ὅθεν ῥᾴδιον ἦν ἐξελέσθαι, ἀλλʼ εἰς μέσον τὸ βάθος. τὸ δὲ “μακρὸν ἄϋσαν” πιθανὸν εἰς τὸ ἀνεγερθῆναι τὸν Ὀδυσσέα. H.P.Q.

δίνῃ] τῇ τῶν ὑδάτων συστροφῇ. Q. V.

117. ὁ δʼ ἔγρετο δῖος Ὀδυσσεύς] ἐπιτηδείως ἀνίστησιν Ὀδυσσέα, [*](autem abhinc in hoc scholio le- 15. λέγουσι] νέμουσι P. et altero guntur in P. Q. quomodo huc ve- superscripto H. nerint divinare nequeo. Spectant 25. τὸ—βαθείῃ Buttm. τὸ—βάθει ad ι, 51. ubi eadem fere repetita H. T. τῷ—βάθει Q. invenies et iterum quidem e Q. 26. οὐ Buttm. οὖν P. Q. BUTTM. 28. ἄῦσαν] ἀΰσαι H. 12. ἀλλὰ—ἔλαφοι om. V.)

304
ὁπότε οὔτε λυπήσειν ἔμελλεν ἐπιτηδείως ἐχούσαις ἐπιφορᾷ, οὔτε ἐνοχλήσειν διακόψας τὴν παιδιὰν, λέλυται γὰρ ἡ παιδιὰ τυχηρῶς. P.Q.

120. ἦ ῥ᾿ οἵγ᾿] ὡς διαπορητικὸν περισπᾶται. P.

121. θεουδής] θεοειδὴς, θεοῖς ὅμοιος. ἢ θεοαδὴς, ὁ θεοῖς ἀρέσκων, ἢ θεοῦ ἔχων αὐδήν. V. θεοδεὴς, ἢ δεισιδαίμων. ἢ θεοαδής παρὰ τὸ ἁδεῖν. P. θεοσεβής. Gl. P.

122. οὐκ εἶπε, θήλεια. P.

ἀϋτμή] νῦν ἡ φωνή. V.

ἀϋτή] ἢ ἀϋτμή. νῦν φωνή. P.

123. νυμφάων, αἳ ἔχουσι] ἐπεὶ γὰρ ἐν ἐρημίᾳ ἐστὶν, ἧκεν ἐπὶ ταύ- την τὴν ὑπόνοιαν ὅτι ὄντως νύμφαι εἰσίν. εἶτα μεταβαίνει, “ἢ νύ που ἀνθρώπων εἰμὶ σχεδὸν,” εἰ μὴ νύμφαι εἰσίν. E.H.P.

124. πείσεα ποιήεντα] τοὺς διύγρους τόπους, ἢ μᾶλλον τὰ δάση ἀπὸ τοῦ τὴν πίσσαν ποιοῦντος ξύλου, ἤτοι τῆς πεύκης. B. λειμῶνας ἢ ὑγρώδεις τόπους ἐξ ὧν ἔστι πιεῖν, ἢ παρὰ τὸ πίσαι, ὅ ἐστι ποτίσαι· ἢ χωρία πόαν ἔχοντα. E.Q.

πίσεα] καὶ πείσεα, ὅτι ἐξηγήσαντο πείσεα πόαν ἔχοντα χωρία. H.

125. ἢ νύ που ἀνθρώπων εἰμὶ σχεδόν] εἰ μὴ νύμφαι εἰσίν. διαπο- ρητικὸς ὁ η, οὐ βεβαιωτικός. P. Q. ὁ ἦ περισπᾶται, τὸ δὲ εἰμί ἐγκλίνεται σημαῖνον τὸ ὑπάρχω. P.

αὐδηέντων] ἐνάρθρῳ φωνῇ χρωμένων, ἢ φιλανθρώπων καὶ εἰς ὅμι- λον ἐρχομένων εὐχερῶς. B.E.P.Q. οἱ γὰρ κακοὶ καὶ βάρβαροι οὐδʼ εἰς ὅμιλον ἔρχονται. B.E.Q. ἐμφώνων, ἐνάρθρῳ φωνῇ χρωμένων. V.

ὥσπερ ὅταν λέγῃ κατὰ θνητῶν ἀνθρώπων, ἀντιδιαστέλλων πρὸς τοὺς θεοὺς, λέγει ὅτι ἐκεῖνοι ἀθάνατοι, οὕτω καὶ ὅταν λέγῃ “ἦ νύ που ἀν- θρώπων σχεδὸν εἰμὶ αὐδηέντων,” ἀντιδιαστέλλει πρὸς τοὺς θεοὺς, ὅτι οἱ θεοὶ αὐδῇ τῇ αὐτῇ οὐ χρῶνται. ὥσπερ καὶ ἐπὶ τῆς Λευκοθέας, “ἣ πρὶν μὲν ἔην βροτὸς αὐδήεσσα” (ε, 334.), καὶ θνητῇ αὐδῇ χρωμένη. καθὰ καὶ οἱ βροτοί. καὶ τὸ “αὐδήεντα δʼ ἔθηκε θεα λευκώλενος Ἥρη” [*](6. θεοδεὴς] θεοδαιὴν P. Manifestum 11. ἐρημίᾳ] ἐρημίαις H. est scripsisse hunc grammaticum 19. εἰ μὴ νύμφαι εἰσίν] Sunt ulti- θεοδεής; et sic unicus hic est locus ma verba scholii ad 123. Nam in qui sincerum exhibet hujus vocis P. continuatur illud usque ad βε- etymon, quod demonstravi in Lexil. βαιωτικός. BUTTM. 1. p. 171. BUTTM. In H. θεοδαιὴς, 20. ὁ ῆ Buttm. pro εἴη. δεισιδαίμων, ἢ θεοαδής. 24. ὅμιλον] ὁμιλίαν P.)

305
(Il. τ, 407.), οὐκ ἔστι φωνὴν ἔχοντα, ἀλλʼ ἀνθρωπίνως φθεγγόμενον, τουτέστι τῇ αὐτῇ ὀπὶ χρώμενον, οἵᾳ δὴ καὶ οἱ λοιποὶ ἄνθρωποι. καὶ τὸ “Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα” σημαίνει ἀνθρωπιστὶ φθεγγομένη, οὐχ ὡς θεός. διὰ σημείων γὰρ καὶ ὀνείρων καὶ ἱερείων καὶ οἰωνῶν καὶ θυσιῶν, οὐκ αὐδῆς, φθέγγονται οἱ θεοί. τὸ δὲ “οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων” (Od. δ, 353.), τῶν θεοπροπιῶν λέγει. ἡ δὲ Κίρκη καλὸν ἀοιδιάει, ὡς ἄνθρωπος δηλονότι. Q.

127. ὑπεδύσατο] ὑπεξῆλθεν. V. ἀντὶ τοῦ ἀνέδυ, ὡς τὸ “αἰθυίῃ δʼ εἰκυῖα ποτῇ ἀνεδύσατο λίμνης” (ε, 337.). P.

128. ὕλης πτόρθον] τὸ ἑξῆς, πτόρθον, ὅ ἐστι κλάδον, φύλλων. B. ὅπως σκεπάσειεν ὁ πτόρθος τὰ ἐν τῷ σώματι αἰδοῖα τοῦ ἀνδρός. B. T.

130. βῆ δʼ ἴμεν ὥστε λέων] πρὸς τὴν ὑπομονὴν ἡ εἰκὼν, ὅτι πᾶσα ἀνάγκη ἐγένετο τῷ Ὀδυσσεῖ ἐξελθεῖν, ὡς καὶ τῷ λέοντι. P.Q.T.

131. εἶσʼ ὑόμενος] ἐκ πλήρους τὸ εἶσι αἱ Ἀριστάρχου. H. P.

ὑόμενος καὶ ἀήμενος] βρεχόμενος καὶ ὑπὸ ἀνέμου καταπνεόμενος. B.E.

ὄσσε δαίεται] πυρὶ τοὺς ὀφθαλμοὺς ὁμοίους ἔχει. B.

132. Ῥιανὸς, αὐτὰρ βουσί. P.

133. ἀγροτέρας ἐλάφους] τὰς τοῖς ἀγροῖς βοσκομένας· ἢ τὰς ἀγηροτέρας· πολυχρόνιον γὰρ τὸ ζῷον. P.Q.T.

134. πυκινὸν δόμον] τὸν ἠσφαλισμένον ὑπὸ φυλάκων. P.Q.T. ὡς καὶ ῥινοῖσι πυκινὴν ἀσπίδα (Il. ν, 804.). P.

137. σμερδαλέος] πᾶσα μὲν γὰρ νεότης διʼ ἀπειρίαν ἔμφοβος, ἐξαιρέτως δὲ ἡ θήλεια. μᾶλλον δὲ εἰκὸς ἦν τὰς ἐν τρυφῇ τεθραμμέ- νας διὰ τὸ ἄηθες καταπλαγῆναι. P.Q.T.

λευγαλέος, κακῶς. Ζηνόδοτος δὲ. ἀργαλέος, κακῶς. H. P.

138. χωρὶς τοῦ ἰῶτα τὸ ἄλλη. P.

ἐπʼ ἠιόνας προὐχούσας] προβεβλημένας, προεχομένας, ἤτοι πρὸς τὰ ὑψηλότερα μέρη τῶν ὀρῶν. B.

