Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

535. Ἄρητον δὲ κατʼ αὖθι λίπον] ἡδέως πάνυ ἐπεφώνησε τῷ ὅλῳ ἔργῳ τῷ περὶ τὸν Ἕκτορα.

[*](B=)

537. καὶ εὐχόμενος ἔπος ηὔδα] ἴδιον τῷ παρʼ ἐλπίδα εὐτυχήσαντι καὶ πλέον τι φθέγγεσθαι κατὰ τῶν ἐχθρῶν.

539. κῆρ ἄχεος μεθέηκα] ἐπανῆκα τὴν ψυχὴν τῆς ἐπὶ Πατρόκλῳ λύπης.

*καταπέφνων] Ἀρίσταρχος ὡς τέμνων.

541. *ἀνὰ δʼ αὐτὸς ἔβαινε] ἀνέβαινεν ὕπερθεν.

542. κατὰ ταῦρον ἐδηδώς] ἡ διακοπὴ τῆς λέξεως τὸν εἰς πολλὰ [*](1. πολλάκις ‖ 4. τὸ μ. ‖ 9. schol. cum l. 15. cohaeret novi lemmatis signo omisso || ἐξόπισθε ‖ 11. ἵνα ‖ 17. προπίπτειν B: προσπίπτειν ‖ 18. ἀνέστρεψεν coni. Villoiso ‖ 30, 31. τῆς—λύπης Athous: τἢ—λύπῃ )

233
διεσπασμένον παρέστησε ταῦρον, οὐ τοῦ μέτρου ἀπαιτοῦντος· παρῆν γὰρ φάναι “ταῦρον κατεδηδώς·” καὶ Ἀνακρέων “διὰ δέρην κόψε μέσην, κὰδ δὲ λῶπος ἐσχίσθη” (fr. 80 B.).

543. ἂψʼ δʼ ἑοὶ Πατρόκλῳ] εἰκότως, τῶν περὶ τὸν Ἕκτορα ὑπο- στρεψάντων ἐπὶ τὸ σῶμα.

545. προῆκε γὰρ—Ζεύς] Ζηνόδοτος ἀθετεῖ· τινὲς οὐδὲ γρά- φουσιν· πῶς γὰρ ἐν τῇ Ἴδῃ ὢν ὁ Ζεὺς αὐτὴν πέμπει, ἢ δὲ “οὐρα- νόθεν” (548) κάτεισιν; ἢ ὅτι οὐρανὸν τὸν ὑπερνέφιον ὀνομάζει τόπον.

547. πορφυρέην] ἀπὸ μέρους τὴν ποικίλην, ἢ ὅτι ἔχει τινὰ [*](B=) πορφυρίζοντα.

πορφυρέην ἶριν] πιθανῶς τὴν τῆς θεοῦ κατάβασιν θειοτέρᾳ εἰκόνι [*](B–) ὡμοίωσεν· καὶ ἀλλαχοῦ “οἷον δʼ ἀστέρα ἧκε Κρόνου παῖς” (Il. 4. 75).

τί ἔστιν Ἶρις: ὅταν ἐξ ἐναντίας νέφος τῷ ἡλίῳ στῇ πεπιλημένον [*](B–) καὶ πλῆρες ὕδατος, αἱ δὲ ἀκτῖνες προσπίπτωσι τῷ νέφει καὶ κα- θάπερ ἀπὸ κέντρου τοῦ ἡλίου περιγράφωσι κύκλους, τότε τοῦ μὲν τῶν ἀκτίνων ἐρυθροῦ ἀνειμένου πρὸς τὸ κροκοειδές, τοῦ δὲ ἐν τῷ νέφει μέλανος ἐκλυομένου πρὸς κυάνεον 〈ἡ〉 κρᾶσις ἀμφοῖν Ἶρίς ἐστιν. καὶ Ἀναξαγόρας δέ φησιν· “Ἴριν δὲ καλέομεν τὸ ἐν τῇσι νεφέλῃσιν ἀντιλάμπον τῷ ἡλίῳ. χειμῶνος οὖν ἐστι σύμβολον· τὸ γὰρ περιχεόμενον ὕδωρ τῷ νέφει ἄνεμον ἐποίησεν ἢ ἐξέχεεν ὄμβρον.” τοῦτο οὖν πρὸς τοὺς ἐπιστήμονας, πρὸς δὲ τοὺς ἀπείρους τὸν πόλεμον.

548. *ἐζ] περισσὴ ἡ “ἔξ·”

549. *δυσθαλπέος] κακοῦ εἰς θάλψιν.

550. μῆλα δὲ κήδει] “μῆλα” πάντα τὰ θρέμματα, “ μῆλα δʼ, ἃ μοι μνηστῆρες ὑπερφίαλοι κατέκειραν” (Od. 23. 356)· καὶ Ἡσίοδος “βουδόρα πάντα” (Opp. 504) φησίν, ‘ἀπὸ τοῦ βοὸς πάντα” δηλῶν.

551. πυκάσασα ἓ αὐτήν] οὐδέποτε ὁ ποιητὴς οἶδε σύνθεσιν ἀντ- ωνυμίας.

553. πρῶτον δʼ Ἀτρέος υἱόν] οὐκ εἰκῆ, ἀλλʼ ἐπεὶ φαίνεται οὗτος [*](B=) μόνος ἀγωνιῶν ὑπὲρ Πατρόκλου.

[*](2. διὰ δὲ δέρην ἔκοψε Eust. ad Il. 15. 1 || 3. κὰδ δὲ λοπὸς Eust., καδδελωπὸς ‖ 2, 3. διὰ δέρην ἔκοψε μέσσην, κὰδ δὲ λῶπος coni. Bergk ‖ 14. τί ἔστιν Ἶρις in margine iteratum ‖ 18. supplevi ex B ‖ 20. ἀντιλάμπων ‖ 25. δυσθαλπέος sec.: θυσθαλπέος pr. ‖ 27. τά μοι)
234
[*](B=)

555. εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν] δύο γάρ ἐστιν οἷς μάλιστα γνωρίζομεν, φωνὴ καὶ εἶδος. εἰκότως δὲ Φοίνικι εἴκασται· ἡγεῖτο γὰρ καὶ αὐτὸς φάλαγγος, καὶ μέλει αὐτῷ λίαν Πατρόκλου. ἅμα δὲ καὶ τὸ γῆρας ἱκανὸν πρὸς αἰδῶ.

[*](B+)

556. κατηφείη] ἀπὸ τοῦ κάτω τὰ φάη ἔχειν.

557. Ἀχιλῆος ἀγαυοῦ] διατρέπει αὐτὸν τῇ μνήμῃ Ἀχιλλέως. εὗ δέονται πρὸς τὴν μάχην.

559. *“ἔχεο” τοῦ πολέμου ἢ τοῦ νεκροῦ.

[*](B-)

564. 〈μάλα γάρ με—〉ἐσεμάσσατο θυμόν] ἔπληξέ μου τὴν ψυχήν· μάσ〈σ〉ασθαι γὰρ τὸ ἅψασθαι· “χεῖρʼ ἐπιμασ〈σ〉άἀμενος” (Od. 9. 302)· “ἐπεμαίετʼ ἄρʼ ἵππους” (Il. 5. 748)· “τὸν δʼ ἐπιμα〈σ〉σά- μενος προσέφη κρατερὸς Πολύφημος” (Od. 9. 446). καὶ μέχρι νῦν ἐν τῇ συνηθείᾳ φαμὲν ‘ ἥψατό μου ὁ θάνατος τοῦδε τοῦ φίλου ἢ συγγενοῦς.ʼ

[*](B+)