141. στῆ δʼ ἄντα σχομένη] ἐξ ἐναντίας ἐπισχεθεῖσα· οἱ δὲ λεί- [*](4. διὰ σημείων—] Conf. schol. ε, αἱ Ἀριστάρχου κανόνεσσι. De qua 334. consuetudine vid. Lehrs. Quæst. 10. ὅπως T. ὅτι, B. Epic. p. 49. 14. ἐκ πλήρους τὸ εἶσι (εἰσιν H. εἰ- 19. τὰς—βοσκομένας om. Q. T. σίν P.)] Hoc dicit, εἶσι in exempla- ἢ τὰς] τινὲς T. ἢ om. Q. ribus Aristarchi sine elisione scri- 23. μὲν om. T. bi. Sic in schol. Il. ν, 407. ad κανό- 25. ἄηθες Buttm. ex Eustathio. νεσσʼ ἀραρυῖαν annotatum ἐκ πλήρους ἄνθος P.Q.T.)

306
πειν φασὶ τὰς χεῖρας, ἢ τὸ κρήδεμνον. τινὲς δὲ περικαλυψαμένη. H. ἀμφίβολος ἡ στιγμὴ καὶ ἡ διάνοια. ἢ γὰρ ἔστη ἐπισχοῦσα ἑαυτὴν τῆς φυγῆς· καθʼ ἣν διάνοιαν χωριστέον ἑκάτερον· οἱ δὲ λείπειν φασὶ τὰς χεῖρας, ἵνʼ ᾖ παραβαλλομένη τὰς χεῖρας ἐπὶ τὸ κρήδεμνον. οἱ δέ φασι τὸ κρήδεμνον λείπειν, τουτέστι περικαλυψαμένη ὑπʼ αἰδοῦς. P. Q. ἄντα σχομένη] νῦν ἐξ ἐναντίας ἀνασχομένη καὶ μείνασα. V.

142. τὸ ἑξῆς, ἢ γούνων λαβὼν λίσσοιτο. P. T.

143. αὔτως] οὕτως ὡς ἔχει σχήματος. P.

144. περιττὸς ὁ στίχος. οὐ γὰρ περὶ τῆς διανοίας αὐτῆς διστά- ζει, ἀλλὰ πῶς παρακαλέσει, πλησίον σταίη, ἢ ἀφεστηκὼς αὐτῆς. καὶ Ἀθηνοκλῆς δὲ ὑπώπτευσε τὸν στίχον. H. P.

148. αὐτίκα μειλίχιον καὶ κερδαλέον] πανοῦργον, κέρδος αὐτῷ φέ- ρον. καὶ ἄλλως μὲν ὁ ποιητὴς . . . . ἐπισφαλεῖς αἱ τοιαῦται προσ- ρήσεις, ἀλλʼ ὅμως Ὁμήρῳ τετόλμηται. προστίθησι δὲ τῷ ἀκροατῇ κανόνα τῶν εἰρησομένων λόγων. εἰσόμεθα δὲ εἰ κεκράτηκε τῆς ἐπαγ- γελίας. H.P.Q.

149. γουνοῦμαί σε, ἄνασσα] τὸ μὲν ἅπτεσθαι τῶν γονάτων παρῃ- τήσατο. ὅπερ δὲ οὐκ ἔπραξε τῷ ἔργῳ, τοῦτο τῷ λόγῳ προβάλλεται φανερὰν καθιστὰς τὴν αἰτίαν διʼ ἣν ἅψασθαι παρῃτήσατο. καὶ τὸ μὲν ἄντικρυς ὡς θεῷ διαλέγεσθαι κολακείας ὑποψίαν ἐμποιήσειν ἔμελλεν, ἐπιδιστάζων δὲ ἀξιοπιστότερον τὸν λόγον καθίστησιν, ὡς ἂν καθελκόμενος ὑπὸ τῆς δόξης. καλῶς δὲ καὶ τῇ τάξει· ἐπὶ πρώ- την γὰρ ἧκε τὴν τῆς θεότητος ὑπόνοιαν, ὡς ἐπὶ τοῦτο μᾶλλον ῥέπων. H.Q.

τὸν η ὁ Ἀσκαλωνίτης περισπᾷ ἐρωτηματικὸν νομίζων· ὃ καὶ χα- ριέστερον. οἱ δὲ ἐνέκλιναν ὡς εἰ ἔλεγεν, εἴτε θεὸς εἴτε ἄνθρωπος. P.

152. εἶδός τε μέγεθός τε] ἐκ τριῶν πεποίηται τὸν ἔπαινον, κάλ- λους, μεγέθους, εὐεξίας σώματος. φυὴ γάρ ἐστιν ἡ ἐκ πάντων μελῶν ἀναλογία· “φυήν γε μὲν οὐ κακός ἐστι μηρούς τε κνήμας τε” (Od. θ, 134.). P.Q.

[*](3. οἱ δὲ] Sic Heliodorus ap. A- διστάζειν. pollon. Lex. s. v. στῆ. 22. καλῶς δὲ καὶ τῇ τάξει] Vid. 13. ὁ ποιητὴς . . . ] Lacuna est in ad δ, 720. H. P. et fortasse in Q, de quo tacet 26. ἐνέκλιναν] Observandus hic Maius. usus de vocula consopito acuto. προσρήσεις Buttm. pro προρρήσεις. Vid. Lexil. I.17. not. 21. et 58. §. 7. 20. ἐμποιήσειν H. ποιήσειν Q. BUTTM. 21. ἐπιδιστάζων Buttm. pro ἐπι- 29. γε μὲν] γενομένου P. Q.)
307

155. αἰὲν εὐφροσύνῃσι] γρ. ἐν εὐφροσύνῃσι, κακῶς. οὐδέποτε γὰρ Ὅμηρος ἀδιαιρέτως τὴν εὐφροσύνην φησὶ τὸ ὀνοματικόν. τὰ γὰρ ἐπιρρήματα διαφόρως. P. Q.

157. τοιόνδε θάλος] ἐμφαντικῶς ἄγαν καὶ αὐτὸς θαυμάζων. πάν- τα γὰρ συμπεριέλαβε διὰ τῆς δείξεως. P. Q.

χορὸν εἰσοιχνεῦσαν] εἰσερχομένην εἰς χορὸν ἤτοι εἰς συνάθροισιν καὶ ὁμόνοιαν λαοῦ. B.

159. ὅς κέ σʼ ἐέδνοισι βρίσας] ἄμεινον ἐγκλίνειν τὴν σε. H. θωπευτικῶς ἄγαν περιμαχητὴν αὐτὴν δείκνυσι. τὸ δʼ ἑξῆς, ὅς κέ σε οἶκον ἀγάγηται ἔδνοισι βρίσας τοὺς ἄλλους μνηστῆρας. P. Q.

ἔδνοισι] τοῖς πρὸ γάμου δώροις, μνήστροις. V.

βρίσας] πολλὰ βαρύνας. B.

160. οὐ γάρ πω τοιοῦτον ἴδον] ἄλλη εὐπορία ἐπαίνων. νῦν γὰρ μερικὸς ὁ λόγος πρὸς τὸ ὀρθὸν καὶ εὐφυὲς μόνον τοῦ σώματος. χρώ- μεθα δὲ καὶ ἡμεῖς τῇ εἰκόνι, κλῶνας καὶ στελέχη καλοῦντες τοὺς εὐφυεῖς. H.P.Q.

163. φοίνικος νέον ἔρνος] ἀειθαλὲς φυτὸν αὐξανόμενον. E. λέγει δὲ τὸν ἀναδοθέντα φοίνικα τῇ Λητοῖ, οὗ καὶ ἐφαψαμένη ἀπεκύησε. E.V.

νεωστὶ ἀνερχόμενον. ὅμοιον τῷ “ὅδʼ ἀνέδραμε ἔρνει ἶσος” (Il. σ, 56.). τὸ δὲ ἀνερχόμενον τήν τε ἤδη ὑπάρχουσαν ἀκμὴν καὶ τὴν ἐλ- πίδα τῆς ἐσομένης αὐξήσεως ὑποβάλλει. οὐ τὸν ἐπὶ τῇ Λητοῖ ἀνα- δοθέντα φοίνικά φησιν. B.P.Q. τοιοῦτο δὲ παρέλαβε δένδρον, ὅπερ αὐτὸ ἐξ αὐτοῦ φυσικὴν ἔχει τὴν ὀρθότητα. B. P.

οὔ φημι λέγειν αὐτὸν ἔρνος νέον, ἀλλὰ τὸ νέον τῷ ἀνερχόμενον δεῖ συνάπτειν, ἵνʼ ᾖ, νέον ἀνερχόμενον, τουτέστι νεωστὶ ἀνερχόμενον, ὡς τὸ “νέον ἡβώωντα” (Il. ι, 446.) ἔστι γὰρ ὅμοιον τῷ “ὁ δʼ ἀνέδραμεν [*](1. οὐδέποτε—] Si probe memo- φροσύνῃ sic sine verbo, pro ἐν εὐφρ. riter calluit suum Homerum hic BUTTM. Grammaticus habuit in suo codice 4. ἐμφαντικῶς] ἐμφατικῶς P. ι, 6. ἢ ὅτ᾿ ἐῦφροσύνη μὲν ἔχῃ ut revera 7. ὁμόνοιαν] ὁμιλίαν Buttm. es: in H. P. (in Vind. ὅτε) pro ὅταν: 14. μερικὸς H. μερικῶς P. Q. tum υ, 8. ubi pro γέλωτα καὶ εὐφρο- 18. φοίνικα om. E. σύνην Eustathius præbuit γέλω τε 20. νεωστὶ] νέως P. καὶ εὐφρ. vix nunc dubites quin alii 21. ἀκμὴν om. B. habuerint γέλω καὶ ἐῦφρ. Restat 23. φησιν Buttm. pro φασιν, quod κ, 465. ubi non facile credam scri- om. B. psisse illos: οὐδέ ποθʼ ὑμῖν θυμὸς ἐῦ-)

308
ἔρνεϊ ἶσος.” πρόσκειται δὲ τῷ νέον τὸ ἀνερχόμενον, ἴσον τῷ ἀνατρέ- χοντι. τὸ γὰρ ταχέως ἰὸν τρέχει. εἶτα ἐπήγαγεν “ἐπεὶ οὔπω τοῖον ἀνήλυθε,” χωρὶς τοῦ νέον. P. Q.

164. ἦλθον γὰρ καὶ κεῖσε, πολὺς δέ μοι ἔσπετο λαός] πιθανῶς δὲ ἐμφαίνει ἑαυτὸν εἶναί τινα τῶν ἐπιφανῶν, ἵνα μὴ δοκῇ φορτηγός τις ἢ κωπηλάτης εἶναι. E.P.Q.V. λέγοι δʼ ἂν πολὺν λαὸν οὐ τὸν ἴδιον στόλον, ἀλλὰ τὸν Ἑλληνικὸν, ὅτʼ ἀφηγούμενος εἰς Δῆλον ἦλθε Μενέ- λαος σὺν Ὀδυσσεῖ ἐπὶ τὰς Ἀνίου θυγατέρας, αἳ καὶ Οἰνότροποι ἐκαλοῦντο. ἡ δὲ ἱστορία καὶ παρὰ Σιμωνίδῃ ἐν ταῖς κατευχαῖς. E. P.Q.

ἔσπετο] γράφεται, ἔπλετο. E.

165. ἢ δὴ μέλλεν] ὅτι οὐκ οἶδεν ὁ ποιητὴς τὸ μέλλεν· Ἀττικῶν γάρ ἐστι τῶν μεταγενεστέρων. P.

167. μετὰ τὸ δήν διασταλτέον. ἐπὶ πολὺ γάρ φησι τεθαυμακέναι τὸ φυτόν. οὕτως ὁμοίως ὥσπερ σὲ θαυμάζω. P.

ἐκ δόρυ γαίης] σημείωσαι ὅτι καὶ τὸ δένδρον δόρυ καλεῖ. E.

168. ὥς σε, γύναι, ἄγαμαι] σημειοῦνταί τινες ὅτι τὸ μὲν ἄγαμαι ἀντὶ τοῦ θαυμάζω, τὸ δὲ τέθηπα ἀντὶ τοῦ ἐκπέπληγμαι. P.Q.V.

170. χθιζὸς ἐεικοστῷ] ἐπʼ ἄλλο εἶδος μεταβαίνει εἰς ἔλεον κινῶν τὴν παρθένον. καὶ τὸ εἰκὸς τῷ τεχνικῷ. τὸ μὲν γὰρ τὰς δύο ἡμέρας τοῦ ναυαγίου εἰπεῖν ἧττον περιπαθὲς, συλλαβὼν δὲ τῶν ἡμερῶν τὸν ἀριθμὸν ἐν αἷς ἐτέλεσε τὴν συμφορὰν ἐδεινοποίησεν. H.P.Q.

172. κάββαλε δαίμων] τὸ μὲν ἤγαγεν ἀκίνδυνον σημαίνει κατα- γωγὴν, τὸ δὲ κάββαλε τὴν ἀπὸ πνευμάτων δεινῶν ἐξερριμμένην δείκνυσι. H.P.Q.

173. ὄφρʼ ἔτι που καὶ τῇδε πάθω] διὰ τούτου ἐμφαίνει ὡς καὶ πρόσθεν πεπονθώς. ἅμα δὲ καὶ τὸ ἔθος τῶν δυστυχούντων διαφυλάτ- τει. P.Q. ὑπὸ γὰρ τῶν κατασχόντων κακῶν ἀπίστως πρὸς τὸ μέλ- λον ἔχει, καὶ τὴν ἀκούουσαν ἐπάγεται πρὸς τὸν ἔλεον. P.

[*](1. τὸ ἀνερχόμενον] Q. qui supra 23. κάββαλε] κάμβαλε hic et in- omiserat verba τουτέστι νεωστὶἀνερχό- fra H. Sic in textu etiam P., in μενον, hic inserit: ἵν᾿ ᾖ τὸ νεωστὶ ἀνερχ. schol. κάβαλλε. 6. λέγοι correxi pro λέγει. ἤγαγεν] Ex hoc verbo Porsonus 8. Ἀνίου] αἰνείου H. De Anio et collegit a quibusdam ἤγαγε pro Œnotropis dixit Meinek. Anal. A- κάββαλε lectum fuisse. Frustra, ut lex. p. 16. 17. monet Buttm. 20. τεχνικῷ] τε χρονικῷ Q. Verba 24. ἐερριμμένην] ἐξερριμμένων H. non integra. 25. δείκνυσι] κίνησιν δείκνυσι Q.)
309

οὐ γὰρ ὀΐω παύσασθαι] εἰς τὸ μετέπειτα πρὸ τοῦ ἀφικέσθαι με εἰς Ἰθάκην. E.

174. τελέουσι πάροιθεν] τελέσουσιν εἰς τὸ μετέπειτα. B.P.T.

175. ἐλέαιρε] ὁ μὲν ἔλεος τοῖς δυστυχοῦσι κοινὸς παρὰ πάντων ἀνθρώπων· ὁ δὲ αἰσθόμενος ἑαυτῷ μόνῳ τὴν χάριν ὀφειλομένην τῆς ἐπικουρίας ἑτοιμότερον πρὸς τὸν ἔλεον ῥέπει. H.P.Q.

176. ἱκόμην] ἱκέτευσα, ἀφικόμην. V.

178. δὸς δὲ ῥάκος] ὅλον τὸν λόγον τοῦ Ὀδυσσέως ἀκόλουθον τῃ ὑποσχέσει πεποίηκεν Ὅμηρος, μειλίχιον, ὅτι θεραπεύσας εἰς οἶκτον ἐκίνησε, κερδαλέον δὲ, ὅτι μικρὰ μὲν ᾔτει, μεγάλα δὲ ἐδήλου. καλῶς δὲ καὶ περὶ τῶν τροφῶν ἀπεσιώπησεν. P. Q. αὔξει διὰ τοῦτο τὸν ἔλεον. H. Q.

179. εἴτι που εἴλυμα σπείρων] περικάλυμμα, ἀπὸ τοῦ εἰλύω τὸ καλύπτω. καὶ ἔστιν ὁ λόγος τοιοῦτος, εἴ πού σοι εὐτελὲς ῥάκιον τὴν ἄλλην ἐσθῆτα φρουρεῖν προβέβλητο, τοῦτο δός μοι ἵνα ἀμπίσχω- μαι. E. ἐάν που δέμα τι τῶν ἱματίων τῶν καλῶν τούτων ἔσχες. B. εἴλυμα] ἐνείλυμα. Q.

180. σοὶ δὲ θεοὶ τόσα δοῖεν] εἰκότως τῇ εὐχῇ κέχρηται. οἱ γὰρ παραυτίκα χάριν ἀποδοῦναι μὴ δυνάμενοι ἐπὶ ταύτην τὴν ἀμοιβὴν καταφεύγουσι. καὶ διὰ μὲν τοῦ “ὅσα φρεσὶ σῇσι μενοινᾶς” αὐτῇ καταλείπει τὴν αἵρεσιν, διὰ δὲ τῶν ἑξῆς, ἃ αὐτὸς αἱρεῖται γενέσθαι αὐτῇ παρὰ θεῶν. E.P.

σοὶ δὲ θεοὶ] ἤτοι στικτέον κατὰ τὸ τέλος τοῦ στίχου, ἵνʼ ᾖ ἀφʼ ἑτέρας ἀρχῆς ἕκαστον τῶν ἑξῆς ἐν κεφαλαίῳ, ἢ μέχρι τοῦ “καὶ οἶ- κον” στικτέον, τὰ δὲ ἄλλα ἀφʼ ἑτέρας ἀρχῆς. P.

181. ἄνδρα τε καὶ οἶκον] συνετῶς Ὀδυσσεὺς ταῦτα συνεύχεται ἃ μόνα διὰ φροντίδος οἴεται εἶναι αὐτῇ. E.V.

ὁμοφροσύνην] γνησίαν φιλίαν. Q. V.

183. ἢ ὅθʼ ὁμοφρονέοντε] ἄκρως ἐξέθετο διʼ ὧν εὐδαιμονεῖ οἶκὸς. P.Q.

βραχὺ διασταλτέον ἐπὶ τὸ νοήμασι· σαφέστερον γὰρ οὕτως. H.P.

184. πόλλʼ ἄλγεα] ταῦτα ἀφ’ ἑτέρας ἀρχῆς. P.

185. χάρματα δʼ εὐμενέτῃσι] συγγενέσι, φίλοις, εὐμενῶς διακει- [*](6. ῥέπει] ῥέπειν H. τεῖται P. 21. ἃ αὐτὸς αἱρεῖται] ἃς αὐτὸς αἰ- 31. βραχὺ] βραχέως P.)

310
μένοις καὶ εὐνοοῦσιν ἀνὴρ καὶ ἡ γυνή. τὸ δὲ “ἔκλυον αὐτοὶ” ἀμʼ ἑτέρας ἀρχῆς. E.Q.

μάλιστα δέ τε κλύον αὐτοί] ἤτοι αἰσθάνονται καὶ αὐτοὶ τῆς ὠφε- λείας τῆς πρὸς ἀλλήλους καὶ ἀπολαύουσιν. E.P.Q. αἰσθάνονται καὶ αὐτοὶ τῆς ὠφελείας, ἤτοι ὁ πατὴρ καὶ ἡ μήτηρ. B.

187. ξεῖν᾿ , ἐπεὶ οὔτε κακῷ] ἄλλος τρόπος διαλέξεως. πρὸς μὲν γὰρ τὸν πατέρα ἡπλόϊζεν, ἐνθάδε δὲ ἐπιστρέφει ἑαυτὴν “ξεῖν᾿, ἐπεὶ οὔτε κακῷ.” οὐδὲν ἀποδίδωσι τῷ ἐπεί ὁ ποιητής. P. Q.

ἀπὸ κοινοῦ τὸ, τλῆθι, τοῦ γὰρ Ζεύς. P.

189. ἐσθλοῖς ἠδὲ κακοῖσιν] δύναται καὶ, οἷς ἀναμίγνυσι τοῖς ἀγα- θοῖς τὰ κακὰ, πρὸς ἀξίαν ἑκάστῳ νέμει τὰ κακὰ καὶ τὰ ἀγαθά. P. V. δύναται οὕτως νοεῖσθαι, ἀντὶ τοῦ, μίγνυσι τοῖς ἀγαθοῖς κακὰ, καὶ πρὸς ἀξίαν ἑκάστῳ νέμει τὰ ἀγαθὰ καὶ κακά. ἢ ἀντὶ τοῦ, ἐπὶ τῷ θεῷ ἐστι διανέμειν τοῖς ἀνθρώποις τά τε κακὰ καὶ τὰ ἀγαθὰ, καὶ οὐ πάντως κατʼ ἀρετὴν ἢ μοχθηρίαν ἀφικνεῖται ἑκάστοις ἕκαστα. E.Q.

193. ταλαπείριον] τὸν ταλαίπωρον, ἤτοι τὸν τηλόθεν πεπερακότα. P.Q. τηλόθεν πεπερακότα, ἢ πειραθέντα καὶ παθόντα πολλά. B.

195. Φαίηκες μὲν τήνδε πόλιν καὶ γαῖαν] ἀποροῦσι πῶς, εἰ ἐν Κερκύρᾳ οἰκοῦσι Φαίηκες, λέγει (204.) “οἰκέομεν δʼ ἀπάνευθε πο- λυκλύστῳ ἐνὶ πόντῳ ἔσχατοι, οὐδέ τις ἄμμι βροτῶν ἐπιμίσγεται ἄλλος.” ἐσχάτους εἶπε τῆς Ἑλλάδος. πάντα γὰρ ὡς πρὸς τὴν Ἐλ- λάδα γράφει. E.T.

197. τοῦ δʼ ἐκ Φαιήκων] ἐκ τοῦδε ἀνήρτηται τὰ πράγματα τῶν Φαιάκων, ὅ ἐστιν εἰς τοῦτον. B.E.P.

Φαιήκων ἔχεται κάρτος τε βίη τε] οἱ Φαίακες κατὰ περίφρασιν, ὡς “κρατερὸν μένος Ἀλκινόοιο.” P.

200. ἦ μή που] περισπαστέον τὸ η, τὸ δὲ μή ὀξυτονητέον. H. P.

δυσμενέων φάσθ᾿] Τυραννίων συστέλλει ἀπὸ τοῦ φημὶ, ὁμοίως τῷ “καὶ ἀγγελίην ἀπόφασθε. (Il. ι, 645. s. 649.). τινὲς δὲ ὁμοίως [*](3. καὶ αὐτοὶ] καθʼ ἑαυτοὺς P. 15. πάντως Buttm. pro πάντα. 4. αἰσθάνονται—ὠφελείας est et- 18. ἀποροῦσι—γράφει] Hæc habet iam in T. etiam T. infra post scholion v. 204. 7. ἡπλόϊζεν, ἐνθάδε δὲ ἐ. Buttm. (p. 311, 32.) et præscripto ἄλλως. pro ἀπλοΐζειν ἐνθάδε ἐ. εἰ—Φαίηκες] οἳ—φαίακες T. 9. ἀπὸ κοινοῦ] Vide ad γ, 104. 27. περισπαστέον—ὀξυτονητέον] πε- 10. ἀναμίγνυσι V. ἂν μίγνυσι P. ρισπᾶται—ὀξύνεται P. 11. ἑκάστῳ] ἑκάστων V. 29. ἀπόφασθε Buttm. pro ἀποφᾶ. 13. ἑκάστῳ Buttm. pro ἑκάστων. σθε.)

311
τῷ νικᾶσθε, ὡς καὶ ἐπεκράτησεν. H. Q. φάσθε] ὑπολαμβάνετε. Q. V.

201. οὐκ ἔσθʼ οὕτος ἀνὴρ διερὸς] ὁ ζῶν, ὡς ἐκ τοῦ ἐναντίου ἀλίβαν- τες οἱ νεκροί. H. ζῶν ἐρρωμένως καὶ ἰκμάδος μετέχων. τὴν μὲν γὰρ ζωὴν ὑγρότης καὶ θερμασία συνέχει, τὸν δὲ θάνατον ψυχρότης καὶ ξηρασία. ὅθεν καὶ ἀλίβαντες οἱ νεκροὶ λιβάδος μὴ μετέχοντες. P.Q.V.

οὐκ ἔστιν ἄνθρωπος ἐκεῖνος ἄρτι ζῶν, οὐδὲ γεννηθήσεται, ὃς μέλλει τολμῆσαι ἀγαγεῖν εἰς τὴν χώραν ἡμῶν πόλεμον. ἀντὶ τοῦ οὐ μὴ ζήσει ὃς τολμήσει ταῦτα. B.

διερὸς] οὕτως τὸν ζῶντα Ἀρίσταρχος. ὁ δὲ Καλλίστρατος γράφει δυερός, ὁ ἐπίπονος, παρὰ τὴν δύην, ἤτοι κακοπαθητικός. E.H.P.Q.T.

βλαπτικὸς, πειρατικὸς, πειρατής. Gl. P.

203. φίλοι ἀθανάτοισιν] λείπει τὸ ἐσμέν. P.

204. πολυκλύστῳ ἐνὶ πόντῳ ἔσχατοι] καὶ μὴν ἐν Κερκύρᾳ οἰκοῦ- σιν. ἀλλʼ ὡς πρὸς τὴν Ἑλλάδα ἡ σύγκρισις, ὡς ὅταν μέγιστον ὄρος εἴπῃ, οὐ μεῖζον Καυκάσου οὐδὲ Τμώλου λέγει καὶ Ἄλπεων, ἀλλὰ τῶν Ἑλληνικῶν. καὶ τὸν Ἀχελῷον οὐ τοῦ Νείλου προκρίνει καὶ τῶν μα- κρὰν, ἀλλὰ τῶν ἐγγύς. ἔσχατοι οὖν Φαίακες τῶν Ἑλλήνων. καὶ Αἰσχύλος λέγει “ἔστιν πόλις Κάνωβος ἐσχάτη χθονός,” οὐ τῆς οἰ- κουμένης, ἀλλὰ τῆς Αἰγυπτίας. ἀλλὰ καὶ ἡ Ἀπειραίη γρηῦς (Od. η, 8.) ἀπὸ τῆς ἀντικειμένης Ἠπείρου. θαυμαστὸν γὰρ εἰ δούλην τινὰ ἔξω στηλῶν Ἡρακλειῶν ἐμπορευσάμενός τις ἐπώλησε. καὶ τί δεῖ πολλὰ λέγειν, Ὀδυσσέως αὐτοῦ ὁμολογοῦντος ὡς περὶ τὴν Θεσπρω- τίαν εἰσὶν οἱ Φαίακες “ὡς ἤδη Ὀδυσῆος ἐγὼ περὶ νόστου ἄκουσα ἀγχοῦ Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ” (ρ, 526.), καὶ πάλιν “ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων” (ξ, 315.). τοῦτο δηλοῦν ἐστιν ὅτι γείτων ἐστὶ Φαιάκων ὁ Φείδων ὁ τὰ παρʼ αὐτοῖς πρασσό- μενα γινώσκων. ἡ Δωδώνη τε οὐ πρόσω, εἰς ἣν ἀπὸ Φαιάκων γενέ- σθαι αὐτὸν μαντευσόμενον. E.P.Q.T.

ὅτι σαφῶς ἐνταῦθα ἐκτετοπισμένην που καὶ ἐσχάτην τὴν τῶν Φαιάκων χώραν ὑφίσταται, οὐ τὴν Κέρκυραν. P. T.

[*](11. οὕτως] οὕτα δὲ T., in quo præ- ἐστιν ἐπίπονος παρὰ τὴν δύην:— T. cedunt hæc verba, ἀνιηρὸς (corr. 12. τὴν δύην] τὸ δόειν E.H.Q. ἀνὴρ ἕτερος) θνητὸς ζῶν οὐδὲ γενήσεται. 20. Αἰσχύλος] Prom. 852. τὸν ζῶντα] De hac interpretatione 29. ἡ—μαντευσόμενον om. P. dixit Lehrs. Arist. p. 57. τὸν ζῶντα. 32. ὑφίσταται T. ἀφίσταται P. καλλίστρατος δὲ γράφει (excidit δυερός) οὐ Lehrs. l. c. 9. 254. pro εἰς.)
312

207. τὸν νῦν] Καλλίστρατος, τῷ μιν. H.

πρὸς γὰρ Διός εἰσιν ἅπαντες] παρὰ Διός εἰσιν, ἀντὶ τοῦ πρόσφυ- γες Διός εἰσι καὶ οἰκτειρόμενοι παρʼ αὐτοῦ πάντες ξεῖνοί τε πτωχοί τε. E.H.P.Q.

208. δόσις ὀλίγη τε φίλη τε] ὀλίγη μὲν τῷ διδόντι, φίλη δὲ τῷ λαμβάνοντι. ἡ γὰρ ἔνδεια καὶ τὸ ὀλίγον φίλον ἡγεῖται. B.E.P. Q.V.

215. δῶκαν δὲ χρυσέῃ] οὐκ ἄρα οὐδὲ Νέστορος θυγάτηρ Τηλέμα- χον ἔλουσεν, οὐδὲ Ἑλένη Ὀδυσσέα. νῦν οὖν εἰπούσης τῆς Ναυσι- κάας, λούσατε ἐν ποταμῷ, οὐχ ὡς παρακούσασαι, ἀλλʼ ὡς τούτου ὄντος τοῦ λοῦσαι, τὸ παρασχεῖν τὰ λουτρὰ, παρατιθέασιν ἔλαιον αὐτῷ. P.Q.T.

218. στῆθʼ οὕτω] δεικτικῶς, οὕτως ὡς ἔχετε· ὡς κἀν τῷ “Ἥφαι- στε, πρόμολ᾿ ὧδε” (Il. σ, 392.). P.M.T.

220. ἦ γὰρ δηρὸν] πολὺς γὰρ καιρός ἐστιν ὅτε οὐκ ἠλειψά- μην. B.

221. ἄντην δʼ οὐκ ἂν ἔγωγε λοέσσομαι] ταῦτα μάχονται τῷ ὑπὸ παρθένων ποιεῖν λουόμενον. λύοιτο δʼ ἂν τῇ λέξει, προσέθηκε γὰρ “μετελθών,” οἷον ξένος ὤν. τάχα δʼ οὐδʼ ὅλως παρθένοι λούουσι. λέ- γεται γὰρ “τὸν δʼ ἐπεὶ οὖν δμῶαι λοῦσαν,” ἀλλʼ οὐχὶ κοῦραι. καὶ περὶ τῆς Ἥβης γὰρ ἀμφισβητεῖται εἰ παρθένος ἦν. καὶ ἡ Ἑλένη λούοιτʼ ἂν Ὀδυσσέα. Q. T.

ἢ περιττεύει τὸ ἄν, ἢ τὸ λοέσσομαι ἀντὶ τοῦ λοεσσαίμην τέτα- κται. P.

222. μετελθών] ἀντὶ τοῦ ἐπελθών. V.

224. χρόα νίζετο] πρὸς τὴν φράσιν, τὸν χρόα τὴν ἄλμην ἀπενί- [*](1. μιν Porsonus pro μέν. 20. τὸν δʼ ἐπεὶ —] Aut Il. ω, 587. 2. παρὰ Διός—πτωχοί τε P. ἀντὶ sed ibi cadaver Hectoris lavatur; τοῦ πρόσφυγες Διός εἰσιν οἰκτειρόμενοι aut Od. ρ, 88. sed ibi est τοὺς δʼ παρʼ αὐτοῦ καὶ ὑπὸ Διὸς πάντες ὑποπτεύ- ἐπεί. BUTTM. οντες ξένοι καὶ πτωχοί ceteri, nisi quod 23. τὸ ἄν Buttm. pro τὸ ἄντην. παρὰ Διός ex H. enotavit Porsonus. 25. ἐπελθών Buttm. pro ἀπελθών. 17. ὑπὸ παρθένων ποιεῖν λουόμενον] “Post v. 223. in textu cod. P. de- De hac quaestione conf. schol. γ, sunt omnia usque ad v. 316. quod 464. et indicatum ab ea manu quæ scho- 19. ξένος ὢν] Majus pro ξένος ὤν lia scripsit his verbis: ἐνθάδε λείπ. reponendum, certe inserendum pu- στίχοι ??γ΄. BUTTM. tabat κούραις. Sed ξένος ὤν est in- 26. τρὸς] Pendet ab omisso ση- terpretatio verbi μετελθών. Vox οἷον μειοῦνται. Vid. not. ad ζ, 2. BUTT. in Mediol. non legitur. BUTTM.)

313
ζετο, οὐχὶ ἀπὸ τοῦ χροὸς τὴν ἄλμην. Q. νίζετο τὴν ἄλμην ἀπὸ τοῦ χροὸς, ἢ τὸν χρόα ἀπὸ τῆς ἄλμης. B.

ἢ περισσεύει θάτερον, ἢ τὸ χρόα ἐντείνει τὴν ἅλμην. ὅμοιον δέ ἐστι τῷ Ἰλιακῷ (φ, 122.) “οἵ σʼ ὠτειλὴν αἷμʼ ἀπολιχμήσονται.” P.

νίψατο] ἀπεπλύνετο. V.

226. ἁλὸς χνόον] τὸ λεπτότατον τῆς θαλάσσης, ἢ τὴν ἀκαθαρ- σίαν. E.V.

227. λίπʼ ἄλειψεν] λιπαρῷ ἢ λιπαντικῷ ἐλαίῳ ἠλείψατο. V.

228. ἀμφὶ δὲ εἵματα] ἄδηλον ποῦ ἐστιν ἀνταπόδοσις, πότερον εἰς τὸ “τὸν μὲν Ἀθηναίη θῆκε,” καὶ ὑποστικτέον εἰς τὸ ἀδμής, ἢ ἀπο- δοτέον “ἀμφὶ δὲ εἵματα ἔσσατο,” τοῦ δέ πλεονάζοντος. Q.

231. οὔλας ἧκε] τὸ οὖλος πολλαχῶς λέγεται. οὖλος ὁ προσηνής. δηλοῖ δὲ καὶ τὸ ὁλόκληρον, καὶ τὴν τῶν τριχῶν διαστροφήν. αἰνίττε- ται δὲ καὶ τὸν ὀλέθριον, ὡς ἐν Ἰλιάδι (β, 5.) φησὶν “ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ, πέμψαι ἐπʼ Ἀτρείδην Ἀγαμέμνονα οὖ- λον ὄνειρον,” ἤγουν τὸν ἐπʼ ὀλέθρῳ πεμπόμενον. σημαίνει δὲ καὶ τὸν ὑγιῆ, ὥσπερ λέγεται οὖλα τραύματα. σημαίνει δὲ καὶ τὸ ὑγίαινε, ὡς ἐν ἐκείνῳ “οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν” (Od. ω, 402.). E. ἧκε νῦν ἀντὶ τοῦ ἐποίησε. H.

233. δέδαεν καὶ Παλὰς Ἀθήνη] ἐδίδαξεν. ἐργάνη γὰρ θεός. Q.

234. τέχνην παντοίην] πάντα τὰ μέρη τῆς τέχνης ἢ τῆς χρυσο- χοϊκῆς τέχνης. πᾶσαν τὴν κατὰ μέρος ἀκρίβειαν. H.Q.T.

235. ὡς ἄρα τῷ κατέχευε χάριν] παραβολὴ πρὸς τὴν ἐξαλλαγὴν, καὶ τὸ καλὸν ὄντα ὀφθῆναι καλλίω· ὥσπερ ὁ ἄργυρος καλὸς ὢν καλ- λίων ἐστὶ χρυσοῦ περιχυθέντος. καλῶς δὲ οὐκ ἔξωθεν παρέλαβε τὴν ὁμοιότητα, ἀλλʼ ἐπεὶ Ἀθηνᾶ ἐστιν ἡ τοῦτο ποιήσασα, τοῖς ἐκείνης δημιουργοῖς πρὸς τὴν εἰκόνα συγκέχρηται. ἢ, ᾗ ἐκεῖνος χρυσὸν ἀρ- γύρῳ, οὕτω καὶ ἡ Ἀθηνᾶ χάριν τῷ Ὀδυσσεῖ. ἦν μὲν γὰρ καλὸς καὶ πρόσθεν, οὐκ ἐφαίνετο δὲ διὰ τὴν κάκωσιν τῆς θαλάσσης, νῦν δὲ ἀπέλαβε τὴν οἰκείαν χάριν. τοῦ μὲν γὰρ εἶναι καλὸν ἡ φύσις αἰτία, τοῦ δὲ δοκεῖν ἡ χάρις. H. Q.

239. κλῦτέ μοι] κλῦτέ μευ, οὕτως. H.

[*](1. τοῦ χροὸς Buttm. pro τοῦ πρός. 27. ἢ, ᾗ Buttm. ἠε H. ἢ Q. 3. ἢ περισσεύει Buttm. pro ἀπηρέ- χρυσὸν ἀργύρῳ H. χρυσαργύρῳ Q. σκει. 28. ἦν μὲν—χάρις] Hæc etiam in T. 26. ἐκείνης Buttm. ἐκείνοις H. ἐκεί- 29. καὶ om. H. Q. νου Q.)
314

240. οὐ πάντων ἀέκητι θεῶν] ἀλλʼ ἔστι τις δηλονότι θεῶν, ὃς διέ- σωσεν ἐνθάδε τὸν Ὀδυσσέα. Q. T.

241. οὕτως ἐν μέλλοντι χρόνῳ, ἐπιμίξεται. H.

242. ἀεικέλιος δέατʼ εἶναι] τὸ γὰρ παρὰ τὸ καθῆκον ἀεικέλιον λέ- γεται. τὸ δὲ ἐδέατο ἀντὶ τοῦ ἐδόκει. καὶ γίνεται ἀπὸ τοῦ δέω δεύω, καὶ ἐξ αὐτοῦ δεύσω δέδαμαι ἐδεδάμην ἐδέδατο, καὶ ἐκβολῇ τοῦ ε κατʼ Ἴωνας καὶ τοῦ δ, δέατο. E.

δέατο] ἔδοξε. H. ἐδόκει, ἐφαίνετο. T. V.

244. αἲ γὰρ ἐμοὶ τοιόσδε πόσις] εἴθε ὁ τοιοῦτος ὑπάρξειέ μοι ἀνὴρ καλούμενος καὶ ἐνθάδε οἰκῶν καὶ ἀρέσκοι αὐτῷ μένειν ὧδε. τοῦτο δὲ λέγει ἡ Ναυσικάα, ἐπειδὴ οὐκ ἐμνήστευον οἱ Φαίακες ἐξ ἑτέρας δοκοῦσιν οἱ λόγοι ἀπρεπεῖς παρθένῳ εἶναι καὶ ἀκόλαστοι. λύουσι δὲ ἐκ τοῦ προσώπου· ὑπόκεινται γὰρ τρυφῶντες οἱ Φαίακες καὶ παν- τάπασιν ἁβροδίαιτοι. Ἔφορος μέντοι τοὔμπαλιν ἐπαινεῖ τὸν λόγον ὡς ἐξ εὐφυοῦς πρὸς ἀρετὴν ψυχῆς. E.T. Ἔφορος ἐπαινεῖ τὸν λόγον ὡς ἐξ εὐφυοῦς πρὸς ἀρετὴν ψυχῆς. ἐγὼ δὲ τοῦτο πρὸς τὸ ἁβροδίαιτον τῶν Φαιάκων δίδωμι. Q. T.

Καὶ ἄλλως. εἴθε τις ἐκ τῶν Φαιάκων ὅμοιος τῷ Ὀδυσσεῖ ἀνήρ μου εἴη κεκλημένος, ἢ αὐτῷ τῷ Ὀδυσσεῖ ἅδοι ἐνταῦθα μίμνειν, ἵνʼ ᾖ ὁ καί ἀντὶ τοῦ ἤ, ὡς ἐν τῷ “ἤτοι ὁ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν αἰὲν ὁμοστιχάει” (Il. ο, 634.). H.Q.T.

αἲ γὰρ ἐμοὶ—ἐνθάδε ναιετάων] ἄμφω μὲν ἀθετεῖ Ἀρίσταρχος, διστάζει δὲ περὶ τοῦ πρώτου, ἐπεὶ καὶ Ἀλκμὰν αὐτὸν μετέβαλε παρθένους λεγούσας εἰσάγων “Ζεῦ πάτερ, αἲ γὰρ ἐμὸς πόσις εἴη.” H. Q.

249. ἦσθε] ἀπὸ τοῦ ἔσθω, οὗ ὁ παρατατικὸς ἦσθον. B. ἦσθε] ἤσθιε. κατὰ συγκοπὴν ἀπὸ τοῦ ἐσθίω γίνεται. E.

256. πατρὸς ἐμοῦ] ὅτι ἐν πᾶσι φέρεται, ἐμοῦ, ἀλλʼ οὐκ, ἐμεῦ. ὅμως ἐπί τινων ὁ Ζηνόδοτος ἐπὶ τὸ χεῖρον μετατίθησι. H. Q. ἔνθα σέ φημι] ὅπου φημί σε εἰδησέμεν καὶ γνωσθῆναι τοῖς ἄν- [*](13. οἱ λ. ἀ.] ἀ. οἱ λ. T. λαβε, transtulit ad sua, quod con- εἶναι om. E. jecit Lehrs. Aristarch. p. 355. et 19. εἴθε] αἴθε H. ad Herodian. p. 125. cui ipsi quo- ἐκ τῶν—Ὀδυσσεῖ om. T. que in verbis ὁ μέντοι Ἴβυκος διέστειλε 20. ἅδοι—ὁμοστιχάει om. T. τὸ μένος ἐν τῷ πρώτῳ σχεδὸν τὸν Ὁμη- 24. μετέβαλε] Probabilius μετέ- ρικὸν μεταβαλών restituit μεταλαβών.)

315
θρώποις ἐκείνοις ὅσοι εἰσὶν ἄριστοι ἀπὸ πάντων τῶν Φαιάκων. ἢ οὕ- τως, ὅπου φημί σε γνωρίσειν τοὺς Φαίακας ἐκείνους ὅσοι ἀπὸ πάντων Φαιάκων εἰσὶν ἄριστοι. B.

258. ἀλλὰ μάλʼ ὧδʼ ἔρδειν] ὅτι ἀντὶ τοῦ προστακτικοῦ τοῦ ἔρδε. τὸ δὲ οὐκ ἀπινύσσειν, οὐκ ἀπίνυτος εἶναι, ὡς καὶ ἐν Ἰλιάδι (ο, 10.) “κῆρ ἀπινύσσων” τὸ κῆρ ἀπίνυτος ὤν. Q.T. πινυτὸς γὰρ ὁ φρόνι- μος, ἀπίνυτος δὲ ὁ ἀσύνετος. E.

259. ἐκ παραλλήλου τρεῖς συνδέσμους τέθεικε. τὸ δὲ ἴομεν ἀντὶ τοῦ ἴωμεν. H. διʼ ἀγρῶν πορευσόμεθα. T.

261. ἔρχεσθαι] ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ τέθεικεν. H. ἔνιοι ἔρχεσθαι. V.

262. τὸ ἑξῆς οὕτως, αὐτὰρ ἐπὴν πόλιος ἐπιβήομεν, ξεῖνε σὺ δʼ ὦδʼ ἐμέθεν ξυνίει ἔπος, (289.). τὰ δὲ λοιπὰ διὰ μέσου. H. Q.T. καὶ ἄλλως. αὐτὰρ ἐπὴν πόλιος ἐπιβάζομεν, δήεις ἀγλαὸν ἄλσος (291.). οὕτω τὸ ἑξῆς. H. Q.

ἐπιβείομεν] ἐπιβῶμεν, εἰσέλθωμεν. V.

264. λεπτὴ δʼ εἰσίθμη] στενὴ, φησὶν, ἐστὶν ἡ δίοδος τοῦ λιμένος· τὸ γὰρ πλῆθος τῶν νηῶν ἐπέχει τὸ πλάτος τῆς διόδου. B.E.Q.T. ἢ ἀπὸ τοῦ εἰσιέναι κατὰ πλεονασμὸν τὸν ἰσθμὸν λέγει. B.H.Q. ἕκα- στος γὰρ τῶν Φαιάκων κέκτηται ναῦν εἰς ἣν ἐναυλίζεται. B.H.Q.T. τὸ δὲ εἰσίθμη βαρύνεται ὡς στάθμη. Ἀριστοφάνης δὲ σὺν τῷ σ γράφει ἴσθμη παρὰ τὸν ἰσθμόν. B.H.Q.

τὸ δὲ ἀμφιέλισσαι, ἀμφοτέρωθεν στρεφόμεναι ὑπὸ κωπῶν. B.E.Q.

265. εἰρύαται] εἱλκυσμέναι εἰσὶν, ἢ φυλάττουσιν, ἔνθα ἵστανται αἱ νῆες. E.

[*](4. ὅτι om. Q. δύο λιμένας ἔχειν. τὸ δὲ “νῆες δʼ ὁδόν” 6. ἀπίνυτος T. πινυτὸς Q. τὴν δίοδον φησὶ τοῦ λιμένος εἰρύαται, 11. ἔνιοι ἔρχεσθαι] In editionibus φυλάττουσι τὴν ὁδὸν καὶ ἑλκυσμέναι εἰσὶν antiquis hoc scholium non com- ἢ φράττουσι τὴν εἴσοδον. (Hoc ex paret: neque dubium quin ut alia schol. ad v. 265.) quædam hujus generis ex recen- 19. ἕκαστος γὰρ—] Hæc spectant tiori sit interpolatione: nimirum ad v. 265. γὰρ om. B.H.Q. ad emendandam corruptelam ἔρ- 20. τὸ δὲ εἰσίθμη—ἰσθμόν] In V. χεσθον, quæ in edd. ant. textus ob- est εἰσίθμη, εἴσοδος, ἀπὸ τοῦ εἰσιέναι tinebat. Vid. Barnes. BUTTM. κατὰ μεταπλασμὸν τὸν ἰσθμὸν λέγει. 12. 13. τὸ ἑξῆς οὕτως et τὰ δὲ λοιπὰ ubi πλεονασμὸν corrigendum ex scho- διὰ μέσου addidi ex T. lio B.H.Q. Pleonasmum dicit li- 13. ἔπος] οὕτως τὸ έξῆς addunt H. Q. teræ θῆτα: v. Eustath. p. 1562, 30. 17. In T. est καλὸς δὲ λιμὴν: ὥστε)
316

τὸ δὲ ἐπίστιον, ἐποίκιον, σκηνὴ, νεώριον, ἢ σκάφος, παρὰ τὸ ἱστίον. λέγει δὲ ὅτι ὑπὸ τοῦ πλήθους τῶν νεῶν τῶν νενεωλκημένων στενή ἐστιν εἴσοδος. E.T.V.

Ἰακὴ ἡ συναλοιφή· τῷ δὲ τόνῳ ὡς ἐπίκριον. ἤτοι ἐποίκιον, σκηνὴ. νεώριον, ἢ σκάφος, παρὰ τὸ ἱστίον. λέγει δὲ ὅτι οὐδεὶς ξένος ἐστὶν, ἀλλ᾿ ἅπαντες πολῖται καὶ ἐφέστιον πῦρ ἔχοντες. διὰ δὲ ψιλοῦ ἀντι- στοίχου ἐξενήνεκται, ὡς τὸ δέχεσθαι δέκεσθαι καὶ οὐχί οὐκί. τοῦτο δὲ κατὰ διάλεκτον. Q.

266. ἔνθα δέ τέ σφʼ ἀγορὴ] περὶ τὸ ἱερὸν τοῦ Ποσειδῶνός ἐστιν ἀγορὰ ἔνθα δημηγοροῦσι. B. Q.

καλὸν Ποσιδήϊον] ἀφιερωμένον τῷ Ποσειδῶνι τέμενος. E.V.

267. ῥυτοῖσι λάεσσιν] μεγάλοις, τοῖς μὴ δυναμένοις ἐπʼ ὤμων φέρεσθαι, ἀλλὰ ἑλκομένοις διὰ τὸ μέγεθος. E. ἑλκομένοις διὰ τὸ μέγεθος. κατωρυχέεσσι δὲ, καλῶς θεμελιωθεῖσι. B. Q.T. λείοις, εὐ- ξέστοις. Q. τοῖς εἱλκυσμένοις, ἐκ δὲ τούτου μεγάλοις. V.

268. μελαινάων ἀλέγουσι] διὰ φροντίδος ἔχουσι καὶ ἐπιμελείας ἀξιοῦσι. V. ἀποτιθέασι, συλλέγουσι. δηλοῖ γὰρ τὸ α τὸ ὁμοῦ, ὡς ἐπὶ τοῦ ἀκόλουθος, ὅ ἐστιν ὁμοκέλευθος, καὶ ἄβρομοι ἄβρομοι, καὶ ἀνιάχοι ἁμαΐαχοι. οὕτω δὲ καὶ ἄλοχος καὶ ἄκοιτις. E.

269. πείσματα καὶ σπεῖρα] πείσματα τὰ ἀπόγεια σχοινία, παρὰ τὸ πείθεσθαι αὐτοῖς τὴν ναῦν. σπεῖρα δὲ οἱ μεγάλοι κάλοι, παρὰ τὸ συσπειρᾶσθαι καὶ κεῖσθαι. ἢ σπεῖραι διʼ ὧν ἕλκονται αἱ νῆες· ἢ τὰ σχοινία διʼ ὧν δεσμεύονται οἱ τροχίλοι. T. τὸ δὲ “ἀποξύνουσιν” ἤτοι τὸν φλοιὸν περιξέουσιν. E.H.

273. φῆμιν ἀδευκέα] ἀπὸ τοῦ γλεῦκος ἀγλευκέα καὶ ἀδευκέα. ἢ τὴν ἀπροσδόκητον, ἀπὸ τοῦ δεύκω τὸ βλέπω. ἢ τὴν πικρὰν, ἢ τὴν [*](1. νεώριον ἢ σκάφος est etiam in ἀνιάχοι pro αὐίαχοι. BUTTM. H. 20. Hujus scholii particulæ le- 2. νενεωλκ– Buttm. νεωλκ– V. guntur in E. (πείσματα καὶ σπεῖρα: ἐωλκ– E. ἐολκ– T. τὰ σχοινία τὰ ὑπόγεια παρὰ τὸ π. α. τ. 11. ἀφιερωμένον] καθιερωμένον V. ναῦν) et in Q. (καὶ σπεῖρα: διʼ ὧν ἕλ- 18. ὅ ἐστιν Buttm. pro ἔστι δὲ κονται αἱ νῆες). Paullo plura, ut vi- detur, in H. In fine, ubi οἱ τροχιλ- 19. ἀνιάχοι ἀμαΐαχοι] ἀνίσχυροι ἅμα λεῖς in T., οἱ τροχαλοί in H., ego οἱ Ἰἀχου ed. Mediol. Sed manifesta τροχίλοι scripsi ex Eustathio p. est corruptela. Eodem enim hæc 1563, 4. ubi est, σπεῖρα, ἤγουν pertinent quo præcedens ἄβρομοι, ὑφάσματα ἐξ ὧν τὰ ἱστία, ἢ σπεῖρας nimirum ad Il. ν, 41. scribendum- διʼ ὧν αἱ νῆες ἕλκονται, ἢ διʼ ὧν οἱ τρο- que καὶ ἀνιάχοι ἁμαΐαχοι. Nam in χίλοι δεσμοῦνται. textu etiam scribebatur olim ibi 26. ἀπὸ τοῦ—οὖν om. Q.)

317
ἀφανῆ. B. ἀπὸ τοῦ δεῦκος. ἀδευκέα οὖν τὴν πικρὰν καὶ δεῦκος μὴ ἔχουσαν. H. Q. ἀπροσδόκητον. παρὰ τὸ δοκεῖν. καὶ ἀδευκής, ἀπευκέα τινὰ οὖσαν τὴν πολύπικρον. E.

275. καί νύ τις δʼ εἴπῃσιν] ἀθετοῦνται στίχοι ιδ’ ἕως “ἀνδράσι μίσγηται” ὡς ἀνοίκειοι τῷ ὑποκειμένῳ προσώπῳ. εἴρηται οὖν τοῦτο διὰ τῶν πρὸ αὐτῶν β΄ στίχων, τῶν “ἀλεείνω φῆμιν ἀδευκέα.” H. Q.

278. ἦ] βεβαιωτικῶς ἀναγνωστέον. H.

279. ἐπεὶ οὔτινες ἐγγύθεν εἰσίν] ἐπειδὴ οὐκ εἰσὶ πλησιώτερον ἄλλοι, εἰρωνικῶς. B.

280. ἤ] οὗτος ὀξύνεται, ὁ δὲ ἑξῆς (283.) περισπᾶται. H.

πολυάρητος θεὸς] πολλῶν εὐχῶν ἀκούων, ἢ πολλῶν εὐχῶν ἀξιούμε- νος. γίνεται δὲ ἀπὸ τοῦ πολὺ καὶ τοῦ ἀρά ἡ εὐχή. B.

282. βέλτερον, εἰ καὐτή] ἄμεινον εἰ ἀπελθοῦσα εὗρεν ἄνδρα ἀλ- λαχόθεν. εἰ γὰρ Φαίακα, φησὶ, λήψεται, ἀτιμάσει τοὺς ἄλλους μνηστῆρας, οἵτινες αὐτὴν μνηστεύονται. ἢ κατʼ εἰρωνείαν, βέλτερον εἰ αὐτὴ εὗρεν ἑαυτῇ ἄνδρα. ἀτιμάζει γὰρ τοὺς Φαίακας, οἳ αὐτὴν μνηστεύονται. B.E.Q.T.

286. νεμεσῶ] περισπωμένως τὸ νεμεσῶ. H.

287. ἤ τʼ ἀέκητι] ψιλωτέον τὸ ἤτʼ, ἵν᾿ ᾖ οὕτως, καὶ ἄλλην νεμεσῶ ἥτις ἂν ταῦτά γε ῥέζοι καὶ ἀέκητι γονέων ἀνδράσι μίσγηται. Ἀρί- σταρχος. Q.

φίλων] βραχὺ διασταλτέον μετὰ τὸ φίλων. H.

289. Ἀρίσταρχος, σὺ δʼ ὦκ᾿ ἐμέθεν. H.

290. ἐμεῖο] ἄμεινον γράφειν ἐμοῖο, ἀπὸ τοῦ ἐμός. τὸ γὰρ ἐμεῖο ἀπὸ τοῦ ἐμεῦ ἀσυνάρθρου γέγονεν. Ζηνόδοτος ἐμεῖο, καὶ ἐπεκράτη- σεν. H. Q.

291. δήομεν] εὕρωμεν. MS. Barnes.

[*](19. ἤτ᾿] Hæc non intelligo: ξυνίει ἔπος rursus leguntur θ., 241. nisi fuit forte olim ἡ δʼ, Aristar- nulla annotata scripturæ diversi- chus autem scribebat ἠδ᾿—. BUTT. tate. Plenissime autem ratio no- Aristarchi nomen ex scholio ad v. stra confirmatur annotationibus 289. huc illatum videtur. Similiter scholiastæ ad Il. ξ, 118. et ω, 486. in nomine Callistrati erratum p. ubi idem notatur error Zenodoti 319, 8. 10. πατρὸς ἐμεῖο et πατρὸς σεῖο pro πατρὸς 24. ἐμεῖο] Hoc lemma ego præ- ἐμοῖο et πατρὸς σοῖο scribentis. fixi. Referebatur hæc annotatio ad τοῦ ἐμός correxi pro τοῦ ἐμοῦ, ἐμέθεν v. 289.: unde Porsonus con- quod est in H., vel τοῦ ἐμεῦ, quod iiciebat Σenodotum ἐμέο legisse pro habet Q. ἐμέθεν, etsi haec ipsa verba ἐμέθεν)
318

δήομεν] γρ. δήεις, ἀντὶ τοῦ εὕρῃς. H. Q. αἱ χαριέστεραι, δήεις. H. ἄγχι θαλάσσης] γρ. κελεύθου. H.

292. ἀμφὶ δὲ λειμών] λείπει ἐστίν, ἢ θάλλει. H.

293. ἐνθάδε πατρὸς ἐμοῦ τέμενος] τέμενος λέγεται ἡ ἀποτετμη- μένη γῆ κατὰ τιμὴν, δενδροφόρου γῆς ἢ ἀμπελοφόρου ἢ σιτοφόρου. τὸ δὲ τεθαλυῖα ἡ θάλλουσα καὶ πλήθουσα φυτοῖς. E.V.

ἀλωὴ λέγεται ὁ εἰς φυτείαν ἐπιτήδειος τόπος, δενδροφόρος γῆ. Q.V.

294. ὅσσον τε γέγωνε βοήσας] λείπει τὸ τις, ὅσον τις βοήσας ἠκούσθη. H. Q.

297. ἡμέας] ἀπόλυτος ἡ ἡμέας. H.

δώματʼ ἀφῖχθαι] Ἀριστοφάνης, δώματα ἷχθαι. H.

298. ἴμεν] ἀντὶ τοῦ ἴθι. H.

ἡδʼ ἐρέεσθαι] γρ. ἠδʼ ἔρχεσθαι. H.

ἐρέεσθαι] ἐρωτᾶν· ἀντὶ τοῦ, ἐρώτησον. V.

302. οἷος δόμος Ἀλκινόοιο] εἰ μὲν πρὸς γενικὴν ἀφορᾷς, μὴ στίξῃς εἰς τὸ Ἀλκινόοιο· εἰ δὲ πρὸς κλητικὴν, στίξον, ἵνα ᾖ πρὸς Ὀδυσσέα ὁ λόγος λέγων. ἀλλὰ ὦ ἥρως. B.

303. κεκύθωσι] ἔστι τὸ ὑγιὲς ἀπὸ τοῦ κεύθω, εἶτα συστολὴ παρηκολούθησεν, ὡς ἐν τῷ “μὴ δή μοι φύξιν γε Δόλων ἐμβάλλεο θυμῷ” (Il. κ, 447.). κεκύθωσιν ὅμοιον τῷ λελάχωσιν. προειπὼν δὲ δώματα ἐπήνεγκε δόμος, πρὸς ὃ ἡ διπλῆ. Q.

305. ἡ δʼ ἧσται ἐπʼ ἐσχάρῃ] οὐ σημαίνει τὸ παρὰ τὴν ἐσχάραν, ἀλλʼ ὡς τοῦ θρόνου ὑψηλοτέρου ὄντος τοῦτό φησι. τοιοῦτόν ἐστι καὶ τὸ “πάντας μὲν φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων” (Il. ζ, 15.). οὐ γὰρ τὸ παρὰ τὴν ὁδὸν οἰκῶν σημαίνει, ἀλλὰ δηλοῖ ἐν τούτοις τὸ ὑψηλὸν ἀπὸ τῆς γῆς· ἐπεὶ τοίνυν ἐστὶν ἡ οἰκία ὑψηλοτέρα τῆς γῆς, καὶ ὁ ἐν αὐτῇ οἰκῶν ἐπάνω οἰκεῖ τῆς γῆς. E.

[*](1. εὕρης] Porsonus reponi jubet 18. ἥρως] In hoc itaque scholio εὑρήσεις; et in suo scholio Barnes. ne dubitatum quidem est de scrip- præeunte Eustathio, reposuit εὐρή- tura ἥρως, quam alii genitivum alii σομεν, grammaticum corrigens u- vocativum esse putabant. BUTTM. terque, non ibrarium. BUTTM. 20. φύξιν] Hanc solam vocem 2. δήεις] Sic citatur in scholio spectat grammaticus ut quæ sit ad v. 262. pro φεῦξις. BUTTM. 6. τεθαλυῖα] θαλεῖα E. 25. οὐ γὰρ Buttm. pro οὐδέ. 9. τις, ὅσον τις H. τι, ἥτις Q.)
319

ἐκ τούτου δηλοῖ τὸν καιρὸν, ὅτι χειμὼν ἦν. B. ἀντὶ τοῦ ἐπʼ ἐσχάρῃ. ὡς χειμῶνος ὄντος. H.

ἐν πυρὸς αὐγῇ] ἐν τῷ φωτιζομένῳ ὑπὸ τοῦ πυρὸς τόπῳ. B.Q.T.V.

308. ποτικέκλιται αὐγῇ] περικέκλιται καὶ περιέχεται τῇ αὐγῇ. Q. περιέχεται τῇ αὐγῇ, ἀντὶ τοῦ πεφώτισται. V.

310. μητρὸς περὶ γούνασι] ἤτοι ὡς γυνὴ γυναῖκα προκρίνει, ἢ ἐπεὶ φρονιμωτάτη ἡ Ἀρήτη παραδίδοται. καὶ ἄλλως δὲ φιλοικτίρ- μον τὸ θῆλυ. Καλλίστρατος. E.H.Q.V. ὡς φιλοικτίρμονα τὴν θήλειαν κελεύει παρακαλέσαι. T.

318. Καλλίστρατος, αἱ δʼ εὖ μὲν τρεχέτην. τὸ δὲ, πλίσσοντο, βάδην διέτρεχον. ὥστε τὸ ὅλον εἶναι, εὖ μὲν ἐτρόχαζον, εὖ δὲ βάδην ᾔεσαν. B.H.P.Q.T. Ἄλλως. πλίσσειν ἐστὶ τὸ μεταφέρειν σκέ- λος παρὰ σκέλος. οἱ Δωριεῖς δὲ τὰ βήματα πλίκας καλοῦσιν. Ἱπ- ποκράτης δὲ πλίγμα τὸ μεταξὺ τῶν μηρῶν διάστημα. ὅθεν καὶ δια- πεπλίχθαι φασὶ τὸ περιπλέκειν τοὺς πόδας. ἐπειδὴ τοίνυν διιστα- μένων τῶν μηρῶν τὸ βῆμα γίνεται, οὐκ ἀφυῶς οἱ Δωριεῖς τὰ βήματα πλίκας λέγουσι. B.H.P.Q.T. πλίξ τὸ βῆμα. πλίσσοντο οὖν ἀντὶ τοῦ ἐβημάτιζον. ἐπαινεῖ τοίνυν καὶ τὸν δρόμον καὶ τὴν τῶν ποδῶν κίνησιν. P.Q.T. πλίσσοντο, διέβαινον. πλίχος γὰρ τὸ ὑπὸ τὰ αἰδοῖα δέρμα, ὃ δεῖται διαβαινόντων. πλίσσεσθαι γὰρ τὸ βάδην δια- βαίνειν, καὶ πλίγμα τὸ διάστημα τῶν ποδῶν. V. et codex Barnes.

ἔστι μὲν τὸ πλίσσειν τῶν ἅπαξ εἰρημένων παρʼ Ὁμήρῳ, σημαίνει δὲ τὸ τρώχων τὸ τρέχειν· οἱ γὰρ τροχοὶ καὶ τοὺς δρόμους σημαί- νουσι· τὸ δὲ πλίσσειν πόδεσσι τὸ βηματίζειν δηλοῖ, ἀπὸ τοῦ πλήσ- σειν τὴν γῆν· οἱ μέντοι Ἴωνες τὸ ἐκτρέχειν τὰ σκέλη· σκέλος γὰρ παρὰ σκέλος θέντα πλίσσειν λέγουσι. Δωριεῖς δὲ καὶ τὰ βήματα [*](3. φωτιζομένῳ] καταπεφωτισμένῳ V. τὸ δὲ πλίσσοντο] πλὶξ τὸ βῆμα. 4. αὐγῆ] Nam sic aliis in libris τὸ δʼ ἐπλίσσοντο B. Q. scriptum fuit pro αὐτῇ. Eustath. 13. πλίκας] In scholio proximo p. 1564, 25. ποτὶ κέκλιται αὐγῇ ἢ πλίχας. De utraque forma dixit αὐτῇ. Lobeck. Paralip. p. 103. 6. προκρίνει] κινεῖ E. 14. πλίγμα] κλάδα P. κλάδος H. 7. ἡ Ἀρήτη om. H. In πλίγμα consentit Eustath. p. 8. Καλλίστρατος om. V. et vide- 1564, 51. tur ortum ex scholio proximo, 20. πλίσσεσθαι—ποδῶν om. V. quod ab hoc nomine incipit. 23. τὸ τρώχων (τρωχᾶν Buttm.) 10. Καλλίστρατος—τρεχέτην om. om. Q. B.Q. 24. πλήσσειν Buttm. pro πλίσσειν. τρεχέτην] τρεχέην H. P. 25. σκέλος γὰρ H. σκέλη γὰρ P.Q.)

320
πλίχας καλοῦσιν. ἐπαινεῖ οὖν τὸν δρόμον καὶ τῶν σκελῶν τὰς δια- βάσεις καὶ τοὺς βηματισμοὺς, ὡς ἔχοντας τὸ εὔτακτον ἐν τῇ πορείᾳ. H.P. Q.

319. μάλα] ἀντὶ τοῦ ἐπιστημόνως. Q. νῦν ἐπιστημόνως. V.

320. νόῳ δʼ ἐπέβαλλεν] τεχνικῶς ἤλαυνεν. V.

321. δύσετό τʼ ἠέλιος] νῦν πρὸς δυσμὰς ἀπέκλινεν. ἡμέρας γὰρ ἔτι οὔσης εἰσέρχεται Ὀδυσσεὺς, παρὸ καὶ ἀχλὺν αὐτῷ καταχέει. P. V. καὶ πῶς ἀχλὺν ἐπιχέει τῷ Ὀδυσσεῖ Ἀθηνᾶ ἅπαξ ἑσπέρας οὔσης; τὸ δύσετο οὖν, πρὸς δυσμὰς ἀπέκλινεν. P.Q.T.

327. καινῶς ἡρμήνευσε τὸ δός με φιληθῆναι καὶ ἐλεηθῆναι ὑπὸ Φαιάκων, “δός μʼ ἐς Φαίακας φίλον ἐλθεῖν ἡδʼ ἐλεεινόν.” τὸ γὰρ δός ἐν ταῖς εὐχαῖς κεῖται. “δὸς μὴ Ὀδυσσῆα πτολιπόρθιον οἴκαδʼ ἱκέσθαι” (Od. ι, 530.) καὶ μεταλαβὼν εἰς τὸ ὀπάζειν “Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε· αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν, δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέ- εσθαι” (Od. γ, 57.). “ἀλλὰ ἄνασσʼ ἵληθι, δίδωθι δέ μοι κλέος ἐσθλόν” (γ, 380.) ἀντὶ τοῦ φιληθῆναι καὶ ἐλεηθῆναι. T.

ἐλεεινόν] ἐλέους τυχεῖν. V.

329. αἴδετο] γρ. ἅζετο. P.

330. πατροκασίγνητον] τὸν θεῖον αὐτῆς, ἤτοι τὸν Ποσειδῶνα. οὗτος γὰρ ἀδελφός ἐστι τοῦ ταύτης πατρὸς τοῦ Διός. B.

Ἀρίσταρχος περισπᾷ τὸ ζαφελῶς, καὶ οὕτως ἐπεκράτησεν. ἔδει δὲ βαρυτόνως. P.